Κάθαρσις δὲ τοῖς μεμολυσμένοις, ἡ σποδιὰ μετὰ ὕδατος. Λυτήριον γὰρ ἁμαρτίας, τοῦ Σωτῆρος τὸ πάθος, ἁγιάζων ἡμᾶς δι᾽ ὕδατος, δι᾽ οὗ κερδανοῦμεν οὐ σαρκὸς ἀπόθεσιν ῥύπου, κατὰ τὸ γεγραμμένον, ἀλλὰ τῶν ἐν ψυχαῖς μολυσμῶν τὴν ἀπόνιψιν· «Λούσασθε» γὰρ, φησὶν, «καὶ καθαροὶ γίνεσθε·» καὶ προφητικὸς ἡμῖν ἄνωθεν διεκελεύετο λόγος. ΠΑΛΛ. Ἐν μόσχῳ δὴ οὖν ὡς ἐν εἰκόνι καὶ τύποις, ὁ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ σκιαγραφεῖται θάνατος. ΚΥΡ. Συνίης εὖ μάλα, καὶ πρός γε δὴ τούτῳ καταθαυμάσαις ἂν, οἶμαι, καὶ εἰς ἐκεῖνο βλέπων. ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Εἰ μὲν γὰρ ἁμάρτοι, φησὶν, ὁ ἡγούμενος ὁμοῦ τῶν ὑπεζευγμένων, εἴ τ᾽ οὖν αὐτὴ καθ᾽ ἑαυτὴν ἡ ὑπὸ χεῖρα πληθὺς, μόσχος ἔσται τὸ θῦμα. Ἐναλοὺς δὲ πταίσμασιν ἰδικοῖς ὁ ἡγούμενος, προσκομιζέτω, φησὶ, χίμαρον ἐξ αἰγῶν. Εἰ δὲ δή τις εἴη τῶν ἐν λαοῖς, ἄρσεν μὲν οὐκέτι, θῆλυ δὲ ἔστω τὸ σφάγιον· Ἀναγνώσομαι δὲ, εἰ δοκεῖ, καὶ τοὺς ἐπὶ τοῖσδε νόμους, ἔφη γὰρ ὧδε· «Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἢ οὐ ποιηθήσεται ἀκουσίως, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον, περὶ ἁμαρτίας· καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, ἁμαρτίας ἐστί.