Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δέκατος Πέμπτος: Η πνευματική κάθαρση και τα ακάθαρτα ζώα

Η ιατρική και πνευματική διάκριση της λέπρας. Ο νόμος περί καθαρών και ακαθάρτων ζώων, πτηνών και ιχθύων ως σύμβολα ηθικών ιδιοτήτων. Ο καθαρισμός της τεκούσης και η δικαίωση εν Χριστώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 16 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΣ. Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους παρίστασθαι τῷ Θεῷ, καὶ ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ καθάρσις.

Ἐκ παντὸς ἡμῖν, ὦ Παλλάδιε, συναγήγερται λόγου σαφής τε καὶ ἐναργὴς ἀπόδειξις, τοῦ δεῖν ἰέναι παγκάλως εἰς οἶκον Θεοῦ, λαμπρούς τε καὶ ἐκνενιμμένους, οἰκειότητά τε τὴν πρὸς αὐτὸν δι᾽ ἁγιασμοῦ κερδαίνοντας. Ἵλεῳ γὰρ τότε περιτευξόμεθα τῷ Θεῷ, καὶ ἵν᾽ οὕτως εἴπωμεν, ὅλῳ βλέποντι τὰ καθ᾽ ἡμᾶς ὀφθαλμῷ, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην φειδὼ διανέμοντι. «Ἐπὶ τίνα δὲ ἐπιβλέψω,» φησὶν, «ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ὁσίας γὰρ ὄντως ἀνατενεῖ χεῖρας, καὶ εἰς αὐτό που διακεκράξεται τὸ τῆς θεότητος οὖς, ὁ δὴ οὕτως ἔχων, ὡς καὶ εἰς πέρας ἥκων τῶν ὧν ἂν εὔξαιτο τυχὸν, ἐκ περιχαρείας εἰπεῖν· «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Ἢ οὐ διεπύθου σαφῶς ἀναμελῳδοῦντος ἡμῖν τοῦ θεσπεσίου Δαβὶδ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν;» ΠΑΛΛ. Ἐπυθόμην; ΚΥΡ. Ὅτι μὲν ἔστιν ἀληθὴς ὁ λόγος, οὐκ ἐνδοιάσαι θέμις, πλὴν, ἐπί γε τὸ δεῖν ἀποτρίβεσθαι μολυσμοὺς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος; συνήσει γὰρ δὴ παραπτώματα μὲν οὐδεὶς, πολλὰ δὲ πταίομεν ἅπαντες. Νοσεῖ δὲ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, καὶ λίαν ἐστὶν εὐπάροιστος ἐπὶ τὸ πεφυκέναι ἀδικεῖν, καταλεαινούσης ἡμῖν τρόπον τινὰ τῆς ἐπὶ τὰ φαῦλα ῥοπῆς, τὴν ὁδὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς. ΠΑΛΛ.

Εὖ λέγεις· συναινέσαιμι γὰρ ἂν μελλήσας οὐδὲν, ὀρθοεπεῖν ᾑρημένῳ. ΚΥΡ. Ἤδη μὲν γὰρ καὶ ἡ ἀπὸ γῆς σὰρξ τὸν τῆς ἁμαρτίας ἐν ἑαυτῇ κατηῤῥώστησε νόμον, εὐπαράφορος δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, ἐπὶ τὸ ἐκνεῦσαι δεῖν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, κατὰ τὸ γεγραμμένον.

Τοιγάρτοι καὶ λόγος ἡμῖν ἱερὸς ἐπιστυγνάζει δικαίως· «Πάντες γὰρ, φησὶν, ἐξέκλινον, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἐπειδὴ δὲ οὐκ ἦν ἀπόνευσις τοῦ κακοῦ, Σωτῆρα καὶ Λυτρωτὴν πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, δικαιοῦντα τῇ πίστει, καὶ ποινῆς ἀπαλλάττοντα, καὶ εὐσθενὲς μὲν λίαν ἀποτελοῦντα τὸ ἄναλκι, καταφωτίζοντα δὲ τὸ ἐσκοτισμένον, ἐπιστρέφοντα δὲ τὸ πλανώμενον, καὶ πλεονεξίας ἐξέλκοντα διαβολικῆς, τὸ ὑπεστρωμένον αὐτῷ. ΠΑΛΛ. Ἐν Χριστῷ δὴ οὖν τὸ ἐκ τῆς ἁμαρτίας αἶσχος ἀποτριψόμεθα, διεσμηγμένοι δὲ οὕτω, καὶ μώμου παντὸς ἰόντες ὡς ἀπωτάτω, προσελευσόμεθα δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. ΚΥΡ. Συνίης εὖ μάλα· διακεκραγότων καὶ αὐτῶν ἐπαΐοι τις ἂν τῶν ἁγίων προφήτων, τὴν οὕτως ἡμῖν ἀξιάγαστον καὶ πολύευκτον χάριν. Μιχαίας μὲν γὰρ ὁ σοφώτατος, ὧδέ πή φησι· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν;» Ἕτερος δὲ αὖ· «Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς ἐν νεφέλῃ τὰς ἀνομίας σου, καὶ ὡς γνόφος τὰς ἁμαρτίας σου.»

Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο τὰ ἀπὸ τῆς θείας Γραφῆς, παραδεικνὺς εὖ μάλα τὸ ἔν γε δὴ τούτοις ἡμῖν ἀληθὲς, τὸ δὲ, οἷς ἂν ἕποιτο σαφής τε καὶ ἐναργὴς ἡ πίστις, ἐπισωρεύειν ἕτερα, περιττὸν οἶμαί που. ΠΑΛΛ. Ἀλλ᾽ ἐναργὲς μὲν ὅτι τὸ χρῆμα, παντί τῳ σαφές. Ἑλοίμην δ᾽ ἂν ἔγωγε, καὶ ἐκ νομικῶν εἰκόνων τὴν ἐν Χριστῷ διαθρῆσαι κάθαρσιν. ΚΥΡ. Ἄθρει δὴ οὖν, εἴ σοι φίλον, τῇδέ τε ἡμᾶς ἰέναι δοκεῖ· τοὺς γάρ τοι μεμολυσμένους, καὶ τοὺς τῆς παρανομίας ἐγκλήμασιν ὑπενηνεγμένους, θύειν ὁ νόμος ἐκέλευε, διχῆ διαστέλλων τῶν θυσιῶν τοὺς τρόπους. Αἱ μὲν γὰρ, ὑπὲρ ἡμῶν αὐτῶν σφαζόμενον καταγράφουσι τὸν Ἐμμανουὴλ, αἱ δὲ, καὶ ἡμᾶς αὐτοὺς ἀποθνήσκοντας τῷ κόσμῳ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν τε καὶ σωτηρίαν. Ἢ γὰρ οὐχὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ περιφορᾶς κοσμικῆς, καὶ γεωδεστέρων ἡδονῶν τὸν νοῦν ἀπαλλάττοντες, τὴν θείαν τε καὶ εὐαγγελικὴν διαζήσομεν ζωήν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Οὐκοῦν θυσία μὲν ἔστιν, ἡ ὡς ἐν θανάτῳ Χριστοῦ πνευματικὴ διακάθαρσις, εὐχὴ δὲ καὶ δῶρον, ὡς πρὸς ἡμῶν, τὸ ἀναθεῖναι Θεῷ τὴν εὐκοσμίαν τε καὶ ἐν ἁγιότητι ζωήν. Προδιαστέλλει γε μὴν ὁ νόμος καὶ διαμαρτύρεται σαφῶς, τὸ δεῖν ἀμωμήτους τὰς ἔν γε δὴ τούτοις ποιεῖσθαι προσαγωγὰς, χρησίμως τε καὶ ἀναγκαίως.

Ἐπειδὴ δὲ τῶν προσφερομένων θυμάτων, ἃ μὲν ἐδήλου Χριστὸν, ὡς ὑπὲρ ἡμῶν σφαζόμενον, ἃ δὲ καὶ ἡμᾶς ἀνατυποῖ, μονονουχὶ καταθυμιῶντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν. Ταύτῃτοί φησιν, ἀμώμητά τε εἶναι δεῖν αὐτὰ, καὶ κατ᾽ οὐδένα τρόπον νοσοῦντα τὴν ἐμπηρίαν. Ἄμωμος γὰρ ὁ Χριστός· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀλλ᾽ οὐδ᾽ ἂν ἡμᾶς αὐτοὺς παραδέξαιτο Θεὸς, ἐν μολυσμοῖς ὄντας ἔτι, καὶ τῆς ἁμαρτίας νοσοῦντας τὸ ἀτερπές. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ πάσῃ Συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα· δεκτὰ ὑμῖν, ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, καὶ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν, πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν, ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτὸν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.

Τυφλὸν ἢ συντετριμμένον, ἢ γλωσσότμητον, ἢ μυρμηκιῶντα, ἢ ψωραγριῶντα, ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Θεῷ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ᾽ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ. Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον, ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ· εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. Θλαδίαν καὶ ἐκτεθλιμμένον, καὶ ἐκτομίαν, καὶ ἀπεσπασμένον, οὐ προσάξετε αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε.

Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, καὶ μῶμος ἐν αὐτοῖς. Οὐ δεχθήσεται ταῦτα ὑμῖν.» Ἄθρει δὴ οὖν ὅτι παρεγγυᾷ σαφῶς καὶ ἀναφανδὸν ὁ νόμος, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένοις εἰς λαοὺς, φημὶ δὴ τοῖς προσηλύτοις, τὸ χρῆναι μωμοσκοπεῖν εὖ μάλα τὰ ἱερά. Δεῖν γὰρ ἔφη προσκομίζεσθαι πρὸς ἡμῶν τὸ ἄρσεν τε καὶ ἄμωμον, τοῦτ᾽ ἔστι, τὸ εὐσθενὲς, καὶ ἀνωτέρω παθῶν· ὁ γάρ τοι μαλακισμὸς, καὶ φρόνημα· τὸ θηλυπρεπὲς, καὶ μέν τοι καὶ τὸ νοσεῖν τὴν εἴς γε νοῦν ἔσω καὶ νοητὴν ἐμπηρίαν, ἀπαράδεκτον παντελῶς τῷ Θεῷ, καὶ ἀπόβλητον.

Ἢ οὐκ ἀνίερον εἶναι φὴς τὸν ᾧπερ ἂν φαίνοιτο προσόντα ταυτί; ΠΑΛΛ. Πῶς γὰρ οὔ; ΚΥΡ. Οὐκοῦν ἀπόβλητον μὲν τὸ ἄναλκι, καὶ τὸ οἱονεὶ παρειμένον, δεκτὸν δὲ τὸ εὐσθενὲς, ὡς ἐν ἀρσένων φύσει ζωγραφούμενον, εἰ παρεζευγμένον ἔχοι τὸ ἄμωμον. Εἶεν δι᾽ ἂν εἰς τύπον ἡμῖν σαφῆ τὰ τοιάδε Χριστοῦ. Ἄρσην γὰρ ὁμοῦ καὶ ἄμωμος ὁ Ἐμμανουὴλ, εἴπερ ἐστὶν ἀληθῶς Θεοῦ δύναμις, καὶ οὐκ εἰδὼς ἁμαρτίαν. Ἄρσην δὲ καὶ ἑτέρως· προὖχον γὰρ ἀεὶ, καὶ ἐν ἀμείνοσι θατέρου τὸ ἄρσεν· καὶ πρός γε δὴ τούτῳ καὶ ἡγεμονικώτατον. Προέστηκε δὲ καὶ ἀσυγκρίτως ἐστὶν ἐν ἀμείνοσι, καὶ καθηγεῖται τῶν ὅλων, εἰ καὶ γέγονε καθ᾽ ἡμᾶς ὁ Υἱὸς, καὶ ὁ ποιμὴν ἐν προβάτοις κατελογίσθη χρησίμως.

Ἀνίερα δὲ καὶ ἀπόπεμπτα τῶν θυμάτων, τυφλὸν, καὶ συντετριμμένον, καὶ μὴν καὶ γλωσσότμητον, καὶ μυρμηκιῶν, καὶ ψωραγριῶν, καὶ λειχῆνας ἔχον, ὠτότμητόν τε καὶ κολοβόκερκον. Ἀλλὰ καὶ εἴ τῳ, φησὶ, καταθλασθείη τυχὸν τὰ ἀρσενικὰ, καὶ τὸ εἰς εὐνούχους ἤδη τελοῦν, ἀναγκαῖον ἔχοι πάθος. Τουτὶ γὰρ οἶμαι δηλοῦν, θλαδίαν καὶ ἐκτεθλιμμένον, ἐκτομίαν καὶ ἀπεσπασμένον. ΠΑΛΛ. Ἆρ᾽ οὖν εἰς ἤθη καὶ τρόπους τοὺς καθ᾽ ἡμᾶς μεταληπτέον ταυτί; ΚΥΡ. Πάνυ μὲν οὖν· εἴη γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως ἡμῖν πνευματικὸς ὁ νόμος. Γένοιτο δ᾽ ἂν οὐδεὶς παρὰ Θεῷ λόγος τῆς ὡς ἐν σκιαῖς λατρείας, ἀλλ᾽ οὐδ᾽ ἂν ὡρίσατό ποτε τοὺς ἐν αὐτῇ νόμους, μὴ οὐχὶ τῆς ἀληθείας προανατυπῶν ἐν αὐτῇ τὸ ἐκπρεπέστατον κάλλος. ΠΑΛΛ. Εὖ λέγεις. Πέραινε δὴ οὖν τὸν ἐφ᾽ ἑκάστῳ λόγον, καὶ τίς ἂν γένοιτο διασάφει πάλιν. ΚΥΡ. Οὐκοῦν εἶμί τοι καὶ μάλα προθύμως. Τυφλὸν μὲν οὖν ἔοικε, τὸν ἄσοφόν τε καὶ ἀσύνετον λέγειν, καὶ φῶς οὐκ ἔχοντα θεῖον ἐν ἑαυτῷ τοῦτ᾽ ἔστι, τὸν διὰ Χριστοῦ φωτισμὸν ἐν Πνεύματι, ἀνίερος δὲ παντελῶς, ὁ ἄνους τε καὶ ἄπιστος ἔτι· «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐ μὴ συνῆτε,» φησίν.

Συντετριμμένον δὲ αὖ, τὸν ὁλοτρόπως ἠῤῥωστηκότα, καὶ ὑγιὲς ἔχοντα παντελῶς οὐδὲν, οὔτε μὴν ὀρθοποδεῖν δυνάμενον, ἤγουν δράσαι τι τῶν ἀγαθῶν ἰσχύοντα, εὐρωστίας δὲ τῆς ἐν Χριστῷ καὶ ἐν Πνεύματι παντελῶς ἡττώμενον, πεπόνθασι δέ τι τοιοῦτον, οἱ περὶ ὧν γέγραπται, δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀλλ᾽ ὅγε θεῖος ἡμῖν Μελῳδὸς, τοὺς ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένους, εἰσκεκόμικεν ἱλαροὺς, ψάλλοντάς τε καὶ λέγοντας· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Γλωσσότμητόν τε, καθάπερ ἐγῷμαι, τὸν ὀρθοεπεῖν οὐκ εἰδότα, οὔτε μὴν ἀναφωνεῖν ἰσχύοντα τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν κατὰ τὸ γεγραμμένον, τὸ ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεὸν, πλὴν ὅτι καὶ τὴν τοιάνδε πάλιν ἀποκρούσονται νόσον, ἐν παρουσίᾳ Χριστοῦ, σαφηνιεῖ λέγων ὁ προφήτης· «Καὶ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.» Γλωσσότμητος οὖν ὁ ψελλίζων ἔτι, καὶ λαλεῖν οὔπω δεδιδαγμένος τὴν ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς εἰρήνην, τοῦτ᾽ ἔστι, Χριστὸν, ἤτοι τὰ ἐπ᾽ αὐτῷ.

Μυρμηκιῶντάς γε μὴν καὶ ψωραγριῶντας, καὶ λειχῆνας ἔχοντας εἶναί φαμεν τοὺς, οἵπερ ἂν ἔχοιεν ἔν γε δὴ σφίσιν αὐτοῖς ἐμπαθῆ τὸν νοῦν, καὶ πολλὴν ἐγκατηῤῥωστηκότας τὴν ἐν ἁμαρτίαις φθορὰν, οὐ μὴν ὅτι χρὴ καὶ πρὸς τὸ μεῖον ἄγειν αὐτοὺς διενθυμουμένους, ἐφιέντας δὲ μᾶλλον διέρπειν ἐπὶ τὸ αἴσχιον, καὶ κατευρύνεσθαι πρὸς τὸ χεῖρον. Μυρμηκία τε γὰρ καὶ ἀγρία ψώρα, καὶ μὴν καὶ λειχὴν, ἀεὶ πρὸς ἐπίδοσιν ἰόντα φαίνεται, καὶ πρὸς τὸ χειρόνως ἔχειν διανένευκέ πως, καὶ ὅλην κατὰ βραχὺ διανέμεται τὴν σάρκα. Τοιαῦτα δὲ καὶ τὰ ἐν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἀνακοπτόμενα τῶν παθῶν, ἀσχέτῳ δὲ ὥσπερ ὁρμῇ πρὸς τὸ χεῖρον ἀεὶ διεκτρέχοντα. Ὠτότμητον δὲ, πρός γε δὴ τούτῳ τὸν κολοβόκερκον, τὸν δυσπειθῆ καὶ ἀνήκοον, καὶ τὸν μὴ μέχρι παντὸς εὐσχήμονα κατασημήνειεν ἄν.

Ἢ οὐχὶ τὸ βλάβος εἰς ἀκοὴν, τοῖς γε τὸ οὖς ἀποκεκομμένοις; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τὰ δὲ τῶν ζώων τὴν κέρκον οὐκ ἔχοντα, δοίης ἂν αὐτὸς ἔν γε τῷ καλλίστῳ σχήματι; Οὐδαμῶς· νοσεῖ γὰρ ἐφ᾽ ἑαυτῶν πολὺ δὴ λίαν τὸ ἀπρεπές.

Οὐκοῦν ἀσχήμων καὶ ἀκαλλὴς ὁ ὡς ἐν ζώῳ τυχὸν τῷ τὴν κέρκον οὐκ ἔχοντι πλαγίως ὑποδηλούμενος. Ἀπόβλητον δὲ ποιεῖται τὸ ἄρσεν μὲν, ὅσον ἧκεν εἰς φύσιν, ἐνεργεῖν δὲ τὰ ἀρσένων οὐ δυνάμενον, θλαδίαν δὴ λέγω καὶ ἐκτομίαν· εἶεν δ᾽ ἂν οἱ τοιοίδε πάλιν, οἱ ἐν ὑπολήψει μὲν ἀνδρείας τῆς εἰς ἀρετὴν, οὐ μὴν ἔτι καὶ ἐνεργοὶ πρὸς ἀρετῆς αὐχήματα, ξηροὶ δὲ ὥσπερ καὶ ἄκαρποι, καὶ τὸ δύνασθαι καρποφορεῖν πολυτρόπως παρῃρημένοι. Πλεῖστος γὰρ ὅσος ἡμᾶς ἀνοσίων παθῶν καταβιάζεται δῆμος εἰς τὸ ἄναλκί τε καὶ ἀδρανὲς, καὶ προσέτι τούτῳ τὸ μὴ ἰσχύσαι καρποφορεῖν.

Ταύτῃτοι, καθάπερ ἐγῷμαι, καὶ πολλοῖς ὀνόμασι τὸ εὐνουχισθὲν ὁ νόμος ἀποκαλεῖ· θλαδίαν γὰρ, φησὶ, καὶ ἐκτεθλιμμένον, καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον· παμποίκιλα γὰρ τὰ ἐν ἡμῖν πάθη, διὰ πολλῆς ὥσπερ ἄγοντα τρίβου πρὸς τὸ ἄναλκί τε καὶ ἀδρανές.» ΠΑΛΛ. Πιθανὸς ὁ λόγος. ΚΥΡ. Μυσαρὸν δὲ ὅτι πρὸς τούτοις ἐστὶ, καὶ διὰ χειρὸς ἀλλοτρίας, τὰς ἱερουργίας καταθύειν Θεῷ, προσαπέφηνε λέγων· «Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Δι᾽ οὗ σημαίνεται τυπικῶς, ὡς διὰ μόνου Χριστοῦ προσιτὸς ὁ Πατήρ· αὐτὸς γὰρ ἡμῶν ὁ ἄμωμος ἀληθῶς καὶ μέγας ἀρχιερεὺς, ὁ μεσίτης οἰκονομικῶς· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐν αὐτῷ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν Πνεύματι πρὸς τὸν Πατέρα.» Μώμου δὴ οὖν ἀπηλλάχθαι πρέπει τοὺς οἵπερ ἂν ἕλοιντο τὰς ἑαυτῶν ψυχὰς καθιεροῦν τῷ Θεῷ καὶ Πατρὶ, μεσιτεύοντος τοῦ Χριστοῦ· «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶ, «καθὼς ἐγὼ ἅγιός εἰμι.» ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ.

Καταρυθμίσας δὲ τῆς θυσίας τοὺς τρόπους, ὡς ἐν βουσὶ καὶ προβάτοις, καὶ δι᾽ ἑτέρων ἡμῖν ἐπινοιῶν ἔρχεται, τὸ δεῖν ἀμωμήτως προσιέναι Θεῷ τοῖς τοῦτο δρᾷν εἰωθόσιν, εὖ μάλα παρεγγυῶν· ἔφη γὰρ πάλιν ἐν τῷ Λευϊτικῷ· «Πᾶσαν θυσίαν ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ προσοίσετε ζυμωτήν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ᾽ αὐτοῦ, καρπῶσαι Κυρίῳ, δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ Κυρίῳ, ἐπὶ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται.

Οὐ διαπαύσετε ἅλας διαθήκης Κυρίῳ ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.» Ζύμη μὲν οὖν πανουργίας ἂν εἴη τύπος, οὐχὶ πάντως γε καὶ μόνης τῆς κατεψεγμένης, ἀλλὰ καὶ τῆς ἑτέρας, φημὶ δὴ τῆς ἀγαθῆς καὶ ἐπαινουμένης, ἢν καὶ τῆς σοφίας ὁ λόγος, τοῖς ἀκάκοις ἔτι διδόναι κατεπαγγέλλεται. μέσον γάρ πώς ἐστι τὸ τῆς πανουργίας ὄνομα. Μέλι δὲ αὖ, ἡδονὴν μὲν ἔσθ᾽ ὅτε τὴν σωματικὴν ἡμῖν πλαγίως ὑπαινίττεται, ὡς ἔν γε τῷ φάναι· «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης.» Ποτὲ δὲ καὶ ἀγαθῶν γλυκασμάτων εἰσφέρει τὴν ὑποτύπωσιν. Γέγραπται γὰρ, ὅτι «Φάγε μέλι, υἱέ· ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.» Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ προσκομίζεσθαι δεῖν εἰς κάρπωμα καὶ θυσίαν, ζύμην τε καὶ μέλι. Δέχεται μὲν γὰρ παρὰ τοῦ προσάγοντος εἰς δῶρον καὶ ἀπαρχὴν, ἀνακομίζει δὲ οὐδαμῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ. ΠΑΛΛ. Εἶτα τί τὸ αἴνιγμα διασάφει πάλιν. ΚΥΡ. Δυσέφικτον, ὦ Παλλάδιε, τὸ χρῆμά ἐστι. Τί γὰρ ἂν βούλοιτο δηλοῦν, τὸ ἀπόβλητα μὲν οὐδαμῶς ποιεῖσθαι ταυτὶ, μὴ μὴν ἔτι καὶ εἰς κάρπωμα καὶ θυσίαν ἀνακομίζειν αὐτὰ, πῶς οὐκ ἄναντες ἰδεῖν;

Οἶμαι δὴ οὖν ὅτι καὶ πανοῦργον ἔσθ᾽ ὅτε ψυχῆς ὁσίας καὶ ἀγαθῆς, εἰ δρῷτο κατὰ καιροὺς, καὶ πρόφασιν ἔχοι τὴν εἰς Θεὸν εὐσέβειαν, οὐκ ἀπόβλητον μὲν παρ᾽ αὐτῷ, πλὴν οὐκ ἐν ἴσῳ λόγῳ κατατετάξεται τῆς εὐώδους ἀρετῆς, οὐδ᾽ ἂν εἰς θυσίαν καταλογισθείη τὴν νοητήν.

Ἁπλότης γὰρ μᾶλλον τιμιωτέρα παρὰ Θεῷ. Καταθαυμάζει μὲν γὰρ τὸ Γράμμα τὸ ἱερὸν τὸν θεσπέσιον Ἰακὼβ, οὕτω λέγον· «Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ, οἰκῶν ἐν οἰκίᾳ.» Ἐξῄρηται μὲν γὰρ πάντων τῶν ἀκάκων ἡ πανουργία. Πρὸς δέ γε τοὺς ἁγίους ἀποστόλους αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί.» Ἀλλ᾽ ἔστι τὸ μὲν ἀκέραιον τίμιον παρὰ Θεῷ, καὶ καθ᾽ ἕτερόν που πάντων ἐν ἀμείνοσιν. Τὸ δέ γε πανοῦργον καὶ πονηρὸν, τῇ οἰκονομίᾳ πρέπον τῆς ἀποστολῆς, ᾧ προσεχρῆτο κατὰ καιροὺς καὶ ὁ μακάριος Παῦλος, πανταχῆ διαδιδράσκων τὸ πρόωρον παρ᾽ ἐχθρῶν ὑπομεῖναι θάνατον. Οὐκοῦν τὸ πανοῦργον ἔν γε τοῖς κατὰ Θεὸν σπουδάσμασι, δεκτὸν μὲν ἂν γένοιτο, καταλογισθείη δ᾽ ἂν οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν, εἰ δοκιμάζοιτο κατ᾽ ἰδίαν φύσιν. Κατὰ τὸν ἴσον δὴ τρόπον καὶ τὸ μέλι, τῆς σαρκικῆς ἡδονῆς εἰς τύπον παραληφθὲν, ὑποφήνειεν ἂν, οἶμαί που, τὴν ἐγκόσμιον ταύτην, καὶ σαρκικῶν ἡδονῶν οὐκ ἀπηλλαγμένην ζωήν· τίμιος μὲν γὰρ ὁ γάμος, ταῖς τεκνογονίαις ὑπηρετῶν, καὶ ἀνυπαίτιος κατὰ νόμον, ὁ ἐν Χριστῷ κεχρημένος. Πλὴν οὐκ ἔσται τοῦτό τισιν εἰς ἀρετῆς δύναμιν, οὔτε μὴν ἐν ἴσῳ τετάξεται τοῖς τῆς ἐγκρατείας αὐχήμασιν· ἐπιστέλλει δὲ τοῖς ἐν γάμῳ καὶ ὁ μακάριος Παῦλος· «Μὴ χωρίζεσθε ἀπ᾽ ἀλλήλων, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ δεήσει.»

Καὶ πάλιν· «Ἐπὶ τὸ αὐτὸ ἦτε, φησὶν, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν.» Προσεπήνεγκε δὲ τούτοις· «Ταῦτα δὲ λέγω κατὰ συγγνώμην, οὐ κατὰ ἐπιταγήν.» Ὁρᾷς οὖν ὅτι συγγνώμην δίδωσι τοῖς ἐν γάμῳ; Πῶς οὖν ἀρετὴ, τὸ συγγνώμῃ θεραπευόμενον; «Περὶ δὲ τῆς παρθένου,» φησὶν, «ὅτι μακαριωτέρα ἐστὶν ἐὰν οὕτως μείνῃ,» τοῦτ᾽ ἔστιν, ἄγαμος. Οὐκοῦν οὐκ ἀπόβλητον μὲν τὸ μέλι. δεκτὸς γὰρ ὁ γάμος. Πλὴν οὐκ εἰς ὀσμὴν εὐωδίας, καθὰ καὶ τῆς ἀρετῆς οἱ τρόποι. Ἀλλὰ καὶ ἔν γε μὴν τοῖς θύμασιν ἐπιπάττονται ἅλες, χρῆναι γὰρ οἶμαι καταθύειν ἡμᾶς σοφῶς τε καὶ ἐμφρόνως, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὖ μάλα διηρτημένους.

Τὸ γὰρ ἄχαρί τε καὶ ἄνοστον, πρέποι ἂν ἥκιστά γε τοῖς εὐσεβεῖν ἑλομένοις. Ταύτῃτοι καὶ ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς,» τοῖς ἁγίοις ἔφασκε μαθηταῖς. Ἐπιστέλλει δὲ καὶ ὁ Παῦλος· «Ὁ λόγος ὑμῶν ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» ΠΑΛΛ. Ἄραρεν οὖν ὅτι τὸ ἔμφρον τε καὶ ἐπίχαρι, διὰ τῶν ἁλῶν σημαίνεται. ΚΥΡ. Ὧδε ἔχει· χρῆναι δὲ οἶμαι λοιπὸν εὖ μάλα διῃρηκότας τοὺς ἐπί γε τὸ δεῖν καταθύειν τρόπους, ἐξ αὐτῶν ἤδη τῶν ἱερῶν καταθρεῖν Γραμμάτων, τὸ ὅπως ἂν γένοιτο τοῖς τὴν ἁμαρτίαν διηῤῥωστηκόσι, διεκδύναι τὴν νόσον, καὶ τὰ ἐκ τοῦ πλημμελεῖν διακρούσασθαι βλάβη· γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγων· Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως, ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ᾽ αὐτῶν· ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας. Καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου.

Καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστι παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

Καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, περιελεῖ ἀπ᾽ αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τοὺς δύο νεφροὺς, καὶ στέαρ τὸ ἐπ᾽ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτὸ, ὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως, καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ. Καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν οὗ ἐκχέουσι τὴν σποδιὰν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρὶ, ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.» Ἄρχοντος μὲν οὖν πέρι, συναφαμαρτεῖν αὐτῷ τοῦ πρέποντος, καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς παρασκευάζοντος, τὰ τοιάδε φησίν· ἐπεχρησμῴδησε δὲ τούτοις εὐθύς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ τῶν υἱῶν Ἰσραὴλ ἀγνοήσῃ καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας.» Ἱερουργεῖσθαι δὲ δεῖν αὐτὸν κατὰ τὸν ἴσον τῷ πρώτῳ τύπον, εὖ μάλα φησί. ΠΑΛΛ. Τίς οὖν ἂν εἴη πάλιν ὁ ἔν γε τουτοισὶ λόγος; ΚΥΡ.

Σαφὴς, ὦ Παλλάδιε, καὶ οὐ χαλεπὸς ἑλεῖν, τοῖς γε ὅλως ἀρτίφροσιν. Ἐν Χριστῷ γὰρ ἡ κάθαρσις ἱερέων, καὶ λαοῦ, σμικροῦ καὶ μεγάλου, καὶ συλλήβδην ἁπάντων, καὶ εἰ καθ᾽ ἕνα τυχὸν πλημμελοῦντες ἁλισκοίμεθα, διά τοι τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον, ἤγουν ἀνεθελήτως ἐκβεβιάσθαι τυχὸν, εἴς γε τὸ ἥκιστα δοκοῦν τῷ πάντων Δεσπότῃ Θεῷ. Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει Δαβίδ· «Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.» Ὡς δὲ ἀγαθὸν ὄντα φύσει, χρηστόν τε καὶ φιλοικτείρμονα καὶ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνοηκότα τὸ ἄναλκι, μονονουχὶ καὶ καταιτιᾶται σαφῶς ὁ μακάριος Ἰὼβ, μέλλοντά τε καὶ ἀναδυόμενον πρὸς τὸ ἀνεῖναί τισι τὰς ἁμαρτίας. Οὕτω δέ φησι· «Καὶ ἵνα τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου;» Προσανακεκράγει δὴ οὖν ὁ νόμος, ὡς ἐν Χριστῷ τε καὶ μόνῳ δικαιωθήσονται διὰ πίστεως οἱ ταῖς ἁμαρτίαις ἐνισχημένοι. Αὐτὸς γάρ ἐστιν ὁ μόσχου δίκην ὑπὲρ ἡμῶν σφαγιαζόμενος παρὰ τὰς θύρας τῆς ἱερᾶς τε καὶ θείας σκηνῆς, ἵν᾽ ἡμῖν ἀνευρύνῃ τὴν εἰς τὸ εἴσω πάροδον, αὐτὸς ὁ τὰς ἁμαρτίας ἡμῶν αἴρων, κατὰ τὴν τοῦ προφήτου φωνήν.

Τουτὶ γὰρ οἶμαι δηλοῦν, τὸ ἐπιτίθεσθαι τὰς χεῖρας τῷ μόσχῳ, αὐτὸς ὁ διὰ τοῦ αἵματος εἰσπεφοιτηκὼς εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ λύτρωσιν ἡμῖν ἁγίαν εὑράμενος, καὶ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· αὐτός ἐστιν ὁ ἐν τῷ ῥαντισμῷ τοῦ ἰδίου αἵματος ἁγιάζων τὴν Ἐκκλησίαν, καὶ τοῦτο πλουσίως. «Βάψει» γὰρ, φησὶν, «ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις τῷ δακτύλῳ ἔναντι Κυρίου.»—«Προσεληλύθαμεν» γὰρ, φησὶν, «Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι, παρὰ τὸν Ἄβελ.» Τοῦ μὲν γὰρ Ἄβελ τὸ αἷμα κατεκεκράγει πρὸς Θεὸν, καταδικάζον τοῦ φονευτοῦ, τὸ δὲ τίμιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, λαλεῖ περὶ ἡμῶν τὰ ἀμείνω πρὸς Θεόν. Ἐκκέχυται γὰρ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα.

Προσεχεῖτο δὲ τοῦ μόσχου τὸ αἷμα τῇ βάσει τοῦ θυσιαστηρίου· καὶ γάρ ἐστιν ἅγιός τε καὶ ἱερὸς ἀληθῶς ὁ Χριστοῦ θάνατος. Καὶ ἀναφέρεται μὲν τὰ ἐντόσθια, πιμελὴ καὶ νεφροὶ καὶ λοβὸς ὁ τοῦ ἥπατος. Εὐώδη γὰρ πάντα τὰ ἐν Χριστῷ, τά τε ἐξωφανῆ, καὶ τὰ κεκρυμμένα· ὁ Λόγος γὰρ ἦν ἅγιος, καὶ οὐδὲν ἐν αὐτῷ τὸ μὴ καθαρόν. Κατακαίεταί γε μὴν ἔξω τῆς πύλης τὸ δέρμα καὶ τὰ λοιπά· οὐδὲ αὐτὸν ἡμῖν ἀπαράδεκτον τοῦ πάθους τὸν τόπον ἐῶντος τοῦ νόμου.

Τοιγάρτοι καὶ πρὸς ἡμᾶς ὁ θεσπέσιος ἔφη Παῦλος· «Ἐξερχώμεθα οὖν ἔξω τῆς πύλης τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,» τοῦτ᾽ ἔστι, τὸν ὑπὲρ ἡμῶν τε καὶ δι᾽ ἡμᾶς σταυρόν. Καὶ αὐτὸς δέ πού φησιν ὁ Σωτήρ· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἔοικε δὲ τὸ ἔξω τῆς πύλης ὁ ἱερώτατος Παῦλος, τὸ ἔξω τοῦ κόσμου νοεῖν.

Ζωῆς γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ. Καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος. Ἔφη γὰρ ὧδε περὶ Χριστοῦ· «Δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Περιπατοῦντες δὲ ἐπὶ τῆς γῆς οἱ ἅγιοι, διαβιῶναι σπουδάζουσιν οὐκέτι μὲν ἐπιγείως, ἔχειν δὲ μᾶλλον ἐν οὐρανῷ τὸ πολίτευμα.

Κάθαρσις δὲ τοῖς μεμολυσμένοις, ἡ σποδιὰ μετὰ ὕδατος. Λυτήριον γὰρ ἁμαρτίας, τοῦ Σωτῆρος τὸ πάθος, ἁγιάζων ἡμᾶς δι᾽ ὕδατος, δι᾽ οὗ κερδανοῦμεν οὐ σαρκὸς ἀπόθεσιν ῥύπου, κατὰ τὸ γεγραμμένον, ἀλλὰ τῶν ἐν ψυχαῖς μολυσμῶν τὴν ἀπόνιψιν· «Λούσασθε» γὰρ, φησὶν, «καὶ καθαροὶ γίνεσθε·» καὶ προφητικὸς ἡμῖν ἄνωθεν διεκελεύετο λόγος. ΠΑΛΛ. Ἐν μόσχῳ δὴ οὖν ὡς ἐν εἰκόνι καὶ τύποις, ὁ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ σκιαγραφεῖται θάνατος. ΚΥΡ. Συνίης εὖ μάλα, καὶ πρός γε δὴ τούτῳ καταθαυμάσαις ἂν, οἶμαι, καὶ εἰς ἐκεῖνο βλέπων. ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Εἰ μὲν γὰρ ἁμάρτοι, φησὶν, ὁ ἡγούμενος ὁμοῦ τῶν ὑπεζευγμένων, εἴ τ᾽ οὖν αὐτὴ καθ᾽ ἑαυτὴν ἡ ὑπὸ χεῖρα πληθὺς, μόσχος ἔσται τὸ θῦμα. Ἐναλοὺς δὲ πταίσμασιν ἰδικοῖς ὁ ἡγούμενος, προσκομιζέτω, φησὶ, χίμαρον ἐξ αἰγῶν. Εἰ δὲ δή τις εἴη τῶν ἐν λαοῖς, ἄρσεν μὲν οὐκέτι, θῆλυ δὲ ἔστω τὸ σφάγιον· Ἀναγνώσομαι δὲ, εἰ δοκεῖ, καὶ τοὺς ἐπὶ τοῖσδε νόμους, ἔφη γὰρ ὧδε· «Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἢ οὐ ποιηθήσεται ἀκουσίως, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον, περὶ ἁμαρτίας· καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, ἁμαρτίας ἐστί.

Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.» Καὶ πρός γε δὴ τούτοις, «Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ.» Καὶ τῆς θυσίας τὸν τρόπον, ὅπως ἂν γένοιτο, διειπών· «Ἐὰν δὲ πρόβατον προσενέγκῃ,» φησὶ, «τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό.» Συνίης οὖν, ὦ Παλλάδιε, τοῦ μυστηρίου τὸ βάθος, ὡς ἐν ἐσόπτρῳ καὶ σκιαῖς τοῖς ἀρχαιοτέροις ἀνατυπούμενον; Ἰσομοιρεῖ γὰρ ὥσπερ τῷ μεγέθει τῶν πλημμελημάτων, ἡ τῶν θυμάτων προσαγωγή· καὶ μόσχος μὲν ἧν ὑπὲρ ἄρχοντός τε καὶ λαοῦ, κοινὴ τάχα που καὶ μίαν ἠῤῥωστηκότοιν τὴν ἁμαρτίαν.

Ἔριφος δὲ εἷς, ὑπὲρ ἑνὸς, ἤτοι μιᾶς ψυχῆς· ἑαυτὸν γὰρ προσκεκόμικεν ὁ Χριστὸς, ἅμα μὲν ὑπὲρ πάντων, ὡς ἐν εἰκόνι τῷ μόσχῳ, βαρεῖ τε καὶ μεγάλῳ θύματι· «Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἐρίφου δὲ καὶ προβάτου δίκην, ὑπὲρ ἑκάστου καὶ ἰδικῶς διὰ τὸ ὡμοιῶσθαι, φημὶ, τοῖς ὑφ᾽ ἁμαρτίαν, καὶ ἐν τοῖς ἀνόμοις λελογίσθαι, κατὰ τὰς Γραφάς· ἀνόμου δὲ τύπος, ὁ ἔριφος, ὡς ἄκαρπος καὶ ξηρός. Παρίστησι γοῦν ὁ Χριστὸς, ὡς πρόβατα μὲν ἐκ δεξιῶν, τοὺς ἁγίους, ὡς ἐρίφους δὲ καὶ ἐξ εὐωνύμων τοὺς τῆς ἀνομίας ἐργάτας. Οὐκοῦν τὸ ἐπίδοξον αὐτοῦ καὶ ὑπερφυὲς κατίδοι τις ἂν ὡς ἕν γε τῷ μόσχῳ. Τὸ δὲ ὁμοιοῦσθαι τοῖς καθ᾽ ἡμᾶς, λελογίσθαι δὲ ὅτι καὶ ἐν τοῖς ἀνόμοις, διὰ τοῦ χιμάρου νοήσεις. Ἐσφάζετο δὲ καὶ ὡς πρόβατον, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν εἰς πραότητα θυσίας ὑπεροχήν. «Ὡς πρόβατον γὰρ ἤχθη,» φησὶ, «καὶ ὡς ἀμνὸς, ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Ἀλλ᾽ εἰ μὲν εἴη τυχὸν ἡγούμενος ὁ ταῖς πλημμελείαις ἔνοχος, ἄρσην ὁ χίμαρος ἦν. Εἰ δὲ δή τις ἐν λαοῖς καὶ καθ᾽ ἕνα, θῆλυ τὸ σφάγιον, κἂν εἴ τε πρόβατον εἴη τυχὸν, εἴτ᾽ οὖν ἐξ αἰγῶν, καὶ ἐν τῇ τῶν θυμάτων διαφορᾷ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ σοφὸν, τοῦ νόμου κατασημαίνοντος. Ἡγεμονεῦον μὲν γὰρ ἀεί πώς ἐστι, καὶ ἐν τιμῇ πρώτῃ τὸ ἄρσεν, ἑπόμενον δὲ καὶ ἐν δευτέροις τὸ θῆλυ.

Ἀναλόγως δὴ οὖν τοῖς ἑκάστου πταίσμασι, καὶ ἡ διὰ Χριστοῦ κάθαρσις ἔν γε τοῖς προεστηκόσι καὶ ἡγουμένοις, καὶ τοῖς ὑπὸ χεῖρα, καὶ καθ᾽ ἕνα τε καὶ ὑπεζευγμένοις.

Εἶεν γὰρ οὐκ ἐν ἴσοις αἰτιάμασι πεσόντες εἰς ἁμαρτίαν, ἡγούμενος καὶ λαὸς, ἀλλ᾽ ἐν μείζοσι που πάντως, ἡγούμενοι. Τοιγάρτοι πλουσιωτέρᾳ διασμήχονται χάριτι. ΠΑΛΛ. Συνίημι ὃ φής· ἄμεινον γὰρ θατέρου, τὸ ἄρσεν. ΚΥΡ. Ἴδοις δ᾽ ἂν ἐν Χριστῷ, τὸ ὡς ἐν δόξῃ διάφορον· ἄρχων μὲν γάρ ἐστι καὶ τῶν ὅλων καθηγητὴς ὁμολογουμένως, ὡς Θεὸς καὶ Κύριος. Γέγονε δὲ καὶ ὡς ἐν τάξει δεύτερος, διὰ τὸ ἀνθρώπινον, τέθειται δὲ καὶ ὑπὸ νόμον, ὡς ὑφηγούμενος. ΠΑΛΛ. Πιθανὸς ὁ νοῦς. ΚΥΡ. Καὶ ἑτέρους δὲ μολυσμῶν ἐπισυνάπτει τρόπους, καὶ τὸν ἐφ᾽ ἑκάστῳ δὴ πάλιν, προκεχρησμῴδηκεν ἁγνισμὸν, ὡς ἐν Χριστῷ πληρούμενον. Ἔφη δὲ οὕτως· «Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.

Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων, ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ, ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾽ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων· καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατ᾽ αὐτῆς· καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.» Ἄθρει δὴ οὖν ὅτι τὸν ὁρκισμοῦ φωνῆς ἐπαΐοντα, καὶ παρ᾽ οὐδὲν ὅλως τὸ πρᾶγμα πεποιημένον, καὶ τὸν ἑτέροις ἔνοχον μολυσμοῖς, καὶ μὴν ἐπὶ τούτῳ, τὸν ἐπὶ τῇ ψευδορκίᾳ κατεγνωσμένον, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτῳ τίθησι πλημμελείας τρόπῳ· μολυσμὸς γὰρ ἀληθῶς ἐξαίσιος, καὶ εἰς αὐτό που τὸ λοῖσθον ἀναθρώσκει τῶν κακῶν, ἡ εἰς Θεὸν καταφρόνησις, καὶ ταῖς σαρκικαῖς ἀκαθαρσίαις ἐγγύς τε καὶ ἀδελφὸν τὸ πλημμέλημα, ἢ οὐκ ἐν ἴσῳ θετέον λόγῳ τὴν ἐπάρατον ψευδορκίαν καὶ ὁρκισμοῦ καταφρόνησιν; ΠΑΛΛ.

Πάνυ μὲν οὖν· ἰσοπαλῆ γάρ πως ἐπ᾽ ἀμφοῖν ἀεὶ τὰ ἐγκλήματα. ΚΥΡ. Ἕψεται δὴ οὖν καὶ τούτοις ἡ λύσις δι᾽ ἐξαγορεύσεώς τε καὶ μὴν καὶ ἀμνάδος, ἤτοι προβάτου σφαγῆς· «Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος,» φησὶν, «ἵνα δικαιωθῇς.» Καὶ μὴν καὶ ὁ θεῖος ἀναφωνεῖ Δαβίδ· «Εἶπα· Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Πλὴν, οὐκ ἀπόχρη εἰς τὴν τελείαν ἀπόνιψιν τὸ ἐξαγορεῦσαι μόνον, ἀπαλλάττει δὲ παντελῶς ὁ Χριστοῦ θάνατος, παθόντος ὑπὲρ ἡμῶν, καὶ ταῖς ἁπάντων ἡμῶν ἁμαρτίαις ἑαυτὸν ὑποφέροντος ὡς ἐν εἴδει παντὶ τῶν ἡμέρων ζώων· ἐν μόσχῳ δὴ λέγω, καὶ μὴν καὶ προβάτῳ καὶ αἰγί. Ἀπροφάσιστον δὲ ὥσπερ καθιστὰς ὁ νόμος τὸ ῥᾴθυμον εἰς θυσίαν, τοῖς ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, εἰ μὴ μόσχον τις ἔχοι καὶ πρόβατον, τοῖς κατὰ χεῖρα καὶ ἐν ἰσχύϊ τιμᾷν ἀναπείθει, λέγων· «Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον, καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ, καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας, ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου.

Τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου. Ἁμαρτίας γάρ ἐστι, καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.» Τρυγόνι μὲν δὴ καὶ περιστερᾷ παρεικαστέον εὖ μάλα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅτι τὸ μέν ἐστιν εὐφωνότατόν τε καὶ λαλίστατον ἐν στρουθίοις, τὸ δὲ ὅτι μάλιστα πρὸς ἄκρον ἥκει πραότητος. Ἄμφω δὲ ἦν ἐν Χριστῷ.

Πᾶσαν μὲν γὰρ κατεκήλησε τὴν οἰκουμένην τοῖς εὐαγγελικοῖς κηρύγμασι, τρυγὼν ἡ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ, λιγυρὸν ὥσπερ ἐνιεῖσα μέλος, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατατρανοῦσα θέλησιν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Ὃν ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐκάλει δὲ καὶ ἡμᾶς πρὸς μίμησιν τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ ἡμερότητος, οὕτω λέγων· «Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Λήψεται τοίνυν τὴν τρυγόνα, φησὶν, «ὁ ἱερεὺς, καὶ ἀποκνίσει τῷ ὄνυχι. Σφάζεται γὰρ οὕτω τὰ ἐλαφρὰ τῶν στρουθίων. Πλὴν, οὐκ εἰσάπαν ἀποτεμεῖ, δῆλον δὲ ὅτι τὴν κεφαλήν. Πέπρακται γὰρ οὕτως ὁ Χριστοῦ θάνατος, οὐκ εἰς μερισμὸν, ἀλλ᾽ εἰς ἕνωσιν. Τοιγάρτοι καὶ ἐν ἀρχαῖς ἐπὶ τὸ Πάσχα τιθεὶς νόμον, καταθύεσθαι μὲν προστέταχε τὸν ἀμνὸν, πλὴν »Ἐν οἰκίᾳ βρωθήσεται,» φησὶ, «μιᾷ, καὶ οὐκ ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω.» Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστὸς, ἀλλ᾽ εἷς ὁλοκλήρως καὶ ἐν ἑκάστῳ καὶ ἐν πᾶσίν ἐστι, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, συλλέγων ἡμᾶς εἰς ἕνωσιν τήν τε πρὸς ἀλλήλους ἐν ὁμοψυχίᾳ, καὶ τὴν δι᾽ ἑαυτοῦ πρὸς Θεὸν ἐν Πνεύματι.

Ὅτι τοίνυν οὐ μερισμοῦ πρόξενος, ἀλλ᾽ ἑνώσεως πρὸς ἡμᾶς ὁ Χριστοῦ γέγονε θάνατος, ἐδήλου πλαγίως τὸ θύεσθαι μὲν τὸ στρουθίον, οὐ μὴν καὶ εἰσάπαν ἀποκείρεσθαι τοῦ σπονδούλου τὴν κεφαλήν· ὅτι δὲ ἁγιάζει τὴν Ἐκκλησίαν τῷ ἰδίῳ αἵματι, κατασημήνειεν ἂν, τὸ τῷ αἵματι τοῦ στρουθίου καταραίνεσθαι τὴν σκηνὴν καὶ τὰ ἐν αὐτῇ. Μία δὲ τρυγὼν ὑπὲρ ἁμαρτίας, καὶ μία πάλιν, εἰς ὁλοκαύτωμα, νοεῖται δὲ δι᾽ ἀμφοῖν ὁ Χριστὸς, καὶ ἀποθνήσκων ὑπὲρ ἡμῶν, καὶ εἰς ὀσμὴν εὐωδίας ὁλοκαυτούμενος τῷ Πατρὶ, καὶ μὴν καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς ἑαυτὸν ἀνατιθείς. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ὑποβιβάζει γε μὴν ὁ νόμος καὶ εἰς τὸ λίαν εὐπόριστον τῆς θυσίας τὸν τρόπον· καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις ποιεῖσθαι προστάττει, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον ὑποτεμνόμενος πανταχῆ, καὶ ἀπροφάσιστον καθιστὰς τοῖς ἑλοῦσι τὸ ῥᾴθυμον. Γράφει δὲ ὧδε πάλιν· «Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἶφι σεμιδάλεως περὶ ἁμαρτίας. Οὐκ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστὶ, καὶ οἴσει αὐτὴν πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ᾽ αὐτῆς πλήρη τὴν δράκα αὐτοῦ, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίου, ἁμαρτία ἐστί.

Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφ᾽ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. Τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως.» Ἀλλ᾽ ἔν γε δὴ τούτοις, περὶ Χριστοῦ μὲν οὐκέτι, τὴν δὲ τοῦ προσάγοντος ζωὴν, καὶ τὴν ἐν Χριστῷ πρόσοδον, καὶ τὴν εἰς Θεὸν ἀφιέρωσιν, ὁ τῆς θυσίας ἡμῖν ὑποφαίνει τρόπος. Προσφέρεται μὲν γὰρ σεμίδαλις ἄρτου γένεσις. Ζωῆς δὲ τύπος, ὁ ἄρτος· ἀλλ᾽ οὔτε λιβάνῳ καταπάττεσθαι δεῖν αὐτὴν, οὔτε μὴν ἐλαίῳ δεδεῦσθαι λέγει, σοφήν τε καὶ ἀναγκαίαν τοῦ τοιοῦδε τὴν ἀφορμὴν εὖ μάλα προαναφωνῶν, ὅτι περὶ ἁμαρτίας ἐστὶν, ἧς ἂν εἴη πάντη τε καὶ πάντως ἀπωτάτω τὸ ἱλαρὸν, ὡς ἐν ἐλαίῳ νοούμενον, καὶ μέν τοι τὸ εὐῶδες, ὡς ἐν λιβάνῳ τυχόν· εἴη δ᾽ ἂν οὐκ ἀμφίλογον, ὅτι χρῆμα στυγνὸν καὶ ἄοσμον ἀληθῶς, ἡ ἐν ἡμῖν ἁμαρτία. Καταπλουτήσει δὲ ἐφ᾽ ἑαυτῇ, τῆς ἀρετῆς ἀεί πως τὸ ἱλαρὸν, δι᾽ ἐλπίδος τῆς εἰς Θεὸν πολὺ τὸ εὐῶδες ἐχούσης, ὡς ἐν πιότητι δηλονότι τῇ νοητῇ. Τύπος οὖν ἄρα ζωῆς, τῆς μὴ ἐχούσης τὸ ἱλαρὸν καὶ εὐωδίας ἐρήμης, ἡ λιβάνου δίχα καὶ ἐλαίου σεμίδαλις, ἀλλ᾽ ἐν Χριστῷ καὶ αὐτὴ μεταστήσεται πρὸς τὸ ἱλαρόν. Δέχεται δὲ καὶ τὸ εὐῶδες ἐν πίστει, καὶ προσφέρεται τῷ Θεῷ δι᾽ αὐτοῦ, τοῦ διασμήχοντος τοὺς μεμολυσμένους, καὶ ἀπονίζοντος νοητῶς τοὺς ἐναλόντας ἀκαθαρσίᾳ. «

Δράξεται γὰρ,» φησὶν, «ὁ ἱερεὺς ἀπὸ τῆς σεμιδάλεως, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ.» Ἐν Χριστῷ γὰρ ἡμῶν ἡ προσαγωγὴ, καὶ δι᾽ αὐτοῦ προσίεμεν οἱ μεμολυσμένοι. Δικαιούμεθα δὲ διὰ πίστεως, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατιθέμεθα τῷ Πατρὶ, ἑαυτοὺς μὲν οὐκέτι, Χριστὸν δὲ τὸν ἐν ἡμῖν, εὐωδίαν ἔχοντες τὴν πνευματικήν. ΠΑΛΛ. Ἀτρεκὴς ὁ λόγος. ΚΥΡ. Καὶ πρός γε δὴ τούτοις, καὶ εἰ γένοιτό τινας προσκροῦσαι Θεῷ, καὶ ὑφελέσθαι τι τῶν ἡγιασμένων, εἴτ᾽ οὖν ἀνήνασθαι τὸ ἐπηγγελμένον, καὶ μηδὲ παραχρῆμα προσενεγκεῖν, καὶ τὸ ῥᾴθυμον ἐν τούτοις, λήθης ἔγκλημα παθεῖν, διακαθαίρει πάλιν. Γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἢ ἂν λάθῃ αὐτὴν λήθη, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε· καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀποτίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾽ αὐτὸ, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ, καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.» Πάνδεινον γὰρ ἀληθῶς, τὸ ὑφελέσθαι τι τῶν ἡγιασμένων καὶ ἀνατιθεμένων εἰς δόξαν Θεοῦ. Ἐν ἴσῳ δὲ τρόπῳ διαβεβλήσεται, καὶ οὐκ ἐν μικραῖς αἰτίαις, τὸ μὴ ἀποτίσαι τὰ ἐπηγγελμένα. «

Τέκνον γὰρ,» φησὶν, «ἐὰν εὔξῃ εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Ἐκολάζοντο δὲ καὶ οἱ Ἠλεὶ παῖδες, ὑποκλέπτοντές τινα τῶν ἁγίων, καὶ σφετεριζόμενοι τὰ τοῦ Θεοῦ. Τίς οὖν ἂν γένοιτο καὶ τοῦδε τυχὸν ἡ ἄφεσις; Ἢ πῶς ἂν ἐκλύσοιεν αἰτίας τὸν πόδα, καὶ ἀπαλλάττοιτό τις; Πρῶτον μὲν εἰ πλουσιωτέραν τῶν ὑφαιρεθέντων ποιοῖτο τὴν ἀντέκτισιν· Προσθήσει γὰρ τὸ ἐπίπεμπτον, φησὶν, εἶτα κριὸν εἰς θυσίαν εἰ προσοίσειεν ὠνητόν. Τύπος ἂν εἴη τὸ χρῆμα, Χριστοῦ, ὃν οἱ τῶν Ἰουδαίων προεστηκότες ἐξεπρίαντο τρόπον τινὰ, τριάκοντα δηναρίων, ἃ τῷ προδότῃ κατέθεντο μαθητῇ. Οὐκοῦν ἐν Χριστῷ, καὶ τῶν εἰς Θεὸν αἰτιαμάτων, ἡ ἄφεσις. Ὅτι δὲ καὶ τῶν εἰς ἀνθρώπους ἀδικημάτων ἀπαλλάξειεν ἂν αὐτὸς, ἀταλαίπωρον ἰδεῖν, τὸν γείτονά τε καὶ ἐφεξῆς ἀνεγνωκόσι νόμον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδοῦσα παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσεται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις.

Καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ, καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾽ αὐτὸ, τίνος ἐστὶν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ, καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε.

Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησε καὶ ἐπλημμέλησεν ἐν αὐτῷ.» Ὁρᾷς τῆς ἀποκαθάρσεως ἐν ἴσῳ τρέχοντα, καὶ πληρούμενον δι᾽ ἀμφοῖν τὸν τρόπον; Ἐκτίσει γὰρ δὴ σὺν πλεονασμῷ, καὶ κριοῦ προσαγωγῇ· τά τε εἰς Θεὸν ἐγκλήματα, τά τε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἀποκρούεσθαι δεῖν ὁ νόμος εὖ μάλα διεκελεύετο. Μερικὴ δὲ οὔτι που δικαίωσις ἐν Χριστῷ, τελεία δὲ μᾶλλον τοῦ κατασπιλοῦν εἰωθότος ἀπόνιψις· τοιγάρτοι καὶ ἔφασκεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Εἰ δὲ τὸ κρίνεσθαι διαπέφευγεν, ὁ τὴν ἐν πίστει δικαίωσιν εἰσποιητὴν ἔχων διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη λέγειν ὡς διέδρα τὰ ἐγκλήματα· καὶ τρόπος αἰτιαμάτων ἰσχύσειεν ἂν οὐδεὶς, κατά γε τοιοῦδε, φημί. «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Οὐκοῦν τοῖς λελυπημένοις τῶν ἀδελφῶν, διὰ πραγμάτων ἀπολογούμενοι, τὴν ἐν Χριστῷ δικαίωσιν ἑτοιμοτάτην εὑρήσομεν.

Οὕτω καὶ Ζακχαῖος ὁ τελώνης κεκλημένος εἰς ἀποστολὴν, οὐχ ὡς ἕψεται μόνον τῷ κεκληκότι κατεπηγγέλλετο, ἀλλὰ καὶ πάντα ὅσα ἂν ἠδίκησεν ἀποδώσειν ἐν τετραπλῷ. Χρῆναι γὰρ οἶμαι τοὺς μέλλοντας ἔν γε δὴ σφίσιν αὐτοῖς ἔνοικον διὰ τοῦ Πνεύματος ποιεῖσθαι Χριστὸν, προαπονίζεσθαι ῥύπους, καὶ προαποσμήχειν ἐγκλήματα, λαμπρὰν δὲ οὕτω καὶ ἀκηλίδωτον ἀποφαίνειν αὐτῷ τὴν ἰδίαν ψυχὴν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μελῳδὸς ἐν καλῷ τῆς τοιαύτης ἀρετῆς γεγονὼς, ἀνεφώνει λέγων· «Ἑτοίμη ἡ καρδία μου, ὦ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.» Ὥσπερ γὰρ καθαροῖς μὲν οὖσι τοῖς ἐρίοις ἐνιζάνουσιν αἱ βαφαὶ, εἰ δὲ ῥύπου τι μέτεισι λείψανον, εὐαπόβλητον εὐθὺς τὸ εἰσκεκριμένον, καὶ ἀσφαλῆ τὴν ἕδραν οὐκ ἔχον ἐν αὐτοῖς· οὕτω καὶ ἡ Χριστοῦ μέθεξις, ταῖς μὲν ἁγίαις καὶ καθαραῖς εἰσδύεται ψυχαῖς, ταῖς δὲ μὴ οὕτως ἐχούσαις, οὐδ᾽ ἂν ὅλως ἐνιζήσειεν· «Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξεται δόλον,» κατὰ τὸ γεγραμμένον, «καὶ οὐ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις.» Οὐκοῦν θεραπεύοντες τοὺς ἠδικημένους, καὶ τοῖς εἰς φιλίαν κατορθώμασι τὰς τῶν ἀδελφῶν ἀποκείροντες λύπας, αἰτίας ἑαυτοὺς ἁπάσης ἀπαλλάξομεν, καὶ τὴν ἐν Χριστῷ κερδανοῦμεν ἄφεσιν. ΠΑΛΛ. Ὀρθότατα ἔφης. ΚΥΡ.

Βούλει δὴ τούτοις καὶ ἑτέρους ἐννοιῶν ἐπισυλλέγοντες τρόπους, τά τε ἐκ μολυσμῶν ἐγκλήματα, καὶ τὰ ἐφ᾽ ἑκάστῳ τεθεσπισμένα πρὸς ἀποκάθαρσιν ἐξηγώμεθα; ΠΑΛΛ. Πάνυ μὲν οὖν, ἀμφιλαφεστέραν γὰρ οὕτω τὴν ὄνησιν ἐξεργάσαιτ᾽ ἂν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. ΚΥΡ. Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.» Ὅτι μὲν οὖν τοῖς ἐξ ἀνάγκης καὶ ἀβουλήτως συμβαίνουσιν, οὐκ ἂν, οἶμαι, δόξειεν εἰκότως ἐπιτιμᾷν ὁ νόμος ἡμῖν, ἐν τούτοις, παντί τῳ σαφές· κολάζεται γὰρ ἀνθ᾽ ὅτου, τὸ σώματος πάθος, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν ὅπως ἂν ἔχοι δικαίαν, ὁ σαρκικαῖς ἀῤῥωστίαις περιπεσών; σοφὸν οὖν ἄρα καὶ ἀναγκαῖον εἰς εἰκόνα καὶ τύπον τῶν ἐν ψυχαῖς νοσημάτων, δέχεσθαι τὰ σωματικά.

Εἴη γὰρ ἂν οὕτω πνευματικὸς ὁ νόμος, καὶ ψῆφος ὁσία τὰ ἐφ᾽ ἑκάστῳ παρὰ Θεοῦ κατὰ καιροὺς κεχρησμῳδημένα, οὐχὶ τοὺς ἀνεθελήτοις ἐναλόντας νόσοις, ταῖς δίκαις ὑπάγοντα, ἀλλ᾽ οἷς ὁ τοῦ πλημμελῆσαι λόγος, ὁσίαν ἂν ἔχοι τὴν ἐπίπληξιν. ΠΑΛΛ. Ὡς εὖγε δὴ φής. ΚΥΡ. Ἀποπέμπεσθαι μὲν οὖν τῆς παρεμβολῆς προστέταχε λεπρὸν, ἰσχνοτάτην δὲ λίαν ἐπ᾽ αὐτῷ ποιεῖται τὴν βάσανον, καὶ δοκιμάζεσθαι δεῖν ἐπιτάττει τὴν νόσον, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς, καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, ἀχθήσεται πρὸς Ἀαρὼν τὸν ἱερέα, ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκὴ, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ δέρματος τοῦ χρωτὸς, ἁφὴ λέπρας ἐστὶ, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ μιανεῖ αὐτόν.

Ἐὰν δὲ καὶ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκὴν, αὐτὴ δέ ἐστιν ἀμαυρὰ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον, καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον.

Καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφὴ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστι. Καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ, καθαρὸς ἔσται. Ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτὸν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ, καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· λέπρα ἐστίν.» Ἰσχνομυθία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ οὐχ ἕτοιμος ἑλεῖν ὁ ἐπὶ τοῖσδε λόγος. Ἀναγκαῖον δὲ οἶμαι συνενεγκόντα τὸν νοῦν, ὡς ἐν ὀλίγοις εἰπεῖν, τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος.

Προεξηγήσομαι δὲ τέως τοῦ πάθους τὴν διαφοράν. Λέπρα μὲν οὖν τοῖς ἀνθρωπίνοις σώμασι παγχάλεπόν ἐστι πάθος, καὶ δυσδιάφυκτον καὶ βορόν· συμβαίνει δὲ κατὰ νέκρωσιν. Κοιλαίνεται μὲν γὰρ τὸ τραῦμα εὐθὺς, δαπανωμένου τοῦ δέρματος, καὶ εἰς βάθος ἀεὶ συνιζάνοντος· ἅτε δὴ, καὶ διερπούσης ἀεὶ πρὸς τὸ κάτω τῆς φθορᾶς. Ὅθεν τοι, καθάπερ ἐγῷμαι, καὶ ἡ θρὶξ ἐπανθοῦσα τοῖς τόποις μαραινομένη, καταλευκαίνεται, καὶ οἱονεί τι φυτὸν τῇ ὑποκειμένῃ συγκαταφθείρεται γῇ. Λέπρα μὲν οὖν τὸ τοιόνδε πάθος. Λεύκη δὲ πάλιν, ἀῤῥώστημα σαρκικὸν τῇ λέπρᾳ προσεοικὸς, πλὴν οὐκ ἐνίησι τὸ λυποῦν εἰς βάθος, οὔτε μὴν εἰσπέμπει τοῖς ἔσω τῆς νόσου τὴν αἴσθησιν, ἐπινήχεται δὲ ὥσπερ ἄκρῳ τε, καὶ μόλις ἐπανθοῦσα τῷ σώματι, καὶ οὐδὲ τρίχα μεθίστησιν εἰς τὸ λευκὸν, οὔτε μὴν ἀκαθέκτως εὐρύνεται, ἀλλ᾽ ὀλίγοις κομιδῇ τοῖς ἐπικουρήμασιν εὐκόλως ἀνασειράζεται, καὶ ὑπονοστεῖ πρὸς ὑγιὲς ἡ ἐπανθοῦσα σάρξ. Οὐκοῦν ἡ μὲν λέπρα, νέκρωσις ὁμολογουμένη, ἐν ὑποψίαις δέ πως τῆς λέπρας ἡ λεύκη, οὐ μὴν ἔτι καὶ τὸ αὐτὸ κατὰ ἀλήθειαν, λέπρα καὶ νέκρωσις. Καταψηφίζεται τοίνυν ὁ νόμος τοῦ λεπροῦ τὸ ἀκάθαρτον, ὡς ἤδη παθόντος τὴν νέκρωσιν.

Ἀνίησι δὲ τοῦ ἐγκλήματος, τὸν λεύκην ἠῤῥωστηκότα, ὡς ἐν ὑποψίαις μὲν γεγονότα τοῦ λεπρᾷν, οὐ μὴν ἔτι καὶ λελεπρωμένον. Τοιγάρτοι, φησὶν, εἰ γένοιτο οὐλὴ σημασίας, καὶ ἁφὴ λέπρας, καὶ κοιλοτέρα ἡ ὄψις τοῦ δέρματος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, συναποθνησκούσης τάχα που τῇ ὑποκειμένῃ σαρκὶ, λέπρα δὴ πάντως ἔσται. Ἕρπει γὰρ εἰς βάθος ἡ νέκρωσις. Εἰ δὲ δὴ γένοιτό τις λεύκη σημασίας, δίχα κοιλότητος τῆς ἐν δέρματι, καὶ τριχὸς εἰς λευκότητα μεταβολῆς, δοκιμαζέσθω, φησὶ, παρὰ τοῦ ἱερέως, καὶ ἀφοριζέσθω δεύτερον· τὸ ἀπεικὸς γὰρ οὐδὲν, ὡς καὶ αὐτὴ τῶν ἡμερῶν ἡ παράτασις, τὸ ἀῤῥώστημα βασανίζουσα, παραδείξειεν ἂν ἔσθ᾽ ὅτε τοῖς ἐρευνῶσι τὸ ἀκριβές. Ἡ μὲν γὰρ θρὶξ ὑπομένει τὸ ἑτερόχρουν, κοιλαινομένου τοῦ δέρματος, μετακεχώρηκε δὲ πρὸς λέπραν ἡ λεύκη.

Οὐδενὸς δὲ τούτων γεγονότος, «Ἀνείσθω, φησὶ, τῆς αἰτίας.» Οὐ γάρ τοι λέπρα τὸ πάθος, ἀλλὰ τὸ λέπρᾳ προσεοικὸς, καὶ ἀγχοῦ δὴ μάλα, τοῦτ᾽ ἔστιν, ἡ λεύκη. Ὁ μὲν οὖν ἐν προχείρῳ λόγος, καὶ ἡ τοῦ πράγματος διασάφησις ἀποχρῶσαν ἔχει τὴν παράθεσιν.

Ἀλλὰ φέρε λέγωμεν τὰ πνευματικὰ, καὶ τῶν εἰς νοῦν τε καὶ κεκρυμμένων ἐννοιῶν ἁπτώμεθα. ΠΑΛΛ. Ὡς καλὸν τὸ χρῆμα καὶ ὀνησιφόρον. ΚΥΡ. Χρὴ τοίνυν ἡμᾶς τοὺς ἐν Χριστῷ ζωοποιουμένους, ζωοποίησιν δέ φημι τὴν πνευματικὴν, νεκρῶν ἔργων ἀποφοιτᾷν, καὶ ὡς ἀπωτάτω χωρεῖν, εἶεν δ᾽ ἂν, οἶμαι, ταυτὶ, τὰ δι᾽ ὧν ἂν γένοιτο κατανεκροῦσθαι ψυχὴν, καὶ ἀποψύχεσθαι νοῦν, ἀχαλίνως ἐκνενευκότα πρὸς τὰ σαρκός τε καὶ κόσμου. Εἰ γάρ ἐστιν ἀληθὲς, ὡς ὁ εἰς τὴν σάρκα σπείρων, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· καὶ οἱ κατὰ σάρκα ζῶντες Θεῷ ἀρέσαι οὐ δύνανται, ὅτι δὲ καὶ τεθνήξονται πῶς ἂν εἴη λοιπὸν ἢ πόθεν ἀμφίλογον; Νεκρὸς οὖν ἄρα, καὶ τοῖς τῆς νεκρότητος ἔργοις ἐνισχημένος, ὁ ψυχήν τε καὶ νοῦν ἐκμεμολυσμένος, καὶ μὴν καὶ φαυλότητος ἀνάπλεως κοσμικῆς. Καὶ νοητὴν ἀληθῶς, εἴπερ ἂν ἕλοιτό τις τὴν τοιάνδε λέπραν εἰπεῖν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ἀκάθαρτος οὖν ὁ τοιοῦτος ἐν ὀφθαλμοῖς τοῦ Χριστοῦ. «Καταμιανεῖ γὰρ αὐτὸν,» φησὶν, «ὁ ἱερεύς.» Ἀκούσεται γὰρ ἐπὶ τοῦ θείου βήματος, τοῖς ἄγαν φιλαμαρτήμοσιν ἐναρίθμιος ὤν· «Πορεύετε ἀπ᾽ ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς.» Λεύκῃ γε μὴν καὶ οὐλῇ σημασίας παρεικαστέον τοὺς ἐν ψιλαῖς ταῖς ἐπιθυμίαις κειμένους ἔτι, καὶ οὔπω πρὸς ἔργον ἥκοντας λογισμοῦ.

Ἢ οὐχὶ δὴ φὴς ὑπάρχειν ἀληθὲς, ὡς προαναθρώσκουσιν ἐν ἡμῖν καὶ οἱονεὶ προανίσχουσι τῶν ἀποτελεσμάτων αἱ ἡδοναὶ καὶ λογισμοὶ, καλοῦντες ἐπί τι τῶν διαβεβλημένων ἐκ νόμου; ΠΑΛΛ. Φημί· μεμνήσομαι γὰρ τοῦ μακαρίου Δαβὶδ λέγοντος· «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα.» ΚΥΡ. Ὀρθότατα ἔφης· πρὸ γάρ τοι τῶν ἀποτελεσμάτων, γίνεται δὴ πάντως ἐν πλημμελείαις ὁ νοῦς, προωδινήσας τὴν ἡδονὴν, πλὴν ἐν μόναις ἔτι ταῖς ἐπιθυμίαις τῆς ἁμαρτίας κειμένης, ἕστηκεν ἐν μεταιχμίῳ, πρὸς ἄμφω βλέπων ὁ νοῦς· καὶ ἐλευθέραν ἔχων ἐφ᾽ ὅπερ ἂν ἕλοιτο τὴν ῥοπὴν, καὶ πεπονθὼς οὔπω τὴν νέκρωσιν, ἀγχοῦ δὲ δὴ σφόδρα γεγονὼς τοῦ κακοῦ, καὶ ἐν ὠδῖσιν ἔχων τὸ πάθος. Τοιουτονί τι σαφῶς καὶ ὁ τοῦ Σωτῆρος ἡμῖν ὑπεφώνησε μαθητής. «Μηδεὶς γὰρ,» φησὶ, «πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζομαι.

Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν. Ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν τὸ ἐκτεθνάναι τυχὸν, ὡς ἐν λέπρᾳ, φημὶ τῇ νοητῇ, καὶ ὡς ἐν πάθει τῷ κατὰ νέκρωσιν τὴν ἐξ ἁμαρτίας, οὐκ ἐν μόναις ἂν γένοιτο ταῖς ἐπιθυμίαις, ἀλλ᾽ ἐν ταῖς ἐκβάσεσι τῶν ἀποτελεσμάτων, καὶ ἕως μὲν ἔστιν ἐν ὠδῖσιν ἔτι τοῦ νοῦ τὸ κακὸν, οὔπω νέκρωσις, οὔπω θάνατος, οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, ὡς ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς, ἀλλ᾽ ἐν ὑποψίαις ἔτι τοῦ παθεῖν τὰ νεκροῦν εἰδότα.

Ἐν δοκήσει δέ πως ἢ ἀγχοῦ τῆς λέπρας, τὴν λεύκην ἐλέγομεν. Ὄψεται, φησὶν, ὁ ἱερεὺς, τὸν τῷ πάθει κάτοχον, φημὶ δὴ τῇ λεύκῃ, καὶ εἰ μὲν ὁρῷτο μὴ μεταβάλλουσα πρὸς λέπραν, οὐ καταμιανεῖ αὐτὸν, ἀφοριεῖ δὲ μᾶλλον· οὐ γὰρ ἀνεπίπληκτον παρὰ Θεῷ, κἂν γοῦν ἐν ἐπιθυμίαις καὶ ἀγχοῦ γενέσθαι τοῦ κακοῦ.

Εἰ δὲ παραιτοῖτο, φησὶ, τὸ πάθος τὴν μεταβολὴν, οὐκ εἰς τὸ χεῖρον ἐκνενευκὸς, καθαρὸς ἔστω, φησίν. Ἄριστον δὴ οὖν καὶ σωτήριον ἀληθῶς τὸ, παραιτεῖσθαι τὴν νέκρωσιν, τὴν ὡς ἐν ἔργοις φημὶ, καὶ αὐτοῖς ἤδη πως τοῖς ἀποτελέσμασι τὸν νοῦν ἀποψύχουσαν.

Σοφὸν δὲ πρὸς τούτῳ, τὸ ἀπονεύειν εὖ μάλα πειρᾶσθαι τὰ πάθη, καὶ εἰ ἐν ψιλαῖς ἔτι ταῖς ἐπιθυμίαις ὁρῷτο συμβαίνοντα· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ λέπρας αὐτῆς καὶ λεύκης ἀποφοιτᾷν. Διεπύθου γὰρ ὅτι πλείστης ὅσης τὰ καθ᾽ ἡμᾶς ἐποπτείας ἀξιοῖ Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ὁ μέγας ἡμῶν Ἀρχιερεὺς, καὶ προσίεται μὲν τὸ φαῦλον ἐκνενιμμένους, ἐκπέμπει δὲ δὴ τῆς τῶν ἁγίων παρεμβολῆς, εἰ καταθεῷτο μεμολυσμένους. ΠΑΛΛ. Ἀληθὴς ὁ λόγος. ΚΥΡ. «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶν, «ὅτι ἐγὼ ἅγιός εἰμι.» Ἐπιτήρει δὲ, ὅτι πλυνάμενον τὰ ἱμάτια τὸν τῆς αἰτίας ἀπηλλαγμένον, καθαρὸν ἔσεσθαί φησι, τὴν δι᾽ ὕδατος κάθαρσιν προαναφωνῶν ὁ νόμος, καὶ ὡς ἐν τύποις ἡμῖν τοῖς ἐν αἰσθήσει σωματικῇ, τὸ τοῦ ἁγίου βαπτίσματος καταγράφων μυστήριον. ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὸ πολὺ λίαν ἐντενὲς τοῦ νόμου. Μετατάττει γὰρ ὥσπερ τὰς ἐννοίας ἡμῶν ἐπὶ τὸ ἐναντίως ἔχον, καὶ τὸ τελοῦν εἰς ὄνησιν διὰ παντὸς ὥσπερ ὑποφαίνει τρόπου. ΠΑΛΛ. Πῶς δὴ φής; ΚΥΡ. Ἔφη γὰρ πάλιν· «Καὶ ἁφὴ λέπρας, ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκὴν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ, λέπρα παλαιουμένη ἐστὶν ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, καὶ ἀφοριεῖ αὐτὸν, ὅτι ἀκάθαρτός ἐστιν.

Ἐὰν δὲ ἀνθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν αὐτοῦ, καθ᾽ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτὸς αὐτοῦ, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφὴν, ὅτι πᾶν μετέβαλε λευκὸν, καὶ καθαρός ἐστι.

Καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται· καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτόν. Ὁ χρὼς ὁ ὑγιὴς, ἀκάθαρτός ἐστι· λέπρα ἐστίν. Ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς, καὶ μεταβάλῃ λευκὴ, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα· καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκὸν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν, καὶ καθαρός ἐστι.» ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἔν γε τούτῳ τῆς ἀντιστροφῆς ὁ τρόπος; ΚΥΡ. Οὐ γὰρ δὴ συνίης ὅτι λέπραν μὲν εἶναι διεβεβαιούμεθα, τὴν ἐκ μέρους νέκρωσιν ἐν ζώσῃ σαρκὶ, καὶ ἀπόβλητος ἦν ὁ τῇ νόσῳ κάτοχος, ὡς μεμολυσμένος; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Ἄθρει δὴ οὖν, ὅτι περιτρέπεταί πως ἡμῖν τὸ χρῆμα δὴ πάλιν εἰς τὸ ἐναντίως ἔχον. Εἰ γὰρ δὴ γένοιτο, φησὶν, ὅλος διόλου λεπρὸς, καὶ νεκρώσει κάτοχος, οὐδὲν ἔχων ὑγιὲς, ἀνείσθω δὴ τότε τῶν εἰς μολυσμὸν ἐγκλημάτων, καθαρός ἐστι. Χρωτὸς δὲ δὴ ζῶντος εἰ μὲν εἴη τι λείψανον ἐν αὐτῷ, Καταγραφέτω, φησὶν, ὁ ἱερεὺς αὐτοῦ τὴν ἀκαθαρσίαν· μιανεῖ γὰρ αὐτὸν ὁ χρὼς ὁ ζῶν, καὶ λεπρός ἐστιν· ἰσομοιρήσει καὶ τόδε τοῖς εἰς λέπραν αἰτιάμασιν. ΠΑΛΛ. Οὐκ ἂν ἔχοιμι νοεῖν ὅ τί ποτέ ἐστιν, ὃ φής. Εἰ γὰρ ἡ ἐκ μέρους λέπρα καταμιανεῖ τινας, πῶς ἀποφήνειε καθαροὺς ἡ εἰσάπαν καὶ ὁλοτελής; ΚΥΡ.

Ἰσχνομυθία μὲν οὖν, ὦ Παλλάδιε, τὸ χρῆμά ἐστιν, οἰησόμεθα δὲ οὔτι που μαχομένην ὥσπερ καὶ ἀντεξάγουσαν ἡμῖν τὴν θεωρίαν, εἰσφέρειν τοῦ νόμου τὸ ἀκριβές. Ἐφήρμοσται δέ τις ἑκάστῳ λόγος σοφός τε καὶ ἀναγκαῖος, καὶ ἀδιαβλήτως ἔχων· καὶ φέρε λέγωμεν, εἰ δοκεῖ. ΠΑΛΛ. Πάνυ μὲν οὖν· ἐρεῖς γὰρ ὡς ἥδιστα δεδιψηκότι μοι. ΚΥΡ. Κατὰ διττὸν, οἶμαι, τρόπον τὸν εὐνομώτατον παρά γε τῷ φιλαρέτῳ Θεῷ κατορθώσομεν βίον. Ἢ γὰρ, ζῶντες αὐτῷ τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας παραιτούμεθα νέκρωσιν, καὶ τοῦτό ἐστι τὸ μὴ παθεῖν τὴν λέπραν· ζῶντι γὰρ σώματι νεκρότης ἐπισυμβαίνουσα μερικὴ, τὴν λέπραν ἀποτελεῖ· ἤγουν καθ᾽ ἕτερον τρόπον διὰ νεκρώσεως ἀγαθῆς, καὶ τοῦ μηκέτι ζῇν ἀνέχεσθαι κοσμικῶς, καθάπερ τινὰ στέφανον, τὴν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις ἀναδησόμεθα ψῆφον.

Γράφει γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ.» Οὐκοῦν ζῶντες μὲν ἐν Χριστῷ, διά γε τοῦ κατορθοῦν ἐπείγεσθαι τὸ αὐτῷ δοκοῦν, τὸ κατανεκροῦσθαι μισήσομεν, δῆλον δὲ, ὅτι πρὸς πάθη καὶ ἁμαρτίας· ἀποθανόντες δὲ τῇ ἁμαρτίᾳ, κατὰ τὸ γεγραμμένον, τὸ ζῇν ἐν αὐτῇ διωσόμεθα, φρονοῦντες ὀρθῶς. ΠΑΛΛ. Φράζε δή μοι ταυτὶ καὶ ἔτι σαφῶς· συνίημι γὰρ οὐ λίαν. ΚΥΡ. Οὐ γὰρ, ὦ Παλλάδιε, ταύτῃτοί φαμεν, τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνατλῆναι Χριστὸν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, τουτέστι Χριστῷ; ΠΑΛΛ. Φαμὲν ὁμολογουμένως. ΚΥΡ. Ζῶμεν οὖν ἄρα Χριστῷ, πολιτευόμενοι μὲν εὐαγγελικῶς, καταμυσαττόμενοι δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν, ἤτοι τὸν ἐκ παθῶν θάνατον. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος ἐπιστέλλει περὶ Χριστοῦ· «Ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.» Οἶμαι γὰρ δεῖν, τοὺς οἷς ἂν εἴη λόγος τοῦ διαβιῶναι λαμπρῶς, παντὸς τοῦ κατανεκροῦν εἰδότος ἰέναι μακρὰν, καὶ κατορθοῦν εὖ μάλα τὸ ἀπαλλάττεσθαι μολυσμῶν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐκοῦν, πάθοι ἂν ἥκιστά γε τὸ ὡς ἐν λέπρᾳ πάθος, ὁ Χριστῷ μὲν ζῇν ᾑρημένος, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι κατακολουθῶν, διωθούμενος δὲ τὴν ἐξ ἁμαρτίας νέκρωσιν. ΠΑΛΛ.

Πείθομαι. ΚΥΡ. Καὶ εἷς μὲν οὑτοσὶ τρόπος, εὐαρεστεῖν ἡμᾶς δύνασθαι τῷ Θεῷ, ἕτερός γε μὴν ἐπιτελοῖτ᾽ ἂν ὀρθῶς ὡδίπη πάλιν. Χρὴ γὰρ ἡμᾶς νεκροῦντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, δοκεῖν πως ἤδη καὶ ἐκτεθνάναι τῇ ἁμαρτίᾳ, καὶ τοῦτο εἰσάπαν, οὐκέτι ζῶντας ἐν αὐτῇ. Καὶ πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο, οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Ὥσπερ οὖν ἔν γε τῷ ζῇν ἑλέσθαι Χριστῷ, τὸ νεκροῦσθαι μερικῶς ὑπετίθει ταῖς δίκαις ὁ νόμος, οὕτω καὶ ἐν τῷ τεθνάναι τῇ ἁμαρτίᾳ, τὸ ζῇν ἐν αὐτῇ, μολυσμὸς ἂν εἴη πάλιν, καὶ τῆς ἐκ νόμου γραφῆς οὐκ ἀπηλλαγμένος. Ταύτῃτοί φησιν, ὡς εἰ γένοιτο λέπρα καθόλου τοῦ σώματος, καὶ οἱονεὶ νέκρωσις κατὰ παντὸς ἰοῦσα μέλους, κατασημήνειεν ἂν, τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ· καὶ μολυσμὸς οὐκέτι τῷ σώματι.

Καθαρὸς γάρ ἐστι, φησὶν, ὅλος διόλου τεθνεὼς τῇ ἁμαρτίᾳ, καὶ τόπον οὐδένα παραχωρήσας αὐτῇ, καὶ οἱονεί πως ἐν ἑαυτῷ τὸ ἐναυλίζεσθαι δούς· «Εἰ δὲ δὴ,» φησὶ, «χρὼς ἐν αὐτῷ ζῶν ὁρῷτο πάλιν, μιανεῖ αὐτὸν ὁ χρὼς ὁ ζῶν.» Τὸ γάρ τοι ζῇν ὅλως τῇ ἁμαρτίᾳ κἂν γοῦν ἐκ μέρους, βδελυρὸν ἀποφαίνει τὸν ἠῤῥωστηκότα· «Μικρὰ γὰρ, φησὶ, ζύμη ὅλον τὸ φύραμα ζυμοῖ·» καὶ ἀληθὴς ὁ λόγος. Εἰ δὲ ἀποκατασταίη, φησὶν, ὁ χρὼς ὁ ζῶν, καὶ μεταχοροίη πρὸς λέπραν, λελύσθω τὰ ἐγκλήματα, καθαρός ἐστιν.

Ἀπήλλακται γὰρ καὶ τοῦ μερικῶς ἔτι ζῇν τῇ ἁμαρτίᾳ, πρὸς νέκρωσιν τὴν ἐπαινουμένην μετοιχομένου τοῦ νοῦ, καὶ παγκάλην ἀληθῶς ἔχοντος τὴν μετάστασιν. Οὐκοῦν, ἀνακεφαλαιώσομαι γὰρ ἅπερ ἔφην, εἰ ζῶμεν Θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδὲν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν.

Οἶμος γὰρ ἥδε λαμπρὰ πολιτείας ἡμῖν ἁγιοπρεποῦς, καὶ οὐδὲν ἐχούσης ὃ διαβεβλήσεται. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἰσχνότερον δὲ διαιρῶν ὁ νόμος τὰ τοιάδε τῶν παθῶν· «Κἂν εἰ γένοιτο,» φησὶν, «ὑποψία καὶ δόκησις, τοῦ λελεπρῶσθαι τυχὸν, ἢ ἐναπουλωθέντι τραύματι, ἤγουν ἐν μορίῳ σώματος κατακεκαυμένῳ ποτὲ, ταῖς αὐταῖς ἀκριβείαις τε καὶ ἐπισκέψεσι κεχρήσθω πάλιν ὁ ἱερεύς. Κἂν εἰ τὸ δοκοῦν ἐξανθῆσαι λευκὸν, μὴ μετατεθείη πρὸς λέπραν, καθαρὸς ἔστω,» φησίν· «εἰ δὲ δὴ γένοιτο σαφὴς μετάστασις τῆς λευκῆς εἰς λέπραν, ἀκάθαρτος ἔσται καὶ βδελυρός.» Ὑπαινίττεται δέ πως καὶ διὰ τούτων ἡμῖν ὁ νόμος, ὅτι τὰ ἐν ψυχαῖς ἀῤῥωστήματα, μυρία δὲ ὅσα ταυτὶ, τεθεραπευμένα ταῖς ἐπιεικείαις, καὶ κατὰ καιροὺς οἱονεὶ πρὸς ἀπούλωσιν ἀνενηνεγμένα, ταῖς πρὸς ἡμῶν ῥᾳθυμίαις εἰ ἀνασκαλεύοιτό πως, ἐποπτεύσει μὲν ὁ Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεὺς, ὀρθὸν δὲ δὴ λίαν ἐξοίσει τὸ κρίμα. Εἰ γὰρ δὴ μέχρι μόνων προήκει, φησὶ, λογισμῶν ἡ νόσος, ἀνεπιτίμητος μὲν ὁ παθὼν οὐδαμῶς, ἀφορισθήσεται γὰρ, πλὴν οὐκ ἀπόβλητος παντελῶς, οὔτε μὴν εἰσάπαν νενεκρωμένος. Εἰ δὲ δὴ λογισμῶν καὶ ἐπιθυμίας αὐτῆς διᾴττοι τὸ πάθος, πεπονθὸς ἤδη πως τὴν εἰσάπαν εἴς γε τὰ χείρω μεταβολὴν, ταῖς ἐκ μολυσμῶν ὑποθήσει δίκαις τὸν αὖθις ἠῤῥωστηκότα.

Παραφυλακτέον δὴ οὖν ὅτι μάλιστά γε τὰ ἤδη κατηυνασμένα μὴ ἀφυπνίζειν τῶν παθῶν, μήτε μὴν ἀνανεοῦν τὰ εἰς νοῦν τραύματα, καὶ παλινδρομεῖν εἰς τὰ ἐν ἀρχαῖς. Εἰ δὲ μὴ, καὶ ἡμεῖς ἀκούσομεν διακεκραγότος ἁγίου· «Γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» ΠΑΛΛ. Ὀρθῶς μοι δοκεῖς καὶ σφόδρα εἰκότα λέγειν. ΚΥΡ. Λέπρας μὲν οὖν πέρι καὶ τῆς ἐν οὐλαῖς τε καὶ τραύμασι, ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Προσεπάγει δὲ δὴ καί φησι· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ, ἢ ἐν τῷ πώγωνι, καὶ ὄψεται ὁ ἱερεὺς τὴν κεφαλήν. Καὶ εἰ μέν τις εἴη κοιλότης,» φησὶν, «ἐν αὐτῇ, τοῦ δέρματος τηκομένου καὶ ὑφιζάνοντος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, λεπρὸς ὁ τοιόσδε καὶ ἀκάθαρτος ἔσται,» φησὶν, «ὁμολογουμένως. Εἰ δὲ δὴ τῶν τοιούτων γένοιτο μηδὲν, ξυράσθω τὴν κεφαλὴν ἤτοι τὸν πώγωνα,» φησὶν, «ὁ τὴν λεύκην ὑπομεμενηκώς. Ἐψιλωμένος δὲ οὕτω τὴν τρίχα, προσίτω τῷ ἱερεῖ, καὶ δοκιμαζέσθω τότε. Τῆς μὲν γὰρ σημασίας ἤτοι τῆς λευκῆς οὐ διαχεομένης εἰς τὸ εὐρὺ, μενούσης δὲ ὥσπερ κατὰ χώραν, ἤγουν εἰς τὸ μεῖον ὑπενηνεγμένης, καθαρὸς ἔστω πάλιν. Οὐ γάρ τοι λέπρα τὸ πάθος, ὑποψία δὲ μᾶλλον καὶ δόκησις. ΠΑΛΛ. Τίς οὖν ἂν εἴη καὶ τούτων ὁ νοῦς; ΚΥΡ. Διττὸς ἐν ἡμῖν ὁ μολυσμὸς, ὦ Παλλάδιε, σαρκός τε καὶ πνεύματος.

Καὶ κατασπιλοῖ μὲν τὴν σάρκα τὰ ταύτης ἔκτοπά τε καὶ ἀνόσια πάθη, ψυχήν τε καὶ νοῦν· μάλιστα μὲν οὖν τῶν ἄλλων ἡ ἐξ ὀρθότητος τῆς δογματικῆς ἐπὶ τὰ χείρω παραφορὰ, καὶ τῆς ὑγιοῦς πίστεως ἡ παραφθορά· καὶ προσέτι δὲ δόλοι καὶ ἀπάται, ψευδορκίαι, ψιθυρισμοὶ, φυσιώσεις, ἔριδες, ζῆλοι, καὶ ὅσα τούτοις ἀγχοῦ τε καὶ ἀδελφὰ, καὶ ἰσομοιροῦσαν ἔχει τὴν ἐπὶ φαυλότητα καταβοήν. Ἔοικε τοίνυν ὁ νόμος ἡμῖν ἐν τούτοις ψυχικῶν τάχα που διαμεμνῆσθαι παθῶν, καὶ ὅσα συμβαίνειν ἔθος κατὰ νοῦν ἀῤῥωστήματα, ταῦτα βούλεσθαι δηλοῦν· ἡ κεφαλή τε γὰρ, νοῦ τύπος· καὶ μὴν καὶ πώγων, διανοίας ἔμφρονος. Τελειότητος γὰρ καὶ αὐτὸ σημεῖον. Ἐποπτεύει τοίνυν τὰ καθ᾽ ἡμᾶς καὶ περιεργάζεται λεπτῶς ὁ πάντων ἀρχιερεὺς, τουτέστι Χριστὸς, καὶ εἰς αὐτὸν ἐμβλέψεται τὸν νοῦν, καὶ τὰ ἔσω τε, καὶ κεκρυμμένας δοκιμάσει φρένας· κἂν εἰ μέν τις γένοιτο καταφθορά τε καὶ μεταποίησις, ἢ ἀπό γε τοῦ πιστεύειν ὀρθῶς ἐπὶ τὸ μὴ οὕτως ἔχον, ἤγουν εἰς ἠθῶν φαυλότητα καὶ κακοβουλίαν τὴν αὐτῷ μάλιστα κατεστυγημένην, ἀποσοβήσει δὴ πάλιν. ὡς μεμολυσμένους, καὶ τὴν εἰσάπαν καταμιαίνουσαν ἐποίσει ψῆφον. Τοῦτο εἶναί φημι, τὸ παθεῖν τὴν λέπραν εἰς κεφαλὴν, ἢ πώγωνα.

Εἰ δὲ δὴ γένοιτο μὲν ὡς ἐν ἀρχαῖς τοῦ παθεῖν ὁ νοῦς, οὐ μὴν ἀπονενευκὼς ὁρῷτο παντελῶς, εἰς τὸ νοσεῖν ἅπερ ἔφην, ἀφορίζεται μὲν συμμέτροις ἐπιτιμήσεσιν ὑπενηνεγμένος, ἔσται δὲ οὐχὶ παντελῶς ἀκάθαρτος, οὔτε μὴν ἀλλότριος Θεοῦ, πλυνάμενος δὲ τὰ ἱμάτια, καθαρὸς ἔσται, τουτέστι, δέξεται πρὸς ἐπικουρίαν, τὴν ἐν Χριστῷ δικαίωσιν. Ἡ δέ γε τῶν τριχῶν ξύρησις, παρατιθεῖσα τῷ ἱερεῖ τὸ τραῦμα γυμνὸν, ὑποσημήνειεν ἂν τὸ οἱονεὶ πάντα ἐκ μέσου χωρεῖν, καὶ γυμνὴν καὶ ἀπαραπόδιστον τοῖς τῆς θεότητος ὀφθαλμοῖς, τὴν ᾧ ἂν βούλοιτο καθορᾷν παρακεῖσθαι θέαν. »Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. ΠΑΛΛ. Ἀληθές. Ἔφη γάρ που διὰ φωνῆς ἁγίου· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;» ΚΥΡ. Ἄθρει δὴ, ὦ Παλλάδιε, πολὺ δὴ μᾶλλον ἰσχνολογοῦντα τὸν νόμον· καὶ τῶν ἀναγκαίων εἰς εἴδησιν μεθέντα μηδὲν, ὃ μὴ τοῖς ἰδίοις κανόσιν ὑποτιθεὶς, ὀνίνησι τοὺς ἀκροωμένους. «Παραπτώματα μὲν γὰρ οὐδεὶς συνήσει,» κατὰ τὸ γεγραμμένον, «πολλὰ δὲ πταίομεν ἅπαντες.» Νοσεῖ γὰρ ἡ φύσις τὸ ἄναλκι, καὶ τὸ εὐόλισθον εἰς τὸ πλημμελές· καὶ, «Καθαρὸς οὐδεὶς ἀπὸ ῥύπου, καὶ,» καθὰ Γράμμα φησὶν ἱερὸν, «οὐδ᾽ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.»

Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἀναμέλπει Δαβίδ· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;

Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ὅρα τοίνυν τὸν νόμον ἀνέντα χρηστῶς τῶν τοιούτων παραπτωμάτων ἡμῖν τὴν γραφὴν, καὶ ἐξ ἡμερότητος καθαρίζοντα τοὺς ἐξ ὀλισθήματος ἀνθρωπίνου πικροῖς μονονουχὶ καὶ ἀνεθελήτοις ὑπενηνεγμένους πταίσμασιν.

Ἔφη γὰρ ὧδε· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, ἀλφός ἐστιν, ἐξανθήσει ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστι.» Καίτοι τῆς ἀκριβείας ἐρευνωμένης, πάθος ἂν εἴη σαρκὸς, καὶ λέπρας ἀγχοῦ, τὸ παθεῖν ἀλφόν. Ἀλλ᾽ οὐ νοσεῖ τὴν νέκρωσιν, οὔτε μὴν τὸ ἄγαν ἀπεγνωσμένον. Τοιαῦτα δέ πώς ἐστι καὶ τὰ ἐν ἡμῖν παραπτώματα, πάθη μὲν οὖν ὁμολογουμένως, πλὴν, οὐκ εἰς θάνατον καὶ ψυχῆς καταφθοράν. Ἀκριβολογεῖται δὲ οὐ λίαν ὁ κριτὴς, ὅτι «Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,» καὶ τὸ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνόησεν ἀσθενές. Κατανεύει δὴ οὖν τὴν ἄφεσιν ἐξ ἐμφύτου φιλανθρωπίας. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἀλφὸς καθαρός ἐστιν. Ἀλλὰ καὶ εἰς νοῦν ἔσθ᾽ ὅτε συμβαίνει καὶ τοῖς ἀγαθοῖς τὰ σμικρὰ τῶν αἰτιαμάτων, οἷον φέρε εἰπεῖν, παροξυσμοὶ βραχεῖς, σύμμετροι κινήσεις αἱ πρὸς ὀργὰς, ὀλιγοψυχίαι πρὸς ἀδελφοὺς, καὶ κενῶν ἔσθ᾽ ὅτε δοξαρίων ἔφεσις, καὶ τὰ τοιάδε τῶν παθῶν, καὶ αὐτοῖς ἔσθ᾽ ὅτε τοῖς ἀδιάβλητον ἔχουσι τὴν ζωὴν, καὶ καθαροῖς ἀληθῶς, συμβαίνειν ἔθος. Ἀνθρώπινα γὰρ, καὶ οἱονείπως πᾶσι κοινὰ, τοῖς τὸν ἐν σαρκὶ καὶ αἵματι διαζῶσι βίον.

Ὑπογράφει δὴ οὖν ὁ νόμος καὶ ταυτὶ πάλιν αἰνιγματωδῶς, οὕτω τέ φησιν· «Ἐὰν δέ τινι μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν. Ἐὰν δὲ κατὰ πρόσωπον μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν.» Ἡ τριχῶν ἀνεθέλητος ἀποβολὴ, κεφαλῆς ἂν εἴη πάθος, νοῦ δὲ εἰς τύπον ὠνομάσθαι τὴν κεφαλὴν, ἀρτίως ἐλέγομεν· νοῦ γὰρ ἐνδιαίτημα κεφαλὴ, κατά γε τό τισι δοκοῦν. ΠΑΛΛ. Μεμνήσομαι. ΚΥΡ. Οὐκοῦν τὰ κεφαλῆς πάθη σωματικῆς, ἐμφαίνειν ἂν εἰκότως τὰ εἰς νοῦν ἀῤῥωστήματα, σμικρὰ δὲ δὴ πάλιν, καὶ τὰ οἷς ἂν ἕποιτο ἀνεῖσθαι πρέπειν.

Ἀπαλλάττει δὴ οὖν ὁ νόμος παντὸς ἡμᾶς ἀνθρωπίνου πάθους, καὶ μολυσμῶν ἀνεθελήτων, οἵπερ ἂν ἡμῖν ἐπισυμβαίνοιεν, ἐπεί τοι τὸ ἄναλκι νοσεῖν ἀνάγκη τῇ φύσει, καὶ ἀπηλλάχθαι παθῶν εἰσάπαν οὐ τοῦ παρόντος καιροῦ, πρέποι δ᾽ ἂν αἰῶνι τῷ μέλλοντι, καθ᾽ ὃν ἐκ βάθρων ἡ ἁμαρτία κατασεισθήσεται, καὶ εἰς ἀλώβητον παντελῶς μεταχωρήσομεν βίον. «Πλὴν εἰ γένοιτο,» φησὶν, «οὐλὴ σημασίας πυῤῥίζουσα ἐν τῷ φαλακρώματι, ἢ ἐν τῷ ἀναφαλαντώματι, λεπρός ἐστι, καὶ μιαρὸς ἔσται.» Μετατρέχει γὰρ ἔσθ᾽ ὅτε καὶ τὰ σμικρὰ τῶν παθῶν εἰς ἐγκλημάτων δύναμιν, καὶ καταμιαίνει δεινῶς μὴ ἀνακοπτόμενα πρὸς ἡμῶν, ἀνειμένην δὲ ὥσπερ καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἴς γε τὰ χείρω λαχόντα πάροδον, οἷόν τί φημι· ὀργίζεταί τις ἔσθ᾽ ὅτε μικρὰ, καὶ ἠῤῥώστηκεν ἐν ἀνθρώπῳ τὸ πάθος, ἀνακοπτέσθω ταῖς ἐπιεικείαις, ἵνα μὴ τοῦ μικροῦ παραπτώματος εἰς αὔξην ἰόντος, κατὰ βραχὺ γραφὴ πρὸς θάνατον τοῖς παθοῦσιν εὑρίσκηται.

Τοῦτό ἐστι τὸ ἐν φαλακρώματι τυχὸν ἐξανθῆσαι λέπραν, τὴν ἐκ τοῦ μηδενὸς ἐπὶ τὰ χείρω ῥοπὴν, ὡς ἐν τύπῳ συμβαίνουσαν. Ὀρθῶς δὴ οὖν εἰρήσθω φημὶ τῷ μακαρίῳ Δαβὶδ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» ΠΑΛΛ. Ὡς βαθὺς ὁ λόγος. ΚΥΡ. Πάνυ μὲν οὖν. Ὑπαισθάνῃ γάρ με, καθάπερ ἐγᾦμαι, λεπτοεποῦντα λίαν, καὶ ἀνιδρωτὶ τὰ τοιαῦτα τῶν θεωρημάτων ἢ νοεῖν ἢ φράζειν οὐκ ἔχοντα. Ὅτι δὲ οὐκ ἔνεστι τοὺς τὰ ἐκφανῆ τῶν πλημμελημάτων ἀνοσίως ἠῤῥωστηκότας δύνασθαι λαθεῖν, ἀγνοουμένων ἔσθ᾽ ὅτε τῶν ἐλαχίστων, καὶ κεκρυμμένων, κἀντεῦθεν εἴσῃ τοι. Τοὺς μέν τοι φαλάκρωμα πεπονθότας, καθαροὺς εἶναι, φησὶν, ἀναμνήσει, καλῶς ἡμῖν ἀνιεὶς τὰ τῶν πταισμάτων μικρὰ, καθάπερ ἐλέγομεν ἀρτίως. Ἀλλ᾽ εἰ γένοιτό τισιν ἐν φαλακρώματι λέπρα, τουτέστιν, ὅταν ἐκ μικρῶν ἐπὶ τὰ χείρω φέρηται τὸ πάθος, τότε δὴ, τότε καταφανῆ καὶ ἀσχήμονα γενέσθαι λέγει, καὶ λόγον οὐκ ἔχοντα τὸν τοῖς ἐγκλήμασι συνειπεῖν δυνάμενον Διὰ τοῦτό φησι· «Καὶ ὁ λεπρὸς, ἐν ᾡ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπ᾽ αὐτοῦ ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται, κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.» Τὸ μὲν γὰρ παραλελύσθαι τὰ ἱμάτια, καὶ ἀκατακάλυπτον εἶναι τὴν κεφαλὴν, ὑπεμφήνειεν ἂν καὶ μάλα σαφῶς.

τὸ ἀκρύπτως ἀσχημονεῖν. Τὸ δέ γε περιβεβλῆσθαι περὶ τὸ στόμα, τὸ, οἱονείπως ἀπολογίαν οὐκ ἔχειν, καὶ εἰπεῖν δύνασθαι μηδὲν, ἐγκαλοῦντος Θεοῦ τὴν ἀκαθαρσίαν. Τὸ δέ γε τῆς παρεμβολῆς ἐξοίχεσθαι δεῖν, τύπος ἂν εἴη πάλιν, τοῦ μηκέτι τοῖς τῶν ἁγίων αὐτὸν συναυλίζεσθαι χοροῖς, πληθύος δὲ ὥσπερ τῆς ἱερᾶς ἐξωστρακισμένον, ἀμέτοχον ἔσεσθαι παντὸς ἀγαθοῦ. ΠΑΛΛ. Ὡς δεινὸν τὸ χρῆμα καὶ ἀπευκτόν. ΚΥΡ. Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε, τοιγάρτοι καὶ ἔφασκεν ὁ θεῖος ἡμῖν Δαβίδ· «Ἁμαρτίας νεότητος μου, καὶ ἀγνοίας μου, μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.» Διὰ πάντων δὲ ὥσπερ ἱεὶς ὁ νόμος, τῆς ἐνούσης ἀκριβείας αὐτῷ τὴν ἔνδειξιν, καὶ μέχρι σκευῶν, ἐρίου δὴ λέγω, καὶ κρόκης, καὶ στήμονος, καὶ δερματίνου σκεύους· «Εἰ λέπρα γένοιτο,» φησὶν, «καὶ τούτων ἑνὶ συμβαίνοι τὸ πάθος, καταθρείτω πάλιν ὁ ἱερεὺς, καὶ ἀφοριζέτω τὴν ἁφήν· καὶ εἰ μή τις γένοιτο μεταδρομὴ τῆς σημασίας ἐπὶ τὸ ἄμεινον, δαπανάσθω πυρί.» Λέπρα γὰρ ἔμμονός ἐστι, φησί.

Πλὴν, ἀποπλύνεσθαι δεῖν ἐπιτάττει τὸ πεπονθός· καὶ εἰ μετὰ τοῦτο φαίνοιτο τὸ πάθος ἐμπεφυκὸς, πυρὶ δίδωσι λοιπὸν, ὡς ἀχρεῖον παντελῶς, ἐρίῳ που πάλιν τάχα καὶ κρόκῃ, στήμονί τε καὶ δέρμασι παρεικάζων τὰ καθ᾽ ἡμᾶς. Ὅτι γὰρ ἐρίων ἢ κρόκης, ἤγουν τῶν ἑτέρων, οὐδεὶς ἂν γένοιτο παρὰ Θεῷ λόγος, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Παγχάλεπον οὖν ἐγκλημάτων εἶναι δώσομεν, τὸ μετὰ κάθαρσιν καὶ ἀπόνιψιν, ἣν ἂν ὁ Χριστὸς ἐν ἡμῖν ἐργάσαιτο, μὴ ἀποφέρεσθαι μολυσμῶν, ἀλλὰ ἔμμονον εἰς αὐτοὺς ποιεῖσθαι τὴν στάσιν. Εἰ γὰρ μηδὲν ὀνίνησιν ἀπονίζων ἡμᾶς ὁ Χριστὸς, πυρὶ παραδίδωσι κολασθησομένους, καθάπερ ἀμέλει καὶ ὁ κατὰ νόμον ἱερεὺς, οὐδὲν ὠφελήσας τὴν κρόκην, ἤτοι τὸν στήμονα, διὰ τῆς ἐκπλύσεως, κατεπίμπρα λοιπόν. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Λέπραν δὴ οὖν ὁ νόμος, τὴν ὡς ἐν ἔργοις νέκρωσιν ὑποφαίνει καλῶς, ἀφ᾽ ὧν ἄν τις ἴδοι σαφῶς τε καὶ αἰσθητῶς τὰς τῶν ἀφανεστέρων ἐννοίας ἀνακομίζων ἀστείως, καὶ σαρκικοῖς παραδείγμασι καταλευκαίνων τὰ νοητά. Πλουσίαν δὲ ὥσπερ ἡμῖν τῶν ἐν ψυχαῖς μολυσμῶν παρατιθεὶς τὴν γνῶσιν, καὶ καθιστὰς ἐναργῆ, καθάπερ ἐν ἀῤῥωστήμασι σώματος τὰ νοητῶς συμβαίνοντα, προσεφώνει πάλιν ἐν τῷ Λευϊτικῷ· «Ἀνδρὶ, ἀνδρὶ, ᾧ ἂν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστι.

Καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ, ῥέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ῥύσεως ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ, διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ, πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι. Πᾶσα κοίτη ἐφ᾽ ἧς ἂν κοιμηθῇ ἐπ᾽ αὐτῆς ὁ γονοῤῥυὴς, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ᾽ ὃ ἂν καθίσῃ ἐπ᾽ αὐτὸ ὁ γονοῤῥυὴς, ἀκάθαρτον ἔσται. Καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

Καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾽ ὃ ἂν καθίσῃ ὁ γονοῤῥυὴς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονοῤῥυοῦς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Ἐὰν δὲ προσεγγίσῃ ὁ γονοῤῥυὴς ἐπὶ τὸν καθαρὸν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Καὶ πρός γε δὴ τούτοις φησὶ βδελυρὸν ἔσεσθαι καὶ ἀπηχθημένον πᾶν σκεῦος ᾧπερ ἂν ἐνιζήσειεν ὁ γονοῤῥυὴς, κἂν εἰ ἀπονίψαιτο τὰς χεῖρας ὕδατι, καὶ τοῦτο ἔσται μεμολυσμένον. Κἂν εἰ ἅψαιτό τις τοῦ χρωτὸς αὐτοῦ, συμμεθέξει πάντως τῆς ἀκαθαρσίας τὴν γραφὴν, κἂν εἰ προσεγγίσειέ τις τῶν οὔπω μεμολυσμένων, ὑπομενοῦσι δὴ πάντως τῆς ἀκαθαρσίας τὴν γραφήν.

Τοιγάρτοι καὶ ἀναμὶξ τοῖς λεπροῖς ἐξέθη τε καὶ ἐξῳκίζετο τῆς παρεμβολῆς, ἀπρόσιτος ὢν καὶ ἄμικτος καὶ αὐτῇ καταμιαίνων τῇ χειρὸς ἁφῇ τοὺς προστυγχάνοντας ἀπλῶς. ΠΑΛΛ. Καὶ ποῖον ἂν εἴη τὸ ἐν ψυχῇ πάθος, τῇ σωματικῇ γονοῤῥοίᾳ προσεοικός; Πνευματικὸς γὰρ ὁ νόμος· ἢ οὐχ ὧδε ἔχει; ΚΥΡ. Πάνυ μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Πλὴν ἐκεῖνο διανοοῦ, ἡ τοῦ σώματος ῥύσις, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς καρπογονίαν ἀδικεῖ τρόπον τινὰ, καθιεῖσα πρὸς τὸ μηδὲν τῶν σπερμάτων τὰς χορηγίας, καὶ τοὺς ἐν τοῖς μορίοις χαλῶσα τόνους, ἀνεθέλητον ἤδη πως ἐργάζεται τὴν καταφθορὰν, ὡς ἐν μολυσμοῖς εἶναι μακροῖς καὶ διηνεκέσι τοὺς τῷ πάθει κατειλημμένους. Ἴσθι δὴ οὖν ὡς ἐξ ἀῤῥωστίας σωματικῆς καὶ ἐναργοῦς, εἰκόνος ἐπὶ τὰ εἰς νοῦν συμβαίνοντα· καταφθείρεται γὰρ καὶ αὐτὸς ἐφ᾽ ἃ μὴ προσῆκεν ὁ νοῦς ἀσωτότατα διαπονούμενος, καὶ ἐπ᾽ οὐδενὶ τῶν ἀναγκαίων τῆς ἰδίας ἐνεργείας ἐνιεὶς τὸ σπούδασμα, ὡς καρπὸν μὲν οὐδένα γνήσιον ἔχειν, ὑποφέρεσθαι δὲ ἀεί πως πρὸς τὸ ἀδικοῦν, καὶ ἀκαθέκτως νοσεῖν τὴν εἰς τὰ αἰσχίω κάθοδον. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Οὐ γὰρ, ὦ φιλότης, ἐκτίσθαι τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Φύσιν οὖν ἄρα διεκληρώσατο πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων ὀρθῶς ἔχουσαν καὶ ἐπιτηδείως· ἢ γὰρ, οὐχὶ σοφίας μὲν δεκτικὸν, καὶ ἁπάσης ἐπιστήμης τὸ ζῶον εἶναι φής;

Σωφροσύνην δὲ καὶ ἀνδρίαν, καὶ μὴν καὶ δικαιοσύνην κατορθώσειεν ἂν εὐκόλως, εἰ διαπεραίνειν ἕλοιτο τὰ εἰκότα καὶ τοῖς θείοις ἕπεσθαι νόμοις; ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Εἰ δὲ τὰ τοιάδε μεθεὶς, σοφὸς μὲν οὐκέτι, μωρὸς δ᾽ ἂν γένοιτο καὶ ἀκάρδιος, οὐ τοῖς εἰς ἀλήθειαν παιδαγωγεῖν εἰωθόσι τῶν οἰκείων θελημάτων ἐπιδοὺς τὴν ῥοπὴν, ἐκτετιμηκὼς δὲ μᾶλλον τὸ ἔξω φέρεσθαι τοῦ εἰκότος, καὶ τοῖς τὰ ὀρθὰ διαστρέφειν μεμελετηκόσι συγκαταθρώσκειν πρὸς ὄλεθρον, οὔτε τὴν ἀρίστην καὶ ἀμωμήτως ἔχουσαν περὶ Θεοῦ δόξαν ἔχων, οὔτε μὴν ἀδιαβλήτως τὴν τῶν πρακτέων διάττων ὁδὸν, ἆρ᾽ οὐκ ἀτρεκὲς ἤδη πως γονοῤῥυᾶ νοητῶς τὸν τοιόνδε λέγειν, ὡς τὰ δι᾽ ὧν ἦν εἰκὸς καρποφορεῖν δύνασθαι τῷ Θεῷ, δαπανῶντα πρὸς τὸ μηδέν; ΠΑΛΛ. Φαίην ἂν, ἴσθι τοι. ΚΥΡ. Τί δὲ, εἰ τὸ ἐργάζεσθαι τὴν δικαιοσύνην ἀφεὶς, καὶ τοῖς τῆς ἀνδρείας ἐναβρύνεσθαι καλοῖς, ἄδικός τε καὶ παρειμένος εἰς ἡδονὰς ὁρῷτο δὴ πάλιν, ἆρ᾽ οὐκ ἂν οἰήσῃ τῷ γονοῤῥυεῖ τὰ ἴσα νοσεῖν, τὴν ἐπιτηδειότητα τῆς φύσεως, ἣν ἂν ἔχοι πρὸς τὸ ἀγαθὸν, δαπανῶντα πρὸς τὰ αἰσχίω, καὶ πνευματικῆς εὐκαρπίας τὴν ἐπ᾽ οὐδενὶ τῶν χρησίμων ζημίαν ἀνθῃρημένον; ΠΑΛΛ. Οἰηθείην ἄν. ΚΥΡ.

Ἰέναι δὴ οὖν ὁ νόμος ἀπωτάτω προστέταχε τοῦ γονοῤῥυοῦς, ὡς ἀποφοιτᾷν ὅτι μάλιστα διδάσκων ἡμᾶς τῶν εἰς φαυλότητα νενευκότων, καὶ ἀποσείεσθαι γεννικῶς οὓς ἂν καὶ αὐτὸς καταμυσάττοιτο Θεὸς, ὡς διηνεκῆ νοσοῦντας τὸν μολυσμόν. Χρῆμα γὰρ ἀληθῶς οὐκ ἀζήμιον τὸ κολλᾶσθαι πονηροῖς. Ἀτρεκὲς γὰρ ὅτι, κατὰ τὸ γεγραμμένον· «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται.» Καταμιαίνει γε μὴν πᾶν σκεῦος, οὗπερ ἂν ἅπτοιτο τυχὸν ὁ γονοῤῥυὴς, καὶ κοίτην αὐτοῦ, καὶ χρῶτα καὶ ἀγγεῖα, καὶ ὕδωρ καὶ σκεύη ξύλινα· δι᾽ αἰνιγμάτων ὑποδηλῶν, ὅτι τῆς ἐνούσης ἀκαθαρσίας αὐτῷ μετάσχοι τις ἂν, κἂν εἰ μόνον ἀγχοῦ κατὰ διάθεσιν γένοιτο τὴν πνευματικήν. Γέγραπται γὰρ, ὅτι «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Πλὴν, καὶ τὰ τῶν παθῶν ἀπεγνωσμένα, καὶ τὰ ἐν τῷ βάθει κεκρυμμένα τῶν ἡμετέρων διανοιῶν ἀῤῥωστήματα, καὶ πᾶσαν ἁπλῶς τὴν ἐν ἡμῖν μαλακίαν, ἐξίστησιν ὁ Χριστὸς, καὶ ἡ δι᾽ αὐτοῦ κάθαρσις, οὐχ οἵουτε ὄντος τοῦ νόμου τοῦτο δρᾷν. «Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ,» κατὰ τὸ γεγραμμένον, ἴδοις δ᾽ ὅτι καὶ τοῦτό ἐστιν οὐ διεψευσμένον τοῖς ἐφεξῆς γεγραμμένοις προσβάλλων· ἔφη γὰρ πάλιν· «Ἐὰν δὲ καθαρισθῇ ὁ γονοῤῥυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται.

Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ, καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς, μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» Καθαίρει μὲν οὖν τὸν γονοῤῥυᾶ, καὶ ἀπαλλάττει τοῦ πάθους, πλὴν ἐν Χριστῷ, δι᾽ ὕδατός τε καὶ αἵματος. Ἐξαριθμήσεται γὰρ ἑαυτῷ, φησὶν, ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται.

Καὶ τὸ μὲν εἰς ἑβδόμην ἡμέραν παρατείνεσθαι τὸν καθαρισμὸν, σημαίνει που πάντως, τὸ διὰ παντὸς τοῦ βίου, καὶ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ διασμήχεσθαι δεῖν ταῖς ἐπιεικείαις τοὺς ἐκ φαυλότητος κοσμικῆς μεταφοιτᾷν ἑλομένους ἐπὶ τὸ δρᾷν ἑλέσθαι τὰ πρεπωδέστερα. Τοιγάρτοι τῆς ἑβδομάδος μέτρον χρόνου πλήρωσιν ἔχει καὶ ἀνακύκλησιν εἰς τὸ ἀπ᾽ ἀρχῆς, ὡς εἰς πέρας ἤδη καταίροντος τοῦ καιροῦ. Προσιέναι δὲ δεῖν καὶ ἀναγκαίως ἐπάγεσθαι ταῖς πρὸς ἡμῶν ἐπιεικείαις εὖ μάλα φησὶ, τὴν διὰ Χριστοῦ κάθαρσιν, καὶ τὸν δι᾽ ὕδατος ἁγνισμὸν, ὡς ἐν ἀπονίψει σώματός τε καὶ ἱματίων νοουμένου λοιπὸν τοῦ ἁγίου βαπτίσματος, συνθέοντος δηλονότι καὶ τοῦ δι᾽ αἵματος ἁγνισμοῦ. «Τῇ γὰρ ἡμέρᾳ, φησὶ, τῇ ὀγδόῃ, λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν.» Κατασημήνειε δ᾽ ἂν ἡ ἡμέρα πάλιν ὀγδόη τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸν καιρὸν, ὅτε τὴν ὑπὲρ ἡμῶν ὑπέμεινε σφαγὴν ὁ Ἐμμανουὴλ, ἡ εὔγλωττος ἀληθῶς καὶ εὐηχεστάτη τρυγὼν, ἢ καὶ τῷ αἵματι τῷ ἰδίῳ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.

Ὅτι δὲ τὸ εὐῶδες ἅπαν ὁ Χριστοῦ θάνατος ἔχει (πέπρακται γὰρ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ εἰς ἀναίρεσιν ἁμαρτίας), ἐμφήνειεν ἂν τὸ δύο μὲν εἶναι τὰς τρυγόνας, καταθύεσθαι δὲ μίαν μὲν ὑπὲρ ἁμαρτίας, εἰς ὁλοκαύτωμα δὲ τὴν ἑτέραν· ὅτι δὲ καὶ ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν γέγονεν ὁ Χριστὸς, κατὰ τὰς Γραφὰς, παρέδειξεν εἰπών· «Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ὧδε μὲν οὖν τὸν γονοῤῥυῆ διακαθαίρεσθαι δεῖν, ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Καταμιαίνει δὲ αὐτὸν, ᾧπερ ἂν γένοιτο καὶ ἀνεθέλητος ῥύσις, ἤγουν θελητὴ, καὶ πηγὴν ἔχουσα τὴν ἔμφυτον κίνησιν. Καὶ θελητὴ μὲν, ὡς ἐν ὁμιλίαις ταῖς πρὸς γυναῖκα, φημὶ, καὶ κατὰ νόμον τοῦ γάμου· ἀνεθέλητος δὲ αὖ, ὡς ἐν φαντασίαις τάχα που νυκτεριναῖς.

Ἔφη γὰρ πάλιν ὡδί· «Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται πᾶν τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ γυνὴ, ᾗ ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾽ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται τὰ σώματα ὕδατι, καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.» Ἴσα γὰρ ἐπ᾽ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ τὸ παραλλάττον οὐδέν. Ἐν μὲν οὖν τῇ γονοῤῥοίᾳ, τὸ οἱονεὶ μακρόν πως ἡμῖν καὶ διηνεκὲς ἐγράφετο πάθος· ἐν δὲ τῷ προκειμένῳ, καταδηλοῦν ἔοικεν ὁ τοῦ νόμου σκοπὸς, ὡς ἔσται μεμολυσμένος καὶ εἰ μή τις τυχὸν τὴν εἰσάπαν καὶ ὁλόκληρον ἀῤῥωστοίη καταφθορὰν, ὁρῷτο δὲ πεπονθὼς, κἂν γοῦν ἐκ μέρους καὶ σπανιάκις. Τοιοῦτόν τι καὶ ὁ τοῦ Σωτῆρος ὑπέφηνε μαθητής· «Ὅταν γὰρ, φησὶν, ὅλον τὸν νόμον τελέσῃ τις, πταίσῃ δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε καὶ, Μὴ φονεύσῃς. Εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δὲ, γέγονας παραβάτης νόμου.» Πεπλημμεληκότι γὰρ ἅπαξ, ἤγουν ὅτι παρανενόμηκεν ὅλως, κἂν γοῦν ἐφ᾽ ἑνὶ καὶ ἐκ μέρους, ἕψεταί που πάντως αὐτῷ τὸ ἐγκαλεῖσθαι δεῖν. Μιαρὸς οὖν ἄρα κατὰ τὸν νόμον, κἂν εἰ μή τις ἴοι πρὸς ἔσχατον μολυσμοῦ, καταφωρῷτο δὲ πεπονθὼς κἂν γοῦν ἐκ μέρους αὐτόν. Πλὴν, οὐκ ἀπόβλητος παντελῶς, καθαίρεται δὲ καὶ αὐτὸς δι᾽ ὕδατος ἐν Χριστῷ. Τοιγάρτοι τῆς ἐπιδημίας καιρὸν, ὑπεμφήνειεν ἂν εὖ μάλα, τὸ μέχρις ἑσπέρας ἀκάθαρτον εἶναι λέγειν τὸν μεμολυσμένον.

Ἐπὶ συντελείᾳ γὰρ, μόνον δὲ οὐχὶ καὶ ἐπ᾽ αὐταῖς ἥκοντος ἤδη δυσμαῖς τοῦ αἰῶνος τούτου, παραγέγονεν ὁ Χριστὸς, δι᾽ οὗ καὶ ἐν ᾧ πάντα μὲν ῥύπον ἐκνενίμμεθα τὸν ἐξ ἁμαρτίας, ἀπηλλάγμεθα δὲ μικρῶν καὶ μεγάλων αἰτιαμάτων οἱ ταῖς πλημμελείαις ἐνισχημένοι. Ὅτι δὲ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν οὐκ ἦν ἀπονίψασθαι μολυσμὸν (ἐδικαιοῦτο γὰρ οὐδεὶς ἐν νόμῳ, κατὰ τὰς Γραφὰς), ἀναμάθοις ἂν διὰ τοῦ φάναι σαφῶς, ὅτι «Ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» ΠΑΛΛ. Συνίημι ὃ φὴς, καὶ ἀληθὴς ὁ λόγος. ΚΥΡ. Προσεπάγει δὲ τούτοις ὁ νόμος τὰ περὶ γυναικὸς, τῆς ῥεούσης αἵματι, καὶ ἀσχέτῳ καταφορᾷ τὸ καταμιαίνεσθαι δεῖν νοσούσης ἐφ᾽ ἑαυτῇ· καὶ ὥσπερ ἐπὶ τοῦ γονοῤῥυοῦς πᾶν σκεῦος κατεμολύνετο, καὶ κοίτη πᾶσα, καὶ πᾶν ἱμάτιον, καὶ πᾶς ὁ ἁπτόμενος ἀγχοῦ τε ἰών· οὕτω καὶ ἐπ᾽ αὐτῆς. Ἀπαλλάττει δὲ καὶ αὐτὴν κατὰ τὸν ἴσον ἐκείνῳ τρόπον, ὕδατι διανίζων, καὶ τρυγόνων καταθυομένων, καὶ μέντοι καὶ ἱλασμοῦ τοῦ μεσιτεύοντος ἱερέως.

Ἀνακομίζων δὲ ὥσπερ εἰς ἐννοίας ἡμᾶς τὰς πνευματικὰς ὁ νόμος, καὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν ἐμφιλοχωρεῖν οὐκ ἐῶν (παρελήφθη γὰρ εἰς τύπον τῶν εἰς νοῦν ἔσω καὶ νοητῶν), ἐπάγει σαφῶς· «Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς·» κεκαθαρμένοι γὰρ δὴ καὶ ἡγιασμένοι διὰ Χριστοῦ, τότε δὴ, τότε λαμπροὶ προσίεμεν ἀληθῶς, καὶ οὐ μιανοῦμεν ἔτι τὴν ἁγίαν σκηνήν· προσκυνήσομεν δὲ καθαροὶ καθαρῶς τῷ παναγίῳ Θεῶ φοιτῶντες ἐν ἐκκλησίαις. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ὅτι τοι προκατηῤῥώστησε μὲν ἡ ἀνθρώπου φύσις τὸν μολυσμὸν, διασμήχοιτο δ᾽ ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διὰ Χριστοῦ τοῦ κατ᾽ ἀλήθειαν ἱεροῦ καὶ ἁγίου θύματος, εἴσῃ τοι, καὶ μάλα σαφῶς, καὶ ἕτερον ἐπὶ τῷδε τῷ νόμῳ χρησμῴδημα πολυπραγμονῶν.

Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Γυνὴ ἐάν τις σπερματισθῇ, καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς, καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾽ υἱῷ ἢ ἐπὶ θυγατρὶ, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα, καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς.» ΠΑΛΛ. Τίς οὖν ἄρα ἐστὶν ἡ τεκοῦσα γυνή; καὶ τίς ἂν εἴη πάλιν ὅγε ἐπ᾽ αὐτῇ τοῦ νόμου σκοπός; ΚΥΡ. Ἰσχνομυθεῖν, ὡς ἔοικεν, ἀναγκαῖον ἡμᾶς.

Δριμὺ γὰρ λίαν τῆς ἐντολῆς τὸ χρῆμα, καὶ οὐχ ἕτοιμον ἑλεῖν, πλὴν ὡς ἔνι διερευνήσωμεν. Ἐκεῖνό γε μήν· ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων κατατέθηπά τοι. ΠΑΛΛ. Τὸ τί δὴ φής, ΚΥΡ. Ἰόντος γὰρ δὴ τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῶν ποιουμένου τὴν κατάῤῥησιν, ὑπεξῄρηται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκφῦναί φαμεν τὸν κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ τοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές. Γυνὴ γὰρ, φησὶν, καὶ οὐ πᾶσαι τυχὸν ἀδιακρίτως, ἀλλ᾽ εἴ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω. Ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός. Ἥκιστα γὰρ δὴ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ τῶν λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν.

Περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.» Διέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ ἁγίου Πνεύματος τὸ θεῖον ἀποκυήσασα βρέφος.

Ἡ δὲ τίκτουσα καὶ ἀκάθαρτος διὰ τοῦτο γυνὴ, εἴη ἂν, κατά γε τὸ εἰκὸς καὶ τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἡ ἀνθρώπου φύσις. Τὸ γάρ τοι τῆς γυναικὸς πρόσωπον αὐτῇ περιθήσομεν εἴς γε τὸ παρὸν τῇ φύσει. Κατηγορεῖται δὲ νόμῳ, καὶ μολυσμοῖς ἔνοχος ὀνομάζεται, διά τοι τὸ τίκτειν εἰς φθορὰν, καὶ οὐκ εἶναι μὲν ἐν οἷς ἦν εὐθὺς τὸ εἶναι λαχοῦσα παρὰ Θεῷ (γέγονε γὰρ ἐπὶ ἀφθαρσίᾳ)· παρενηνέχθαι δὲ μᾶλλον εἰς τὸ καταφθείρεσθαι δεῖν, κατεγνωσμένη διὰ τὴν παράβασιν, καὶ τὴν ἐκ θείας ἀρᾶς ἀνατλᾶσα δίκην παρὰ φύσιν ἡ φύσις. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε,» κατὰ τὸ γεγραμμένον, «οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων, καὶ οὐκ ἔστιν ᾄδου βασίλειον ἐπὶ γῆς. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Καταμολύνει δὴ οὖν τὴν φύσιν ἡ ἐπείσακτος φθορὰ, καὶ ὁ φθόνῳ διαβολικῷ κατακρατήσας θάνατος, ῥίζαν ἔχων τὴν ἁμαρτίαν. Καταμιαίνει δὲ καὶ ἑτέρως, τὸ ὡς ἐν φιληδονίᾳ σαρκικῇ σπείρεσθαι τὰ γεννώμενα. Καὶ δή τι τοιοῦτον ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἀκάθαρτος οὖν ἡ φύσις, ὡς ἐκ παραβάσεώς τε καὶ ἐξ ἀρᾶς ὑπομένουσα τὴν φθορὰν, παρά γε τὸ Θεῷ δοκοῦν.

Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, τὸ (sic) ἀληθὴς ὁ λόγος. ΠΑΛΛ. Τίνα δὴ οὖν τρόπον ἀπαλλάττοιτο ἄν τις ἀκαθαρσίας, προστίθει λοιπόν. ΚΥΡ. Αὐτὸς ἡμῖν, ὦ Παλλάδιε, κατέδειξε τὴν ὁδὸν καταδικάζων ὁ νόμος. «Ἀφοριζέσθω γὰρ, φησὶν, ὡς ἀκάθαρτος, ἑπτὰ ἡμέρας.» Ἀπαριθμείτω δὲ καὶ ἑτέρας τρεῖς καὶ τριάκοντα, καὶ καθίσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, ἐπ᾽ ἄρσενι δὲ δηλονότι τῷ γεννήματι· εἰ δὲ δὴ θῆλυ τέκοι, φησὶ, διπλοῦς ὁ ἀφορισμὸς, διπλῆ καὶ ἡ τῶν ἑτέρων ἡμερῶν ἀπαρίθμησις.

Οὐκοῦν εἰ μὲν ἄρσεν εἴη τὸ ἀποτεχθὲν, ἀκάθαρτος ἡ τεκοῦσα, καὶ ἐν μολυσμοῖς ἑπτὰ καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας, τουτέστι, τεσσαράκοντα· εἰ δὲ θῆλυ, δὶς ἑπτὰ, καὶ ἑξήκοντα καὶ ἓξ, τουτέστιν, ὀγδοήκοντα. ΠΑΛΛ. Καὶ τίς ἂν εἴη λοιπὸν καὶ ὁ τοῦδε λόγος; ΚΥΡ. Ἐκ παραδειγμάτων ἡμᾶς σαρκικῶν ἀνακομίζει πάλιν ὁ νόμος εἰς κατάληψιν τῶν ἀφανεστέρων, καὶ ὥσπερ τινὰ πίνακα πνευματικῆς θεωρίας ἀναγράφει τὰ αἰσθητά. Φασὶ τοιγαροῦν οἱ ταῦτα σοφοὶ, ὡς εἰ μὲν ἄρσεν εἴη τὸ ἐν μήτρᾳ καταβληθὲν, εἰδοποιεῖσθαι μόλις ἡμερῶν αὐτὸ τεσσαράκοντα δεδαπανημένων· εἰ δέ γε θῆλυ, βραδεῖαν ἔχει τὴν εἰς τοῦτο πάροδον, ὡς ἀσθενές τε καὶ ἄναλκι. Δεῖσθαι δὲ δὴ καὶ αὐτό φασιν, εἰς εἰδοποίησιν ἐναργῆ, τῶν δὶς τεσσαράκοντα ἡμερῶν, τουτέστιν, ὀγδοήκοντα. Ἀκάθαρτος οὖν ἡ ἀῤῥενοτόκος ἐν ἡμέραις τεσσαράκοντα· ἡ δέ γε θήλεος μήτηρ, ἐν ὅλαις ἦν ὀγδοήκοντα τὸν ἀριθμὸν ἡμέραις ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, τουτέστιν, ἄχρι μορφώσεως ἀκριβοῦς τῶν ἐν μήτρᾳ, καὶ μὴν καὶ ἀφίξεως τῆς εἰς εἶδος τὸ ἀνθρώπινον.

Ἐπὶ δέ γε τῷ καθαρισμῷ, κατά γε τὸ τῷ νόμῳ δοκοῦν, ἀμνὸς καὶ τρυγὼν ἐσφάζετο παρὰ τὴν θύραν τῆς ἁγίας σκηνῆς, μεσιτεύοντος ἱερέως καὶ τελοῦντος τὰ ἱερά· περιτέμνεσθαι δὲ δεῖν καὶ τὸ ἄρσεν ἔφη κατὰ τὸ τῷ νόμῳ δοκοῦν, τουτέστι, κατὰ τὴν ὀγδόην. Τοιόσδε μὲν οὖν ὁ τοῦ γράμματος νοῦς. Ἡμεῖς δὲ πρὸς θεωρίαν ἀναθέοντες τὴν πνευματικὴν, φέρε δὴ λέγωμεν τίνα δὴ τρόπον ἡ εἰς φθορὰν ἡμᾶς καὶ ἀκαθαρσίαν τεκοῦσα φύσις διεκρούσατο μολυσμοὺς, καὶ διέδρα τὴν ἀκαθαρσίαν καὶ τὴν ἐκ τοῦ νόμου κατάῤῥησιν· μακροὺς μὲν γὰρ ἤδη διατετέλεκε χρόνους ἐν ἀφορισμῷ, τουτέστιν, ἐκ προσώπου Θεοῦ. Χρόνοι δὲ ἦσαν οἱ πρὸ τῆς ἐπιδημίας, καθ᾽ οὓς βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, κατεκράτησε δὲ τῶν ἐπὶ τῆς γῆς ἡ πολύμορφος ἁμαρτία.

Ἐπειδὴ δὲ κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν τοῦ νόμου καιρὸν καὶ τὸν ἀρχαῖον ἐκεῖνον Σαββατισμὸν, ἀχειροποιήτῳ περιτομῇ περιτετμήμεθα διὰ Πνεύματος, μεμορφώμεθα δὲ καὶ εἰς Χριστὸν, τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοί· διεκρουσάμεθα δὴ τὰ ἐγκλήματα, κατηφάνισται δὲ καὶ ὁ ῥύπος, καὶ ἅπας ἡμῶν οἴχεται μολυσμός· τικτόμεθα γὰρ οὐκ εἰς φθορὰν ἔτι, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἀλλ᾽ εἰς ζωήν τε καὶ ἀφθαρσίαν, διὰ τὴν ἐν Χριστῷ δικαίωσιν, τὴν ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀληθινοῦ, ὡς τρυγόνος θείας καὶ νοητῆς· σεσώσμεθα γὰρ οὐχ ἑτέρως. Ἦ γὰρ οὐχ ὧδε ἔχει; ΠΑΛΛ. Παντάπασι μὲν οὖν· σαφὲς γὰρ λίαν τὸ αἴνιγμα.