Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δέκατος Τέταρτος: Η ψυχική αγνότητα και η προσέλευση στον Θεό

Η ανάγκη καθαρότητας για την προσέλευση στον οίκο του Θεού. Ο αποκλεισμός των λεπρών και των αλλογενών ως τύπων των αιρετικών. Το παράδειγμα της σωφροσύνης του Ιωσήφ και η αποφυγή των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΕΣΣΑΡΑΚΛΙΔΕΚΑΤΟΣ Ὅτι χρὴ τοὺς φοιτᾷν ἐθέλοντας ἐν ἐκκλησίαις, καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλίδα, καὶ οὕτω παρίστασθαι τῷ Θεῷ.

Σκηνῆς μὲν οὖν πέρι καὶ μέν τοι καὶ περὶ ἱερέων καὶ Λευιτικῆς ὑπουργίας διαρκέστατά μοι ταῦτα λελέχθαι φαίνεται, καὶ λεπτῶς διεσκέφθαι δοκῶ. Πρέποι δ᾽ ἂν ὅτι μάλιστά γε τοὺς οἵπερ ἂν ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῆς ἐν Χριστῷ πολιτείας τὸ εἰσάπαν εὐπρεπὲς, οἷά τινα στέφανον ταῖς σφῶν αὐτῶν ἀναδεῖν κεφαλαῖς, προτροπάδην ὥσπερ ἀλλήλοις διακελεύεσθαι λέγοντας· «Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·» ὅτε καί τινες τὴν οὕτως εὐκλεᾶ τε καὶ ὀνησιφόρον εἰσδεδεγμένοι φωνὴν, μονονουχὶ καὶ ἀνασκιρτῶσι λέγοντες· «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα.» Ἆρ᾽ οὖν, ὦ Παλλάδιε, τοῖς εἰς οἶκον ἰέναι Θεοῦ διασπεύδουσι, ποταπὸς ἂν εἴη σκοπὸς καὶ ὁ νοῦς αὐτοῖς ὅποι ποτὲ ἄρα βλέποι, καὶ τί κατορθοῦν γλιχόμενοι, πρὸς τὴν ἱεράν τε καὶ θείαν ἴενται σκηνήν; ΠΑΛΛ. Καὶ μὴν, ὦ ἑταῖρε, τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές· γέγραπται γὰρ, ὅτι «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·» καὶ «Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.» ΚΥΡ. Προσκομίζοντες οὖν ἄρα τὰς ὑπέρ γε σφῶν αὐτῶν θυσίας, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, καὶ μὴν καὶ προσελευσόμενοι κατὰ νοητὴν προσκύνησιν, εἰσίασί τινες εἰς τὸν οἶκον Κυρίου καὶ εἰς τὰς αὐλὰς αὐτοῦ. ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ.

Οἰησόμεθα δὴ οὖν τοὺς εἰσφοιτᾷν ἐθέλοντας, χρῆναι διᾴττειν ἁπλῶς, οὐκ ἐκνενιμμένους τὴν ἁμαρτίαν, οὐ βδελυρίας ἀπηλλαγμένους, οὐκ ἀπεξεσμένους ὥσπερ τῆς φιλοσαρκίας τὸν ῥύπον, ἀλλ᾽ ἐντετηγμένον ἔχοντας τὸν νοῦν, καὶ καρδίαν ἰώδη ἔχοντας;

Ἥκιστά γε, λαμπρότητι δὲ μᾶλλον τῇ ἐν Χριστῷ κατηγλαϊσμένους, καὶ τὸ παμποίκιλον τῆς θεοφιλεστάτης ἀρετῆς διαστίλβοντας κάλλος. ΠΑΛΛ. Πάνυ μὲν οὖν· δεῖν γὰρ ἔγωγέ φημι κατ᾽ ὀφθαλμοὺς ἰέναι Κυρίου, κηλίδος ἁπάσης τῶν ἡμετέρων διανοιῶν προεκτετριμμένης. ΚΥΡ. Ὀρθῶς ἔφης, ἐπεί τοι καὶ στυγητὸν, καὶ μὴν καὶ ἀπόβλητον ποιεῖται τὸν ἄῤῥωστον, καὶ τῆς τῶν ἁγίων ἐκπέμπει πληθύος. Ὃ δὴ καὶ εὖ μάλα συνιεὶς ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐξάρατε οὖν τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Καὶ οὐκ ἠθῶν ἀγριότητα φαίην ἂν ἔγωγε τὸ χρῆμα καρπὸν, ἀλλὰ σοφὸν ἀσφαλείας εὕρεμα. «Μικρὰ γὰρ ζύμη,» φησὶν, «ὅλον τὸ φύραμα ζυμοῖ.» Τοῦτό τοι πάλιν καὶ νόμος ἡμῖν ἱερὸς αἰνιγματωδῶς ὑπετύπου. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.

Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ» Ἆρ᾽ οὐκ ἀληθὲς εἰπεῖν ὡς δυσαχθὲς ἄγαν καὶ δυσδιακόμιστον ἀληθῶς τὸ τοῦ νόμου φορτίον; Συνίης γὰρ ὅπως καὶ ἐπ᾽ ἀνεθελήτοις ἀῤῥωστίαις καταγράφει δίκην, καίτοι κατοικτείρεσθαι δέον τοὺς ταῖς τοιαύταις ἐναλόντας συμφοραῖς· ἀνθ᾽ ὅτου γὰρ δὴ διαπορήσειεν ἄν τις καὶ μάλα εἰκότως, ἔξοικόν τε καὶ ἀπόπεμπτον ἐποιεῖτο τὸν λεπρὸν, καὶ μέντοι πρὸς τούτοις τὸν γονοῤῥοίας πάθει κατισχημένον, καὶ αὖ τὸν ἀκάθαρτον ἐπὶ ψυχῇ; ΠΑΛΛ. Οὐκ ἂν ἔχοιμι νοεῖν, φράσαις δ᾽ ἂν ἴσως αὐτός. ΚΥΡ. Οἶμαι δὴ οὖν ὅτι τῶν ἐν πάχει καὶ σωματικῶν πραγμάτων οὐ σφόδρα πολὺς παρὰ Θεῷ λόγος ἦν, τὴν θείαν ἡμῖν καὶ πνευματικὴν προανατυποῦντι λατρείαν. Κολάζεται μὲν γὰρ τὰ ἔξω νόμου, καὶ ὅσα τοῦ πρέποντος ἐκβεβηκότα φαίνεται, ταυτὶ φαίην ἂν ὑπὸ κρίσιν εἶναι καὶ δίκην, ἀῤῥώστημα δὲ τὸ σωματικὸν, κατ᾽ οὐδένα τρόπον προσκρούσειεν ἂν τοῖς νόμοις. Κείσεται δὴ οὖν εἰκότως καὶ ἀπωτάτω γραφῆς, καὶ τὸ ἐγκαλεῖσθαι πρός τινος, οὐκ ἂν ἔχοι ποθέν· ἢ γὰρ οὐχὶ παντί τῳ σαφὲς, ὅτι νοσεῖ μὲν ἑκὼν οὐδεὶς, εὐκταιότατον δὲ πᾶς τις οὖν, οἶμαι, ποιεῖται τὸ εὐρωστεῖν; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστορίας ὁ λόγος, τὸ λυποῦν οὐδέν ἐστιν, ἂν διεξάγοιτο καλῶς τὰ πνευματικὰ πρός γε τὸ τῷ νομοθέτῃ δοκοῦν.

Λέπρα τοίνυν ἐστὶ, σαρκὸς νέκρωσις, καὶ βορὸν ὅτι μάλιστα τὸ πάθος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Μωσῆς λελεπρωμένης αὐτῷ τῆς Μαρίας, περιδεὴς γεγονὼς, ἄθυμός τε λίαν, ἐλιπάρει, λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτὴν,» ἔφη γάρ· «Μὴ γένηται ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, καὶ καταφάγεται τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.» Γονοῤῥυᾶ δὲ τί ἂν λέγοιμι, ποταπὸν τὸ πάθος; ἠγνόηκε γὰρ οὐδείς. Τό γε μὴν ἀκαθάρτους εἶναί τινας ἐπὶ ψυχῇ, τοιόνδε τι δηλοῖ, τὸ κατοιχομένου θίγειν καὶ ἀγχοῦ γενέσθαι νεκροῦ σώματος, εἰς μολυσμοῦ τρόπον τοῖς ἀρχαιοτέροις ὁ νόμος κατελογίζετο, ἀπηχθημένην Θεῷ τῷ πάντα ζωογονεῖν ἰσχύοντι, τὴν νεκρότητα δεικνύς. Καὶ μὴν καὶ ἑτέρως, εἰς νοῦ καὶ ψυχῆς νέκρωσιν καθάπερ ἐν τύπῳ παχεῖ, τὸ χρῆμα δεχόμενος. Νεκρὸς δὲ νοῦς καὶ ἀπεψυγμένος, ὁ φιλαμαρτήμων, καὶ τῶν εἰς ζωὴν ἀνδραγαθημάτων ἀμοιρεῖν εἰθισμένος. Ἀλλ᾽ εἰ τεθνάναι συνέβη τινὰς, πᾶσά πως ἀνάγκη, τοὺς ἐξ αἵματός τε καὶ κατὰ γένος οἰκείους συνιέναι τε καὶ δρᾷν ἐπ᾽ αὐτῷ τὰ νενομισμένα· πλὴν ἀκάθαρτοι καὶ οὗτοι κατὰ τὸν νόμον, οὐκ εἰσάπαν δὲ καὶ μέχρι παντὸς, ἀλλ᾽ ἦν τις αὐτοῖς ἀποκαθάρσεως τρόπος. Ἔχεις ἀποχρῶσαν τῆς ἱστορίας δήλωσιν. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ.

Φέρε δὴ οὖν εἰς πνευματικὴν θεωρίαν μεταστοιχειοῦντες αὐτὴν, ἐκεῖνο λέγωμεν, ὅτι σημαίνει μὲν ἡμῖν ὁ λεπρὸς, τὸν τοῖς εἰς νεότητα πάθεσι ποικίλοις κατεστιγμένον. Ταῦτα δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἃ καὶ αὐτὸς ἡμῖν ὁ σοφώτατος Παῦλος κατηριθμεῖτο λέγων· «Πορνεία, ἀκαθαρσία, εἰδωλολατρεία, ἔχθραι, ἔρις, θυμοὶ, ζῆλοι.» Ἕτερός γε μὴν, τοῦτ᾽ ἔστιν, ὁ γονοῤῥυὴς, τὸν ἀεὶ καὶ ἀσχέτως ἐν μολυσμοῖς, καὶ τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς καρποφορίαν ἐνάρετόν τε καὶ ἀξιάγαστον δαπανῶντα πρὸς τὸ μηδέν. ΠΑΛΛ. Οἷον δέ τι φής; ΚΥΡ. Πλατὺς μὲν λίαν ὁ ἐφ᾽ ἅπασι λόγος· ἑνὶ δὲ δὴ τέως σαφεῖ καὶ ἐναργεστάτῳ κεχρήσομαι παραδείγματι, πρὸς ἀπόδειξιν ὧν ἔφην· οἱ τὸν νοῦν ἔχοντες εὐφυᾶ καὶ οἱονείπως ἀπεξεσμένον τοῖς περὶ τῆς ἀληθείας αὐτὸν ἐνιέντες λόγοις, ἆρ᾽ οὐχὶ τὸ ἐν ὀρθότητί τε καὶ ἀτρεκείᾳ δογμάτων εὐπρεπὲς καρπὸν ἕξουσιν οὐκ ἀθαύμαστον; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Οἱ δέ γε τουτὶ μὲν, οὐχὶ φρονεῖν τε καὶ δρᾷν ᾑρημένοι, παρατρέποντες δὲ μᾶλλον τῆς ἀναγκαίας ὁδοῦ, καὶ δογμάτων ἀνοσίων ἰστῶντες συνήγορον, ἤγουν τῆς ἐν κόσμῳ πονηρίας ἀποφαίνοντες ὑπουργὸν, δόλου καὶ ἀπάτης ποιοῦνται γεννήτορα, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς τὸ ἀγαθὸν, ἐπ᾽ οὐδενὶ τῷ χρησίμῳ ζημιούμενοι, καταγράφουσιν ἡμῖν εὖ μάλα τὸν γονοῤῥυᾶ, καὶ πάθους σωματικοῦ ψυχικὴν ἀῤῥωστίαν ὁμοφυᾶ δεικνύουσιν ἐν ἰδίοις τρόποις. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ.

Ὁ δὲ ἀκάθαρτος ἐπὶ ψυχῇ σημαίνει που πάντως τῆς ἑτέρων νεκρότητος τὸν μετεσχηκότα, καὶ πλημμελημάτων ἀλλοτρίων ῥᾳθύμως ἀναπιμπλάμενον, πρὸς ὃν καὶ ὁ θεῖος ἔφη που Δαβίδ· «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.» Κατασίνεται γὰρ ὥσπερ καὶ κατανεκροῖ ψυχήν τε καὶ νοῦν, τὸ δρᾷν ἃ μὴ θέμις, οὕτω τὸ τοῖς αὐτὰ δρῶσι συνευδοκεῖν, καὶ τοῖς αὐτουργοῦσιν εἰς ἁμαρτίαν κοινωνὸς ἂν εἴη καὶ ὁ συνεθελητής. Ἀκαταιτίατος γὰρ οὔτι που. Τοιγάρτοι καὶ Παῦλος· «Σεαυτὸν ἁγνὸν τήρει,» φησὶν, «καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις·» τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐπὶ νεκρῷ μολύνεσθαι νοητῶς. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Ἀποστείχειν δὴ οὖν τῆς συναγωγῆς εὖ μάλα προστέταχε λεπρὸν καὶ γονοῤῥυᾶ, καὶ ἀκάθαρτον ἐπὶ τῇ ψυχῇ, τοῖς τῶν ἁγίων χοροῖς οὐκ ἐῶν ἀναπλέκεσθαι τοὺς δυσαπόνιπτον ἔχοντας τὴν ἀκαθαρσίαν; «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;» φησί. ΠΑΛΛ. Σφαλερὸν οὖν ἄρα, τὸ ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς οἶκον Θεοῦ. ΚΥΡ. Σφαλερώτατον μὲν οὖν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τῷ Θεῷ προσκρούειν οὐκ ἀζήμιον.

Ἐξείργει δὲ καὶ ἑτέρους τῆς ἁγίας αὐλῆς ἐν τῷ Δευτερονομίῳ, λέγων· «Οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν Κυρίου, οὐκ εἰσελεύσεται ὁ ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου· οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως εἰς τὸν αἰῶνα, παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε. Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαὰμ, καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου. Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.» ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο θλαδίας καὶ ἀποκεκομμένος, Ἀμμανίτης καὶ Μωαβίτης, ἐθέλοιμ᾽ ἂν ἐκμαθεῖν. ΚΥΡ. Ἄκουε δή· ὁ τῆς τῶν εὐνούχων ποιήσεως οὐχ εἶς τρόπος, οὐχ εἷς, ὦ Παλλάδιε, διττὸς δέ τις εἶναι λέγεται, καὶ πεφώραται. Οἱ μὲν γάρ εἰσι τομίαι καὶ διεσπασμένοι τὰ ἀρσενικά· οἱ δὲ τεθλασμένα καὶ ἀχρεῖα παντελῶς φέρουσιν ἔτι, ὠμῶς δὲ καὶ ἀνοσίως ἀποτέμνονταί τινες ἔσθ᾽ ὅτε τὸ παιδοποιὸν τοῦ σώματος μόριον, καί εἰσιν ἄπρακτοι πρὸς τὰ ἀνδρὸς, καίτοι τελοῦντες ἐν ἀνδράσι φύσει τε καὶ ἡλικίᾳ· ἀνδρείας δὲ σύμβολον, τὰ ἀρσενικά.

Τὸν τοίνυν θλαδίαν ὑποτοπητέον, τὸν οἱονείπως οὐκ ἐξεσπασμένον εἰσάπαν ψυχήν τε καὶ νοῦν, συντεθραυσμένην δὲ μᾶλλον σώζοντά πως ἐν ἑαυτῷ τὴν ἐπ᾽ ἀγαθοῖς ἀνδρίαν, ἀποκεκομμένον γε μὴν, τὸν ὁλοκλήρως αὐτὰ ἀποβεβληκότα, καὶ τῶν ἀνδράσι πρεπωδεστάτων ἐστερημένον. Ἐν ἴσῳ δὲ ὥσπερ ἐγκλήματι, τῷ μηδ᾽ ὅλως ἀνδρίζεσθαι θέλειν, τὸ μὴ ὑγιῶς ἀνδρίζεσθαι φιλεῖν. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Ἀναπεπτώκασί τινες εἰς ἐπιθυμίας σαρκικὰς, ὅλας ὥσπερ ἡνίας ἀνέντες τῷ πάθει, σαθρόν τε καὶ ἄνανδρον ταῖς εἰς ἀσέλγειαν ἡδοναῖς παραῤῥιπτοῦντες τὸν νοῦν. Ἕτεροι δὲ αὖ θαυμάζουσι τὴν ἐγκράτειαν, καὶ ἅπτονται μὲν ἔσθ᾽ ὅτε τῶν εἰς τοῦτο λαμπρῶν ἐπιχειρημάτων, ἐκδεδίασι δὲ τὴν ἀντίστασιν, καὶ τὴν τῆς ἡδονῆς προσβολὴν οὐ φέροντες, κατανύουσι πρὸς τὸ ἄναλκι. Ἆρ᾽ οὖν, οὐχὶ τὸν μὲν εἰσάπαν ἀπειρηκότα τοῖς εἰς ἀνδρίαν ἐπιχειρήμασιν προσερεῖς εἰκότως ἀποκεκομμένον; Τὸν δὲ εἰς νοῦν μὲν ἔχοντα τὸ θέλειν ἀνδρίζεσθαι, μὴ μὴν ἔτι καὶ κατορθοῦν ἰσχύοντα τὴν ἀρετὴν, οἰήσῃ θλαδίαν, εἰς τρόπων ποιότητα μεταχαράττων ἀστείως καὶ τὰ τοῦ σώματος πάθη, καὶ εἰκόνα τῶν νοητῶν καὶ ἀφανεστέρων, τὰ ἐν αἰσθήσει δεχόμενος; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ.

Συνεξείργετο δὲ τούτοις Ἀμμανίτης τε καὶ Μωαβίτης, ὡς ἀνόσιοί τε καὶ βδελυρώτατοι, καὶ λεόντων δίκην τοῖς ἁγίοις ἐπιφυόμενοι, καὶ τοῖς εὐδοκιμεῖν εἰωθόσι, τὰ ἐκ φθόνου καὶ βασκανίας ἐπιχέοντες βέλη. Τύπος δ᾽ ἂν εἶεν, Ἀμμανῖται μὲν δὴ, τῶν ἀφιλοικτιρμόνων αἱρετικῶν. Μωαβῖται δὲ αὖ, τῶν ἐν πλάναις ἔτι ταῖς εἰδωλικαῖς, καὶ ταῖς τῶν δαιμονίων μοχθηρίαις ὑπεστρωμένων· θεοστυγεῖς γὰρ ἄμφω, καὶ ἀδελφὸν ὥσπερ κατὰ τῶν ἁγίων νοσοῦντες τὸ θράσος. ΠΑΛΛ. Οὐ σφόδρα συνίημι ὃ φής. ΚΥΡ. Συνιεῖς εὖ μάλα, καὶ οὐκ εἰς μακράν.

Ἀμμανῖται μὲν γὰρ Ἡσαῦ γεγονότες, ἀγχίσποροι καὶ ὁμαίμονες τοῖς ἐξ Ἰακὼβ ἦσαν υἱοῖς, φημὶ δὴ τῷ Ἰσραήλ· ἀλλὰ καὶ αὐτῆς οὐκ οἶδ᾽ ὅπως τῆς φύσεως ἀλογήσαντες, τὸν τῆς συγγενείας ἐψεύδοντο τρόπον οἱ ἐξ Ἡσαῦ, δεινοί τε καὶ ἀκαμπεῖς κατεφορῶντο λοιπὸν πρὸς τοὺς ἀγχοῦ καὶ ἐξ αἵματος, τοῦτ᾽ ἔστι τῶν Ἰσραήλ. Ἐπειδὴ γὰρ τῆς Αἰγυπτίων ἀπαίρων τὴν Ἀμμανιτῶν παρέθει χώραν, ὡς ἀδελφὸν ἐλιπάρει τὸν οἰκήτορα παριέναι, ἢ διᾴττειν αὐτοὺς καὶ κατοικτείρειν ἠδικημένους· ὁ δὲ οὐκ ἀνίει.

Καὶ τί τοῦτο λέγω; Μᾶλλον δὲ καὶ ἐν ὅπλοις, ἢ καὶ πόλεμον αἴρεται. Κἂν ἠδίκησε δεινῶς, εἰ μὴ κατὰ θείαν ὀμφὴν, ἀπονένευκεν ὁ Ἰσραήλ· ἔχει δὲ οὕτω τὸ γεγραμμένον· «Καὶ ἀπέστειλε Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς. Καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν. Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἀγγέλους, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου. Καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου. Παρελευσόμεθα διὰ τῆς γῆς σου. Οὐ διελευσόμεθα δι᾽ ἀγρῶν, οὐδὲ δι᾽ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκων σου. Ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· Οὐ διελεύσῃ δι᾽ ἐμοῦ. Εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.» Καὶ μεθ᾽ ἕτερα· «Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ. Καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ᾽ αὐτοῦ.» Ἆρ᾽ οὐχὶ σαφής τε λοιπὸν καὶ ἐναργὴς ὁ λόγος; ΠΑΛΛ. Οὔτι που μάλα. ΚΥΡ.

Οὐ γὰρ δὴ συνίης ὅτι σχέσει τῇ κατ᾽ ἀγχιστείαν συνημμένοι τοῖς ἐξ Ἰσραὴλ, ἀφιλόστοργοί τε καὶ ἀτεράμονες, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, ἐξ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων; Ἐποικτεῖραι γὰρ δέον ὡς ἀδελφοὺς, ἐν ἱδρῶσιν ὄντας καὶ πόνοις, ἐξίασι καταδῃώσαντες. Τοιγάρτοι φησὶν ὁ νόμος· «Οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου, παρὰ τὸ μὴ συναντῆσαι ὑμῖν αὐτοὺς μετὰ ἄρτου καὶ ὕδατος, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου,» τοῦτ᾽ ἔστι, διὰ τὸ ἄγαν ἀσυμπαθὲς, καὶ ἀγρίων ἐκπεφοιτηκὸς εἰς ἀνοσιότητα τρόπων. Ἴδοις δ᾽ ἂν ὅτι τοιοῦτοι πρὸς ἡμᾶς τοὺς ὀρθοποδεῖν ᾑρημένους οἱ τῶν αἱρετικῶν λαοὶ καὶ ἡγούμενοι. Ὅσον γὰρ ἧκεν εἴς γε τὸ ἕνα καὶ μόνον εἰδέναι Θεὸν τὸν Πατέρα, καὶ τὴν εἰς Υἱὸν καὶ τὸ Πνεῦμα προσίεσθαι πίστιν, εἰ καὶ μὴ εἰσάπαν ὑγιῶς δόξαν ἔχουσιν οὐκ ἀληθῆ τῆς πρὸς ἡμᾶς ἀδελφότητος, καὶ νοθηφοροῦσι γνώμῃ τὸ συγγενὲς, ἀλλ᾽ ἐν διωγμοῖς οὖσιν οὐκ ἐπαμύνουσι, μᾶλλον δὲ καὶ ταῖς παρὰ σφῶν ἐπιφορτίζουσι μοχθηρίαις. «Ἐξ ἡμῶν γὰρ ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν,» κατὰ τὸ γεγραμμένον. «Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν.» Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, κατάπλαστον ἔχουσι τὸ ἐπιεικὲς, οὐ μὴν ἔτι καὶ δρᾷν εἰωθόσι τὰ εἰς δόξαν αὐτοῦ, προσφωνήσειεν ἂν καὶ μάλα εἰκότως· «Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ, σκορπίζει.»

Ἆρά σοι δοκοῦσιν Ἀμμανίταις ἐοικέναι τὰ θεομισῆ τῶν αἱρετικῶν ἐργαστήρια, τὸ ἀσυμπαθές τε καὶ ἀφιλόθεον ἐκτόπως ἠῤῥωστηκότες; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἄθρει δὲ καὶ Μωαβίτας, εἰ δοκεῖ, πολεμιωτάτους ὄντας ἀναφανδὸν τοῖς ἐθέλουσι λατρεύειν Θεῷ τῷ μόνῳ τε φύσει καὶ ἀληθῶς. Ἦσαν μὲν γὰρ εἰδώλων προσκυνηταὶ, μαντείαις τε καὶ γοητείαις ἐξαιρέτως ἐπιθαρσήσαντες, καὶ περὶ πτήσεις τῶν οἰωνῶν οὐ μετρίως ἐπτοημένοι, ἐπιτρίζοντες δὲ τοὺς ὀδόντας ταῖς τοῦ Ἰσραὴλ εὐπραγίαις, κατεμισθοῦντο τὸν Βαλαὰμ, καὶ ἐπαρᾶσθαι παρεσκεύαζον, δυνάμει δὲ τῇ ἀφράστῳ Θεοῦ, τὸ τοῦ μάντεως στόμα πρὸς ἀνεθελήτους αὐτοῖς εὐλογίας μετεσκευάζετο. Τοιοῦτος ἂν εἴη καθ᾽ ἡμῶν ὁ Ἑλλήνων πόλεμος, τῇ τοῦ Σωτῆρος ἡμῶν διαφθονουμένων δόξῃ, καὶ πᾶσαν τοῦ διαβόλου καθ᾽ ἡμῶν κατεξανιστάντων ἰσχὺν, ἣν ἡ θεία καὶ ἄνωθεν κατασείει χάρις, τῆς τῶν δαιμόνων ἀγέλης τὸ ἄναλκι καταχέουσα, καὶ τὸν τῆς ἐπιβουλῆς ἀναθεῖσα τρόπον πρὸς τὸ εὐφραίνειν εἰδός. ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀμμανίταις δὲ καὶ μέντοι καὶ Μωαβίταις, ἀστιβῆ τὰ ἅγια καὶ μάλα γε εἰκότως· οἷς γὰρ ἀδελφὰ τὰ τολμήματα καὶ ὁμοειδὲς τὸ θράσος, τούτοις ἂν εἴη πρέπον καὶ ταῖς ἰσοῤῥόποις ἐναλῶναι δίκαις.

Ἄθρει δὲ δὴ τοῦ νόμου τὸ ἀσφαλές· ἐξίστησι γὰρ παντελῶς τοὺς ἁγίους αὐτῶν, καὶ οὐδ᾽ ὅσον εἰπεῖν εἰς κοινολογίαν ἰέναι θέλειν, παρεγγυᾷ λέγων· «Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς οὐ λαλήσεις, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.» Ἆρ᾽ οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὃ καὶ ἁγίων ἡμᾶς ἐξεπαίδευσε δυὰς, Παῦλός τε καὶ Ἰωάννης; Ὁ μὲν γὰρ ἔφασκεν· «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μὴ χαίρειν λέγετε,» καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς.» Ὁ δὲ πάλιν, «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν, παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.» Τοῦτό ἐστι τὸ, Οὐ λαλήσεις συμφέροντα αὐτοῖς. Δεῖν γάρ φησιν ὁ νόμος τοῖς ἄγαν ἐξεστραμμένοις, ὡς μεμηνόσι παραχωρεῖν, λέγοντας· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Ἀλλ᾽ ὁ μὲν Ἀμμανίτης ἕως τρίτης εἴργεται γενεᾶς, Μωαβίτης δὲ καὶ μέχρι δεκάτης, ἀπό γε τοῦ χρόνου, καθάπερ ἐγῷμαι, τῆς ἐπ᾽ ἀμφοῖν ἀγανακτήσεως τὸ μέγεθος ἡμῖν ὑπεμφαίνοντος Θεοῦ.

Μείων γὰρ, κατὰ τὸ εἰκὸς, ἡ αἱρετικῶν δίκη· φαίη γὰρ ἄν τις καὶ ἐπ᾽ αὐτοῖς καθάπερ ἀμέλει καὶ ἐπὶ τοῖς Ἰουδαίοις. «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.» Οἰόμενοι γὰρ ὀρθοεπεῖς εἶναι καὶ σοφοὶ, λελήθασι σφᾶς αὐτοὺς οἱ δείλαιοι, καὶ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ζήλῳ πεπλασμένῳ κατακεκρατημένοι, τῇ τοῦ Θεοῦ δόξῃ συναγορεύειν οἴονται, τοῖς ὀρθοποδοῦσιν ἀντιταττόμενοι.

Μωαβῖται δέ γε, τοῦτ᾽ ἔστι, τὰ Ἑλλήνων στίφη, γυμνῶς καὶ ἀναφανδὸν, καὶ ὑποστολῆς ἁπάσης δίχα, τῇ θείᾳ μάχονται δόξῃ. Τοιγάρτοι φορτικωτέραν ἐπήρτησέ πως τὴν δίκην αὐτοῖς ὁ νόμος.

Πλὴν ἄμφω τῶν ἱερῶν ἀπόπεμπτοι περιβόλων, ὡς βέβηλοί τε καὶ θεομισεῖς. ΠΑΛΛ. Χρῆμα δὴ οὖν οὐκ ἀζήμιον, ὅσον ἧκεν εἰς μολυσμοὺς, τὸ ὀθνείοις τισὶ καὶ ἑτερογνώμοσι, κἂν γοῦν εἰς λόγους ἰέναι φιλεῖν. ΚΥΡ. Συνίης εὖ μάλα. Τοιγάρτοι καὶ ὁ νόμος τοὺς ἐκνενιμμένους καὶ καθαροὺς, καὶ οἰκείους ἤδη Θεῷ, διὰ τοῦτο τῆς ἐκείνων βδελυρίας ἀποτειχίζει λέγων· «Καὶ ἔσται ἐν τῷ εἰσαγαγεῖν σε Κύριον τὸν Θεόν σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ, καὶ ἰσχυρὰ ἀπὸ προσώπου σου, τὸν Χετταῖον, καὶ τὸν Γεργεσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ, καὶ μεγάλα, καὶ ἰσχυρότερα ὑμῶν, καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεὸς ὑμῶν εἰς χεῖράς σου, καὶ πατάξεις αὐτοὺς, ἀφανισμῷ ἀφανίσεις αὐτούς.

Οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδ᾽ οὐ μὴ ἐλεήσεις αὐτοὺς, οὐδὲ μὴ γαμβρεύσεις πρὸς αὐτούς. Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου, ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις.» Ἀσφαλὴς οὖν ὁ νόμος. «Οὐ γὰρ συνθήσῃ,» φησὶ, «διαθήκην πρὸς αὐτούς·» ἀσύμβατον γὰρ καὶ ἀσυναφὲς τῷ ἡγιασμένῳ, τὸ βέβηλον ἔτι, τῷ πεφωτισμένῳ, τὸ ἐν ὁμίχλῃ καὶ σκότῳ, τῷ εἰσδεδεγμένῳ τὸ ἀπαράδεκτον· τῷ πρὸς ἱεράν τε καὶ θείαν εἰσφοιτῶντι σκηνὴν, τὸ ταύτης ἐξωθούμενον. ΠΑΛΛ. Εἶτα τί τὸ προμηθὲς τοῦ νόμου; διίστησι δὲ ἀνθ᾽ ὅτου καὶ τοῦτο εἰσάπαν τοῦ βεβήλου τὸ καθαρὸν, κἂν εἰ ἐν καλῷ τις γένοιτο τῆς ἀρετῆς; ΚΥΡ. Πολὺ γὰρ δὴ λίαν τὸ δέος, ὦ τᾶν· μὴ ἄρα πως καὶ τό γε ὀρθῶς ἑστάναι δοκοῦν, τὸν ἐφ᾽ ἃ μὴ προσῆκον εἰσδέξαιτο κλόνον καὶ παρενεχθείη τοῦ πρέποντος, ὑπό του τυχὸν ἐκβεβιασμένον, ἢ ἐρεθιζούσης ἡδονῆς, ἢ κατωθούσης εἰς τὸ πλημμελὲς, τῆς ἐνούσης τῇ φύσει πρὸς τοῦτο ῥοπῆς. Ἀπονένευκε γὰρ ἀεί πως ἐπὶ τὸ φαῦλον, καὶ θεῖος ἡμῖν ἐπιμαρτύρει λόγος· «Ἐπιμελῶς γὰρ ἔγκειται,» φησὶν, «ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.» Παραθείην δ᾽ ἂν ἐθέλοντί σοι πρὸς ἀπόδειξιν ἐναργῆ, τὰ ὅσαπερ αὐτὴν ὑπομεῖναι λόγος τὴν ἐξ Ἰακώβ. ΠΑΛΛ. Δίναν δή που φής· οἶμαι γὰρ ὡδί. ΚΥΡ.

Πάνυ μὲν οὖν, ὦ Παλλάδιε· γέγραπται γὰρ οὕτως ἐν τῷ τῆς Γενέσεως βιβλίῳ· «Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ, ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ. Ἐξῆλθε δὲ Δείνα, ἡ θυγάτηρ Λείας, ἢν ἔτεκε τῷ Ἰακὼβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων, καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς. Καὶ λαβὼν αὐτὴν, ἐκοιμήθη μετ᾽ αὐτῆς. Καὶ ἐταπείνωσεν αὐτήν. Καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακώβ. Καὶ ἠγάπησε τὴν παρθένον, καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» Ἄθρει δὴ οὖν ὅτι σκηνῇ μὲν ἔτι τῇ τοῦ πατρὸς ἐμφιλοχωροῦσά τε καὶ ἐνηυλισμένη, ἐν ᾗ καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ σεπτὸν ἐγήγερτο θυσιαστήριον, ἀβέβηλός τε ἦν ἔτι καὶ ἐν τοῖς τῆς παρθενίας αὐχήμασιν.

Ἐπειδὴ δὲ τῆς πατρῴας ἐξέθει σκηνῆς, καὶ χῶρον ἀφεῖσα τὸν ἱερὸν, γυναιξὶν ὀθνείαις ἐπεμίσγετο, πρὸς ἀσυνήθη βεβήλωσιν παραχρῆμα κατεβιάζετο, καὶ ἦν οὐκέτι παρθένος, ταῖς ἑτέρων ἡδοναῖς ἀνεθελήτως μὲν ἐν ἀρχαῖς ὑπενηνεγμένη, παθοῦσα δὲ μετὰ τοῦτο καὶ τὸ τῷ πλεονεκτήσαντι συνεῖναι θέλειν. «Ἐλάλησε γὰρ,» φησὶ, «κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν εἰς εἰκόνα τῶν νοητῶν παραθέντες τὸ αἰσθητὸν, φέρε δὴ λέγωμεν, ὅτι σκηνὴν ὥσπερ τινὰ τὴν ἐξαίρετον πολιτείαν οἰκοῦσα ψυχὴ, πάναγνος ἔσται καὶ καθαρὰ, καὶ βδελυρίας ἁπάσης ἀπηλλαγμένη, εἰ δὲ ἐξοίχοιτό ποι, καὶ πρὸς τὰς τῶν ἀλλοφύλων ἐπείγοιτο θυγατέρας, τοῦτ᾽ ἔστιν, εἰ ἐρευνοίη καὶ κατασκέπτοιτο τὴν τῶν ἐν κόσμῳ ζωὴν, τὸν εὐφυᾶ τε καὶ εὐγενῆ φθαρήσεται νοῦν· εἴη γὰρ ἂν οὐκ ἀζήμιον τὸ συνδιαιτᾶσθαι τοῖς φαύλοις τοὺς οἷσπερ ἂν γένοιτο σκοπὸς, τὸ διαβιῶναι λαμπρῶς. Ἀλλ᾽ ὅ γε θεῖος Δαβὶδ οὐκ ἔξω τῆς ἱερᾶς σκηνῆς ἰέναι κατεφωρᾶτο θέλων, ἐμφιλοχωρεῖν δὲ μᾶλλον καὶ ἐνδιαιτᾶσθαι οὐ μακρὰν, τῶν ὅτι μάλιστα δι᾽ εὐχῆς ἐποιεῖτο λέγων· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.

Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Σκηνὴν, οἶμαι, λέγων τὴν θείαν καὶ ἱερὰν, ὡς ἔν γε δὴ τούτοις, τῆς εὐαγοῦς πολιτείας τὸ βεβηκός τε καὶ ἀκατάσειστον, ἐφ᾽ ᾗ τρόπον τινὰ καὶ εἰσδεδυκὼς, τοῖς καταδῃοῦν ἐθέλουσι τῶν παθῶν, ἀνάλωτος ἦν. ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ. Τί δέ; οὐχὶ σαφέστερόν τε καὶ ἀληθέστερον ἀναμάθοι τις ἂν, ὅτι τὰ παντὸς ἐπέκεινα μολυσμοῦ περιποιήσειεν ἂν ἔσθ᾽ ὅτε καὶ τοῖς ἐρηρεῖσθαι πεπιστευμένοις, αἱ πρὸς ἀλλογενεῖς ὁμιλίαι, παρενεγκὼν εἰς ἀπόδειξιν τῆς Σολομῶντος ζωῆς τὴν κατάληξιν, καὶ ἅπερ αὐτῷ συνέβη παθεῖν, ἐπ᾽ αὐτῷ γήρως οὐδῷ; ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Ἦν μὲν γὰρ οὕτω λαμπρὸς καὶ ἀοίδιμος, ὡς ἀσύγκριτον ἤδη πως τὴν δόξαν ἑλεῖν, μετέθει γε μὴν εἰς τὸ ἀκαλλὲς, μᾶλλον δὲ καὶ κατέθορεν ἀγεννῶς, ἐς αὐτό που τὸ λοῖσθον τῆς εἰς Θεὸν ἀσεβείας.

Ἔχει δὲ ὧδε τὰ ἐπ᾽ αὐτῷ. Γέγραπται γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· «Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἀλλὰ τὸν οὕτως εὐκλεᾶ καὶ ἀοίδιμον, καὶ σοφίας εἰς τοῦτο διεληλακότα λοιπὸν, ὡς ἐν ἀμετρήτῳ γενέσθαι θαύματι, καὶ παρά γε τοῖς ἄγαν διωρισμένοις, ἡδονὴ γυναίων ἐξεμόχλευσε πονηρῶν, καὶ οἱονείπως αὐτῆς ἐξελοῦσα τῆς θείας σκηνῆς τοῖς τῆς εἰδωλολατρείας ἐνῆκε βόθροις. Γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ· «Καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ· Μωαβίτιδας, καὶ Ἀμμονίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε πρὸς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται πρὸς ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν. Εἰς αὐτοὺς ἐκολλήθη Σολομὼν, τοῦ ἀγαπῆσαι. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομὼν, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν ἑτέρων. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία τοῦ Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.

Καὶ ἐπορεύθη Σολομὼν ὀπίσω τῆς Ἀστάρτης βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησε Σολομὼν πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ.» Ἆρ᾽ οὐκ ἐποιμώζειν ἄξιον τῷ τοιάδε παθεῖν λεγομένῳ; Ὁ τὸν διαβόητον ἐκεῖνον ἐν τοῖς Ἱεροσολύμοις ἀναστήσας ναὸν, ὁ τὴν τῶν θείων θρόνων πάρεδρον αἰτήσας σοφίαν, ὁ ἐπὶ συνέσει τῇ ἀσυγκρίτῳ τεθαυμασμένος, καὶ μέχρις αὐτῶν τερμάτων τῆς ὑπ᾽ οὐρανόν, ὁ καθάπερ ἑωσφόρος, πόλεσί τε καὶ χώραις ἐκφανὴς, αἰσχρῶν γυναικῶν ἡττώμενος, καὶ μυσαρωτάτης ἡδονῆς κατόπιν ἰὼν, εἰς τοῦτο μωρίας φωρᾶται πεσὼν, ὡς καὶ αὐτῆς ἀλογῆσαι παντελῶς τῆς εἰς Θεὸν εὐσεβείας. Σφαλερὸν οὖν ἄρα καὶ ἀναμφιλόγως ἐστὶ τὸ τοῖς ἀλλοφύλοις εἶναι κατὰ ταὐτόν. Πάνδεινον δὲ κομιδῇ καὶ τὸ ἡδονῆς ἡττᾶσθαι τῆς σαρκικῆς, καὶ ἀκάθαρτος ὁ τοιόσδε, καὶ τῷ πανάγνῳ Θεῷ κατεστυγημένος, καὶ οὐκ ἀρετῆς δίχα, πρὸς τὴν ἱεράν τε καὶ θείαν εἰσελάσαι σκηνήν. Ἀλλ᾽ οὐδ᾽ ἂν προσοίσειε θυσίαν δεκτήν.

Γέγραπται γὰρ ἐν τῷ Δευτερονομίῳ· «Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ· οὐ προσοίσεις μίσθωμα πόρνης, οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχὴν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι καὶ ἀμφότερα.» ΠΑΛΛ. Ὡς δριμὺς ὁ νόμος, καὶ τῶν ὅτι μάλιστα λυσιτελεστάτων! ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε· νοεῖς γὰρ ὀρθῶς. Κατατεθήποις γὰρ, οἶμαι, καὶ ἔτι μειζόνως, ἐννενοηκὼς ὅτι κατακωλύων εὖ μάλα τὸ λεῖον εἰς ἡδονὰς, τὸν ἀσελγῆ καὶ ἀκόλαστον ἀποπέμπεται. Θέα γὰρ ὅπως καὶ τοῖς ἑκούσιον καὶ αὐθαίρετον ἐπιτηδεύειν ἐθέλουσι τὸν ἐπ᾽ αἰσχρότητι μολυσμὸν, καὶ μέν τοι καὶ τοῖς εἰς τοῦτο κατακομίζειν εἰωθόσιν ὡς ἐξ ἀνάγκης ἑτέρους, ἐπισκήπτων ὁρᾶται, καὶ δι᾽ ὧν ἀποφάσκει τὸ χρῆναι δρᾷν, ἀσφαλεστέρους ἀποτελεῖ, καὶ δυσεύρετον αὐτοῖς τὸν ταῖς ἀπολογίαις ἐξαρκεῖν ἰσχύοντα λόγον κατασκευάζει.

Οὐ γὰρ ἀγνοίας ἔτι τὰ ἐγκλήματα, ῥᾳθυμίας δὲ λοιπὸν καὶ ἀνυποτάκτου φρενὸς ἡ γραφή. ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Οὐ γὰρ αὐτόκλητοί τινες ἐπὶ τὸ πορνεύειν ἴασι, καὶ μισθαρνεῖν ἐθέλοντα γύναιά τε καὶ μειράκια, ταῖς τινων ἀκρασίαις καταπιπράσκει τὴν ὥραν; ΠΑΛΛ. Ναί. ΚΥΡ. Τί δέ; οὐκ αἰσχρῶν λημμάτων ἡττῶνταί τινες, καὶ προσθέντες τοῖς ἐθέλουσι τὰς σφῶν θεραπαίνας, ἤγουν τῶν ἀῤῥένων, οὓς ἂν ἐκπρίαιντο τυχὸν, ἀργυρολογοῦσιν οἱ δείλαιοι; περὶ ὧν καὶ ὁ προφήτης φησίν· «Καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου, καὶ ἔπινον.» Ἀληθὲς γὰρ ὅτι πρὸς τοῦτο φαυλότητος καὶ ἀκαθαρσίας μέτρον καθικνοῦνταί τινες, ὡς ἀνοσίως ἀποτολμᾷν δασμολογεῖν ἔσθ᾽ ὅτε καὶ τὰ τοιάδε τῶν αἰσχρῶν. ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Οὐκοῦν πορνεύουσι μὲν ἑκουσίως, οἱ μὲν, τὸ αὐτοὶ ἔξω φέρεσθαι τοῦ κακοῦ, εἶτα πρὸς τοῦτο ἰόντες ἰδιογνωμόνως· τελεσφόροι γε μὴν εἶεν ἂν, οἱ φόρους τελοῦντες ὡς ἐξ ἀνάγκης ἑτέροις, καὶ τὰ ἐκ τῆς ἀσελγείας μισθώματα τοῖς πριαμένοις συλλέγοντες. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος τὸ χρῆμα πανταχῆ, καὶ ἀνόσιον ποιεῖται τὸν ἐναλόντα γραφῇ, ἔξω τε εἴργει σκηνῆς ἱερὰς, καὶ ἀπρόσιτον αὐτῷ τὸ θεῖον εὐθὺς ἀποφαίνει θυσιαστήριον, ἀπαράδεκτον ἔσεσθαι τὸ θύμα λέγων, καὶ ἀπρόσδεκτον τὴν εὐχήν. Ἀληθὲς γὰρ, ὅτι οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος πόρνης.

Ἐν ἴσῳ δὲ τρόπῳ στυγητὸν ποιεῖται καὶ βδελυρώτατον τὸ ἄλλαγμα τοῦ κυνός· κύνα δὲ, οἶμαι, φησὶ, τὸν εἰς ἀκαθαρσίαν εὔκολον, καὶ τοῖς προσιοῦσιν ἁπλῶς ἐγκείμενον· ἄλλαγμα δὲ κυνὸς, τὸ αὐτῷ τυχὸν ὑπὲρ αὐτοῦ προσαγόμενον. Ἐπιφωνείτω δὴ οὖν ὁ νόμος· «Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ Υἱῶν Ἰσραήλ.» Ὁ δέ γε σοφώτατος Παῦλος συνηχείτω βοῶν· «Φεύγετε τὴν πορνείαν· Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» Καλείτω δὴ οὖν καὶ πρός γε τὸ δεῖν τῶν ἀμεινόνων ἐφίεσθαι τοὺς τῆς ἐγκρατείας αὐχήμασι γενναίως ἐπιθρώσκοντας. Ἔφη γὰρ πάλιν· «Παρακαλῶ γὰρ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν· εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Ἢ οὐκ εἶναι φῂς θυσίαν ὄντως ἁγίαν καὶ πάναγνον ἀληθῶς, τὴν τῶν αἰσχιόνων ἀπόθεσιν; ΠΑΛΛ. Φαίην ἂν ἔγωγε· πῶς γὰρ οὔ; ΚΥΡ.

Καὶ ἀποφοιτῶσι μὲν ἡμῖν σαρκικῆς ἡδονῆς, ἐπιγάννυται Θεὸς, ἐπιστυγνάζει δὲ λίαν ἀποκλίνουσι πρὸς τὸ ἄναλκι, καὶ σαρκὸς ὀπίσω πεσεῖν ᾑρημένοις ἐπάγει τὰς δίκας· καταβιάζεται γὰρ ἔσθ᾽ ὅτε καὶ εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, θερμὴ καὶ ἀκόλαστος ἡδονή.

Καὶ ἀληθὲς ὅτι τὸ χρῆμά ἐστιν, ἐκδείξειεν ἂν εὐθὺς ὁ ἐπί γε τῷ Σολομῶν λόγος. Καταφωρᾶται δὲ πρὸ αὐτοῦ παρενηνεγμένος εἰς τοῦτο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· γέγραπται γὰρ, ὅτι «Κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ· καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ. Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.» Ὁρᾷς ὅτι παραθήγεταί πως, μονονουχὶ δὲ καὶ εἰς ἀνεθελήτους ὀργὰς ἐκφέρεται πρὸς ἡμῶν ἡ θεία τε καὶ ἡμερωτάτη φύσις; Κτηνοπρεπὲς γὰρ τὸ χρῆμα, τὸ ἐπιμαίνεσθαι, φημὶ, ταῖς γυναικῶν ὥραις, καὶ ἀνόσιον κομιδῇ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἄλλαγμα ποιεῖσθαι τολμᾷν τὴν ἀκόλαστον ἡδονήν.

Τοιγάρτοι καὶ παραδειγματίζονται τῷ Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, τοῦτ᾽ ἔστιν, ὀρθῶν ἀπήρτηνται ξύλων τετραμμένων πρὸς ἀνατολὰς, καὶ ἦν οὗτος αὐτοῖς ὁ τῆς κολάσεως τρόπος, μονονουχὶ διακεκραγότος ἐναργῶς τοῦ τύπου, καὶ φωνὴν ἀνιέντος, ὅτι τὸν πανδερκῆ καὶ ἀπαραλόγιστον ὀφθαλμὸν τοῦ κρίνοντος, οὐκ ἂν διαδράσειέ τις, τοιοῖσδε πταίσμασιν ἐναλοὺς, οὐδ᾽ ἂν οἴχοιτο νηποινὶ, προσκείσεται δὲ κατὰ τὴν προφήτου φωνὴν, εἰς ὅρασιν πάσῃ σαρκὶ, πικρὰς τῶν αὐτῷ πεπλημμελημένων ὑπέχων τὰς δίκας. ΠΑΛΛ. Τὸ ἐμφανὲς οὖν ἄρα κολάζεσθαι, καὶ τὸ οἱονείπως ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ παραδειγματισθῆναι φησὶν, ἀπέναντι τοῦ ἡλίου. ΚΥΡ. Πάνυ μὲν οὖν· ἔστι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ· ὅτι δὲ τοῖς πορνεύουσιν, ἤτοι τοῖς πεπορνευμένοις, τῆς οὕτω ψυχρᾶς καὶ βεβήλου ζωῆς πρὸς Θεὸν οἱ λόγοι, καὶ ἐμφανῆ μέν ἐστι τὰ κεκρυμμένα, γνωσθήσεται δὲ τὰ ἐν ἑκάστῳ σαφῶς, καὶ δι᾽ ἑτέρου πάλιν ἡμῖν διετύπου νόμου.

Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν, καὶ κοιμηθῇ τις μετ᾽ αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς, καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη, καὶ μάρτυς μὴ ἦν μετ᾽ αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη, καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη· καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεῖ ἐπ᾽ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.

Καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου, καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου· καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς, καὶ ἐρεῖ τῇ γυναικί· Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθώα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. Εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, εἰ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου· καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· Δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην. Καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα, καὶ διαπεσεῖν μηρόν σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο.

Καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου. Καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ· καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου, καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον. Καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἀνοίσεται αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ ταῦτα, ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς. Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, καὶ καθαρὰ ᾖ, καὶ ἀθώα ἔσται, καὶ ἐκσπερματιεῖ σπέρμα.» Ταυτὶ μὲν, ὁ νόμος. Φαίην δ᾽ ἂν ὅτι τὸ τῶν γεγραμμένων πέρι σχολαίως ἐν ὀλίγαι· ἐννοίαις εὖ μάλα συνενεγκὼν, ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ, εἴτε φαῦλα.» ΠΑΛΛ. Οἴομαι μὲν ὀρθῶς εἰρῆσθαι ταυτί· πλὴν τὰ ἐφ᾽ ἑκάστῳ τῶν τεθεσπισμένων διασάφει λεπτῶς. ΚΥΡ.

Τὴν ἐν ὑποψίαις τοῦ μεμοιχεῦσθαι γυναῖκα, ὅταν ἐλέγχων ἐρήμην ὑπομείνῃ γραφὴν, ἄγεσθαι προστέταχε πρὸς τὸν ἱερέα, καὶ δὴ καὶ ἐν ὀφθαλμοῖς ἑστάναι Θεοῦ, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ μέλλειν ἅπαντας παραστήσεσθαι τῷ Χριστῷ· εἶτα τὸ ὑπὲρ αὐτῆς προσάγεσθαι δῶρον κρίθινον ἄλευρον, οὐ λιβάνῳ διαπεπασμένον, οὐκ ἐλαίῳ δεδευμένον· θυσία γὰρ ζηλοτυπίας ἐστὶν, ἀναμιμνήσκουσα ἁμαρτίαν. Πρόδηλον οὖν ὅτι τῆς ἑκάστου ζωῆς ὀσμή τις ὥσπερ ἄνεισι πρὸς Θεὸν, τοῖς μὲν παρειμένοις ἐπὶ τὸ ῥᾴθυμον τὴν ἐφ᾽ ἅπασι τοῖς ἐκτοπωτάτοις ἐπιφέρουσα γραφὴν, τοῖς δέ γε βιοῦν ὀρθῶς ἄριστα διεσπουδακόσιν, ἐπιμαρτυροῦσα τὸ γνήσιον. Ταύτῃτοί φαμεν, καὶ σφόδρα εἰκότως, τῶν μὲν οὐκ ὄντων ἐν ὑποψίαις, τὰ δῶρα τὴν ἐκ πυρῶν σεμίδαλιν ἔχειν, προσόντος λιβάνου, καὶ μὴν καὶ ἐλαίου καταχεομένου. Ἕψεται γὰρ πάντως τῇ τέως ἀνθρωπίνῃ ζωῇ, ἧς ἂν εἴη καὶ τύπος ἡ ἐκ πυρῶν σεμίδαλις, τὸ ἐν εὐωδίᾳ τε καὶ ἱλαρότητι καταλογίζεσθαι δεῖν παρά γε τῷ φιλαρέτῳ Θεῷ.

Νόθου δὲ καὶ ζωῆς κτηνοπρεποῦς σημεῖον ἂν γένοιτο καὶ μάλα σαφὲς, τὸ κρίθινον ἄλευρον· κτηνοπρεπέστερον γάρ πως, καὶ οὐκ ἐοικὸς ἀνθρώπῳ λίαν, τὸ ἀκρατὲς εἰς ὄρεξιν, καὶ τὸ ἀχαλίνως ἰέναι θέλειν εἰς ἐκτόπους ἡδονάς. Ταύτῃτοι κρίθινον ἄλευρον, ἡ ἐπὶ νόθῳ ζωῇ κατηγορουμένη γυνὴ, προσεκόμιζε τῷ Θεῷ, λιβάνου τε καὶ ἐλαίου δίχα, τοῦτ᾽ ἔστιν, εὐωδίας τε καὶ ἱλαρότητος· θυσία γάρ ἐστιν ἀναμιμνήσκουσα ἁμαρτίαν. Ὅπου δὲ ἀνάμνησις ἁμαρτίας, πῶς ἂν ἢ πόθεν εἴη τὸ ἱλαρόν; Οὐ γὰρ ἐν ἐλπίδι στεφάνων ὁ κρινόμενος, ἀλλ᾽ ἐν φόβῳ δίκης καὶ πυρός. Καὶ πρός γε δὴ τούτοις, ἀκατακάλυπτος ἡ γυνὴ προσάγεται τῷ κριτῇ, τοῦτ᾽ ἔστιν, οὐκ ἐν τῷ συνήθει καὶ πρέποντι κόσμῳ. Καὶ τίς ἂν γένοιτο τοῦδε λόγος; Ἀκοσμίας γὰρ τὰ ἐγκλήματα, καὶ βδελυρίας ἡ γραφή. Μέμνησο δὲ ὅτι γυναῖκα ἀκατακάλυπτον οὐκ ἐᾷ προσεύχεσθαι τῷ Θεῷ, νομομαθὴς ὢν ὁ Παῦλος, τοῦ κατακαλύπτεσθαι δεῖν αὐτὴν τὸν τῆς φύσεως νόμον εἰς ἀπόδειξιν ἑλών. «Ἡ γὰρ κόμη,» φησὶν, «ἀντὶ περιβολαίου δέδοται αὐτῇ.» Οὐκέτι οὖν ἐν κόσμῳ τὸ γύναιον ἦν, διαβεβλημένον ἐπ᾽ ἀκοσμίᾳ. Ἀκατακάλυπτον δὲ, καὶ ἑτέρως· γυμνὰ γὰρ ἐν ὀφθαλμοῖς τοῦ κρίνοντος τὰ πάντα ἐστὶ, λάθοι δ᾽ ἂν ὅλως οὐδεὶς τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ διὰ προφήτου φωνῆς ὥδε λέγοντος· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;»

Πλὴν ὅτι Χριστὸς ὁ κρίνων ἐστὶν, αἰνιγματωδῶς ὑποφαίνει πάλιν. Ὕδωρ γὰρ, ἔφη, ζῶν τε καὶ καθαρὸν εἰς ἀγγεῖον ὀστράκινον ἐνίεσθαι δεῖν, καὶ μὴν καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς. Εἶτα τῶν τῆς ἀρᾶς λόγων ἐναποπλυνθέντων ὕδατι, πίνειν ἐκέλευσε τὴν ἐν ὑποψίαις τοῦ πεπορνεῦσθαι γυναῖκα.

Καὶ, «Εἰ μὲν ἔνοχος εἴη τῷ ἐγκλήματι, πρησθήσεται,» φησὶ, «κοιλίαν, καὶ πεσεῖται μηρός· εἰ δὲ τῆς αἰτίας ἀπήλλακται, καὶ οὐκ ἀληθὲς ἐπ᾽ αὐτῇ τὸ ὑπειλημμένον, ἐκσπερματιεῖ σπέρμα.» ΠΑΛΛ. Τίς οὖν ὁ λόγος; ἢ πῶς ἂν ἡμῖν καὶ διὰ τῶν ἀρτίως ὠνομασμένων, ὁ Χριστὸς σημαίνοιτο; ΚΥΡ. Διὰ μὲν γὰρ τοῦ ὕδατος τοῦ ζῶντος καὶ καθαροῦ, τὸν ζωοποιὸν συνήσεις τὸν Θεοῦ Λόγον, τὸν ἀληθῶς καθαρὸν, καὶ ἁμαρτίας ἀμέτοχον παντελῶς, ὃς ἐν σαρκὶ γέγονε, καθάπερ ἐν ὀστρακίνῳ σκεύει.

Χοῦς γὰρ ὅτι καὶ ἀπὸ γῆς ἡ σὰρξ, πῶς ἂν ἢ πόθεν ἀμφίβολον; Διὰ δέ γε τῆς ἀπὸ τῆς σκηνῆς γῆς, τὸν ἐν θανάτῳ νοήσεις δι᾽ ἡμᾶς· εἴρηται γὰρ τῇ ἀνθρώπου φύσει· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Διὰ δέ γε τῶν λόγων τῆς ἀρᾶς, τὸν ὑπὲρ ἡμῶν γεγονότα κατάραν, διὰ τὸ ἐπὶ ξύλου κρεμασθῆναι, συνήσεις εὖ μάλα. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ὅταν τοίνυν εἰς τὸ τῆς ἀνθρωπίνης διανοίας καθίκοιτο βάθος, Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ἐνόχους μὲν ὄντας πταίσμασιν, ἐλέγξει κολάζων· κατειλημμένους δὲ οὐκ ἐν τούτοις, καρποφόρους ἀποφανεῖ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, ἐκσπερματιεῖ σπέρμα, τῆς ψυχῆς τὸ καρπογόνον, τοῦ σωματικοῦ σημαίνοντος πάθους. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Πορνεία μὲν οὖν καὶ τὰ σαρκὸς πάθη κατακιβδηλεύει τὸν ἄνθρωπον, καὶ τῆς πρὸς Θεὸν ἐξίστησιν οἰκειότητος· οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Σάρκα δὲ, καθάπερ ἐγᾦμαι, τὸ σαρκικὸν ὀνομάζει φρόνημα. Νοοῖτο γὰρ ἂν ὡδὶ τὸ γεγραμμένον ὀρθῶς. Τρόπος δὲ αὖ πρὸς τόδε φαυλότητος, καὶ μὴν καὶ ἠθῶν ῥυθμὸς ἀγριότητος, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων ἐξιτηλία, βδελυροὺς ἡμᾶς καὶ ἀνιέρους ἀποτελεῖ.

Οὐ γάρ τοι προσήκει σαρκικῶν ἡμᾶς μόνων κατανδρίζεσθαι παθῶν, ἀλλὰ καὶ ἠθῶν ἡμερότητι διαπρέπειν, καὶ ἀγάπης ὅτι μάλιστα τῆς εἰς ἀδελφοὺς ἐπιμελητὰς ἀναφαίνεσθαι, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ὁρᾶσθαι κατεστεμμένους, καὶ πρός γε δὴ τούτοις, λεπτὸν καὶ ἐξησκημένον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχειν τὸν νοῦν, ταῖς περὶ Θεοῦ δόξαις ἀδιαστρόφως προσβάλλοντα, καὶ ἐν δογμάτων ἐρεύναις πανταχῆ σώζοντα τὸ ἀμωμήτως ἔχον· τέλειοι γὰρ οἱ τοιοίδε, κατὰ τὸ ἀληθὲς οὐδενὸς ὄντες τῶν ἀρίστων ἐπιδεεῖς· ἄρτιον γὰρ εἶναι δεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος· «Ἄρτιον» δέ φησι τὸν εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτυμένον, καὶ ἐπιτηδείως ἔχοντα πρὸς τὸ κατορθοῦν εὖ μάλα δύνασθαι τὴν ἀρετήν. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Θέα δὴ οὖν ὅπως αἰνιγματωδῶς ὁ νόμος εἰς ἀνθρωπίνων ἠθῶν ὑποτύπωσιν, ζῶά τε πολλὰ τῶν ἀλόγων, καὶ μὴν καὶ πτηνῶν καὶ ἐνύδρων γένη παρενεγκὼν, κατὰ μυρίους ἡμᾶς ὀνίνησι τρόπους. Καὶ μή τι θαυμάσῃς, ὅπου καὶ αὐτοῖς ἔσθ᾽ ὅτε παρεικάζει φυτοῖς, ἀπὸ τῆς ἑκάστου ποιότητος φυσικῆς. κατασημαίνων ἀστείως τὰ ἐφ᾽ ἑκάστῳ τῶν καθ᾽ ἡμᾶς.

Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου, τῶν εἰς Χριστὸν διὰ πίστεως ἀνατεθαλκότων εἰς ζωὴν τὰς εὐοσμίας ὑποδηλῶν, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, καὶ μὴν καὶ ὑψώματα τὰ εἰς ἀρετήν· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ ζῶν, καὶ ἐν γῇ ἀνύδρῳ ποταμοὺς, καὶ θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Καὶ πάλιν· «Καὶ ἔσται,» φησὶν, «ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται κυπάρισσος· ἀντὶ δὲ κονύζης, ἀναβήσεται μυρσίνη·» στοιβὴν, οἶμαί που, καὶ κόνυζαν, τὰς ἀνημέρους ἔτι ψυχὰς, καὶ ἐν εἴδει τῆς ἀγρίας ἀκάνθης ἐκφαινομένας παρά γε τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὀνομάζων εὐφυῶς. Ἀλλὰ καὶ λίθοις ἔσθ᾽ ὅτε τὸ σεπτὸν τῶν ἁγίων παρεικάζεται στίφος· «Λίθοι γὰρ ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Καὶ μὴν καὶ ζύμῃ προσεοικέναι καὶ κόκκῳ σινάπεως τὴν τῶν οὐρανῶν βασιλείαν ἔφασκεν ὁ Σωτήρ. Ἐκ πολλῶν οὖν ἄρα καὶ ἐναργεστάτων παραδειγμάτων καταδηλοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὰ ἀνθρώπινα. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Ἄθρει δὴ οὖν ὅτι μυρία μὲν ὅσα κτηνῶν εἴδη, καὶ μὴν τὰ πτηνῶν καὶ τὰ νηκτῶν παρενεγκοῦσα χρησίμως, τὰ μὲν, ὡς ἀκάθαρτα καταμιαίνει παντελῶς, τὰ δὲ αὖ προσίεταί τε καὶ ἀπαλλάττει διαβολῆς, ἵν᾽ εἰδεῖεν ὀρθῶς οἱ Θεῷ λατρεύοντες, τίνα μὲν δρῶντες, οὐκ εἰσδεχθεῖεν ἄν· τίνων δὲ νουνεχῶς ἀπεσχημένοι, μώμου μὲν ἔσονται μακρὰν, λαμπροὶ δ᾽ ἂν εἶεν καὶ ἀξιόληπτοι, καὶ ψήφῳ τῇ ἄνωθεν τετιμημένοι.

Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες· Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς, πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε· πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν, τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐ φάγεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.» Ἐναργέστατα μὲν οὖν ὁ Χριστὸς, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα,» φησὶ, «κοινοῖ τὸν ἄνθρωπον.» Εἴρηται δέ που καὶ πρὸς τὸν θεσπέσιον Πέτρον, τῆς σινδόνος ἄνωθεν καθιεμένης τέσσαρσιν ἀρχαῖς, ἐν ᾗ πάντα γέγραπται τὰ τετράποδα καὶ πτηνά· «Ἀναστὰς Πέτρε, θύσον καὶ φάγε.»

Ἀνακεκραγότος δὲ τοῦ μαθητοῦ καὶ τὴν νομικὴν ἐπιτήρησιν δεδιότος ἔτι, καὶ, «Μηδαμῶς, Κύριε,» λέγοντος, «ὅτι οὐδέ ποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον, οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,» πάλιν ἐφώνει Θεός· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὅτι «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ.» Ἔστι δὴ οὖν οὐκ ἀσυμφανὲς, ὅτι βεβηλοῖ μέν τι τῶν ὄντων ἥκιστα μὲν ὁ νόμος, πάντα δὲ οἶδε καθαρὰ τοῖς καθαροῖς· ἀλλ᾽ εἰς ἠθῶν ποιότητας ἀνθρωπίνων τὸ ἑκάστου ζώου φυσικὸν εὖ μάλα παραλαβὼν, ὀνίνησιν οὐ μετρίως. Μάθοις δ᾽ ἂν ὅ φημι δὴ, κἀκ τῶνδε πάλιν, ἀληθὲς ὅτι καὶ ἀναμφίβολον. Τὰ γάρ τοι πᾶσι κατεγνωσμένα, καταμυσάττεσθαι δεῖν ὁρᾶται προστεταχὼς, κάμηλον δὴ λέγων, καὶ τὸν χοιρογρύλλιον, νυκτικόρακα, καὶ τὸν καταῤῥάκτην, καὶ ἀσκαλαβώτην, καὶ μυγαλὴν, καὶ τὰ ἔτι τούτων αἰσχίονα. Ἆρ᾽ οὖν οὐκ ἐναργὴς ὡς ἔν γε τούτοις ὁ τοῦ νομοθέτου σκοπὸς εἴη ἂν, ὦ ᾽γαθέ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν εἰς ἠθῶν ποιότητα μετακομιστέον εὖ μάλα τὰ φυσικῶς ἐνόντα τισὶ τῶν ἀλόγων ζώων, ἑκάστου, φέρε εἰπεῖν, καταγράφοντος ὥσπερ ἐν ἑαυτῷ τὸν τοῦ δεῖνος τρόπον, καὶ ἐν οἷς ἂν εἴη κατασημαίνοντος.

Ἢ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ κατειθίσμεθά πως, τοὺς μὲν ἄγαν θερμοὺς καὶ εὐσθενεστάτους, καὶ θράσει τῶν ἄλλων ὑπερφέροντας, σῦς, ἢ λέοντας, ἤ τι τῶν τοιούτων ἕτερον ἀποκαλεῖν; τοὺς δὲ πράους καὶ ἠρεμαίους, καὶ ὑφειμένην ἔχοντας τὴν διάνοιαν, πρόβατα, καὶ περιστερὰς, καὶ τῷ τῇ γαλήνης ὀνόματι στεφανοῦν ἔσθ᾽ ὅτε, τοῖς ἑκάστου τρόποις τὴν πρέπουσαν δήλωσιν ἀπὸ τῶν ἐμφανεστέρων ἐπάγοντες; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἴωμεν δὴ οὖν ἐπὶ τὸν τοῦ νόμου σκοπὸν, καὶ ὅ τί ποτέ ἐστιν ὃ παρεγγυᾷ, πολυπραγμονῶμεν εὖ μάλα. ΠΑΛΛ. Ἴωμεν. ΚΥΡ. Τὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ ἁπαξαπλῶς ἁπάσης ἐπιεικείας, πρόεισι μὲν ἀπὸ γνώμης τῆς ἑκάστου τυχὸν, κατορθοῦταί γε μὴν κατὰ διττὸν, οἶμαι, τρόπον, καὶ διφυᾶ μέν πως ἐφ᾽ ἑαυτοῖς τὴν ἔκφασιν ἔχει. ΠΑΛΛ. Πῶς δὲ φής; ΚΥΡ.

Ἢ γὰρ εἰς ἑαυτοὺς δρῶμέν τι τῶν ἀγαθῶν, ἡδονὰς ἀποκείροντες τὰς ἐκτόπους καὶ μεμωμημένας, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καθιστάντες τὸν νοῦν εἰς πραότητα τὴν ἐν πνεύματι, πτωχείαν ἐπιτηδεύοντες, καθαρὰν καὶ ἀθόλωτον, καθόσον οἷόν τε, τὴν διάνοιαν ἔχοντες, ἤγουν τὰ εἰς ἀδελφοὺς ἀγαθὰ πληροῦντες σπουδάσματα, τοῖς ἑλομένοις λυπεῖν καὶ ἀφιλοστόργως προσκεκρουκόσιν, ἀκακίαν δωρούμενοι, τοῖς κάμνουσιν ἐπαμύνοντες, παρακαλοῦντες λελυπημένους, πεπλανημένους ἐξ ἀμαθίας εἰς τὸ εὐθὲς μετατρέποντες, χειραγωγοῦντες ἐπὶ τὸ ἄμεινον, ἐπαρκοῦντες δεομένοις, καὶ τὰ ἐφ᾽ οἷς ἂν ἥδοιτο Θεὸς, ἀποπεραίνειν εὖ μάλα διεσπουδακότες. Ἆρ᾽ οὐ διφυής ἐστί πως τῆς δικαιοσύνης ὁ τρόπος, εἴς τε ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους κατορθούμενος; ΠΑΛΛ. Ἔοικε. ΚΥΡ. Ὁπλῇ δὴ οὖν ἐσχισμένῃ, ἤτοι ποδὸς διχηλίᾳ, παρεικάζει πως ἀεὶ τὸν τοιοῦτον ὁ νόμος. Ποῦς γὰρ ἀεὶ, πορείας μὲν ἡμῖν τῆς κατ᾽ ἐνέργειαν πρακτικῆς σύμβολον ἂν εἴη καὶ τύπος· καὶ δή φαμεν, ὀρθῷ διάττειν ποδὶ, τοὺς ἀμωμήτως ἰέναι πρὸς τὸ τελοῦν εἰς ὄνησιν εὖ μάλα προθυμουμένους. Ἀναμέλπει δέ που καὶ ὁ Δαβίδ· «Ὁ γὰρ ποῦς μου ἔστη ἐν εὐθύτητι,» τοῦτ᾽ ἔστιν, ἐν δικαιοσύνῃ πεπόρευμαι καὶ εὐθύτητι· μεμίσηκα δὲ τὸ διεστραμμένον. Περὶ δέ γε τῶν φιλαμαρτημόνων· «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα δὲ καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.»

Οὐκοῦν τῆς μὲν ἐν ἔργοις πορείας σύμβολον ὁ ποῦς.

Διχηλιὰ δέ γε τύπος ἂν εἴη σαφὴς τοῦ ἐπ᾽ ἄμφω βαίνειν ἡμᾶς ὀρθῶς καὶ ἀνεπιπλήκτως δύνασθαι, εἰς τὸ καθ᾽ ἡμᾶς αὐτοὺς, καὶ μέν τοι καὶ εἰς ἑτέρους. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Εἴ τις οὖν εἴη τυχὸν, ὀρθῶς καὶ ἐπιστημόνως ἐπ᾽ ἄμφω βαίνειν εἰδὼς, ἑαυτόν τε καὶ ἑτέρους ὠφελεῖν οἷός τε, τῇ τῶν ἠθῶν ποιότητι λέγω, καὶ πρός γε δὴ τούτῳ, νουνεχὴς καὶ ἐμφρονέστατος, καὶ τοῖς περὶ Θεοῦ λόγοις ἐναύλιον ὥσπερ τι καὶ ἐνδιαίτημα διδοὺς τὴν καρδίαν, ἄνω τε καὶ κάτω στρέφων ἀείπως ἐν ἑαυτῷ τὰς τῶν θείων δογμάτων ἐννοίας, καὶ διὰ τοῦτο πυκνῶς καὶ ἐμφρόνως ἐξερευνᾷν, καταλεπτύνων τρόπον τινὰ τὰ οὕτω τῶν νοημάτων ἀκριβῶς ἐγνωσμένα, ζώῳ που πάντως ἔσται προσεοικὼς ἀναφέροντι τὸν μηρυκισμὸν, καὶ τὴν ἐν κοιλίᾳ τροφὴν ἀνερευγομένῳ ἀεὶ, καὶ τοῖς ὀδοῦσιν ὑπάγοντι, ὡς ἂν καὶ ἔτι καταλεαίνοιτο, καὶ τῷ τῆς πέψεως ἰσχνῷ χωροίη πρὸς ὄνησιν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ.

Καθαρὸν δὲ εἶναί φησι τὸ ζῶον, ὅπερ ἂν ἔχῃ πρὸς διχηλοῦσαν ὁπλὴν ἐκτελευτῶντα τὸν πόδα, ἀνακομίζει τε αὖ τὸν ἐν κοιλίᾳ μηρυκισμόν· ὁ γὰρ εἶναι πεφυκὼς ἄριστός τε καὶ ἀγαθὸς εἰς ἑαυτὸν καὶ ἑτέρους, προσειληφὼς δὲ καὶ τὸ φιλόλογον καὶ τὸ εἰς γνῶσιν ἐντριβὲς, δῆλον δὲ ὅτι τὴν ἐπὶ Θεῷ, ἄρτιος ἔσται πρὸς ἀρετὴν, καὶ ἀμωμήτως ἔχων ἔν γε τοῖς καθ᾽ ἑαυτὸν, πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων· κἂν εἰ μέτοχός τις τοῦ τοιοῦδε γένοιτο τυχὸν, κατὰ μάθησιν λέγω, καὶ οἱονείπως καταθοινήσαιτο τὸν παρ᾽ αὐτοῦ λόγον, κἂν εἰ γένοιτο μιμητὴς, ἕλοιτό τε ζηλοῦν τὸν ὧδε διαπρεπῆ καὶ ἐξαίρετον, ἀβέβηλος ἔσται καὶ καθαρός. Συνδιαιτήσεται γὰρ καθαρῷ, καὶ τῆς ἐν αὐτῷ συνέσεως καὶ χρηστομαθίας ἐκμαγεῖον ὥσπερ τι τὸν οἰκεῖον εὐθὺς ἀναδείξει τρόπον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ δεῖν ἐσθίειν ἡμᾶς ἀπὸ παντὸς ζώου κατασχίζοντος φυσικῶς εἰς ὁπλὴν τὸν πόδα, καὶ ἀνάνοντος μηρυκισμόν. Καθαρὰ γὰρ τὰ τοιάδε φησὶν ὁ νόμος, κατά γε τὸν ἀρτίως γεγονότα λόγον. ΠΑΛΛ. Συνῆκα ὃ φής. ΚΥΡ. Τὸν μὲν οὖν ἄριστόν τε καὶ ἀρτίως ἔχοντα πρὸς ἀρετὴν, ὑπέδειξεν αἰνιγματωδῶς, ὡς ἔν γε δὴ ζώῳ, τῷ διχηλεῖν πεφυκότι, καὶ ἀνάγοντι μηρυκισμόν.

Ὅτι δὲ καλὸν καὶ ὀνησιφόρον ἀποσείεσθαι φιλεῖν τὸν οὐχ ὧδε ἔχοντα γνώμης, καὶ οἱονεὶ χωλεύοντα πρὸς τὸ ἀγαθὸν, καὶ τελειότητος τῆς εἰς ἀρετὴν ἰόντα κατόπιν, παρεγγυᾷ πάλιν, οὔτε τοῖς ἀνάγουσι μηρυκισμὸν, δίχα τοῦ κεκτῆσθαι τὸ διχηλοῦν, οὔτε μὴν τοῖς διχηλεῖν πεφυκόσιν, εἰ μηρυκισμὸν οὐκ ἔχοιεν, τὴν ἀρίστην ψῆφον ἐπενεγκὼν, καταγράφων δὲ μᾶλλον αὐτῶν τὸ ἀκάθαρτον, καὶ τοῖς καταμιαίνειν εἰδόσι τιθεὶς ἐναρίθμια. Πρακτικῆς μὲν οὖν ἐνεργείας καὶ ποιότητος τρόπων, τὴν τοῦ ποδὸς διχηλίαν, τύπον εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς, καὶ τὰ αἰνιγματωδῶς εἰρημένα μεταχαράττοντες εἰς ἀλήθειαν. Τὸν δέ γε μηρυκισμὸν, λόγου τε κατ᾽ εὐσέβειαν, καὶ δογματικῆς ἐπιστήμης, ὀρθῆς τε καὶ ἐντριβοῦς σημεῖον εἶναι διοριζόμεθα. Ἢ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Πάνυ μὲν οὖν; ΚΥΡ. Ἀτελὴς οὖν ἄρα πρὸς ἀρετὴν νοοῖτ᾽ ἂν εἰκότως, καὶ τοῦ χρῆναι θαυμάζεσθαι καθεστήκει μακρὰν, ὁ ἔργοις μὲν ἐπαυχῶν ἀγαθοῖς, ὀρθότητος δὲ τῆς δογματικῆς ἡττώμενος, καὶ λόγους οὐκ ἔχων τῆς ἀληθείας εἰς νοῦν. Ἀληθὲς δὲ ὅτι καὶ τὸ ἔμπαλιν, οὐκ ἀσυμφανές· δογματικὴ γὰρ ὀρθότης, καὶ λόγων τῶν θείων ἡ γλυκεῖα φροντὶς, ἡμᾶς ὀνήσειεν ἂν οὐδὲν, εἴς γε τὸ τελείως ἔχειν εἰς ἀρετῆς ὑπόληψιν, τῆς ἐν ἔργοις φαιδρότητος οὐ παρεζευγμένης.

Ὁ γὰρ ἐπ᾽ ἀμφοῖν δεξιὸς, τὴν τοῦ τελείως εὐδοκιμεῖν ἀποίσεται ψῆφον. Καὶ ὁ θατέρου λειπόμενος, ἀδρανὲς ἕξει τὸ ἐν τῷ καλῷ θαυμάζεσθαι. Τοιουτονί τι καὶ ὁ Σωτὴρ ὑποφαίνει, λέγων, ἐλάχιστον μὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποκεκλῆσθαι τὸν διδάσκοντα μὲν, οὐ μὴν ἔτι καὶ πεποιηκότα· μέγαν δὲ αὖ καὶ διαπρεπῆ, τὸν πράξαντα καὶ δεδιδαχότα. Ἀκάθαρτος οὖν κατὰ νόμον, ὁ ἑνὸς ἡττώμενος. Τούτων δὲ ὅτι προσῆκεν ἀποφοιτᾷν, καὶ κατ᾽ οὐδένα τρόπον ὁρᾷσθαι μετεσχηκότας, διεσάφει λέγων· «Ἀπὸ τῶν κρεῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.» Οὔτε γὰρ ζῶσι, φησὶ, μὴ συναναστραφήσεσθε.

Κἂν εἰ τεθναίη τις τῶν τοιῶνδε τυχὸν, ἀβέβηλον τὸν οἰκεῖον τηρήσετε νοῦν· οὐδ᾽ ὅσον εἰπεῖν ἀποθιγγάνοντες τῶν ἐκείνοις πεποιημένων, λογίων δὲ δηλονότι, καὶ μιαρῶν συγγραμμάτων· λείψανα γὰρ τὰ τοιάδε τῆς ἀνθρώπου ζωῆς. Τοῦτό τοι δρᾷν ἔθος τοῖς ἀπαιδεύτοις αἱρετικοῖς. Πεπλάνηνται μὲν γὰρ ὁμολογουμένως, οἱ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας γεγονότες καθηγηταί· λείψανα δὲ ὥσπερ τῆς ἑαυτῶν δυσσεβείας τοῖς ἰδίοις παρακατέθεντο μαθηταῖς· οἱ δὲ, καὶ λίαν ἀσμένως προσίενταί τε καὶ εἰσοικίζονται κατὰ νοῦν, καὶ δυσαπόνιπτον ἔχουσι μολυσμὸν, θνησιμαίων ὥσπερ κρεῶν ἐπαφώμενοι, ἃ δυσωδίας ἐστὶ τῆς ἐσχάτης καὶ ἀκαθαρσίας ἔμπλεω. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Δέχεται τοίνυν εἰς παράδειγμα τοῦ μὴ διχηλοῦντος μὲν τὴν ὁπλὴν, ἀνακομίζοντος δὲ τὸν μηρυκισμὸν, τὴν κάμηλον, ζῶον εὐσθενές τε καὶ ὑπερμέγεθες, δασύποδά τε καὶ χοιρογρύλλιον, τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἄλλων μικροφανέστατα, διὰ τῶν ἄκρων, καθάπερ ἐγᾦμαι, συλλήβδην ἅπαντα περιλαβὼν, καὶ οὐδὲν ἔξω τῶν διὰ μέσου μεθείς. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοιτο τυχὸν, Ἀπὸ τοῦ λίαν ὑψηλοῦ τε καὶ ἀνωτάτω καὶ μέχρι μικρῶν, καὶ τῶν ὅτι μάλιστα κατωτάτω, πᾶς ὅς γε τοιοῦτος βδελυρὸς καὶ ἀκάθαρτος.

Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον· ἀλλ᾽ εἴτε τις εἴη μέγας καὶ σοβαρὸς, πλούτῳ τε καὶ δόξῃ τῇ κατὰ κόσμον εἰς ὕψος ἠρμένος, τὴν ἀκλεᾶ καὶ ἀγέραστον ἀποίσεται ψῆφον, τοῖς τῆς φαυλότητος αἰτιάμασιν ἐνεχόμενος· εἴτε τις εἴη μικρὸς, πτωχείᾳ τε καὶ ἀδοξίᾳ συζῶν, καταδικασθήσεται πρὸς ἀκαθαρσίαν, εἰ μὴ τοῖς εἰς ἀρετὴν ἐπαυχοίη τρόποις· οὐδ᾽ ἂν εὕρεμά τις ποιήσαιτο τῆς ταπεινότητος, τὸ ἐλεεῖσθαι δεῖν παρὰ τοῦ δικαίου Κριτοῦ, τὸ εὐπρεπὲς ἐν ἔργοις οὐκ ἔχων, τοῖς κατ᾽ εὐσέβειαν δὲ δηλονότι καὶ ἀρετήν. Οὐκοῦν κάμηλος μὲν, λαγώς τε καὶ χοιρογρύλλιος, μικροῦ τε καὶ μεγάλου τύπος ἂν εἶεν οὐκ ἀσυμφανής. Παραφέρει δὲ καὶ τὸν σῦν, ὡς ἀκάθαρτον, διάτοι τὸ διχηλεῖν μὲν ὁπλὴν, οὐ μὴν ἔτι πεφυκότα καὶ ἀναμασᾶσθαι τροφὴν, τοῦτ᾽ ἔστιν, ἀνάγειν μηρυκισμὸν, ἀδρανές τε καὶ ἄχρηστον τὸ ἐν ἔργοις καύχημα, δίχα τοῦ λόγου τοῦ κατ᾽ εὐσέβειαν ἀποφαίνων. Ὥσπερ γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, οὕτω καὶ τὸ ἔμπαλιν, νεκρά που πάντως ἡ εὐκοσμία, καὶ τὸ ἐν ἔργοις ἐπιεικὲς, ἀπούσης θεογνωσίας, καὶ λόγου τοῦ κατ᾽ εὐσέβειαν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἐνῳκηκότος, κάτω δὲ οὖσα, εἰσνένευκεν εἰς γῆν, καὶ δεδιέναι πως δοκεῖ τὸ ἀνίσχειν ἄνω τὸν ὀφθαλμόν.

Τοιουτονί τι παθόντας οὐκ ὀλίγους εὑρήσομεν, οἳ σεμνὸν μὲν ἔχουσιν ἔσθ᾽ ὅτε τὸν βίον καὶ καθαρὸν, Θεὸν δὲ τὸν φύσει καὶ ἀληθινὸν οὐκ ἐπεγνωκότες, μόνοις οἱονεί πως τοῖς ἐπὶ τῆς γῆς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείδουσιν. Ἀκάθαρτος δὲ καὶ ὁ τοιόσδε πάλιν· «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Καταμιαίνει τοιγαροῦν ἡμᾶς ὡς ἐν εἴδει συὸς, καὶ μέν τοι καὶ τῶν ἄλλων, ταῖς ἐκ νόμου διαβολαῖς ὑπενηνεγμένους. ΚΥΡ. Πάνυ μὲν οὖν ἔφης ὀρθῶς. Καὶ οὐκ ἀπόχρη τῷ νόμῳ τὰς τῶν ἀκαθάρτων παρακομίζειν εἰκόνας, διὰ δέ γε δὴ μόνων καὶ τῶν τοιῶνδε τυχὸν, διὰ πάσης δὲ ὥσπερ τῆς κτίσεως ἡμᾶς ὠφελεῖν ᾑρημένος καὶ τὴν τοῦ χρησίμου καὶ πρέποντος εἴδησιν πλουσίως παρατιθεὶς, καὶ τὰ ἐνύδρων δίεισι γένη, καὶ πτηνῶν ἀγέλας, ἵνα τὸ ἑκάστῳ προσπεφυκὸς πολυπραγμονοῦντες εὖ μάλα, τί μὲν ἂν εἴη λοιπὸν τὸ ἁνδάνον Θεῷ, τί δὲ ἀπόβλητον καὶ ἀπηχθημένον αὐτῷ περινοεῖν ἔχοιμεν, ἐννομωτάτην δὲ οὕτως ἐπιτηδεύοντες ζωὴν, παντὸς τοῦ καταμιαίνειν εἰωθότος εὐσθενεστάτην ποιώμεθα τὴν ἀποδρομήν.

Ἔφη τοίνυν ὁ νόμος ὡδί πη πάλιν· «Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασι· πάντα ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ταῦτα φάγεσθε· καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια, οὔτε λεπίδες ἐν τοῖς ὕδασι, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν τοῖς χειμάῤῥοις, ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης ἐν τῷ ὕδατι, βδέλυγμά ἐστι, καὶ βδελύγματα ἔσονται ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε, καὶ τὰ θνησιμαῖα αὐτῶν βδελύξεσθε, καὶ πάντα ὅσα οὐκ ἔστιν ἐν αὐτοῖς πτερύγια οὔτε λεπίδες τῶν ἐν τοῖς ὕδασι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.» ΠΑΛΛ. Ἀλλ᾽ ἥτις ποτέ ἐστιν ἔν γε δὴ τούτοις ἡ διαφορὰ, κατὰ θεωρίαν δὴ λέγω τὴν πνευματικὴν, φράσαις ἂν αὐτός. Συνίημι γὰρ οὔτι που μάλα ἐγώ. ΚΥΡ. Πάνυ μὲν οὖν· ἐρῶ γὰρ, ὡς ἔνι, μεταπλάττων ἐπὶ τὸ ἐμφανὲς τὰ ὡς ἐν τρόπῳ παραδειγμάτων τῷ νόμῳ παρειλημμένα· ὅσα μὲν γὰρ τῶν ἐν τοῖς ὕδασι πρὸς τοῦ πάντων Δημιουργοῦ τῷ τῶν ἰχθύων εὖ μάλα πεπλαστούργηται νόμῳ, ταῖς τῶν πτερυγίων ἐκβολαῖς οἱονείπως ἀεὶ διερέττοντα, τὴν οἵπερ ἂν ἕλοιντο τυχὸν ὡς εὐσθενῆ καὶ εὐδρομωτάτην ποιοῦνται κίνησιν.

Καὶ ἡλίου μὲν θερμὴν ἄνωθεν ἐνιέντος τοῖς ὕδασι τῆς ἀκτῖνος τὴν προσβολὴν, ἀνανήχεται, καὶ μονονουχὶ καὶ αὐτῶν τῶν ὑδάτων ἀναθρώσκειν ἀποτολμᾷ, τὸ κάτω μένειν ἀεὶ παραιτούμενα, διεξοίχεται δὲ ῥᾳδίως καὶ τῶν θηρώντων τὰ λῖνα. Τά γε μὴν οὐκ ἐν λεπίσι καὶ πτερυγίοις, ἤγουν ἐν ἐλύτροις ὄντα σκληροῖς, καὶ ὀστράκῳ τῷ συμφυεῖ κατημφιεσμένα, ἥκιστα μὲν οἶδε τὸ ἄνω, εἰσδύεται δὲ τὴν εἰς τὸ κάτω πόαν ἀεὶ, καὶ τοῖς ἰλυώδεσι τῶν τόπων ἐμφιλοχωρεῖ. Ἀδρανῆ τέ ἐστι καὶ εὐάλωτα, καὶ τοῖς ἅπαξ τεθεαμένοις, ἱδρῶτος δίχα ληπτά. Καὶ λόγος μὲν ἐπ᾽ ἐκείνοις, οὑτοσὶ, σαφής τε καὶ ἀληθής· ἴωμεν δ᾽ αὖ ὡς ἐξ εἰκόνων καὶ τύπων ἐπὶ τὰ ἐμφανέστερα. ΠΑΛΛ. Φράσειας ἂν ἄριστα, καὶ πρός γε δὴ τούτῳ προθύμως ἰών. ΚΥΡ. Τὸν τοῦδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν καὶ ἀναφυρμὸν κατασημαίνων ἡμῖν ἀστείως ὁ Μελῳδὸς ψάλλει· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων.» Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ᾽ οὐδενὶ μὲν ἔσθ᾽ ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν, τῇδέ τε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς καὶ εἰκαίους ἀνατλῆναι παρασκευάζει πόνους. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ.

Ἐπιπλήττει δέ που τοῖς τοιοῖσδέ τισι καὶ ὁ τοῦ Χριστοῦ μαθητὴς, ὡδὶ λέγων· «Ἄγε δὴ νῦν οἱ λέγοντες· Σήμερον καὶ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν.» Καὶ μετ᾽ ὀλίγα· «Ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, ποιήσομεν τοῦτο ἢ ἐκεῖνο, νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν.» Οὐκοῦν ἰχθύων διανηχόμεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τοῦτ᾽ ἔστι, τὸν κόσμον· διάφορος γάρ πως ὁ ἑκάστου βίος. Οἱ μὲν γὰρ οὐκ εἰσάπαν ἀπονενεύκασιν ἐπὶ τὸ χρῆναι πλημμελεῖν, ἀλλ᾽ ἴσασι μὲν, ἀῤῥωστοῦντες ἔσθ᾽ ὅτε, καὶ ταῖς τῆς σαρκὸς ἐνεχόμενοι πλεονεξίαις, καὶ οὐκ ἀφεστάναι τῶν ἄλλων αἰτιαμάτων βούλονται. «Πολλὰ γὰρ πταίομεν ἅπαντες,» κατὰ τὸ γεγραμμένον. Ἀποσείονται δ᾽ οὖν ὅμως ὡς ἀκαλλὲς τὸ γυμνῶς ἐθέλειν ἀσχημονεῖν.

Ἀναπείσειε δ᾽ ἂν οὐδεὶς ἐμφανῆ τε καὶ ἀκατάσκιον ἐπιτηδεύειν τὴν πλημμέλειαν. Ἐπιμελοῦνται δὲ σφόδρα τοῦ χρῆναι λαθεῖν. «Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας,» κατὰ τὸ γεγραμμένον. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ὡς ἐν τάξει κατακαλύμματος τὰς λεπίδας ἔχειν. Ἀνανήχονται δὲ πλειστάκις καὶ εἰς τὸ ὑψοῦ, βλέπουσι γὰρ, οὐκ εἰς τὸ κάτω διὰ παντὸς, φρονοῦσι δὲ καὶ τὰ ἄνω, καὶ διαδιδράσκουσιν εὐπετῶς τοὺς οἵπερ ἂν ἕλοιντο σαγηνεύειν εἰς ὄλεθρον· τοῦτό τις ἐρεῖ τὸ οἱονεὶ πτερυγίοις κεχρῆσθαι νοητῶς, καὶ θερμὴν ἄγαν τὴν τῆς διανοίας ποιεῖσθαι κίνησιν. ΠΑΛΛ. Εἰκότα ἔφης· ἀποφέρει γάρ πως τὸ αἴνιγμα πρὸς τὸ τῇδε ἔχειν οἴεσθαι τὸν λόγον. ΚΥΡ. Πλημμελοῦσι δέ τινες, οὐχ ὑπεσταλμένως, γυμνὴν δὲ ὥσπερ καὶ ἀκατακάλυπτον παντελῶς ἐπιτηδεύοντες τὴν φαυλότητα· καὶ περὶ αὐτῶν ἂν λέγοιτο καλῶς· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Νενεύκασι γὰρ ἀεὶ πρὸς ἀκαθαρσίαν, καὶ τοῖς κατωτάτω βορβόροις ἐγκαλινδούμενοι, κνώδαλα κατὰ τὸ ἀληθὲς, ἤγουν, ἕτερόν τι παρὰ τοῦτό εἰσιν. Εἶεν δ᾽ ἂν οἱ τοιοίδε πάντη τε καὶ πάντως ἀδρανεῖς τε καὶ εὐάλωτοι, ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἡδοναῖς τυραννούμενοι. Ἢ γὰρ οὐχὶ τοιουτοσί πώς ἐστι τῶν ἀπεγνωσμένων ὁ βίος;

Γύναιά τε γὰρ τὰ μαχλῶντα καὶ ἑταιριζόμενα, καὶ τὸ πάναισχρόν τε καὶ κιβδηλότατον τῶν θηλυδρίων γένος, καὶ μὴν καὶ ὅσοι διαπρέπουσιν ἐν σκηναῖς, καὶ οἷς ἀκόρεστος ἡ φιλοσαρκία, καὶ τὸ πλανᾶσθαι φίλον εἰς βέβηλον εἰδωλολατρίαν, ἐπάρατον ἀληθῶς διαζῶσι βίον, καὶ τὸν εἰς αἰσχροτάτους ἥκοντα μολυσμούς. Οὐκοῦν καθαρίζει μὲν ὁ νόμος τοὺς ἠῤῥωστηκότας μὲν τὰ ἀνθρώπινα, μὴ μὴν ἔτι καὶ εἰσάπαν ἐκτετραμμένους, ἀνανηχομένους δὲ ὥσπερ εἰς τὸ ὑψοῦ, καὶ οὐχὶ τοῖς ἐπιγείοις ἐνιζήσαντας μόνοις, πεφρονηκότας δὲ καὶ τὰ ἄνω, καὶ μεμερισμένους ὥσπερ Θεῷ τε καὶ κόσμῳ. Καταμιαίνει δὲ αὐτοὺς ὅλῳ χωροῦντας τρόπῳ, πρὸς τὸ ἀκαταλήκτως ἑλέσθαι καὶ δρᾷν καὶ φρονεῖν τὰ σαρκός τε καὶ κόσμου, καὶ ἐπὶ τούτοις μὲν ἅπασαν ἀποδυσαμένους αἰδῶ, γυμνῶς δὲ καὶ ἀπημφιεσμένως ἀσχημονεῖν εἰωθότας. Ἐξίστησι δὲ χρησίμως τῆς πρὸς αὐτοὺς κοινωνίας, τὴν πρὸς ἐκείνους οὐκ ἀτιμάζων.

Οὐ γάρ τοι τοῖς φαύλοις ἰέναι κατὰ ταυτὸν, ἀλλὰ τοῖς ἐπιεικεστέροις ἀσφαλές. Γέγραπται γὰρ «Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» ΠΑΛΛ. Εὖ ἔφης· τὸ γάρ τοι χρῆμά ἐστιν οὐκ ἀσυντελὲς εἰς ὄνησιν. ΚΥΡ. Νηκτῶν μὲν δὴ πέρι καὶ τῶν ἐν τοῖς ὕδασι ταυτὶ πρὸς ἡμᾶς αἰνιγματωδῶς ὁ νόμος. Κατευρύνων δὲ ὥσπερ τῶν παραδειγμάτων ἡμῖν τὴν παράθεσιν, ἐπὶ τὰς πτηνῶν ἀγέλας ἐπιφέρει λέγων· «Καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωθήσεται· βδέλυγμά ἐστι· τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ τὸν γύπα, καὶ τὸν ἰκτῖνον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτερίδα, καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν.

Ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτῶν, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς, καὶ ταῦτα φάγεσθε ἀπ᾽ αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ. Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν, καὶ ἐν τούτοις μιανθήσεσθε.

Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἆρά σοι σαφὴς τῶν εἰρημένων ὁ νοῦς; ΠΑΛΛ. Ἥκιστά γε. ΚΥΡ. Ἢ οὐκ αἰσθάνῃ λοιπὸν, ὡς ἐν ἴσῳ τοῖς ἄλλοις ἠθῶν εἶεν ἂν εἰκόνες καὶ τρόπων διαφοραὶ, τὰ ἑκάστου τῶν ὠνομασμένων ἴδια φυσικῶς; ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ. Βούλει λέγωμεν ἀνὰ μέρος, ἕκαστα λεπτῶς διακρίναντες; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν καὶ τὸν γρύπα, καὶ τὸν ἁλιαίετον, καὶ μέντοι τὸν γύπα· διίπταται γὰρ τὰ τοιάδε ὑψοῦ, καὶ τοῖς ἀνωτάτω λίαν ἐναβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· «Νεοσσοὶ γὰρ,» φησὶ, «γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τοιουτοσί πως δὲ ὁ ἀλαζὼν καὶ ἐξωφρυωμένος ἄγαν, καὶ ἐπηρμένον ἐν ἑαυτῷ τὸν νοῦν ἔχων, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν εἰθισμένος, ἥκιστά γε ἀγαπῶν τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ, δι᾽ ὧν εὖ μάλα σημαίνεται, τό γε ἁρπάζειν εἰδὸς, καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος· καὶ τοῦ μὲν πρώτου τύπος ὁ ἰκτῖνος, θατέρου γε μὴν, ὁ μελάντατος καὶ βαθύς.

Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς, οἱ δριμεῖς εἰς πονηρίαν, καὶ ἀσυμφανῆ τοῖς πολλοῖς ἔν γε δὴ σφίσιν αὐτοῖς τὴν τῶν ἠθῶν ἔχοντες μοχθηρίαν. Παραπέφυκε δὲ ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι, τὸ πλεονεκτεῖν ἐθέλειν οὓς ἂν δύναιντο τυχὸν, καὶ πολυτρόποις κακουργίας ἐκπολιορκεῖν εὑρήμασιν, καθαρπάζειν δὲ οὕτω, καὶ τοῦτο ἀπλήστως.

Ταύτῃτοι συνάπτει λέγων εὐθύ· «Καὶ στρουθὸν καὶ λάρον.» Ἀπληστότατα γὰρ οἶμαι ταυτὶ, καὶ τὸ παρεμπίπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι «Καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταῤῥάκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον.» Καταγράψειαν δ᾽ ἂν ἐφ᾽ ἑαυτοῖς καὶ τόδε τοὺς ὠμῶς καὶ ἀγρίως ἐπιβουλεύοντας ἑτέροις, καὶ ἀσχέτως ἐπιφυομένους, οἷς ἂν δύναιντο τυχὸν, ὡς καὶ αὐτὸν ἐπιφέρειν οὐ παραιτεῖσθαί τισι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ καταθρῶσκε· δεινῶς παντὸς ἀσθενεστέρου πτηνοῦ, καὶ κατὰ στρουθίων ἴεται, καὶ διόλλυσι λαβὼν, καταῤῥάκτης γε μὴν, καὶ ἴβις, καὶ πορφυρίων, προσθείην δ᾽ ἂν ὅτι καὶ πελεκᾶνος, ἐπιμαίνονται τοῖς ἰχθύσι, καὶ τροφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκεν εἰς τρόπους καὶ ἠθῶν ἀγριότητα, οἱ παρ᾽ οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς, διά γε τὸ σφίσιν αὐτοῖς ἡδύ· οἳ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς, καὶ τοῦτο εἰσάπαν ἀκούσειαν ἂν εἰκότως καὶ πρός γε ἡμῶν αὐτῶν· «Μὴ τὰ ἑαυτῶν ζητεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων· ἡ γὰρ ἀγάπη, φησὶ, τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.» Παραιτεῖσθαι δὲ δεῖν ἔφη πάλιν γλαῦκα, καὶ ἐρωδιὸν, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῶν, ἔποπα καὶ νυκτερίδα.

Νυκτὸς δὲ οἶμαι φίλα ταυτὶ, καὶ χαίροντα μὲν τῷ σκότει, καὶ πτῆσιν ὡς ἡδυτάτην ἐν αὐτῷ ποιεῖσθαι μεμελετηκότα, κατεχθραίνοντα δὲ τὸ ἡλίου φῶς, καὶ τὸ ἐν αὐτῷ τι δρᾷν μὴ ἀνεχόμενα· εἶεν δ᾽ ἂν οἱ τοιοίδε σαφῶς, οἱ τῶν φαύλων ἐργάται.

Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη Χριστὸς, ὅτι «Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» Ἀκάθαρτα δὲ καὶ τὰ ἑρπετὰ τῶν πετεινῶν, «ἃ πορεύεται,» φησὶν, «ἐπὶ τεσσάρων,» οἷον φέρε εἰπεῖν τὰ μυιῶν, καὶ εἴ τι τούτοις ἀγχοῦ. Μυρία δὲ ὅσα ταυτὶ μικρὰ καὶ ἀπόπτυστα, καὶ τὴν εἰς τὸ ὑψοῦ πτῆσιν οὐκ ἔχοντα. Τίς οὖν ἄρα ἐστὶ λόγος τοῦ καὶ ἐπ᾽ αὐτὰ τὸν νόμον ἐλθεῖν, περιαθρεῖν ἀναγκαῖον. Ὥσπερ γὰρ ὅτε τῶν κτηνῶν ἐποιεῖτο μνήμην, τὴν κάμηλον ὀνομάσας, προσετίθει τὸν λαγωὸν, ἐν ἴσῳ που πάντως ἀκαθάρτους ἀποφαίνων τοὺς ἐπὶ φαυλότητι διαβεβλημένους, κἂν εἰ μέγας τις εἴη καὶ μικρὸς (προσωποληψία γὰρ οὐκ ἔστι παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον)· οὕτω κἀνθάδε διαμέμνηται μὲν ἀετοῦ, καὶ τῶν πτηνῶν ὀνομάσας τὸν βασιλεύτατον, κάτεισι δὲ πάλιν καὶ ἐπ᾽ αὐτὸ τὸ βραχὺ τῶν πτεροφορεῖν εἰωθότων, ἐν ἴσῳ τιθεὶς μικρόν τε καὶ μέγαν, εἰ τῶν ἐκτόπων εἴη δημιουργὸς, καὶ τὸ διαβεβλῆσθαι δεῖν, ἀνεξίτητον ἔχοι. Ὑπεξάγει γε μὴν τοῦ τοιούτου γένους, ἀκρίδα καὶ βροῦχον, καὶ τὰ τούτοις ἐμφερῆ, διάτοι τὸ εὐσθενὲς, ὡς ἀναθρώσκειν δύνασθαι, καὶ ἥκιστα μὲν ἐμφιλοχωρεῖν τοῖς κάτω, αἴρεσθαι δὲ πολλάκις εἰς τὸ ὑψοῦ, καὶ διαπηδᾷν εὐκόλως.

Τοιουτοσὶ δέ πως, ὁ βίον μὲν ἔχων τὸν κοσμικὸν, ἐπιεικείας γε μὴν τῆς ἄλλης καὶ ἀγάπης τῆς εἰς Θεὸν οὐκ εἰσάπαν ἠμοιρηκώς· ὁ γὰρ τοιοῦτος, οὐ τοῖς ἐπιγείοις παντελῶς ἐνδέδεται, καὶ ἐνιζάνει τοῖς κάτω, μεμελέτηκε δέ πως καὶ τὰ ἄνω φρονεῖν, καὶ εὐδοκιμεῖν ἔσθ᾽ ὅτε, πρὸς τὰ ἄνω διαπηδῶν καὶ τῶν ἐπιγείων ὑπεριπτάμενος. Τὸν δὲ τῶν ἀκαθάρτων ἀποθιγγάνοντα καὶ μεμολυσμένον, ἀποπλύνεσθαι μὲν δεῖ τὸ ἱμάτιον· πρὸς ἑσπέραν δὲ, καθαρὸν ἔσεσθαί φησι, τὸ Χριστοῦ μυστήριον εὖ μάλα παραδηλῶν, δι᾽ οὗ κεκαθάρμεθα, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πλουτοῦντες ἄφεσιν, κατὰ τὸν καιρὸν δηλονότι τῆς ἐπιδημίας αὐτοῦ, πρὸς ἑσπέραν οἱονεὶ γεγονότα, τοῦτ᾽ ἔστιν, εἰς τέλος ἤδη διέρποντος τοῦ παρόντος αἰῶνος.

Ἢ οὐκ ἐν ἐσχάτοις καιροῖς ἐνανθρωπῆσαί φαμεν τὸν τοῦ Θεοῦ Λόγον; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Βέβηλον δὲ καὶ ὁ νόμος ἑτέρως ἔσεσθαί φησι, τὸν ἐπιθιγγάνοντά πως ἢ θηρὸς ἀγρίου τυχὸν, ἤγουν ἑτέρου τοῦ τῶν ἀκαθάρτων ζώων· ἔφη δὲ οὕτως· «Καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν.

Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς, ἡ γαλὴ, καὶ ὁ μῦς, καὶ ὁ κροκόδειλος, ὁ χερσαῖος, μυγάλη, καὶ χαμαιλέων, καὶ καλαβώτης, καὶ σαῦρα, καὶ ἀσπάλαξ. Ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

Καὶ πᾶν ἐφ᾽ ὃ ἂν ἐπιπέσῃ ἀπ᾽ αὐτῶν ἐπ᾽ αὐτὸ τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου. Πᾶν σκεῦος ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.» Προσετίθει δὲ τούτοις, ὡς ἔσται μεμολυσμένον πᾶν σκεῦος, ἐφ᾽ ᾧ ἂν πέσῃ τῶν θνησιμαίων αὐτῶν. Καὶ ἄγγος ὀστράκινον, καὶ δερμάτινον, καὶ ἱμάτιον, ἔδεσμά τε καὶ ποτὸν, πλὴν πηγῆς ὑδάτων, καὶ λάκκου, φησὶ, καὶ συναγωγῆς ὑδάτων καὶ σπερμάτων.

Ἔοικε δὲ ὁ νόμος διὰ μὲν τῶν ἀγρίων θηρίων, τοὺς τῶν λῃστῶν ὠμοτάτους παραδηλοῦν, οἷς λελόγισται παρ᾽ οὐδὲν, καὶ αὐτὸ τῶν πάντων ἐπέκεινα τῶν κακῶν, ἡ ἀνδροκτονία, μόνον δὲ οὐχὶ προστυγχάνοντα καταδαρδάπτουσι διολλύντες ἀνηλεῶς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης. Διὰ δέ γε μυὸς καὶ γαλῆς, καὶ τῶν ἀγχοῦ τε καὶ ἐοικότων, κροκοδείλου τέ φημι τοῦ χερσαίου, σαύρας τε καὶ ἀσκαλαβώτου, τὰ ψοφοδεῆ καὶ ἄνανδρα, καὶ ἐν νυκτὶ περιθέοντα τῶν κλεπτῶν γένη, ἃ λεληθότως μὲν τοὺς νυστάζοντας κατασίνεσθαι φιλεῖ, ἐκδέδιε δὲ τὸ ἀλῶναι δεινῶς, καὶ τὴν τῶν ἀδικουμένων παραιτεῖται γρήγορσιν. Ἢ γὰρ οὐχὶ κλεπτίστατόν τι χρῆμα, γαλῆ τε καὶ μῦς, καὶ πρὸς δειλίαν εὔκολα, καταδύεται δὲ τοὺς ἐν γῇ μυχοὺς, εἰ διακτυπήσειέ τις, ἥδιστα δ᾽ ἂν ἐν νυκτὶ καὶ οὐκ ἐν ἡμέρᾳ νέμοιντο, κροκόδειλός τε χερσαῖος καὶ τὰ συγγενῆ; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἀκάθαρτον μὲν οὖν πᾶν, ὅπερ ἐστὶ λῃστρικὸν, κἂν εἰ διὰ τρόπου τις εἴη θηριοπρεποὺς, καὶ φιλαιμάτους ἔχοι τὰς χεῖρας· κἂν εἰ μικρὰ παρακλέπτοι, καθὰ μῦς καὶ γαλῆ, καὶ ἀσπάλακός τε καὶ ἀσκαλαβώτου δίκην, τοίχους ἀναθρώσκει καὶ στέγας, κἂν εἴ τις ἐπιθιγγάνοι τῶν ὧδε μεμολυσμένων, μεθέξει τῶν ἐγκλημάτων. Κοινωνία γὰρ ἡ πρὸς τοιούσδε τινὰς, πάντη τε καὶ πάντως ἀκαθάρτους ἀποφαίνει.

Ἀνθρώπων δ᾽ ἂν εἶεν εἰς τύπον, τὰ μεμολυσμένα τῶν σκευῶν. Ἐν εἴδει γὰρ σκεύους ὁ ἄνθρωπος. Ἀπαλλάττει γε μὴν τοῦ καταμολύνεσθαι δεῖν, πηγὴν ὕδατος, λάκκον τε καὶ συναγωγὴν ὕδατος· κἂν εἰ πέσοι τυχὸν ἐν αὐτοῖς τι τῶν κατὰ νόμον μεμολυσμένων, οὐκ ἐφιεὶς, οἶμαί που, τοὺς ὑπὸ νόμον, δυσαχθὲς καὶ δυσδιακόμιστον παντελῶς ἡγεῖσθαι τὸ χρῆμα, καὶ τὴν τοῦ νόμου τήρησιν ἀνεπιτήδευτον ἔχειν, τὸ ἔν γε τουτοισὶ βλάβος, εἰς αὐτὰ παθόντας τὰ καιριώτατα.

Ὡς καὶ πόλεων ἔσθ᾽ ὅτε, καὶ οἴκων ἀποφοιτᾷν, μεμολυσμένων αὐτοῖς τῶν ὑδάτων, καὶ τῆς ἀναγκαίας τε καὶ ἀπαραιτήτου παραιρουμένης χρείας. Παρῆκε δὴ οὖν ὁ νόμος τῆς ἱστορίας τὸ ἀκριβὲς, διὰ δέ γε τὸ τοῖς ὑπὸ νόμον ἀναγκαῖον καὶ χρήσιμον. ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Ἐν ἴσῳ γε μὴν τοῖς ἄλλοις ἀκάθαρτον εἶναί φησι καὶ τῶν καθαρῶν ζώων τὸ θνησιμαῖον· προσεπήγαγε δὲ, ὅτι καταμιανεῖ καὶ αὐτὸ τὸν ἁπτόμενον· γράφει δὲ οὕτως· «Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν, ὅ ἐστιν ὑμῖν τοῦ φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ λούσεται ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ ὁ αἴρων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ὅπερ ἐστὶν ἐναργῶς, καθάπερ ἐγᾦμαι, τὸ, «Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Εἰ γὰρ δή τις ὅλως τῶν ἐν ὑπολήψει σεμνότητος, καὶ τῶν ἤδη κεκαθαρμένων, καὶ εἰς κοινωνίαν τὴν πνευματικὴν διὰ πίστεως εἰσδεδεγμένων, τὴν ἐκ τῆς ἁμαρτίας ὑπομένει νέκρωσιν, «βδελυρὸς ἔστω,» φησὶ, «καὶ ἀπηχθημένος·» νεκροῖς γὰρ ἔργοις μεμολυσμένος, καταμιαίνει που πάντως τὸν αὐτῷ κολλώμενον.

Ἀλλ᾽ εἰ καὶ πάθοι τις τὸν μολυσμὸν, καθαρὸς ἔστω δι᾽ ὕδατος πρὸς ἑσπέραν. Καὶ τί δὴ τοῦτό ἐστι, προκαταμεμήνυκεν ἡμῖν ἐναργῶς ὁ λόγος. Ἄθρει δὲ ὅτι καὶ τὸν ἐσθίοντα τῶν θνησιμαίων αὐτῶν, καὶ εἰ ἐπαφῷτό τις μόνον, ἀκάθαρτον ἔσεσθαί φησιν, οὔτε, τὸν μετασχόντα τῆς ἐκείνων νεκρότητος, μώμου καὶ γραφῆς ἀπαλλάττων, οὔτε μὴν ἀναίτιον εἶναι λέγων, καὶ εἰ ἀγχοῦ τις ἴοι καὶ πλησιαζόμενος. Χρῆναι γὰρ οἶμαι νηφαλέως ἀποφοιτᾷν, οὐχὶ δήπου μόνης τῆς πρὸς φαύλους ταυτοεργίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ συνιέναι μόνον. «Ὁ γὰρ ἁπτόμενος πίσσης, μολυνθήσεται,» φησί. Καὶ ἀληθὴς ὁ λόγος· ὅτι δὲ εἰς ἠθῶν ποιότητα τὰ ἐκ τῶν παραδειγμάτων χρήσιμα τῷ νόμῳ παρείληπται, ἀναμάθοι τις ἂν ἐκ τῶν ἐπενηνεγμένων. Ἔφη γὰρ πάλιν· «Καὶ οὐ μὴ βδελύξεσθε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.» Ὁποῖον γὰρ ἂν ἐποίησε μολυσμὸν τῇ τοῦ ἀνθρώπου ψυχῇ, τὸ ἐκτεθνάναι ζῶον, καὶ τοῦ τεθνεῶτος ἀποθίγειν;

Τί γὰρ ἂν ἠδίκησε βρῶσις, ἡ εἰς κοιλίαν χωροῦσα καὶ ἐκπεμπομένη πρὸς ἀφεδρῶνα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; ΠΑΛΛ. Οὐδὲν, ὡς ἐγῷμαι· νοεῖς γὰρ ὀρθῶς. ΚΥΡ. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, κατὰ τοὺς τῶν πλωτήρων εὐτεχνεστάτους, πάντα σείοντας κάλων, ἔξω φέρεσθαι μολυσμῶν, ἠρεμαῖαν δὲ ὥσπερ ἀκτὴν καὶ ἀκύμονα πρὸς τὴν Θεῷ φιλαιτάτην εἰσελαύνειν ζωήν. Προσιτὸς γὰρ ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ἂν γένοιτο καὶ μόνως, ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν, ἀταλαίπωρον ἰδεῖν. Γέγραπται γὰρ πάλιν ἐν τῇ Ἐξόδῳ· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον· καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Συνίης οὖν ὅπως οὐκ ἂν ἀγχοῦ γένοιτό τις τοῦ πανάγνου Θεοῦ, μὴ οὐχὶ πάντα ῥύπον τῆς ἑαυτοῦ προαπονίζων ψυχῆς· νεκρότητος δὲ ἁπάσης τῆς ὡς ἐν πράγμασι νοουμένης, ἀπολύων τὸν πόδα, τοῦτ᾽ ἔστι, τὴν εἰς τὰ πρακτέα βάδισιν νοητήν;

Ἢ γὰρ οὐχὶ τὸ ὑπόδημα, νεκροῦ ζώου λείψανον; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Τύπος οὖν ἄρα νεκρότητος τὸ χρῆμά ἐστιν, ἣν εἴπερ τις ἀποφορτίσαιτο, τὰ δι᾽ ὧν ἂν ἐξοίχοιτο διαῤῥήξας δεσμὰ, ἥξει τε ἀγχοῦ καὶ οἰκεῖος ἔσται Θεῷ, καὶ πρός γε τὸ σώζειν ἑτέρους δύνασθαι λοιπὸν, ἐπιτηδείως ἔχων. Προσεχειρίζετο γοῦν ὁ Μωσῆς εἰς ἀποστολὴν, καὶ πρὸς ἐκλύτρωσιν τῶν υἱῶν Ἰσραήλ.

Ἱερὸς δὲ ἡμῖν ὑποπεφώνηκε λόγος· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔση καὶ τῷ πλησίον σου.» ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Τί δὲ, οὐχὶ κἀκεῖνο δὴ τουτοισὶν ἐποίσομεν ἄν; ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Καταφοιτήσειν μέλλοντος ἐν εἴδει πυρὸς ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ, προσετάττετο Μωσῆς εὐτρεπῆ πρὸς θεοπτίαν ἀποφῆναι τὸν Ἰσραήλ. Τόν γε μὴν τῆς ἑτοιμασίας τρόπον, αὐτὸς ὁ πάντων ἐθεσμοδότει Δεσπότης. Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· «Καταβὰς, διαμάρτυρε τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον, καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἕτοιμοι ἔστωσαν εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Προαγνίζεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς οἵπερ ἂν εἶεν τῆς πρὸς Θεὸν οἰκειότητος ἐρασταὶ, καὶ οἷς ἂν γένοιτο σκοπὸς τὸ οἱονεὶ παρεστάναι καὶ λειτουργεῖν αὐτῷ διὰ τῆς εἰς πᾶν ἀγαθὸν ἀλκῆς τε καὶ προθυμίας. Εἴη δ᾽ ἂν ὁ τοιόσδε λοιπὸν, οὐκ ἀνικάνως ἔχων, καὶ πρός γε τὸ δεῖν καὶ αὐτὸν ἤδη πως καταθρῆσαι Θεὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Προήκοντα δὲ καὶ εἰς τοῦτο λαμπρότητος κατόψει δὴ πάλιν καὶ αὐτὸν, εἴπερ ἕλοιο, τὸν θεσπέσιον Ἀβραάμ. Καὶ φέρε δὴ λέγωμεν ἀνὰ μέρος τὰ ἐπ᾽ αὐτῷ.

Γέγραπται γὰρ ὡδί· «Καὶ εἷπε Κύριος πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ, εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν, εἰς τὰς γενεὰς ὑμῶν, καὶ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου, περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον, καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν.» Εἶτά φησιν, ὅτι «Καὶ ἔλαβεν Ἀβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους αὐτοῦ, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ, καὶ περιέτεμε τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.» Ποῖον οὖν ἄρα τῆς ὑπακοῆς τὸ γέρας, ὤνησε δὲ κατὰ τίνα δὴ τρόπον ἡ περιτομὴ, διὰ τῶν ἐφεξῆς εἰσόμεθα. «

Ὤφθη γὰρ αὐτῷ,» φησὶν, «ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν αὐτοὺς, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον· Οὕτω ποιήσομεν, καθὼς εἴρηκας.» Ἡ μὲν γὰρ ἐν σαρκὶ περιτομὴ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τῆς νοητῆς καὶ ἐν πνεύματι, καθ᾽ ἣν ἅπαντα μολυσμὸν τῶν ἡμετέρων διανοιῶν ἐξίστησιν ὁ Χριστός. «Περιτετμήμεθα γὰρ, κατά γε τὴν τοῦ μακαρίου Παύλου φωνὴν, περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τῆς σαρκός.» Ἀπημφιεσμένοι γὰρ ὥσπερ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ τὰς τῆς σαρκὸς ἡδονὰς τῇ τοῦ πνεύματος ὀξύτητί τε καὶ ἐνεργείᾳ μονονουχὶ παρακεκομμένοι, ἀξίους ἑαυτοὺς ἀποφανοῦμεν ἤδη πως τοῦ καὶ θεοπτίας ἀξιοῦσθαι δεῖν, καὶ ἱερὸν γενέσθαι κατάλυμα τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. «

Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ, ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν,» ἔφασκεν ὁ Σωτήρ. Καὶ οὐ μέχρι τούτων, τῆς ἐπιεικείας ἡ ἀντέκτισις, ἀλλ᾽ ὡς ἤδη παραδεχθέντες πρὸς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, τὰ ἐν αὐτῷ γνωσόμεθα, δι᾽ ἀποκαλύψεως δὲ δηλονότι τῆς παρ᾽ αὐτῷ· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Ἀβραὰμ τὰ περὶ τῆς τῶν Σοδόμων καταστροφῆς ἐδιδάσκετο. Φίλῳ γὰρ ὥσπερ ἀνεκοινοῦτο Θεός. Ἄθρει δὴ οὖν ὅτι μυρίων ὅσων ἡμῖν ἀγαθῶν ἐμποιήσειεν ἀντέκτισιν, τὸ ἐξοίχεσθαι μολυσμῶν.

Τοιγάρτοι καὶ Παῦλος, «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ,» φησὶ, «διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας ἀνακέκραγε σαφῶς· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν, Ἱερουσαλὴμ, ἵνα σωθῇς.» ΠΑΛΛ. Προσιτέον δὴ οὖν οὐκ ἐν βεβηλώσει ψυχῆς τῷ παναγίῳ Θεῷ, ἀλλ᾽ ὡς ἐν ἱερᾷ τε καὶ ἀμωμήτῳ ζωῇ. Κατ᾽ εὐθὺ γὰρ ὧδε τοῦ πρέποντος ἥξομεν. ΚΥΡ. Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ οὐ πολλοῦ τε, οἶμαι, δεήσει πόνου πρὸς τὸ δύνασθαι καταθρεῖν ἀληθῶς ἔχοντά σοι τὸν ἐπὶ τῷδε λόγον, εἰ τὰς τῶν ἁγίων πολυτείας πολυπραγμονεῖν ἕλοιο φιλομαθῶς καὶ ὁμοφρόνως· τὰ γὰρ τοῖς ἀρχαίοις συμβεβηκότα τυπικῶς, νουθεσίας ἡμῖν ἔφασκεν ἀναγεγράφθαι τρόπους ὁ θεσπέσιος Παῦλος. Οὐκοῦν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους προσιέναι δεῖ τῷ Θεῷ, διαμάθοι τις ἂν κἀκ τῶνδε δὴ πάλιν. Δῖνα μὲν γὰρ ἡ ἐξ Ἰακὼβ, ἅτε παρθένος καὶ ἐν ὤρᾳ γάμου, τὰς τῶν ἐν Σικίμοις θυγατέρας κατοπτεύουσα, τῆς πατρῴας ἐξέθει σκηνῆς, ἀλλ᾽ οὐκ ἠρέμει Συχὲμ ὁ Ἐμμὼρ υἱός. Ἐρᾷ γὰρ εὐθὺς τῆς νεάνιδος, καὶ ἀσχέτοις ἐπιθυμίαις ἐπὶ τὸ δοκοῦν ἡρπάζετο. Ἀγροικότερον δὲ πρὸς τοῦτο ἰὼν, κατεβιάζετο τὴν παρθένον τὴν Ἑβραίαν ὁ ἀλλόφυλός τε καὶ ἀπερίτμητος ἔτι.

Δύσοιστον δὲ τὸ χρῆμα ἐδόκει τοῖς ἐξ Ἰακὼβ, καὶ τοῖς ἀνοσίως πεπαρῳνηκόσιν εἰς Ἑβραίαν καὶ ἀδελφὴν, τὸν πολέμου νόμον ἐπῄεσαν. Ἀσχάλλοντα δὲ καὶ περιδεῆ γεγονότα τὸν θεσπέσιον Ἰακὼβ, καὶ ἐν ὑποψίαις ὄντα τοῦ διόλλυσθαι παγγενῆ, προσίετο Θεὸς καὶ διεσώζετο πάλιν, καὶ τίνα δὴ τρόπον, ἄξιον ἰδεῖν. Γέγραπται τοίνυν ὡδί· «Εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευΐ· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔντε τοῖς Χαναναίοις, καὶ ἐν τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ· καὶ συναχθέντες ἐπ᾽ ἐμὲ, συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. Οἱ δὲ εἶπαν· Ἀλλ᾽ ὡσεὶ πόρνῃ κατακέχρηνται τῇ ἀδελφῇ ἡμῶν. Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ᾽ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς μεθ᾽ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾽ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.

Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ, ἕως τῆς σήμερον ἡμέρας.» Ὁρᾷς ὅτι προσίετο μὲν ὁ πάντων Δεσπότης κατοῤῥωδοῦντα τὸν δίκαιον, καὶ ἀναδείμασθαι κελεύει θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας καὶ τῆς ἐσομένης αὐτῷ σωτηρίας καὶ ἀρωγῆς ἀνάθημα λαμπρόν. Ὁ δὲ, ὅτι τοῦτο δρᾷν ἀναγκαῖον εὖ μάλα διεγνωκὼς, προαποκαθήρασθαι δεῖν ἐπιτάττει τοὺς ψευδωνύμους ἐκ μέσου ποιοῦντας θεοὺς, καὶ στολὰς ἑτέρας μετημφιεσμένους.

Ἀλλ᾽, οἶμαι δὴ, τοῦτο κατασημήνειεν ἂν εὐθὺς, τὸ εἰλικρινὲς ἐν πίστει, καὶ τὸ ἀβέβηλον εἰς ζωήν· τὸ μὲν γὰρ μονοτρόπως Θεῷ προσκεῖσθαι φιλεῖν, οὐ μεμερισμένους τὴν διάνοιαν, οὔτε μὴν ἀπονενευκότας ἐπὶ τὸ χρῆναι νοσεῖν τῆς τῶν δαιμονίων ἀπάτης λείψανα, νοοῖτ᾽ ἂν εἰκότως ἔν γε τῷ τοὺς ἀλλοτρίους ἐξῃρῆσθαι θεούς· ἐν δέ γε τῷ μεταμείβειν τὰς στολὰς, τὸ οἱονεὶ πολιτείαν μεταμφιάσασθαι καθαράν. Ἐδόκει γὰρ ὧδε γράφειν καὶ τῷ σοφωτάτῳ Παύλῳ. Ἢ οὐκ ἐπαΐεις ἐναργῶς λέγοντος· «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν;» ἀπέκθεσιν δὲ τῆς σαρκὸς, τῶν σαρκικῶν ἡδονῶν τὴν ἀπόθεσιν διακαλῶν.

Γράφει δέ που καὶ Σολομών· «Ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λαμπρά.» Φαίην δ᾽ ἂν ὅτι καὶ μάλα ὀρθῶς ἐννενοηκὼς, οὐκ ἂν εἰς τοῦτο προήκοι τερθρείας ὁ σοφὸς ἡμῖν Σολομὼν, ὡς ἱματίων ἡμᾶς ἀναπείθειν μειρακιωδῶς ἐντρυφᾷν λαμπρότησιν, ἀμφίῳ δὲ ὥσπερ παρεικάζει λαμπρῷ τὴν οἱονείπως ἐκνενιμμένην καὶ ῥύπου παντὸς ἐλευθέραν ζωήν. Ἐπεὶ πῶς ἄν τις ἐνδύσαιτο τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν;

Ἆρ᾽ οὐχὶ φαίης ἂν, ὅτι τοῖς τῆς εὐαγγελικῆς πολιτείας αὐχήμασι κατημφιεσμένος, ἀποπεραίνει που πάντως τὸ χρῆμα, ὦ τᾶν; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Εἰ δὲ δὴ καὶ ἐπ᾽ αὐτόν τις τὸν ἀοίδιμον Ἰωσὴφ ἴοι, εὑρήσει παρέντα τῆς ἐπιεικείας οὐδὲν, ἐννενοηκότα δὲ ὅτι συνεργάσεται πρὸς πᾶν ὁτιοῦν αὐτῷ, καὶ ἐπαμυνεῖ Θεὸς, εἰ παραιτοῖτο γενικῶς τὸ καταμολύνεσθαι δεῖν. Ἐξὸν γὰρ εὐημερεῖν καὶ κατευρύνεσθαι ταῖς τρυφαῖς, τοῖς τῆς νεότητος διαπύροις σκιρτήμασιν εἰς τὸ ἡδύ τε καὶ φίλον ἀνέντα τρέχειν, καὶ ἀνεπιπλήκτοις φέρεσθαι ταῖς ὁρμαῖς, τοῦτο μὲν οὐκ ἔδρα, πολλοῦ γε καὶ δεῖ, μοῖραν δὲ ὥσπερ ἐποιεῖτο κρείττονα τὴν παρὰ Θεῷ, καὶ τῆς ἐγκρατείας τοὺς πόνους προετίθει παντὸς τοῦ παραυτίκα καταπιαίνοντος.

Ἤδει γὰρ ὅτι γλυκὺ μέν πώς ἐστιν ἐν ἀρχαῖς, τὸ σαρκὸς ἐρέθισμα, καὶ οἱονεὶ μέλιτι καταγοητεύει τὸν νοῦν, ὡς ἔν γε τούτοις ἡδονὴ, καταστρέφει γε μὴν εἰς τέλος οὐκέτι τὸ γλυκύ· ποιναὶ γὰρ εὐθὺς καὶ δίκαι, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κακῶν, τῆς τοῦ πεπλημμεληκότος καταρτηθήσονται κεφαλῆς, βούλει λέγωμεν ὀλίγα ἄττα τῶν ἐπ᾽ αὐτῷ γεγραμμένων; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. «Καὶ ἦν,» φησὶν, «Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσὴφ, καὶ εἶπεν· Κοιμήθητι μετ᾽ ἐμοῦ. Ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾽ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ᾽ ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ᾽ αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ. Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω, καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα· Κοιμήθητι μετ᾽ ἐμοῦ. Καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς, ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.

Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω, ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα· Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε πρὸς μὲ, λέγων· Κοιμήθητι μετ᾽ ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ. Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.» Ὁρᾷς ὅπως τὸ μὲν γύναιον εἰς εὐνὴν, καὶ οὐχ ἑκόντα παρεβιάζετο, τῷ γεμὴν ἐρήρειστο πρὸς ἐγκράτειαν ὁ νοῦς ὑπ᾽ οὐδενὸς τὸ σύμπαν ἡττώμενος; Βούπαις ἦν ἔτι, ἑπτακαίδεκά που μόλις ἐτῶν, ἐν πρώταις ὑπήνης ἐκβολαῖς, ἐν ἀκμαῖς ἡδονῶν, καὶ ἐν τοῖς ὅτι μάλιστα διαπύροις κινήμασι, καὶ ἵν᾽ οὕτως εἴποιμεν, σκληραῖς καὶ ἀνουθετήτοις ἐπιθυμίαις. Φιλεῖ γὰρ ἀεί πως ἐν ἀθραύστοις ἔτι τοῦ ὀρεκτιᾷν ὁρμαῖς, τὸ ἔφηβον εἶναι γένος, καὶ χαλινῶν τῶν εἰς ἐγκράτειαν οὐ λίαν ἀνέχεται. Ἀλλ᾽ ἦν ἀκλόνητος ὁ θεσπέσιος Ἰωσὴφ, οὐ τὸ τῆς νεότητος ἀνειμένον ἀπαιδαγώγητον ἔχων, οὐ δεδιὼς ὅτι ξένος ἦν καὶ οἰκέτης. Ἐκβεβίαστο γὰρ εἰς ἄμφω παρὰ τῶν ἀδελφῶν τοῖς Ἰσμαηλίταις καταπωλούμενος. Ἐπεὶ δὲ κρείττων ἦν ἡδονῆς τε ἅμα τῆς μυσαρωτάτης, καὶ τῶν εἰς ἀσέλγειαν κινημάτων, συκοφαντεῖ τὸ γύναιον, καὶ ἀντίστροφον τῷ νέῳ ποιεῖται τὴν γραφήν. Τὸν δὲ, οὐκ εἴκοντα τοῖς αὐτῆς αἰτήμασιν, ὑβριστὴν ἀπεκάλει.

Καὶ δεσμώτης μὲν ἐντεῦθεν ὁ νεανίας ἦν· θείᾳ γε μὴν χάριτι διεσώζετο, καὶ μισθὸν ἐγκρατείας ἀποκεκέρδηκεν εὐθὺς, τὸ ἁπάσης κατάρξαι τῆς Αἰγυπτίων χώρας. Οὐκοῦν κἂν εἰ ἔχοι τὸ χρῆμα πόνους, κἂν ἱδρῶτες προκέοιντο βαρεῖς τῶν εἰς ἐγκράτειαν αὐχημάτων, οὐ πολὺς ὁ λόγος, τῷ γε ὅλως φιλοθεεῖν ᾑρημένῳ· ἕξει γὰρ, ἕξει καὶ ἰσοπαλῆ τὸν ἔπαινον, καὶ ἰσοῤῥόπους τὰς ἀμοιβάς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ, ταῖς ἐπὶ τοῦτο τληπαθείαις ἀποθαυμάζει λέγων, τὸν ἀξιεπαινετώτατον νεανίαν, «Εἰς δοῦλον ἐπράθη Ἰωσὴφ, ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Σίδηρον, οἶμαι, λέγων, τὴν σκληρὰν καὶ ἄθραυστον τῶν ἱδρώτων προσβολὴν, δι᾽ ὧν ἂν γένοιτο καταστέλλειν ἁμαρτίας καὶ ῥύπου παντὸς ἀποφοιτᾷν, τῆς γε μὴν ἁγίας καὶ καθαρωτάτης ἐφικέσθαι ζωῆς, φημὶ δὴ τῆς εὐαγγελικῆς τε καὶ ἐν Χριστῷ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.