Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δέκατος Έκτος: Η προσφορά πνευματικών θυσιών

Η προσφορά του εαυτού ως λογικού ολοκαυτώματος. Η πνευματική ερμηνεία των θυσιών της σεμιδάλεως, του οίνου, του ελαίου και των πτηνών. Ο νόμος περί των ευχών και της αφιέρωσης των Ναζιραίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 17 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΚΚΑΙΔΕΚΑΤΟΣ. Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας Θεῷ. Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ εἰρημένα πρὸς τὸ δεῖν ἰέναι γεννικῶς εἰς ἀπότριψιν ἁμαρτίας, καὶ εἰς ἀποκάθαρσιν τὴν διὰ Χριστοῦ, πάντα μὲν ῥύπον τὸν ἐν ἡμῖν διασμήχειν οἵου τε, καὶ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ συντήκοντος, ἐκνενιμμένους δὲ καὶ ἁγίους ἀποφαίνειν εἰδότος. Τοιγάρτοι καὶ ἱερὸς ἡμῖν ὁ λόγος τοιοῦτος, τὴν τοῦ Πνεύματος ἐνέργειαν εἰς ἡμᾶς ἐσομένην προανακεκράγει λέγων· «Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.

Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύεται, ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Συνᾴδει δὲ τούτοις καὶ ὁ θεσπέσιος Ἡσαΐας λέγων, ὅτι «Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως, καὶ ἐν πνεύματι καύσεως.» Ἆρ᾽ οὖν, ὦ Παλλάδιε, τῆς ἐν Χριστῷ νοουμένης δικαιοσύνης ὁ τρόπος διαπεραίνοιτο ἂν πρὸς ἡμῶν, ὡς ἔν γε δὴ μόνῳ τῷ διασμήχεσθαι δεῖν; καὶ τὸ ἀρχαίους ἡμᾶς ἀποτρίψασθαι μολυσμούς; ἀρκέσειεν ἂν, εἰπέ μοι, πρὸς δόξαν ἡμῖν ἁγιοπρεπῆ, καὶ ταῖς ἀνωτάτω στεφανώσει τιμαῖς; ἤγουν, ἔσται πως τὰ καθ᾽ ἡμᾶς ἐν ἀμείνοσι, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις κατασεμνυνοῦμεν εἰκότως τὰς ἑαυτῶν κεφαλὰς, οἷάπερ τινὰ δωροφορίαν πνευματικὴν, καὶ ἱερὸν ἀληθῶς ἀνάθημα προσκομίζοντες τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωὴν, καὶ πνευματικὴν λατρείαν εὖ μάλα διαπεραίνοντες; ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ.

Καὶ γάρ τοι τὸ χρῆμά ἐστι τοῖς ἱεροῖς συμβαῖνον νόμοις, καὶ Θεῷ κεχαρισμένον, καὶ τῶν ὅτι μάλιστα δεδοκιμασμένων· καταλήγειν μὲν ἔργου παντὸς προστέταχεν ἐν Σαββάτῳ, δρᾷν δὲ δὴ ὅλως ἠφίει τινὰς οὐδ᾽ ὅπως τι οὖν, οὕτω λέγων ἐν τῇ Ἐξόδῳ· «Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν. Ἓξ ἡμέρας ἐργᾶ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ, Σάββατα, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον.» Τὸν ἐν πνεύματι δηλονότι Σαββατισμὸν τοῦ τύπου κατασημαίνοντος, ὅτε καὶ εἰς κατάληξιν καὶ ἀνακωχὴν παντὸς ἔργου σαρκικοῦ, καὶ μοχθηρῶν σπουδασμάτων, δι᾽ αὐτοῦ κεκλήμεθα τοῦ Χριστοῦ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποσεισάμενοι, καὶ τὴν ἐκ τῆς φαυλότητος ἀγαπῶντες ἀπόστασιν, καὶ τῶν ἔξω νόμου τὴν ἀργίαν· ἀπελείπετο μὲν γὰρ ὁ τοιόσδε Σαββατισμὸς τοῖς ἐξ Ἰσραήλ. Εἰσβεβήκασι γὰρ οὐδαμῶς εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἡμᾶς δὲ κατέπαυσεν ὁ Χριστὸς, καὶ Σαββατίζειν ἀνέπεισε νοητῶς, ἀνιεμένους εἰς ἀρετὴν, καὶ καλὴν πλημμελημάτων ἀργίαν ἐπιτηδεύοντας. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἀλλ᾽ ἐθεσμοθέτει μὲν καὶ πάλαι Θεὸς, τὸ δεῖν ἅπαντας ἀργεῖν ἐν Σαββάτῳ.

Πλὴν οἱ τῇ θείᾳ λειτουργίᾳ κατεστεμμένοι, καὶ τῇ ἁγίᾳ σκηνῇ προσεδρεύειν ἐπιτεταγμένοι, πάλιν ἐτέλουν τὰ ἱερά· καὶ βεβηλοῦντες τὸ Σάββατον, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἦσαν ἀναίτιοι, τὴν ἐπὶ τῷ λελύσθαι τὸν νόμον οὐχ ὑπομένοντες γραφήν. Οὐκοῦν ἐπιγείων μὲν σπουδασμάτων καὶ ἡμεῖς αὐτοὶ καταλήξομεν ἐν Χριστῷ, τὸν νοητὸν πληροῦντες Σαββατισμὸν, ἀφεξόμεθα δὲ οὐχὶ τῶν ἱερῶν ἔργων, τοῦ χρῆναι, φημὶ, προσκομίζειν Θεῷ θυσίας πνευματικὰς καὶ νοητὰς δωροφορίας.

Ἑπόμενοι δὲ ὥσπερ τοῖς ἴχνεσι τοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον, ἑαυτοὺς ἱερεύσομεν, οὐ μηλοσφαγίαις καὶ μόσχων αἵμασι τὸν τῶν ὅλων τιμῶντες Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον εἰς ὀσμὴν εὐωδίας ἀνατιθέντες αὐτῷ. Ἀρέσομεν γὰρ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κατά γε τὴν τοῦ Ψάλλοντος φωνήν. ΠΑΛΛ. Ὀρθῶς διανοῇ· πλὴν ἴθι δὴ πάλιν, καὶ ἐξ ἱερῶν Γραμμάτων τῆς ὧδε λαμπρᾶς καὶ ἀξιαγάστου λατρείας ἀνατύπου τὰς γραφάς. ΚΥΡ. Ἔφη τοίνυν Θεὸς ἐν τῷ Λευϊτικῷ, δῆλον δὲ ὅτι πρὸς πάντας τοὺς ἐξ Ἰσραήλ· «Ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει, πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξιλάσασθαι περὶ αὐτοῦ.

Καὶ σφάξει τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸ κατὰ μέλη, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ· καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τοῦ ὄντος ἐπὶ τοῦ θυσιαστηρίου, τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Ἆρ᾽ οὐκ ἐναργὴς ὁ τύπος τῆς τῶν ἁγίων ζωῆς, καὶ οἰκειότητος ὁλοτελοῦς, τῆς πρὸς Θεὸν ἐν πνεύματι καὶ ἁγιασμῷ; Μορφούμεθα γὰρ ὡς ἐν τοῖς ἡμέροις τῶν ζώων, μόσχῳ τε, φημὶ, καὶ προβάτῳ, κόσμῳ μὲν ἀποθνήσκοντες διὰ τοῦ τὴν σάρκα κατανεκροῦν, ἵνα Θεῷ ζήσωμεν διὰ τῆς εὐαγγελικῆς πολιτείας, ἀναβαίνοντες δὲ ὥσπερ εἰς θυσίαν τὴν πνευματικὴν ἀληθῶς καὶ εὐοσμοτάτην δι᾽ Υἱοῦ τῷ Πατρί. Καὶ φέρε σοι πάλιν τὰ ἐφ᾽ ἑκάστῳ λέγωμεν, ἰσχνοεποῦντες ὡς ἔνι. Δῶρον μὲν γὰρ ὥσπερ τι τῷ πάντων κρατοῦντι Θεῷ τὴν ἰδίαν ἕκαστος ἀνατίθησι ζωὴν, πλὴν ὡς ἑκάστῳ δίδοται, καὶ ὡς ἂν ἔχοι μέτρον. Ὁ μὲν γὰρ, οὕτως· ὁ δὲ, οὕτως, ἴδιον ἔχων ἐκ Θεοῦ χάρισμα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν.

Ἐν γὰρ τοῖς μεγέθεσι τῶν ζώων, ἤτοι ταῖς κατ᾽ εἶδος διαφοραῖς, τὸ ἀνίσως τε καὶ ἀνομοίως ἔχον, κατ᾽ ἰσχὺν τάχα που τὴν πνευματικὴν καὶ κατά γε τὴν τῆς διανοίας, πλαγίως ὑποσημαίνεται.

Εἴτ᾽ οὖν ὡς ἐν μόσχῳ μέγας εἴη τυχὸν, καὶ μὴν καὶ ἄγαν εὐσθενὴς, ἤγουν ὡς ἔν γε προβάτῳ τὸ μεῖον ἔχων, καὶ τοῦ τελείου κατόπιν ἰὼν, ἑαυτὸν εἰς δωροφορίαν προσκομίζει Θεῷ, καὶ τοῦτο εἰς ὁλοκαύτωμα, τουτέστιν, εἰς ὁλόκληρον ἀφιέρωσιν, οὐ μεμερισμένην ἔχων πρὸς τὰ ἐν κόσμῳ τὴν ζωὴν, ἀλλ᾽ ὅλην ἐξ ὅλου δεκτήν τε [καὶ] ἱερὰν τῷ Θεῷ. Τοιόσδε τις ἔστω τῆς θυσίας ὁ τρόπος· Ἄρσεν τε καὶ ἄμωμον ἔστω τὸ θῦμα, φησί. Σύμμορφοι γὰρ ἀεί πώς εἰσιν οἱ ἅγιοι τοῦ Χριστοῦ, ὅς ἐστιν ἄρσην τε καὶ ἄμωμος ἀληθῶς, τοῦ μὲν ἄρσενος, τὸ ἡγεμονικὸν, τοῦ δὲ ἀμώμου, τὴν ὑπερφυᾶ καὶ ἀνυπέρβλητον ἁγιότητα καταγράφοντος. Εἷς γὰρ ἡμῶν καθηγητὴς καὶ πάναγνος ἀσυγκρίτως, ὁ Ἐμμανουήλ. Ἄλλως τε (χρῆναι γὰρ δεῖ[ν] κἀκεῖνο εἰπεῖν, καὶ οἰήσομαι δεῖν) ἄρσενάς τε καὶ ἀμώμους πρέποι ἂν εἶναι τοὺς Θεῷ καθιερωμένους, οὐδὲν ἔχοντας τὸ θηλυπρεπὲς, οὐ παρειμένους εἰς ῥᾳθυμίαν· ἀλλὰ πολὺ λίαν διανενευκότας εἰς τὸ ἀνδρίζεσθαι δεῖν, ἄρσενά τε καὶ οἱονεὶ διεγηγερμένον τὸν ἔν γε δὴ σφίσιν αὐτοῖς διασώζοντας νοῦν. Καὶ μέντοι πρὸς τόδε φαίην ἂν, ὅτι καθαρούς τε καὶ ἀμώμους εἶναι χρὴ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει. Ψάλλει γάρ που καὶ μάλα ἐμφρόνως ὁ θεσπέσιος Δαβίδ· «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί.»

Συμμεμέτρηται γάρ πως παρὰ Θεῷ τῆς ἀνθρωπίνης ἐπιεικείας ὁ τρόπος, ὑπερανισχούσης δηλονότι τῆς τῶν ἁγίων ἀγγέλων, καὶ πολὺ τὸ καθ᾽ ἡμᾶς ὑπεραιρούσης μέτρον. Οὐκοῦν ἄρσεν τε καὶ ἄμωμον τὸ ἱερὸν ἔστω θῦμα. Ἀποφέρεται δέ πως πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς. Τελειούμεθα γὰρ οὐχ ἑτέρωσέ ποι, ἢ ὅτι πάντη τε καὶ πάντως ἐν ἐκκλησίαις ἐσόμεθα εὐπαράδεκτοι τῷ Θεῷ καὶ Πατρὶ, προσκομίζοντος ἡμᾶς ὡς ἱερέως Χριστοῦ. Δι᾽ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ εἶναι πάροδον, πρόδρομος ὑπὲρ ἡμῶν εἰσελάσας εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ καταδείξας ἡμῖν τὴν ἀληθῆ τρίβον. Ἐπιθεῖναί γε μὴν τῷ μόσχῳ τὰς χεῖρας προστέταχε, διά γε δὴ τούτου πλαγίως ὑποσημαίνων, ὡς ἀνθ᾽ ἑαυτῶν ἐν τύπῳ προσάγουσιν εἰκόνα τινὰ τοῦ χρῆναι βιοῦν ἁγίως, διὰ τοῦ τεθνάναι τῷ κόσμῳ τὴν τοῦ κτήνους σφαγὴν εὖ μάλα ποιούμενοι. Ἄθρει δὴ οὖν ὅπως ἡμῖν ἡ σκιὰ διαμορφοῖ τὴν ἀλήθειαν. Ἐσφάζετο μὲν γὰρ ὁ μόσχος ἔναντι Κυρίου, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ. Τὸ γάρ τοι τεθνάναι τῷ κόσμῳ, καὶ τῶν σαρκικῶν ἡ νέκρωσις κινημάτων, ἥδιστον τῷ Θεῷ, καὶ τῆς ἄνωθεν ἐποπτείας ἄξιον· καὶ τάχα που ψάλλει τι τοιοῦτον ὁ θεῖος ἡμῖν Δαβὶδ, ὡδί πη λέγων· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.»

Ἀνάθημα γὰρ ὥσπερ ἱερὸν ἔσται τῷ Θεῷ, τῶν ὁσίων ὁ θάνατος· καὶ οὔτι που πάντων τῶν κατὰ σάρκα, φημί· κατασημήνειεν δὲ μᾶλλον ὁ λόγος ἡμῖν, ὃν ὑπομένειν ἔθος αὐτοὺς, κόσμῳ μὲν ἀποθνήσκοντας, Θεῷ δὲ ζῶντας ἐν ὁσιότητι καὶ ἁγιασμῷ· ἀμήχανον γὰρ τὴν ἁγίαν ἡμᾶς κατορθῶσαι ζωὴν, μὴ οὐχὶ προεκτεθνεῶτας τῷ κόσμῳ. Γράφει γὰρ ὁ Πέτρος περὶ Χριστοῦ· «Ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.» Οὐκοῦν ἡ τοῦ μόσχου σφαγὴ, καταδηλοῦν ἔοικε τὸ ἀπογενέσθαι ταῖς ἁμαρτίαις, καὶ τὸ ὑπομεῖναι θάνατον τὸν παρὰ Θεῷ τίμιον, ὃν καὶ ἐφορᾷν ἀξιοῖ. «Σφάξουσι γὰρ, φησὶ, τὸν μόσχον ἔναντι Κυρίου.» Ἡ δέ γε τοῦ αἵματος χύσις ἐπὶ τὸ θυσιαστήριον, τὴν τῆς ζωῆς ἀφιέρωσιν καὶ ψυχῆς ἀνάθεσιν εἰς δόξαν Θεοῦ κατασημήνειεν ἂν, οἶμαί που. Ἐκδέρεται δὲ τὸ θῦμα, καὶ τέμνεται κατὰ μέλος· τοῦ μὲν ἐκδέρεσθαι, τὴν οἱονεὶ γύμνωσίν τε καὶ ἀποκάλυψιν τῶν ἐν ἡμῖν ὑποφαίνοντος· τοῦ δὲ μελίζεσθαι, τὸ μέχρις ἁρμῶν τε καὶ μυελῶν τὸν τοῦ Θεοῦ καθικνεῖσθαι λόγον, εὖ μάλα παραδεικνύντος. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.

Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Ἀνακαίοντος δὲ τοῦ ἱερέως τὸ πῦρ, ἐπιτίθεται τῷ θυσιαστηρίῳ τὰ διχοτομήματα, σὺν τῇ κεφαλῇ καὶ τοῖς ποσὶ, καὶ μέντοι καὶ ἐνδοσθίοις, ἐκνενιμμένοις ὕδασιν. Εὐώδη γὰρ ἅπαντα τὰ τῶν ἁγίων, οὐδὲν ἀπόβλητον παρὰ Θεῷ τῶν ἐκείνοις ἐνεῖναι πεπιστευμένων.

Εἶεν δ᾽ ἂν εἰς τύπον τὰ μὲν κρέα, τῆς οἱονεὶ παχυτέρας αὐτῶν καὶ ἐνσωμάτου ζωῆς· σεμνὴ γὰρ αὐτὴ καὶ πάναγνος· κεφαλὴ δὲ, νοῦ σημεῖον, λογισμῶν δὲ καὶ ἐπιθυμιῶν, τὰ ἐντόσθια· πόδες δὲ αὖ, πρακτικῆς καὶ τῆς ὡς ἐν ἔργοις πορείας αἴνιγμα λεπτόν. ΠΑΛΛ. Ὡς δριμὺς ὁ λόγος! ΚΥΡ. Ἔχει δ᾽ οὖν ὅμως τὸ ἀληθὲς, καίτοι διάττων ἡμῖν ὡς ἐν ὁμίχλῃ καὶ σκότῳ· βαθὺς γὰρ ὁ νόμος. «Ἐὰν δὲ ἀπὸ τῶν προβάτων, φησὶ, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα· ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ, ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν, ἔναντι Κυρίου.» Μελίζεται δὲ καὶ αὐτὸ, ἐκνενιμμένων τῶν ἐντοσθίων κατὰ τὸν ἴσον τῷ μόσχῳ τρόπον. Ἀνακομίζεσθαι δὲ δεῖν ἐπὶ τὸ θυσιαστήριον ἐθεσμοθέτει πάλιν· ὁ αὐτὸς δ᾽ ἂν εἴη τῆς θεωρίας καὶ ἐπὶ τῷδε λόγος. Πλὴν ἔχει τι παρηλλαγμένον· ἐσφάζετο γὰρ ὁ ἀμνὸς ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν. ΠΑΛΛ. Τίς οὖν ἄρα ἐστὶ καὶ ὁ τοῦδε λόγος; ΚΥΡ. Ἢ οὐκ οἶσθα, ὅτι νοτιωτέρα πώς ἐστι τῶν Ἰουδαίων ἡ γῇ, τὰ δέ γε πρὸς θάλασσαν τὴν βορειοτέραν αἱ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι διεμοιρήσαντο, κατὰ χώρας καὶ πόλεις συνῳκισμέναι; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Αἴνιγμα δὴ οὖν τοῦ καὶ αὐτὰς τὰς εἰς βοῤῥᾶν ἀγέλας, ἱερὰς ἔσεσθαι τῷ Θεῷ, τὸ ὡς ἐν μέρει τῷ βορειοτέρῳ καταθύεσθαι τὸν ἀμνόν.

Τοῦτό τοι καὶ ὁ Σωτὴρ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης προανεφώνει λέγων· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» ΠΑΛΛ. Συνῆκα ὃ φής. ΚΥΡ. Ῥᾳθυμίας δὲ ἀμείνους καὶ ὄκνου παντὸς ἐπέκεινα τιθεὶς ὁ τῶν ὅλων Θεὸς τοὺς οἵπερ ἂν ἕλοιντο πληροῦν τὰ νενομισμένα, καταλεαίνει τρόπον τινὰ τῆς καρποφορίας τὴν ὁδὸν, καὶ ἐν τοῖς ἔτι προβάτου μείοσι τὰ τῆς θυσίας ἀποπεραίνεσθαι δεῖν ἐπιτάττει, λέγων· «Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃ δῶρον τῷ Κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ, καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου. Καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὰ παρὰ τὸ θυσιαστήριον κατ᾽ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ, καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων, καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός.

Κάρπωμά ἐστι θυσίας, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Ἄθρει δὴ πάλιν, ὡς ἄριστά τε καὶ εὐτέχνως τὸ ἐν συμμορφίᾳ φαίνεσθαι τοῦ Χριστοῦ, τοῖς ἁγίοις τετήρηται. Ἔστι μὲν γὰρ ἀληθῶς ἡ ἄνωθέν τε καὶ λαλιστάτη τρυγὼν αὐτὸς, ὁμοίως δὲ καὶ ἡ πραοτάτη περιστερά. Καὶ γοῦν ἐν μὲν τῷ ᾌσματι τῶν ᾀσμάτων γέγραπται περὶ αὐτοῦ· «Φωνὴ τρυγόνος ἠκούσθη ἐν τῇ ἐρήμῳ·» πραότητος δὲ τῆς ἄγαν καὶ ἀνωτάτω τύπον ὥσπερ τινὰ καὶ ὑπογραμμὸν ἑαυτὸν ἡμῖν παρετίθει, λέγων· «Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ἀλλ᾽ ἰδοὺ καὶ αὐτοῖς τοῖς ἁγίοις, διά τοι τὸ ἐν μορφῇ γενέσθαι Χριστοῦ, τὸ ἐν ἴσοις ὥσπερ ἀγαθοῖς εὐπρεπές τε καὶ ἀξιάγαστον εὖ μάλα τετήρηται· τρυγόνες γὰρ καὶ αὐτοὶ νοοῖντ᾽ ἂν εἰκότως, τὸν θεῖόν τε καὶ ἱερὸν τοῖς ἀκροωμένοις ἱεῖσαι λόγον, ᾠδάς τε καὶ μέλη τὰ εἰς δόξαν Θεοῦ ποιεῖσθαι σπουδάζουσαι. Τοιγάρτοι καὶ λέγουσιν· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Καὶ μέντοι καὶ τὸν ἐν Χριστῷ διαζῶσι βίον, καὶ τὴν πραοτάτην τῆς εὐαγγελικῆς πολιτείας ἴενται τρίβον, τοῖς παίειν ἐθέλουσιν εἰς τὴν δεξιὰν σιαγόνα, παραφέροντες καὶ τὴν ἀριστερὰν, καὶ τοῖς ἀγγαρεύουσι μίλιον, ἓν ἐθελοντὶ δωρούμενοι τὸ, εἴπερ ἕλοιντο, διαστείχειν καὶ δύο. Οὐκοῦν σφᾶς αὐτοὺς, εἰς ὀσμὴν εὐωδίας, καὶ εἰς ὁλοκαύτωμα καθιεροῦσι Θεῷ, καὶ ὡς ἐν εἴδει τρυγόνων καὶ περιστερῶν.

Εἶτα τὴν κεφαλὴν ἀποκνίσας ὁ ἱερεὺς ἐπιτίθησι τῷ θυσιαστηρίῳ, προσχεύσας τὸ αἷμα. Ἅγιος γὰρ ἀληθῶς, καὶ ὅτι μάλιστα τῶν ἱερωτάτων ἁγίων ὁ νοῦς, ἀνακεῖσθαι πρέποι τῷ πανάγνῳ Θεῷ. Ἐννοιῶν γάρ ἐστιν ἐπίμεστος ἀγαθῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας εὐωδιάζει τὸ μύρον «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον· ἁγία δὲ ὅτι καὶ ἡ ζωὴ τῶν ἐν φόβῳ Θεοῦ, σαφὲς ἂν γένοιτο, διὰ τὸ δεῖν τῷ ἁγίῳ θυσιαστηρίῳ προσχεῖσθαι τὸ αἷμα. Ζωῆς γὰρ τύπος τὸ αἷμα· καὶ ἀφαιρεῖται μὲν τῶν στρουθίων ὁ πρόλοβος, τουτέστιν, ἡ φύσα, σὺν τοῖς πτεροῖς· ἐκβάλλεται δὲ ὡς ἀχρεῖον παντελῶς. Σημεῖον δ᾽ ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ καὶ τρυφῆς ἀνωτέρω τῆς σωματικῆς τὸν τῶν ἁγίων ἀναπεφάνθαι βίον, ὡς δοκεῖν ἤδη πως, μηδὲ τῆς τὰ σιτία χωρούσης ἐπιδεῖσθαι γαστρός. Τοιουτοσὶ γάρ πώς ἐστι τῶν ὅτι μάλιστα φιλοπονωτάτων ὁ βίος· οἳ σιτίων ὁμοῦ καὶ αὐτῆς τάχα που τῆς γαστρὸς ἀλογήσαντες, κατατήκουσι τὴν σάρκα, καὶ κατανεκροῦσιν ἡδονὰς, ἐλεύθεροι δὲ καὶ ἀπηλλαγμένοι παντὸς γεγόνασι κοσμικοῦ τε καὶ περιττοῦ.

Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἡ τῶν πτερῶν ἀποβολή. Ἀναγκαία μὲν γὰρ τοῖς ὀρνέοις ἡ πτέρωσις· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς, τὰ δι᾽ ὧνπερ ἂν εἰς ἰδίαν χρείαν τουτὶ τὸ ἀπὸ τῆς γῆς ὑπηρετοῖτο σῶμα· ἄμφια δὲ δὴ λέγω, καὶ τροφῆς ὄργανα, καὶ πρός γε δὴ τούτοις εὖ μάλα καὶ τὰ δι᾽ ὧν ἂν γένοιτο ταυτὶ, πορισμοὶ χρημάτων, τῇ τῆς ἐνδείας ἐφόδῳ μαχόμενοι, εὐναί τε μαλακαὶ, καὶ τὰ τούτοις ἀγχοῦ. Ἀλλ᾽ εἰ καὶ χρειώδη ταῦτα καὶ ἀναγκαῖα τοῖς ἐπὶ γῆς καὶ ἐν σώμασιν, ἀλλ᾽ οὖν τοῖς ἁγίοις λελόγισται παρ᾽ οὐδὲν, ὄχλον δὲ ὥσπερ εἰκαῖον ἁπλῶς τὴν τῶν τοιούτων κτῆσιν ἀποπεμψάμενοι, μονονουχὶ γυμνοῖς καὶ ἀναμφιάστοις σώμασι διατελοῦσιν ἐν κόσμῳ, τὸ προστυχὸν καὶ εὐπόριστον τῇ τῆς σαρκὸς ἀνάγκῃ σὺν ὄκνῳ δωρούμενοι. Ἀποτετιλμένων δὲ τῶν πτερῶν, καὶ ἐξῃρημένης τῆς φύσης, ἤτοι τοῦ προλόβου, καὶ ἐκκλάσει, φησὶν, ἀπὸ τῶν πτερυγίων, καὶ οὐ διελεῖ, καὶ ἀνοίσει λοιπὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἡ μὲν τῶν πτερυγίων ἔκκλασις, τύπος ἂν εἴη καὶ ὑπόδειγμα σαφὲς τοῦ μὴ φρονεῖν τὰ ὑπέρογκα, μήτε μὴν ὑψοῦ πέτασθαι τῶν ἁγίων τὸν νοῦν, συνεπάγεσθαι δὲ μᾶλλον τοῖς ταπεινοῖς, καὶ οἱονεὶ τὰ κάτω ζητεῖν.

Μετέωρος γὰρ ἀείπως ἐστὶ τῶν ἀλαζόνων ὁ νοῦς, καὶ πρὸς τὰ ἄνω φέρεται, συνιζῆσαι τοῖς χθαμαλωτέροις οὐκ ἀνεχόμενος, καὶ τὸ μέτριόν τε καὶ ταπεινὸν ἀτιμάζων φρόνημα. Οὐκοῦν ἡ τῶν πτερυγίων ἔκκλασις, ἀλαζονείας ἀπόθεσιν αἰνιγματωδῶς ὑποφαίνει· ὅτι δὲ καὶ εἰσάπαν, καὶ, ἵν᾽ οὕτως εἴπωμεν, ὁλοτρόπως ἀνέθεσαν τῷ Θεῷ τὴν οἰκείαν ζωὴν, οὐ μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ, τὸ μὴ διαιρεῖσθαι δηλοῖ· μεμερίσθαι δὲ τοὺς ἐν γάμῳ, καὶ ὁ σοφὸς ἔφη Παῦλος. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ νοῦς, ζωή τε ἁγία, καὶ τρυφῆς ἀμείνων σωματικῆς, καὶ μερίμνης κοσμικῆς ἐλευθέρα, καὶ φρονήματι τῷ μετρίῳ περικαλλής· ἀμέριστος δὲ καὶ πρὸς τὰ ἐν κόσμῳ. Τοιγάρτοι καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατίθεται τῷ Θεῷ. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Καταβιβάζει δὲ τῆς θυσίας τοὺς τρόπους, καὶ πρὸς τὰ ἔτι μείω τε καὶ παντὶ τῷ ἔτει λοιπὸν ἐγκείμενα, καὶ οὐ σὺν ἱδρῶτι ληπτὰ κατευρύνων, οἶμαί που, μικρῷ καὶ μεγάλῳ τῆς εὐδοκιμήσεως τὴν ὁδόν· γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Καὶ οὐ τῷ μεγέθει τῆς καρποφορίας πάντη τε καὶ πάντως τὸ γνήσιον κρίνεται, παρά γε τῷ φιλαρέτῳ Θεῷ, ἀλλ᾽ ἐν ἴσῳ τοῖς προὔχουσιν ὁ βραχὺς, τὰ ἐνόντα διδοὺς, καὶ οἷς ἂν ἔχοι καὶ δύναιτο τιμᾷν ᾑρημένος.

Ἔφη τοίνυν ὧδε πάλιν· «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ· καὶ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον, θυσία ἐστί· καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ᾽ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ, καὶ πᾶν τὸ λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον, θυσία ἐστὶν, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τὸ τοῦ προσκομίζοντος ὑπέμνησε ταπεινόν· ψυχὴν γὰρ ἁπλῶς, κἂν εἰ πολὺ τὸ ἄσημον ἔχοι κατὰ τόνδε τὸν βίον, ὁ θεῖος ἡμῖν ὀνομάζει νόμος, τὸ τῆς ἀνωτάτω φύσεως περὶ πάντας ἶσον καὶ ἀπροκλινὲς κἀν τούτῳ δεικνὺς, καθάπερ ἀμέλει καὶ ἐν τῷ φάναι πάλιν, ὅτι «Πᾶσαι αἱ ψυχαὶ, ἐμαί εἰσιν.» Ἀπροσωπόληπτον γὰρ τὸ θεῖον, καθάπερ ἔφην ἀρτίως. Οὐκοῦν εἴπερ ἕλοιτό τις τῶν οὐκ ἐχόντων, φησὶ, τὸ ἐπιφανὲς ἐν κόσμῳ, δωροφορεῖν τῷ Θεῷ, σεμίδαλις ἔσται τῆς θυσίας ὁ τρόπος. πλὴν ἐλαιόδευτος καὶ ἀναμὶξ λιβάνῳ· ὅτι δὲ ζωῆς μὲν εἰς τύπον ἡ σεμίδαλις, ἱλαρότητος δὲ τῆς ὡς ἐν ἐλπίδι, τὸ ἔλαιον, λίβανός γε μὴν, εὐωδίας τῆς ὡς ἐν ἔργοις καὶ κατορθώμασιν, καὶ βίῳ συννομωτάτῳ, πολὺς ἡμῖν διεσάφησε λόγος.

Χρῆναι δὲ οὖν εὖ μάλα φησὶν ὁ νόμος, τοὺς οἵπερ ἂν ἕλοιντο κατευφραίνειν ἐν ἑαυτοῖς τὸν τῶν ὅλων Θεὸν, ἀνατιθέναι τε καὶ ἀφιεροῦν αὐτῷ τὴν οἰκείαν ζωὴν, οὐκ ἐπὶ τοῖς ἱδρῶσι τοῖς ὑπὲρ ἀρετῆς στυγνάζοντας· («Μὴ γὰρ δὴ γογγύζετε,» φησὶν ὁ θεσπέσιος Παῦλος), εὐωδίας δὲ τῆς νοητῆς ἐκμεμεστωμένην· ἀνοίσει γὰρ τότε τὸ μνημόσυνον αὐτῆς ὁ ἱερεὺς τῷ Θεῷ. Προσελευσόμεθα γὰρ ἐν Χριστῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πνευματικῆς θυσίας, τὸ καὶ ἐν μνήμῃ κεῖσθαι τῇ παρ᾽ αὐτῷ κερδαίνοντες. Δι᾽ ὧν γὰρ εὐδοκιμεῖν εἰθίσμεθα, διὰ τούτων αὐτῶν ἀποφανούμεθα, ὅτι καὶ μνήμης ἄξιοι, καὶ ἐν γνώσει Θεοῦ γεγόναμεν ἐν Χριστῷ. ΠΑΛΛ. Ἀστειότατα ἔφης. ΚΥΡ. Ἐπισυνάπτει δὲ τούτοις· «Ἐὰν δὲ προσφέρῃς δῶρον, θυσίαν πεπιλημένην ἐν κλιβάνῳ, δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. Ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρον αὐτοῦ, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται· καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὰ ἔλαιον, θυσία ἐστὶ Κυρίῳ. Ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐλαίῳ ποιηθήσεται.

Ἐὰν δὲ προσφέρῃς θυσίαν τῶν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων, καὶ ἐπιθήσεις ἐπ᾽ αὐτὰ λίβανον· θυσία ἐστί.

Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι τῷ Κυρίῳ. ΠΑΛΛ. Ὡς βαθὺ τὸ χρῆμα τοῦ νόμου! Φράζε δὴ οὖν, ὅπως καὶ τοῖς ὧδε λεπτοῖς τὸν νοῦν ἐνιέντες, οὐκ ἀπὸ σκοποῦ βαδιούμεθα. ΚΥΡ. Ἐκεῖνο, οἶμαί που, ἄξιον, τὸ τοῦ νόμου προμηθὲς καὶ λίαν εὐτεχνές· εἴσῃ γὰρ δὴ διὰ τρόπου παντὸς, καὶ προσίεται μὲν τὸ βραχὺ κομιδῇ, χαρίζεται δὲ καὶ αὐτῷ πανταχῆ τὸ εὐῶδες καὶ ἱλαρόν· διεπύθου γάρ που καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· »Καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν ἀδελφῶν τούτων τῶν μικρῶν ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» Τοιουτονί τι κἀνθάδε διαλογίζεσθαι χρὴ, καὶ τὴν τοῦ νομοθέτου χρηστότητα ταῖς αὐτῷ πρεπούσαις κατακροτεῖν εὐφημίαις. Προσίεται γὰρ, ὡς ἔφην, κἂν εἰ ἕλοιτό τις καὶ τοῖς ἄγαν εὐτελεστάτοις πληροῦν τὰ νενομισμένα. Εἴτε γὰρ ἄρτος εἴη, φησὶν, εἴτε καὶ λάγανον ἓν, εἴτ᾽ οὖν ἐκ κλιβάνου καὶ ἀπὸ τηγάνου, καὶ μὴν καὶ ἐσχάρας, καὶ ἥκιστα μὲν ἐκ πυρῶν, χίδρα δὲ εἴη καὶ ἐρικτὰ, τουτέστιν, ἐξ ὀσπρίων ἄλευρον, ἐλαίῳ δεδεύσθω τὸ προσκομισθὲν, καὶ καταπλουτείτω πάλιν ἐφ᾽ ἑαυτῷ τὸν λίβανον. Ἔοικε δέ πως ἔν γε δὴ τούτοις ὁ λόγος, τὰς διὰ πυρώσεώς τε καὶ πόνων καὶ μέντοι καὶ συντριβῆς εὐδοκιμήσεις ἡμῖν τῶν ἁγίων ὑποδηλοῦν.

Κλίβανος γὰρ καὶ ἐσχάρα, καὶ μὴν καὶ τὸ μύλῳ καταλεπτύνεσθαι, σημεῖά που πάντως εἶεν ἂν συντριβῆς τε καὶ πόνου δοκιμαζομένων ὡς διὰ πυρός. Τοιγάρτοι καὶ κεκράγασι, τὴν οὕτως εὐκλεᾶ διαστείχοντες τρίβον· «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαβίδ· «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἀλλ᾽ ὅτι τοῖς ὧδε πεπονηκόσι, τὸ ἐν εὐωδίᾳ γενέσθαι Χριστοῦ, πάντη τε καὶ πάντως ἕποιτο ἂν εἰκότως· καὶ μὴν ὅτι καὶ τὸ ἐλεεῖσθαι δεῖν, καὶ τῇ τοῦ Πνεύματος χάριτι πλουσίως καταπιαίνεσθαι, σαφὲς ἂν γένοιτο τὴν τοῦ λιβάνου τε καὶ ἐλαίου περινοοῦντι χρείαν. Ἢ γὰρ οὐχὶ λεπτῶν αἰνιγμάτων ὑποψίαι πως ἡμῖν καὶ σκιαὶ τὰ ἐν νόμῳ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἑαυτοὺς μὲν ἄρα προσοίσομεν τῷ Θεῷ, κατανεκρούμενοι τῇ ἁμαρτίᾳ, καὶ τὸν ἱερὸν τουτονὶ νοητῶς ὑπομένοντες θάνατον, ζῶντές γε μὴν τῇ δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον, καὶ ὡς ἐν τάξει χαριστηρίων τὴν ἰδίαν αὐτῷ ζωὴν ἀπονέμοντες εὐκλεᾶ τε καὶ ἀνεπίπληκτον, καὶ τοῖς εἰς φιλοθεΐαν αὐχήμασιν εὐπρεπῆ. Τοῦτό τοι σαφῶς καὶ δι᾽ ἑτέρων εἰσόμεθα νόμων.

Γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτὸ προσαγάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου· καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα Κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας· καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ· καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα, τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου· κάρπωμα, ὀσμὴ εὐωδίας Κυρίῳ.» Ἄμωμος τοίνυν ὁ μόσχος· καθαροὺς γὰρ εἶναι πρέπει, καὶ μώμου παντὸς ἰόντας ὡς ἀπωτάτω, τοὺς εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντας τῷ Θεῷ.

Ἐσφάζετο δὲ πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσάγοντος. Καὶ τίς ὁ τοῦδε λόγος, εἴρηται σαφῶς. Ἀνεκομίζετο δὲ εἰς θυσίαν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ οἱ δύο νεφροὶ, συνεξαιρουμένης αὐτοῖς τῆς ἐνούσης πιμελῆς, καὶ ὁ λοβὸς τοῦ ἥπατος. Καὶ ὑποφήνειεν ἂν, καθάπερ ἐγᾦμαι, τὸ ἐπὶ τῆς κοιλίας στέαρ, τὴν οἱονεὶ φρενὸς εὐεξίαν, καὶ τὴν πιότητα τῶν σπλάγχνων ἐντεθραμμένων ἄριστα ταῖς διὰ τοῦ Πνεύματος νοηταῖς χορηγίαις. Εὐτροφία μὲν γὰρ τοῖς ἀλόγοις ζώοις, καὶ μὴν καὶ τοῖς ἀνθρωπίνοις σώμασι τὸ καταπιαίνεσθαι προξενεῖ. Θείων δὲ χαρισμάτων πλουσιωτάτη μέθεξις, παντὸς ἀγαθοῦ τὴν τῶν ἁγίων ἐμπίπλησι φρένα. Τοιγάρτοι καὶ ἱεροὶ καὶ εἰς ὀσμὴν εὐωδίας γένοιντο ἂν ἐξαίρετοι τῷ Θεῷ. Νεφροὶ δὲ δὴ πάλιν, εἰς τύπον ἂν εἶεν τῆς εἰς νοῦν ἔσω διακριτικῆς ἐνεργείας· καθ᾽ ἣν ἀπόβλητον μὲν, τὸ πεφυκὸς ἀδικεῖν, αἱρετὸν δὲ καὶ ἀξιόληπτον ποιεῖται τὸ ὠφελοῦν. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Οὐκοῦν ἐπειδήπερ διακριτικὸν ἐν σώματι μόριον ὁ νεφρὸς (ἀποκρίνει γὰρ εὖ μάλα τὰ περιττὰ, τὸ χρηστόν τε καὶ ὠφελοῦν ἐνιεὶς τῇ φύσει, καὶ διανέμων εὐτέχνως, οἷς ἂν καὶ ὅσον διανέμεσθαι πρέποι), μεταληπτέον εἰκότως εἰς νοῦ διάκρισιν τοὺς νεφρούς.

Ἱεροὶ τοιγαροῦν καὶ ἀνάθημα Θεῷ, τῶν ἁγίων οἱ νεφροὶ, τουτέστιν, ἥνπερ ἂν ἔχοιεν ἐν νῷ διάκρισιν. Δόκιμοι γὰρ τραπεζῖται καὶ ἀκριβεῖς, οἱ Θεῷ προσκείμενοι, κατακιβδηλεύοντες μὲν τὸ φαῦλον ἀεὶ, ψήφῳ γε μὴν τῇ παγκάλῳ τιμᾷν εἰωθότες τὸ τελοῦν εἰς ὄνησιν. Ὧδε γὰρ οἶμαι καὶ τὸν θεσπέσιον Μελῳδὸν εὐδοκιμεῖν εἰωθότα διακεκραγέναι πρὸς τὸν Θεόν· «Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε.» Ὁ δέ γε λοβὸς τοῦ ἥπατος, οὐδὲν ἧττον ἡμῖν ὑποφαίνει, ἢ ψυχῆς ἐνέργειαν, ἤτοι φρενὸς κίνησιν, καθ᾽ ἣν ἴεται πρὸς ἐπιθυμίας.

Ἐξηκριβωκότες δὲ τὰ τοιάδε τινὲς, οὐδὲν ὀκνοῦντές φασιν, ὡς ἐν ἥπατι τὰς ἐπιθυμίας ἅπαν ἔχει ζῶον.

Ἀναθετέον δὴ οὖν καὶ τὸν λοβὸν τοῦ ἥπατος τῷ Θεῷ, τουτέστιν, αὐτὴν οἱονείπως ἁπάσης ἐπιθυμίας ἡμῶν τὴν πηγὴν, κατά γε τὸν ψάλλοντα Μελῳδόν· «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Σεμνύνεται δέ τις ἐφ᾽ ἑαυτῷ, καὶ τὴν ὧδε σεπτὴν καὶ ἀξιάγαστον ἀναμέλπει φωνὴν, εἰ πρός γε δὴ μόνον τὸ τῷ Θεῷ δοκοῦν τὰς ὀρέξεις ἔχοι, καὶ καταφωρῷτο διψῶν, ἃ ἂν βούλοιτο δρᾷν αὐτός. ΠΑΛΛ. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. ΚΥΡ. Ἐπὶ προβάτῳ δὲ αὖ, καὶ μὴν καὶ αἰγὶ, τὸν αὐτὸν ὁρίζει νόμον, καὶ ἐν ἴσῳ τρόπῳ καὶ ἐπ᾽ αὐτοῖς τὰ τῆς θυσίας ἐπράττετο, τῆς τῶν ζώων ὡς ἐν μεγέθει διαφορᾶς, τῶν καρποφορεῖν εἰωθότων, τὸ ἐν εὐσεβείᾳ τε καὶ εὐδοκιμήσει μέτρον ὑποφαινούσης ἀστείως· ὁ μὲν γὰρ, πλουσίως καὶ ὑπερφερῶς, ὡς ἔν γε τῷ μόσχῳ, περινοεῖν ἄξιον· ὁ δὲ μέσως, ὡς ἐν προβάτῳ, ὁ δὲ καὶ ὑφειμένως ἔτι· μείων γὰρ αἲξ προβάτου· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν εὔκαρπον ἀναφῦναι γῆν ἑκατὸν, καὶ ἑξήκοντα, καὶ τριάκοντα, κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. ΠΑΛΛ. Πείθομαι. ΚΥΡ. Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις, καὶ ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμηθήσονται παρὰ Θεοῦ, πληροφορήσει μὲν καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ τρόπῳ γενέσθαι λέγων, καθιστὰς δὲ τῶν εὐδοκιμούντων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δ᾽ ἐπὶ πέντε.

Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως ταῖς ἡμῶν ἐπιεικείαις ἡ ἀντέκτισις· οὐδὲν δὲ ἧττον ἡμῖν, ὅπερ ἔφην, καὶ αὐτὸς ὁ διὰ Μωσέως ὑποδείξει νόμος. Ἔφη γὰρ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ποιήσετε ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλύναι εὐχὴν ἢ καθ᾽ ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων· καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτον, κάρπωμα, ὀσμὴν εὐωδίας τῷ Κυρίῳ· καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ἴν· καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

Ἐὰν δὲ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλύναι εὐχὴν ἢ εἰς σωτήριον Κυρίῳ, καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν, καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἲν, κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ, ἢ τῷ κριῷ τῷ ἑνὶ, ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν, κατὰ τὸν ἀριθμὸν, ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ, κατὰ τὸν ἀριθμὸν αὐτῶν, πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκας καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

Ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα, ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ.

Νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν· νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν, ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου, νόμος εἷς ἔσται, καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.» ΠΑΛΛ. Εἶτα ὅποι ποτὲ ἰσομοιροῦν καὶ ἀνάλογον, ὡς φὴς, ὃ ἂν ἐργάσαιτό τις, καταθρήσαιμεν; ΚΥΡ. Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, τοῦ νόμου λέγοντος ἐναργῶς, ὡς εἴπερ τις ἕλοιτο πληροῦν εὐχὰς καὶ ὁλοκαυτώματα, εἰ μὲν ἀμνὸν καταθύοι, δέκατον μὲν τοῦ οἰφὶ σεμιδάλεως, οἴνου δὲ καὶ ἐλαίου τὸ τέταρτον τοῦ ἲν (μέτρα δὲ οἶμαι ταυτὶ κατὰ γλῶτταν Ἑβραίαν) προσεπαγέτω τῷ θυμιάματι· εἰ δὲ κριὸς εἴη, φησὶν, ἐν πλεονασμῷ τὰ ἑπόμενα, τουτέστι, τὸ τρίτον· τρίτου γὰρ ἐν μείοσι, τὸ ὡς ἐν τετάρτῳ μέτρον. Μόσχου δὲ ἀναφερομένου, σεμίδαλίς τε καὶ τὰ λοιπὰ τοῦ τρίτου πάλιν ἐπέκεινα, καὶ ἐν ἡμίσει λοιπόν. ΚΥΡ. Ἐπυθόμην· τί οὖν τοῦτό γε; ΚΥΡ. Οἶσθα δέ που πάντως, ὅτι ζωῆς μὲν τύπος, ἡ ἐκ πυρῶν σεμίδαλις, ἱλαρότητος δὲ τὸ ἔλαιον· γέγραπται γὰρ, ὅτι «Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ.» Εὐφρασίας δὲ τῆς νοητῆς, τῆς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος σημεῖον, ὁ οἶνος· «Οἶνος γὰρ,» φησὶν, «εὐφραίνει καρδίαν ἀνθρώπου.» ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Οὐκοῦν ἀναλόγως, οἷς ἄν τις καρποφορήσειε, καὶ ἡ τῆς ζωῆς ἐπιχορηγία παρὰ Θεοῦ σὺν ἱλαρότητι καὶ εὐφρασίᾳ.

Καὶ οὐ δήπου φαμεν, ὡς ἔν γε τῷ ζῇν, ἤτοι τῷ ζωοποιεῖσθαι παρὰ Θεοῦ τὸ μεῖζον, ἢ μεῖον. Λῆρος γὰρ τοῦτο. Ζωὴν δὲ λέγοντες, τὴν ἔν γε τῷ ζῇν λαμπρότητά φαμεν, καθ᾽ ἢν ὁ μέν τις τυχὸν ὑπερέξει τοῦ δεῖνος· ὁ δὲ αὖ, ἐν μείοσι μὲν, ἢ ἐν οἷς ἂν εἶεν ἕτεροι. Πλὴν οὐκ ἔξω τιμῆς τε καὶ δόξης· «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Εἰκὼν οὖν ἄρα κἀνθάδε τῆς ὡς ἐν εὐκλείᾳ ζωῆς τῶν ἁγίων, ἡ τῶν θυμάτων διαφορὰ, τῇ τῶν ἑπομένων ποσότητι, τὸ τῆς εὐκλείας ἡμῖν καταγράφουσα μέτρον· ὅτι δὲ ἔμελλον οἱ ἐξ ἐθνῶν, ὁμοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, καὶ διὰ τῶν αὐτῶν ἰέναι θυσιῶν καὶ πνευματικῶν εὐδοκιμήσεων παρέδειξε προσθεὶς, οὐχ ἑτέροις δεῖν τὸν προσήλυτον κεχρῆσθαι νόμοις. Μία γὰρ ἡ πάντων ὁδὸς, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα· καὶ ἔστιν αὕτη Χριστός. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Πέτρος, «Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» ΠΑΛΛ. Ὡς ἄριστά τε ἡμῖν καὶ εὐτέχνως ἄγαν ὁ λόγος ἔχει. ΚΥΡ. Ὅτι γὰρ ψευδοεπήσομεν ἥκιστά γε, διαφόρους εἶναι διαβεβαιούμενοι τοὺς τῆς εὐδοκιμήσεως τρόπους, ἀπονεμηθήσεσθαι δὲ παρὰ Θεοῦ τοῖς ἑκάστου μέτροις ἰσοστάθμους τὰς ἀμοιβὰς, σαφηνιεῖ λέγων καὶ ὁ σοφώτατος Παῦλος· «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει.»

Προανακεκράγει δέ που καὶ ὁ Δαβίδ· «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.» Ἦ γὰρ οὐχ ἑτέραν εἶναι φὴς τὴν Παύλου, φέρε εἰπεῖν, δικαιοσύνην, παρὰ τὴν ὁτουοῦν τῶν οὔπω τοσούτων, ὁποῖός περ ἂν ἡμῖν ὑπάρχων νοοῖτο (πρὸς ἀλκὴν δέ φημι τὴν πνευματικὴν), ὡς ἀνακραγεῖν δύνασθαι σαφῶς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ;» ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τί δέ; οὐχ ἑτέραν εἶναι δώσομεν τὴν καθαριότητα τῶν χειρῶν Ἰωάννου, παρὰ τὴν ἑτέρου, τοῦ πρὸς ἀρχὴν ἀναθρώσκοντος πολιτείας εὐαγγελικῆς, ΠΑΛΛ. Δώσομεν· πῶς γὰρ οὔ; ΚΥΡ. Εἶτα, εἰπέ μοι, δίκαιος ὢν ὁ τῶν ὅλων κριτὴς, ταῖς τῶν ἁγίων εὐδοκιμήσεσι σύνδρομόν τε καὶ εἰσάπαν ἐμφερῆ παρ᾽ ἡμῶν ἐξαιτήσει τὴν δικαιοσύνην, ἤγουν δοκιμάσας τῆς ἐνούσης ἡμῖν εὐσθενείας τὸ μέτρον, οὐδὲν ὧν ἄν τις ἔχοι καὶ δύναιτο κατορθοῦν, ἐξαιτήσει πλεῖον; ΠΑΛΛ. Οὕτω φημὶ καὶ αὐτός· οὕτω γὰρ ἔφασκεν ὁ Χριστὸς, ὅτι «Ὧ πολὺ παρέθεντο, πολὺ ζητήσουσι παρ᾽ αὐτοῦ·» Δῆλον δὲ ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές· βραχὺ γάρ που πάντως παρὰ τοῦ τὸ ἔλαττον εἰληφότος. ΚΥΡ. Ἄθρει δὴ οὖν τὸ χρῆμα ἐν νόμῳ γραφόμενον, καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις, τὰ παρ᾽ αὐτοῦ ζητοῦντα Θεόν.

Ἡμερότητος δὲ τῆς ἐπέκεινα λόγου καὶ φιλανθρωπίας ὑπάρχων πηγὴ καὶ γένεσις, ἀποπέμπεται μὲν οὐδένα τῶν διὰ πίστεως προσδεδραμηκότων αὐτῷ, προσίεται δὲ μεθ᾽ ὧν ἂν ἕκαστος ἔχοι, καὶ δωροφορίας δέχεται πνευματικὰς, τὸ ἰσχύος ἐπέκεινα παραιτούμενος πανταχῆ. Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος, ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς. ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ, τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα. Ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας, δέκα δίδραχμα.

Ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ θηλείας, τρία δίδραχμα ἀργυρίου. Ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πέντε καὶ δέκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ θήλεια, δέκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεὺς καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, οὕτως τιμήσεται αὐτὸν ὁ ἱερεύς.» Προσίεσαν μὲν γάρ τινες, ἑαυτοὺς εἰς ἁγιασμὸν καὶ ἀνάθημα καταγράφοντες τῷ Θεῷ, καὶ ἀνατιθέντες ἀσμένως τὴν τῷ νόμῳ διωρισμένην τῶν διδράχμων ποσότητα. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐσθενῶν, ἤγουν τῶν ἀσημοτέρων, οὐκέτι μὲν κατὰ νόμους ἡ ἔκτισις ἦν. Δοκιμάζοντος δὲ τοῦ κατὰ καιροὺς ἱερατεύοντος, ὄφλημά τι τοῖς αὐτοῦ μέτροις τὸ ἰσοπαλὲς ὡρίζετο. Αὕτη μὲν οὖν ἡ ἐμφανεστέρα τοῦ γράμματος ἀφήγησις καὶ ἔννοια· ἀναμνῆσαι δὲ δεῖν ἀναγκαῖον ὑπολαμβάνω τοὺς τοῖς ἱεροῖς προσεδρεύοντας λόγοις ὅτι μάλιστα φιλομαθῶς, ὡς τοῖς Φαρισαίοις ποτὲ προσελάλει Χριστὸς, καὶ ταυτησὶ σαφῶς τε καὶ ἐναργῶς διεμέμνητο τῆς ἐντολῆς.

Οἱ μὲν γὰρ, εἰς ἐξίτηλόν τινα καὶ οὐχὶ τῷ νόμῳ διεγνωσμένον μεθορμισάμενοι βίον, καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, κατὰ τὸ γεγραμμένον, προσίεσαν λέγοντες, «Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίουσι.» Παραχρῆμα δὲ πρὸς αὐτοὺς ὁ Σωτήρ· «Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν.» Ἐρασιχρήματοι μὲν γὰρ καὶ φιλοκερδεῖς ἄγαν ὄντες οἱ Φαρισαῖοι, πλείστους μὲν ὅσους ὁρᾷν ἐπεθύμουν πρὸς τὴν κατὰ νόμον ἰόντας ἀπογραφὴν, ἵνα δὴ σφίσιν ἁδρύνοιτο τὰ βαλάντια, τὰ παρ᾽ ἑκάστου τῶν προσιόντων ἀπλήστῳ χειρὶ συλλέγουσιν.

Ἀλλ᾽ ἦν εἰκὸς ἀναδύεσθαί τινας τὴν ἀπογραφὴν, ὄκνου πρόφασιν ἔχοντας οὐκ ἀγεννῆ τὴν πτωχείαν, καὶ τόγε δὴ χρῆναι δεῖν γηροκομεῖν πατέρας ἤγουν καὶ μητέρας, ἐξ ὧν αὐτοὶ καὶ οὐ σὺν ἱδρῶτι βραχεῖ πορίσαιντο· μόλις ταυτὶ μαθόντες οἱ ἀλιτήριοι Φαρισαῖοι, προὔτρεπον ἑτοίμους ἰέναι πρὸς τὴν ἀνάθεσιν, οὐ τὰ εἰκότα φρονοῦντες ἔτι, καὶ τὸ νόμῳ δοκοῦν ἐκτετιμηκότες, τὸ ἀποπεραίνειν εὖ μάλα, φημὶ, τὴν εἰς γονέας αἰδὼ, καὶ φειδοῦς μεταποιεῖσθαι τῆς εἰς αὐτοὺς, ἐῤῥῶσθαι δὲ μᾶλλον ἐπιφωνοῦντας ἤδη πως, τὰ νενομισμένα πληροῦν. Ἐπειδὴ γὰρ ἔγκλημα καὶ γραφὴ κατὰ νόμους ἦν τὸ σφετερίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσενηνεγμένων, δῶρον δὲ ἦν ὄνομα τοῖς ἀναθήμασιν, ἐδίδασκον λέγειν ἐξαιτοῦσι τὰς ἐπικουρίας τοῖς γεγεννηκόσι· «Δῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τουτέστιν, ὅπερ ἄν σοι δῴην ἐγὼ, τοῦτό ἐστιν ἀνάθημα, καὶ λελυπηκὼς ἴσθι τοι τὸν νόμον, τὰ εἰς δόξαν Θεοῦ παρακλέπτων καὶ ἀνοσίως λαμβάνων.

Ἀκαταιτίατον δὲ τὴν εἰς γονέας ἀπανθρωπίαν διεβεβαιοῦντο ὑπάρχειν οἱ τῶν αἰσχίστων αὐτοῖς εὑρημάτων εἰσηγηταὶ, Θεῷ μᾶλλον ἀναθεῖναι τὰ ὄντα κατὰ τὸν νόμον ᾑρημένοις. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὃς ἂν εἴπῃ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ.» Ἐξέστω γὰρ δὴ τὸ μὴ τιμᾷν πατέρα, μήτε μὴν αἰδὼ ποιεῖσθαι μητρὸς, τοῖς λέγουσι· «Δῶρον ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,» τοῦτ᾽ ἐστιν, ὅπερ ἄν σοι δοὺς, ὠφελήσαιμι τυχὸν, τοῦτο θεῖόν ἐστι δῶρον, καὶ τῶν ἱερῶν ἀναθημάτων ἔσῃ κλοπεύς. ΠΑΛΛ. Ὀρθῶς τε καὶ ἀληθῶς εἰρῆσθαί φημι. ΚΥΡ. Ἐπειδὴ δὲ ὁ τῆς ἱστορίας ἡμῖν οὐκ ἀσυμφανῶς ἔχει λόγος, ἴωμεν ἐπὶ τὰ πνευματικὰ, καὶ τῆς τῶν αἰσθητῶν ἐπέκεινα θεωρίας ἁψώμεθα. ΠΑΛΛ. Ἴωμεν. ΚΥΡ. Ἕκαστος ἡμῶν, ὦ Παλλάδιε, τῶν ἐν πίστει δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, ἱερὸν ἀνάθημα γέγονε τῷ Θεῷ. Ὀφείλομεν δὲ τῷ Χριστῷ τὴν οἰκείαν ζωὴν ἕκαστος. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Τιμῆς ἠγοράσθημεν, καὶ οὐκ ἐσμὲν ἑαυτῶν.» Καὶ, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Κατεκτήσατο γὰρ ἡμᾶς δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τιμὴν ὥσπερ τινὰ καταθεὶς τὴν ὑπὲρ ἡμῶν, τὸ ἴδιον αἷμα.

Προσίεμεν οὖν ἄρα τῷ πάντων Σωτῆρι Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, τῶν εἰς ἡμᾶς παρ᾽ αὐτοῦ γεγονότων, προσάγοντες τὴν ἀντέκτισιν, τῆς ἐν εὐσεβείᾳ ζωῆς τὴν ἀνάθεσιν. Ἀλλὰ διάφορος καὶ οὐχ εἷς νοοῖτ᾽ ἂν ὑπάρχειν, καὶ μάλα εἰκότως, τῆς προσαγωγῆς ὁ τρόπος.

Οἱ μὲν γὰρ, οὐκ ἄγαν εὐσθενῶς, οἱ δὲ, θερμοτέραις ὥσπερ προθυμίαις εἰς τοῦτο διᾴττουσιν, καὶ σφριγώσῃ διανοίᾳ, καὶ νῷ διεγηγερμένῳ, καὶ ἀκμαιοτάταις ὁρμαῖς ἴενται πρὸς κατόρθωσιν, ὧν ἂν δεήσῃ πληροῦν, καὶ ἀποπεραίνειν δύνασθαι τὸ αὐτῷ δοκοῦν.

Εἶεν δ᾽ ἂν οὗτοι, κατά γε τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον οἱ ἀπὸ εἰκοσαετοῦς καὶ ἕως ἑξήκοντα ἔτους· ἀνέρχεται μὲν γὰρ ἕως ἑξηκοστοῦ λοιπὸν ἔτους, εὐσθενὲς εἶναι τὸ σῶμα, καὶ ἐν τοῖς ἀκμαιοτάτοις κινήμασι.

Βέβηκε δὲ ἤδη καὶ ἔῤῥωταί πως ὁ νοῦς, καὶ μάλα ἐπιτηδείως ἔχει πρὸς παραδοχὴν, ὧν ἂν ἕλοιτο μαθεῖν. Ὁ δὲ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον, ἔγνω που πάντως τοιάνδε τινὰ καὶ ἐν ψυχαῖς ἡλικίαν. Ἐξ ὁμοιώσεων γὰρ ὁ λόγος τῶν σωματικῶν διέρπει που πάντως ἐπὶ τὰ νοητά. Εἴτ᾽ οὖν ἄρσεν εἴη τυχὸν, εἴτ᾽ οὖν θήλεια, τῆς νοητῆς ἡλικίας ἐν ἀκμαῖς ἔτι κείμενοι, προσκομιζόντων τὰ ὡρισμένα, τουτέστιν, ἄρσην, ὡς ἐν διδράχμοις πεντήκοντα τὸν ἀρτίως ἔχοντα, καὶ ὅτι μάλιστα τελεώτατον, τῆς πνευματικῆς λατρείας καρπὸν, ὃς διὰ τῶν ἑπτάκις ἑπτὰ, πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω, καὶ εἰς τελειότητα μεμαρτυρημένος ὁρᾶται σαφῶς. Ἡ δέ γε θήλεια πάλιν, ὡς ἐν διδράχμοις τριάκοντα· μεῖον μὲν γὰρ ἢ τὸ ἄρσεν εὐδοκιμεῖ, προσκομίζει δὴ οὖν ὅμως ὡς κατ᾽ ἰδίαν φύσιν, τὸν ἐν τελειότητι καὶ πόνῳ καρπὸν, ὡς διὰ τριῶν δεκάδων ὑποδηλούμενον.

Ὁ δὲ ἀπὸ πενταετοῦς, καὶ ἕως εἰκοσαετοῦς, εἰ μὲν ἄρσεν εἴη, διδράχμων εἴκοσι ποιεῖται κατάθεσιν. Εἰ δέ γε θήλεια, δέκα. Ἐκ πέντε γὰρ, οἶμαι, καὶ μόλις ἐτῶν, ἄρχεταί πως ὁ νοῦς ἀναμύειν ὥσπερ εἰς σύνεσιν, νηπιοπρεπῆ μὲν ἔτι καὶ ἀσθενῆ, πλὴν ἰοῦσαν ὡς ἐπὶ τὸ ἄμεινον, ἐπίδοσιν δὲ τὴν εἰς τὸ ἀείπως εὐσθενὲς τὸ σῶμα ποιεῖται Ἢ οὐ συνιεῖς ὃ λέγω; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Συμμεμέτρηται μὲν οὖν ταῖς πνευματικαῖς εὐρωστίαις καὶ ὁ παρ᾽ ἑκάστου καρπός. Κατόπιν δὲ πανταχοῦ τὸ θῆλυ τοῦ ἄρσενος, καὶ ἐν ἡμίσει πολλάκις.

Ὅτι γὰρ τὸ σκεῦος ἀσθενὲς, μεμαρτύρηκε σαφῶς ὁ θεσπέσιος Παῦλος. Λείπεται δὲ τῆς ἀνδρῶν εὐφυΐας, καὶ σιωπᾷ μὲν ἐν ἐκκλησίαις. Οὐ γὰρ πεπίστευται λόγον, εὐσθενὲς δὲ οὔτι που πρὸς κατόρθωσιν ἀρετῆς, ὡς ἂν ὁρῷτο ἄρσεν. Ἀπὸ δέ γε μηνιαίου, φησὶ, καὶ ἕως πενταετοῦς, πέντε μὲν δίδραχμα τὸ ἄρσεν· τρία δὲ αὖ, τὸ θῆλυ. Καί τοι τίς γένοιτο παρὰ βρεφῶν ὁ καρπός; Οὐκοῦν πως ἀρτιγενὲς ἐν Χριστῷ παιδίον ὁ λόγος ἡμῖν ὑπαινίττεται, οἷς καὶ τὸ γάλα πρέπειν εἰς τροφὴν ὁ ἱερὸς ἔφη Παῦλος.

Τῶν γὰρ ἄρτι κεκλημένων διὰ τῆς πίστεως, καὶ νηπιαζόντων ἔτι, βραχὺς ὁ καρπός· καὶ τοῦτο εἰδότες οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἐξ ἐθνῶν ἐπιστέλλουσι, καὶ τῆς πλείστης ὅσης εὐαγγελικῆς ἐντολῆς δοθείσης παρὰ Χριστοῦ, φυλάττεσθαι δεῖν ἀπό τε πορνείας καὶ πνικτοῦ καὶ αἵματος. Ταῦτα δὲ δρῶντας εὐπράξειν ἔφασκον. Οὐ γάρ τοι τοῖς ἄγαν φορτικοῖς καταβαρύνεσθαι χρὴ τὸν τρυφερὸν ἔτι καὶ νηπιάζοντα νοῦν. Προσετίθη δὲ ὁ νόμος, ἐξαιτεῖσθαι δεῖν τοὺς ἀπὸ ἑξακονταετοῦς καὶ ἐπάνω, ἄρσενα μὲν, δέκα καὶ πέντε δίδραχμα, θήλειαν δὲ, δέκα. Τὸ γὰρ ἤδη νενευκὸς εἰς τὸ ἄναλκί τε καὶ ἀδρανὲς, οὐκ ἂν γένοιτό πως ἐν εὐκαρπίᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ τὰ γηράσκοντα τῶν φυτῶν, παλαιουμένης αὐτῶν τῆς ῥίζης, κατοκνοῦντα φαίνεται πρὸς τὴν ὡρίμων ἐκβολήν.

Οὐκοῦν ὁ δίκαιος ἀληθῶς καὶ φιλοικτίρμων Θεὸς, ἀναλόγως ταῖς ἑκάστου προθυμίαις, καὶ τῇ κατὰ νοῦν ἐπιτηδειότητι, δέχεται τοὺς καρποὺς, οὔτε τὸ ἄναλκι καὶ ἀφηβηκὸς, ἔξω τε λόγου τιθεὶς, καὶ ἀποπέμπων ὡς ἀδρανὲς, οὔτε μὴν ἀγέραστον τὸ εὐσθενὲς ἀνιεὶς, ἀνευρύνων δὲ ὥσπερ τοῖς ἐθέλουσι τὸ εὐδοκιμεῖν, καθ᾽ ὃν ἂν ἕκαστος ἔχοι τρόπον. Τοὺς δέ γε τὴν ἕξιν ἀσθενεστέρους, τάχα δέ που καὶ ὀλιγογνώμονας, αὐτὸς ἕξει, τὴν καρποφορίαν ἐπιμετρῶν ἑκάστῳ τὸ κατ᾽ ἰσχύν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσει αὐτὸν ὁ ἱερεὺς, καθ᾽ ὅσον ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου.» ΠΑΛΛ. Ὡς ἰσχνὸς ὁ λόγος! ΚΥΡ. Ἀνακομιστέον δὴ οὖν, ὦ Παλλάδιε, τῷ Θεῷ, καθάπερ ὀσμὴν εὐωδίας, καὶ ὀφλημάτων ἐν τάξει, πολιτείαν ἁγιοπρεπῆ, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ αὐχήματα. Γεγραφότος δὲ δὴ τῶν ἁγίων διεπύθου τινὸς, «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.» Βουθυσίαις μὲν γὰρ οἱ πάλαι καὶ λιβανωτοῖς ᾤοντο τιμᾷν· πολιτείας γὰρ ἥδε τῆς κατὰ νόμον ὁδός· ἡμεῖς δὲ λοιπὸν οἱ ἐν Χριστῷ διὰ πίστεως, τὴν ἀμείνω καὶ προφερεστέραν ἰόντες τρίβον, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν ἀναθήσομεν τῷ Θεῷ, πάντα μὲν ὥσπερ σείοντες κάλων, εἴς γε τὸ δύνασθαι γεννικῶς διαπεραίνειν ἃ χρῆν, ἀναθήμασι δὲ τοῖς πνευματικοῖς τε καὶ ἱεροῖς καταγεραίρειν Θεόν.

Φημὶ γὰρ ἔγωγε διαμεμνῆσθαι δεῖν λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωσέως, «Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ,» τουτέστιν, ὅπερ ἂν εὔξῃ, διαπεραίνειν ἐπείγου καὶ μάλα γοργῶς. Χρῆμα γὰρ ἐν τούτοις ὁ μελλησμὸς οὐκ ἀζήμιον. «Ἐὰν γὰρ εὔξῃ, φησὶν, εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Καὶ μέντοι τῆς εὐτεχνίας τὸν εὐφυᾶ σκοπὸν, τῆς ἐπί γε τῷ δεῖν ἀποπεραίνειν εὐχὰς καὶ ὁμολογίας, ἀναμάθοι τις ἂν οὐχ ἑτέρωθεν ἀπλανῶς, πλὴν ὅτι διὰ τοῦ νόμου. Γέγραπται γὰρ, ὅτι «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Ἢ γὰρ οὐχὶ νόμῳ τῷ θείῳ φωταγωγούμεθα, καὶ οἶμον ὀρθήν τε καὶ ἀπλανῆ διᾴττοι τις ἂν, λύχνον ὥσπερ τινὰ τὰς ἐκεῖθεν ἔχων αὐγάς;» ΠΑΛΛ. Πῶς γὰρ οὔ; Ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.» ΚΥΡ. Τίνα δὴ οὖν τρόπον εὐδοκιμήσομεν, τὸν εὐκλεᾶ τε καὶ πάναγνον διαζῶντες βίον, καὶ λαμπρὸν ἀνάθημα τῷ Θεῷ, τοὺς τῆς ἄγαν ἐπιεικείας ἀπονέμοντες τρόπους, εἴσῃ τοι καὶ μάλα σαφῶς, καὶ δι᾽ ἑτέρων ἡμῖν θεσπισμάτων ἐπισκήπτοντος τοῦ Θεοῦ.

Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνίαν Κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται. Καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται, καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ αὐτοῦ, ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ. Ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο Κυρίῳ. Ἅγιος ἔσται τρέφων κόμην, τρίχα κεφαλῆς πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ. Ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ καὶ μητρὶ, καὶ ἐπ᾽ ἀδελφῷ καὶ ἐπ᾽ ἀδελφῇ, οὐ μιανθήσεται ἐπ᾽ αὐτοῖς, ἀποθανόντων αὐτῶν, ὅτι εὐχὴ Θεοῦ αὐτοῦ ἐπ᾽ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ, Πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται Κυρίῳ. Ἐὰν δέ τις θανάτῳ ἀποθάνῃ ἐπ᾽ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ· καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα, ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

Καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτε περὶ τῆς ψυχῆς, καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ ἡγίασε Κυρίῳ, πάσας τὰς ἡμέρας τῆς εὐχῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα πλημμελείας. Καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ.» ΠΑΛΛ. Οὐκ ἄτραχυ μὲν τὸ χρησμῴδημα συνιδεῖν, ἥκιστά γε μὴν, οὐχὶ τοῦ νόμου λεπτὴν παθόντος τὴν βάσανον. Τὸ γὰρ μὴ ψιλοῦσθαι τὴν τρίχα, μακρὰν δὲ ἀνεῖναι καὶ κατασείεσθαι κόμην, οἴνου τε καὶ ὄξους καὶ σταφίδος, καὶ μὴν καὶ γιγάρτων ἀποφοιτᾷν, ποῖον ἂν ἔχοι λατρείας τρόπον; ΚΥΡ. Οὐδένα μὲν, ὦ Παλλάδιε, κατά γε τὸ ἀληθὲς, εἴπερ τις ὅλως αὐτὸ κατὰ φύσιν ὅ τί ποτέ ἐστιν καταθροῖτο τὸ χρῆμα. Οὐκ ἀθαύμαστός γε μὴν ὁ τοῦ νόμου σκοπὸς, τὰ Ἑλλήνων ἔθη μεταχαράττοντος εὐτέχνως ἐπὶ τὰ πρεπωδέστερα, καὶ μετατιθέντος ἀστείως εἰς εἰκόνα ζωῆς εὐαγγελικῆς, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Οὐκοῦν εἴ τῳ περ εἴη σκοπὸς ἀφαγνίσασθαι τῷ Θεῷ κατὰ τὴν μεγάλην εὐχὴν, τουτέστι κατά γε τὸν τῆς ἀνωτάτω πολιτείας τρόπον, καὶ δικαιοσύνης ἐντελοῦς ὀρθὴν καὶ ἀμώμητον τρίβον, οἴνου καὶ σικέρατος οἰχέσθω μακρὰν, τουτέστι, παντὸς τοῦ καταμεθύσκειν ἰσχύοντος, καὶ καταθολοῦν εἰωθότος, ἀπαλλαττέτω τὸν νοῦν.

Εἶεν δ᾽ ἂν, οἶμαι, ταυτὶ φρόνημα κοσμικὸν, γεώδεις ἐπιθυμίαι, μέριμναι σαρκὸς, εἰκαῖοι περισπασμοί· ταῦτά τοι παθόντας τῶν ἱερέων τινὰς λόγος ἐθρήνει προφητικὸς, ὡδί πως ἔχων· «Ὅτι ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἀπὸ τῆς μέθης τοῦ σίκερα.» Καὶ μὴν καὶ περὶ ἑτέρων ὁ προφήτης φησίν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων, ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν.» Ποτίζειν δὲ λέγονται καὶ ἕτεροί τινες τὸν πλησίον, ἀνατροπὴν θολεράν. Ἐξείργει δὴ οὖν παντὸς τοῦ καταμεθύσκειν εἰδότος τῶν ἡγιασμένων τὸν νοῦν. Καὶ μέν τοι καὶ ὄξους ἀμέτοχον εἶναι δεῖν εὖ μάλα φησὶν, ὄξος, οἶμαί που, τὰς παρὰ φύσιν τε καὶ ἐκτετραμμένας ὀνομάζων ἡδονάς. Σταφίδος δὲ καὶ γιγάρτων ἀπαγορεύει χρῆσιν, οὐδ᾽ ὅσον εἰπεῖν εἰς ἀρχαῖα λείψανα τῶν ἐν ἡμῖν ἡδονῶν, καθικνεῖσθαί που τὸν νοῦν ἐφιείς. Οἶνος μὲν δὴ καὶ πάντα τὰ ἐξ αὐτοῦ διαβέβληνται νόμῳ, ταυτησὶ, καθάπερ ἐγᾦμαι, καὶ οὐχ ἑτέρας ἕνεκα τῆς αἰτίας.

Τί δ᾽ ἂν εἴη λοιπὸν καὶ τό γε δὴ χρῆναι μακρὰν τῷ Θεῷ καθεῖναι τὴν κόμην, φέρε δὴ λέγομεν, ἐκεῖνο τῶν ἄλλων προηγορευκότες. Ἑλλήνων μὲν γὰρ ἀνούστατοι παῖδες, ταῖς παρὰ φύσιν αὐτοῖς ἑπόμενοι συνηθείαις, καὶ κτηνῶν ἀλόγων διαβιοῦντες δίκην, ἀνίεσαν κόμην, δαιμονίοις αὐτὴν σκηπτόμενοι τρέφειν· καὶ ὁ μέν τις αὐτὴν νύμφαις ὀρειάσιν, ὁ δεῖνα δὲ αὖ ποταμῷ κατὰ καιροὺς ἀπεκείροντο· καὶ λατρείας ἦν τρόπος τὸ χρῆμα αὐτοῖς. Μωσῆς γε μὴν ὁ σοφώτατος, μᾶλλον δὲ διὰ Μωσέως ὁ πάνσοφός τε καὶ ἀριστοτέχνης Θεὸς, δυσαπόνιπτον ἔχουσι τοῖς ἐξ Ἰσραὴλ τὴν ἐν Αἰγύπτῳ πλάνησιν, τὰ ἴσα νομοτεθεῖ, διὰ τῶν ἀρχαίων ἠθῶν τε καὶ τρόπων κατὰ βραχὺ μεθιστὰς, εἴς γε τὸ δαίμοσι μὲν οὐκέτι, Θεῷ δὲ τῷ πάντων, ὡς διὰ τύπου καὶ σκιᾶς, ἀνάπτειν τὸ σέβας. Τοιγάρτοι καὶ τοὺς περὶ τῶν θυσιῶν ἐτίθει νόμους, καὶ τὰς δι᾽ αἵματος θυσίας ἀνεθελήτως ἐδέχετο. Καὶ γοῦν ἔφασκεν ἐναργῶς διὰ φωνῆς Ἡσαΐου, «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Οὐκοῦν συνήθεια μὲν ἀλογωτάτη παρ᾽ Ἕλλησιν ἦν, διδάσκει δὲ τὰ ἀμείνω καὶ καταρυθμίζει λόγῳ πρὸς τὸ εὖ ἔχον ὁ νόμος, καὶ τὸ εἰκαῖον εἶναι δοκοῦν. Βούλει δὲ, ὡς ἔνι, καὶ τὰ ἐφ᾽ ἑκάστῳ λέγωμεν; ΠΑΛΛ. Μάλιστά γε. ΚΥΡ. Ἢ οὐκ οἶσθα, μεμνήσομαι γὰρ, εἰς νοῦ τύπον ὁ λόγος ἐτίθει τὴν κεφαλὴν, ὡς ἐνδιαίτημα νοῦ;

Δέχεται γὰρ οὕτως ἡ θεόπνευστος Γραφή. ΠΑΛΛ. Σύμφημι· τί οὖν τοῦτό γε; ΚΥΡ. Ὅτι τρίχες μὲν, καρποὶ κεφαλῆς, καὶ ἐμφύτων βλαστημάτων ἀνίσχουσι δίκην· ἔννοιαί γε μὴν, καὶ τὰ ἐκ νοῦ πάντα, καρπὸς ἂν εἶεν αὖ νοῦ, νόμον ἡμῖν ἀναβρύουσαι, καὶ οἱονείπως αὐτῷ καλή τε καὶ εὐανθὴς ἐμπρέπουσα κόμη. Χρὴ τοιγαροῦν ἡμᾶς, οὐ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἐν ἑαυτοῖς ἔχειν τὸν νοῦν, ἀλλ᾽ οἱονεὶ βρύοντα καὶ κομῶντα Θεῷ τὴν ὁτιοῦν τῶν ἀρίστων εἴδησιν ἀκριβῆ, δι᾽ ἧς καὶ αὐτὸ τὸ θεῖον, ὅ τί ποτέ ἐστι, περιεργάσεται κάλλος, καὶ περιαθρήσει λαμπρῶς τὰ ὡς ἐν βάθει κεκρυμμένα, καὶ τοὺς τῆς ἄγαν ὀρθότητος καταπλουτήσει λόγους, ὡς ἀνυπαίτιον παντελῶς τὴν ἐπὶ Θεῷ δύνασθαι γνῶσιν ἑλεῖν, καὶ ἀπλανεστάτην ἰέναι τρίβον, τὴν ἐφ᾽ ἅπασι λέγω τοῖς τεθαυμασμένοις. Ἢ οὐκ εἰς λῆξιν ἐπαίνου παντὸς διᾴττειν ἤδη πως τόν γε τοιοῦτον ἐρεῖς; ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Τί δὲ, οὐχὶ τὸ ξυρᾶσθαι καὶ καταψιλοῦσθαι τὴν κεφαλὴν τεμνομένης ἐν Χριστῷ [γρ. Χρωτὶ] τῆς τριχὸς, ἀτιμίας ὑπόληψιν ἐργάσαιτ᾽ ἂν, οἷσπερ ἂν ὅλως συμβαίνοι τυχὸν, ἰέναι; ΠΑΛΛ. Συνίημι. ΚΥΡ. Εἰ γὰρ Θεοῦ λέγοντος πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὲ τὴν Ἱερουσαλὴμ, «Ξύρησαι καὶ κεῖρε ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. Ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.» Ὑβρίστρια γὰρ καὶ ἀτιμοποιὸς ἡ ξύρησις, καὶ τοῖς πενθοῦσι πρεπωδεστάτη. ΠΑΛΛ.

Εὖ ἔφης. ΚΥΡ. Γυμνὸς οὖν ἄρα καὶ ἀτιμότατος νοῦς, καὶ αἰσχύνης ἔμπλεως οὐκ ἔχων ἐν ἑαυτῷ τὰ δι᾽ ὧν θαυμάζεται.

Εἶεν δ᾽ ἂν ἐν τούτοις καὶ μάλα εἰκότως οἵ τε ὀλιγογνώμονες, καὶ παρεφθαρμένην ἔχοντες ἐπὶ Θεῷ τὴν δόξαν, ὡς λίθοις προσκυνεῖν, ἤγουν ἀσυνέτως ἀποτολμᾷν ἀπονέμειν τῇ κτίσει τὸ σέβας, παρὰ τὸν κτίστην καὶ ποιητὴν, καὶ τὰ εἰσάπαν διεστραμμένα φρονεῖν τε καὶ λέγειν, καὶ τὴν μὲν ἀληθῆ καὶ ἀμώμητον ἀποσείεσθαι πίστιν, ἐπιθρώσκειν δὲ μᾶλλον, οἷς ἂν ἐξ ἠλιθιότητος παραφθέγξαιτό τις, διάτοι τὸν νοῦν ἀγαθοῖς οὐκ ἔχειν κατακομῶντα λογισμοῖς. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἔστω δὴ οὖν τοῖς εἰς ὀρθότητα λογισμοῖς μεμεστωμένος ὁ νοῦς, καὶ ἐννοιῶν εὑρήμασι τοῖς εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, οἷά τινι κόμῃ κατεστεμμένος.

Ἔμφρων γὰρ ὁ τοιοῦτός ἐστιν ὅτι μάλιστά γε, καὶ ἐπιτηδείως ἔχων εἴς γε τὸ χρῆναι λοιπὸν τὸν ἐν Χριστῷ διὰ πίστεως εἰσοικίσασθαι φωτισμόν. Εὐφυᾶ δὲ οὕτω καὶ ἀπόλεκτον ἐξησκηκότα ζωὴν, τὸν νῷ τοιῷδε διαπρεπῆ, παντὸς τοῦ καταμιαίνειν πεφυκότος οἴχεσθαι μακρὰν τὸ θεῖον ἡμῖν ἐπιτάττει χρησμῴδημα, καὶ σαρκικῶν μὲν ἔργων ἀποχωρεῖν, τὰ δὲ ὅσα βλέπει πρὸς νέκρωσιν καὶ φθορὰν, ὡς ἀπωτάτω ῥίπτειν. Τοιγάρτοι μὴ χρῆναι τοῖς τεθνεῶσιν ἐπιφοιτᾷν, μήτε μὴν ἐπὶ νεκρῷ καταμιαίνεσθαι φιλεῖν, τοῦτό που πάντως ἡμῖν ὑπαινίττεται.

Ἐξείργει δὲ τοῦ τοιοῦδε παντελῶς ὁ νόμος, καὶ τῆς εἰς γονέας αἰδοῦς ἄμεινον τιθεὶς τὸ τῷ Θεῷ δοκοῦν. «Ἐπὶ πατρὶ γὰρ, φησὶ, καὶ ἐπὶ μητρὶ οὐκ εἰσελεύσεται.» Κατορθουμένης γὰρ ἀρετῆς, ἐῤῥέτω φιλοσαρκία, τῆς ἐξ αἵματος οἰκειότητος ἐν λόγῳ τῷ προὔχοντι καὶ ἀμείνονι ἔστω Θεός. Τοῦτό τοι καὶ αὐτὸς ἔφασκεν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ὅτι δὲ τὰ Θεοῦ, τῆς εἰς γονέας αἰδοῦς ἐν ἀμείνοσι, καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτήρ. Προσῄει μὲν γάρ τις τῶν ἤδη τελούντων ἐν μαθηταῖς, λέγων· «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου.» Ὁ δὲ, «Ἀκολούθει μοι, φησὶ, καὶ ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» νεκροὺς, οἶμαι, λέγων τοὺς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένους, καὶ τῶν τῆς νεκρότητος ἔργων οὐκ ἀπεσχημένους. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Τρόπος μὲν γὰρ δὴ πολιτείας τῆς πανάγνου καὶ ἐξῃρημένης οὑτοσὶ, κατὰ τὸν νόμον, μᾶλλον δὲ ὡς ἐν πνεύματί τε καὶ ἀληθείᾳ· σκιὰ γὰρ ὁ νόμος. Ἀλλ᾽ εἰ γένοιτο, φησὶν, ἐπὶ νεκρῷ καταμιανθῆναί ποτε τὸν ἡγιασμένον, ἀποκειρέσθω δή ποτε, καὶ ψιλούσθω τὴν κεφαλὴν, ἀνίερον ἔχων ἤδη πως τὴν κόμην. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν.

Προσκομιζέτω δὲ, φησὶ, καὶ ἀμνὸν ἐνιαύσιον· καὶ αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη ἡ κεφαλὴ εὐχῆς αὐτοῦ. Εἰ γὰρ γένοιτο τὸν ἡγιασμένον καταῤῥᾳθυμῆσαι τοῦ πρέποντος, καὶ τοῖς εἰς νεκρότητα καταμιανθῆναι τρόποις, ἀπονενευκότα πρὸς τὰ σαρκὸς, ἕψεταί που πάντως αὐτῷ τὸ ἀπεμπωλῆσαι δεῖν τῆς πανάγνου πολιτείας τὰ αὐχήματα, καὶ ἀτιμοτάτην ὥσπερ ἐργάσεται τὴν ἑαυτοῦ κεφαλήν. Ὑπαινίττεται γάρ τι τοιοῦτον ἡ ξύρησις.

Εἰκῆ δὲ πεπονηκὼς τὸν παρῳχηκότα χρόνον, τὴν τῶν ἱδρώτων θρηνήσει ζημίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Αἱ ἡμέραι αἱ πρῶται ἄλογοι ἔσονται. Τοιοῦτόν τί φησι καὶ διὰ φωνῆς Ἐζεχιήλ· «Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἡμέρᾳ ἁμάρτῃ, καὶ ἀνομία ἀνόμου οὐ μὴ κακώσει αὐτὸν, ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ.» Οὐκοῦν εἰ γένοιτο μεταξὺ καταμιαίνεσθαί πως τοὺς ἡγιασμένους, ζημίαν μὲν ὑποστήσονται τῶν ἤδη προειργασμένων, οὐ μὴν δυσδιάφυκτον τὴν ἐντεῦθεν νοσοῦσι ζημίαν· διασμήχονται γὰρ ἐν Χριστῷ, καθάπερ ἐν τάξει τρυγόνος καὶ περιστερᾶς, ἑαυτὸν ὑπὲρ ἡμῶν προσάγοντος τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἀμνοῦ καταθυομένου, καὶ δικαιοῦντος ἡμᾶς τῷ θανάτῳ τῆς ἰδίας σαρκός. Ταύτῃτοι προστέταχε, τὸν τὴν ξύρησιν ὑπομείναντα θυσίας προσάγειν ἐν τύπῳ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ῥωννύντος τὸ ἀσθενὲς, καὶ ἀνιστάντος τὸ πεπτωκὸς, καὶ ἐπιστρέφοντος τὸ πλανώμενον, καὶ ἀπονίζοντος τὸ μεμολυσμένον. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Οἶμαι δ᾽ ἔγωγε, μικρὸν ἐνιέντας τοῖς προκειμένοις τὸν νοῦν, καὶ ἕτερον ἡμᾶς δύνασθαι καταθρῆσαι βάθος λεπτῶν τε καὶ κεκρυμμένων ἐννοιῶν.

Παραθήγει γὰρ εἴς γε δὴ τοῦτο ἡμᾶς οὐκ ἀπερισκέπτως ὁ νόμος, περὶ τοῦ τὴν τρίχα τρέφοντος Θεῷ· «Ἐὰν δὲ ἀποθάνῃ ἐξάπινα, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, πρὸς τὸν ἱερέα. Καὶ ἁγιάσει, φησὶ, τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ ἡμέρᾳ.» Προσάγειν δὲ καὶ ἐνιαύσιον ἀμνὸν ἐπετάττετο. ΠΑΛΛ. Ἐπαπορήσειε δ᾽ ἂν εἰκότως ὁ χριστομαθὴς, τί δ᾽ ἂν εἴη λοιπὸν τὸ αἴνιγμα· καὶ πρὸς τί βλέπει μαθητιῶντι φράσον. ΚΥΡ. Οὐκοῦν ἐρῶ μὲν, ὡς ἔνι· σὺ δὲ δὴ αὖ, εἴ τι παρεκθέοιμι τῆς ὁδοῦ, συγγνώμων ἔσο· δριμὺς γὰρ ὁ λόγος, καὶ ἀμυδρὸν τὸ αἴνιγμα. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Ἀνατυπούσης ἡμῖν, ὦ Παλλάδιε, τῆς τοῦ σώματος κεφαλῆς, ὡς ἐφ᾽ ἑαυτῇ, τὸν νοῦν· ὧδε γὰρ ἐδόκει τῷ θείῳ τε καὶ ἱερῷ Γράμματι· τὰς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ φυσικῶς ἀνισχούσας ἐννοίας, δι᾽ ὧν εἰς εἴδησιν τὴν ἐφ᾽ ὅτῳ οὖν τῶν ὄντων χειραγωγούμεθα, θριξί τε καὶ κόμαις παρεικάζομεν. Ταυτὶ γὰρ ἡμῖν τὰ ἐκ κεφαλῆς ἀναβρύοντα. ΠΑΛΛ. Μεμνήσομαι. ΚΥΡ. Ἀκειρεκόμης οὖν ἄρα καὶ ἐν ἡμῖν οἱονείπως ὁ νοῦς, καὶ Θεῷ κατάκομος, ἐννοιῶν ὑπάρχων ἐπίμεστος ἀγαθῶν.

Γυμνὸς δὲ δὴ αὖ καὶ ἐψιλωμένος, καὶ ἀτιμώτατον φαλάκρωμα νοσῶν, εἰ μήτε ὀρθὰς ἐπὶ Θεῷ τὰς διαλήψεις ἔχοι, μήτε μὴν ἐφ᾽ ἅπασι τοῖς πρακτέοις ἀρίστην τε καὶ ἀκατάψεκτον καταπλουτήσει τὴν εἴδησιν. ΠΑΛΛ. Ἀληθές· ταυτὶ γὰρ ἡμῖν καὶ ἀρτίως διεγυμνάζετο. ΚΥΡ. Οὐκοῦν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας κέκληται πρὸς θεογνωσίαν διὰ Μωσέως ὁ Ἰσραήλ.

Ταύτῃτοι καὶ ἡγιάζετο. Ηὔξατο δὲ τρόπον τινὰ τῷ Θεῷ τὴν εἰς ἁγνείαν εὐχήν. Ὅτι γὰρ ἔσται νομοφύλαξ, ἐπηγγέλλετο σαφῶς ἐν τῷ ὄρει Χωρὴβ, οὕτω λέγων· «Καὶ πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα.» Ἦν οὖν ἄρα νομικῆς παιδεύσεως τὸν νοῦν ἔχων ἀνάπλεω, καὶ οἱονεὶ κομῶντα Θεῷ, τῆς διὰ Μωσέως ἐντολῆς τὰ αὐχήματα. Ἀλλ᾽ ἐμιάνθησαν ἐπὶ νεκρῷ· Ἀπεκτόνασι γὰρ τὸν Ἐμμανουήλ· καὶ ἅγιος μὲν ἀληθῶς ὁ Χριστοῦ θάνατος, μολυσμὸς δὲ τοῖς ἀπεκτονόσιν ἦν τὰ τῆς κυριοκτονίας ἐγκλήματα. Ξυρᾶσθαι δὴ οὖν ὁ νόμος αὐτοῖς ἐπιτάττει λοιπὸν, οἷά τινα κόμην, τὴν ἐν νόμῳ παίδευσιν, μονονουχὶ δὲ καὶ ἀποκείρεσθαι τὰ ἐν τύποις κατὰ τὴν ἑβδόμην, τουτέστι, τὰ πρὸ τῆς ὀγδόης, καθ᾽ ἢν ἀνεβίω Χριστὸς, ἀνακαινίζων ἡμᾶς εἰς ἀφθαρσίαν, καὶ εἰς νέαν τε καὶ εὐαγγελικὴν ἀναπλάττων ζωήν. Ἀποκειράμενος τοίνυν τὰ πρὸ τῆς ὀγδόης, ἀνακομᾷ πάλιν καὶ ἁγιάζει τὴν κεφαλὴν μετὰ τὴν ὀγδόην. Ἀνακομᾷ δὲ, οὐκέτι τύποις καὶ σκιαῖς, καθὰ καὶ πρώην, ὁ νοῦς, ἀλλ᾽ αὐτοῖς τοῖς ἐν πίστει καὶ ἀληθείᾳ δόγμασιν. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς ἐν πίστει δεδικαιωμένους ἀποψιλοῦσθαι μὲν ὥσπερ τῆς ἐν νόμῳ λατρείας τὴν εὐδοκίμησιν, ἀναφῦναι δὲ αὖ, καὶ εἰς νοῦν ἔσω καὶ καρδίαν ἑλεῖν, τῆς εὐαγγελικῆς πολιτείας τὴν εἴδησιν, ὡς ἀμείνω παρὰ πολὺ καὶ προφερεστέραν τῆς ὡς ἐν ἀρχαῖς; ΠΑΛΛ. Πῶς ἔφης; ΚΥΡ.

Οὐ γὰρ δὴ σαφῶς καὶ ἀναφανδὸν ἀνακεκράγει λέγων νομομαθὴς ὢν ὁ Παῦλος, περὶ τῶν ἀρχαίων ἐκείνων καὶ νομικῶν αὐχημάτων· «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ;» ΠΑΛΛ. Ἐπυθόμην. ΚΥΡ. Ἐπετίμα δὲ καὶ ἑτέροις, ὡς τὴν ἐν νόμῳ τετιμηκόσι περιτομὴν μετὰ τὸ Χριστοῦ μυστήριον. «Κατηργήθητε γὰρ ἀπὸ Χριστοῦ, φησὶν, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἡμεῖς δὲ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Ἠχρειῶσθαι δὲ καὶ τὴν ἀρχαίαν ἐκείνην ἔφασκεν ἐντολὴν, οὐκ ἀμωμήτως ἔχουσαν, ἀντεισῆχθαι δὲ τὴν ἑτέραν, τουτέστι τὴν εὐαγγελικήν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἀργοτέραν οὖν ἄρα τὴν ἐν νόμῳ παίδευσιν ἀποφαίνει τὸ αἴνιγμα, ξυρᾶσθαι κελεῦον τὸν εὐξάμενον Ἰσραὴλ, ὡς μολυσμὸν ὑπομείναντα τὸν ἐπὶ νεκρῷ, τουτέστι, τὸν τοῖς τῆς κυριοκτονίας ἐνισχημένον ἐγκλήμασι, κόμην δὲ ὥσπερ ἑτέραν ἁγιάζειν Θεῷ μετὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὴν ἀνάστασιν, τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν ἀκριβῆ καὶ τετορευμένην ἀστειότητά τε καὶ παίδευσιν.

Τῷ γε μὴν τρέφοντι τὴν τρίχα, μετὰ τὴν ὀγδόην, τρυγόνας προσάγειν καὶ περιστερὰς ὁ νόμος προστέταχε, μήνυσιν ὥσπερ καὶ τοῦτο τιθεὶς τοῦ καθαίροντος τοὺς μεμολυσμένους, τουτέστι, Χριστοῦ. Σημαίνεται γὰρ δι᾽ ἀμφοῖν, ὡς εὐφωνότατος μὲν ἐν τρυγόνι, πραότατος δὲ διὰ τῆς περιστερᾶς· καὶ τοιούτου νόμου βραδυγλώσσου τε ὄντος, καὶ τὸ πρᾶον οὐκ ἔχοντος. Ἐπιτίθησι γὰρ εὐθὺς τοῖς πλημμελοῦσι τὰς δίκας. Ἀναφέρεται δὲ καὶ ἀμνὸς τοῖς στρουθίοις ὁμοῦ, ἵνα διὰ πάντων νοοῖτο Χριστὸς, ὡς διὰ μὲν τῶν στρουθίων, ἄνωθεν καὶ ἐξ οὐρανοῦ, διὰ δὲ τοῦ ἀμνοῦ, κάτωθεν καὶ ἀπὸ γῆς. Θεὸς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Λόγος, γέγονε σάρξ. Ἀλλ᾽ ἦν καὶ ἔστι καὶ οὕτω Θεός· καὶ ἀπαλλάττει μὲν ἡμᾶς τῆς κατὰ νόμον σκιᾶς, ἐνίησι δὲ ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ θεσπισμάτων τὴν εἴδησιν· καὶ ἁγίους ἀληθῶς ἀποφαίνει, τῷ ἰδίῳ καθαίρων αἵματι, κατὰ τὰς Γραφάς. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ.

Εἰ δὲ δὴ, φησὶν, ἀποπεραίνοιτο καλῶς ὁ τῆς εὐχῆς τρόπος, τῷ κομῶντι μετὰ τὴν ὀγδόην, τελειούσθω τότε· καὶ ὅπως ἔσται τὸ χρῆμα, νομοθετεῖ λέγων· «Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· Ἦ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν μίαν ἄμωμον εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων σεμιδάλεως, ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσίαν αὐτῶν, καὶ σπονδὴν αὐτῶν, καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ, καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου τῷ Κυρίῳ ἐπὶ τοῦ κανοῦ τῶν ἀζύμων. Καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. Καὶ λήψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ, καὶ λάγανον ἄζυμον ἓν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι Κυρίου.

Ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθηνίου τοῦ ἐπιθέματος, καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος, καὶ μετὰ ταῦτα, πίεται ὁ ηὐγμένος οἶνον. Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.» Ἀποφορτισάμενος γὰρ ὥσπερ τῆς Μωσαϊκῆς ἱστορίας τὸ πάχος, καὶ λατρείας τῆς ἐν τύπῳ καὶ σκιαῖς, οἱονεί τινος κόμης μακρᾶς καὶ διαβριθοῦς, ἀπαλλάξας τὸν νοῦν, ὁ ἐποφλήσας Θεῷ τὴν εἴς γε τὸ δεῖν ἁγνίσασθαι προσευχὴν, τρίχα δὲ ὥσπερ ἀναβλαστοῦσαν ἔχων τῶν διὰ Χριστοῦ θεσπισμάτων τὴν ἁγνοποιὸν ἀληθῶς εἴδησίν τε καὶ παίδευσιν, ἅγιος ἔσται καὶ ἱερὸς, καὶ πρός γε δὴ τούτῳ καὶ ἀξιόληπτος. Ἀνοίσειε δ᾽ ἂν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, καὶ θυσίαν ὥσπερ ἀναθήσει δεκτὴν, τῆς ἑαυτοῦ πολιτείας τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀστειότητα. «Προσοίσει γὰρ, φησὶ, τὸ δῶρον αὐτοῦ, ἀμνὸν ἐνιαύσιον, εἰς ὁλοκαύτωμα, καὶ ἀμνάδα πάλιν εἰς ἁμαρτίαν, καὶ μὴν καὶ κριὸν εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων, ἐλαίῳ δεδευμένων, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐλαίῳ.» Καὶ διὰ μὲν τοῦ ἀμνοῦ νοοῖτ᾽ ἂν εἰκότως τοῦ τὴν θυσίαν προσάγοντος ἡ ἐν Χριστῷ νηπιότης, διὰ δέ γε τοῦ κριοῦ τὸ ἐν φρεσί τε καὶ ὡς ἐν καρποφορίᾳ τέλειον. «Ἀδελφοὶ γὰρ, φησὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.»

Διὰ μέσου δὲ ἀμνὰς, ὑπὲρ ἁμαρτίας. Δι᾽ οὗ δὴ πάλιν ἡμῖν καταθρῆσαι ῥᾷον, ὅτι καὶ τῶν ἄγαν ἁγνιζομένων ὁ βίος, καὶ ὡς ἐν ἁπλότητι καὶ ἀκακίᾳ τῇ ἐν Χριστῷ νοουμένῃ, καὶ ἐν ἀρτιότητι νοῦ τετελειωμένων, οὐκ ἀμώμητος παντελῶς, δεῖται δὲ δὴ πάντως καθαρισμοῦ.

Κεκτήσεται μὲν γὰρ τὸ ἀκατάσκεπτον παντελῶς οὐδεὶς, τετήρηται δὲ μόνῳ καὶ ὡς ἴδιον ἀνακείσεται τῷ Ἐμμανουὴλ τὸ σὺν ἀληθείᾳ φράσαι, «Ἔρχεται γὰρ ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Οὐκοῦν ἐν μὲν τῷ ἀμνῷ, καὶ τῇ ἀμνάδι, καὶ τῷ κριῷ, κατίδοι τις ἂν ὅπερ ἔφην· ἐν δέ γε τοῖς ἄρτοις τοῖς οὐκ ἐζυμωμένοις ὁ ἄδολός τε καὶ καθαρὸς σημαίνεται βίος. Ἐπιστέλλει γάρ που καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἡγιασμένοις· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ἐν δέ γε τῷ λαγάνῳ τὸ ἥδυσμα καὶ οἱονεὶ τὸ γλυκὺ τῆς τῶν ἁγίων ζωῆς. Ἑαυτοὺς οὖν ἄρα προσοίσομεν, ὡς ἐν ἀμνῷ μὲν διὰ τὸ νήπιον ἐν Χριστῷ· ὡς ἐν ἀμνάδι δὲ αὖ, διὰ τὸ τῆς φύσεως ἀσθενὲς καὶ εὐπάροιστον εἰς τὸ πλημμελές· ἀσθενείας γὰρ τύπος τὸ θῆλυ· ὡς ἐν κριῷ δὲ δὴ, τέλειοι, καὶ εἰς μέτρον ἡλικίας ἐλάσαντες, τῆς ἐν Χριστῷ· καὶ ὡς ἐν ἄρτοις μὲν τοῖς ἀζύμοις, καθαροί· ἡδεῖς δὲ ὡς ἐν λαγάνοις, πλὴν ἠλεημένοι διὰ Χριστοῦ. Δεδικαιώμεθα γὰρ, οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἐπεχεῖτο δὴ οὖν ταύτῃτοι καλῶς τοῖς ἄρτοις τὸ ἔλαιον. Μεσιτεύει δὲ πάλιν ὁ ἱερεὺς, καὶ προσκομίζει μὲν πρῶτον τὸ περὶ τῆς ἁμαρτίας, εἶτα τὸ ὁλοκαύτωμα, καὶ τρίτον ἐπὶ τῷδε τοῦ σωτηρίου τὸν κριόν.

Μεσιτεύοντος γὰρ τοῦ Χριστοῦ, καὶ προσάγοντος ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, δεκτοὶ μὲν ἐσόμεθα, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων προσκομίζοντες λιτὰς, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἐξαιτοῦντες τὴν ἄφεσιν. Ὁλοκαυτούμεθα δὲ νοητῶς, τουτέστιν, εἰσάπαν καὶ ὁλοκλήρως, ἅγιοί τε καὶ ἱεροὶ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ, πρὸς τὰ ἐν κόσμῳ μὴ μεμερισμένοι· ὅλον γὰρ ἐδαπανᾶτο τῷ πυρὶ τὸ ὁλοκαυτούμενον. Ἀναθήσομεν δὲ καὶ τὰ χαριστήρια, τὰ ὑπέρ γε τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, οὐ φθαρτοῖς καὶ γηΐνοις τιμῶντες Θεόν· ξένιον καὶ ὥσπερ αὐτῷ προσάγοντες ἀξιόληπτον τὴν καθαράν τε καὶ ἄζυμον, καὶ ἡδεῖαν ζωὴν καὶ ἁγίαν· τοιουτοσὶ γάρ πως ὁ τῶν ἁγίων βίος. Προσκεκομικότος δὲ τοῦ ἱερέως τὴν θυσίαν κατὰ τὸν νόμον, «Ψιλούσθω, φησὶ, τὴν κεφαλὴν ὁ εὐξάμενος, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιτιθέτω τὰς τρίχας ἐπὶ τὸ πῦρ.» ΠΑΛΛ. Καὶ τί δὴ τοῦτο εἶναι φής; ΚΥΡ. Εὐχῆς ἀπόδοσιν, καὶ οἱονεὶ τῶν ἐπηγγελμένων τὸ πέρας· οὐ γὰρ ὥσπερ ὁ μιανθεὶς ἐπὶ νεκρῷ τὴν ἀτιμοτάτην ἤδη καὶ βέβηλον κατεξυρᾶτο τρίχα· οὕτω κἀνθάδε τὸν τῆς ξυρήσεως ἐκδεξόμεθα τρόπον. Ἀλλ᾽ ὥσπερ ἤδη τετελειωμένος ἐν Χριστῷ, καὶ κόμην ἑτέραν τετροφὼς μετὰ τὴν ὀγδόην ἀνατίθησι τῷ Θεῷ καθάπερ ἐν τύπῳ τὰ ἐπηγγελμένα.

Σημεῖον δὲ τοῦ δεδέχθαι παρὰ Θεοῦ τὴν δωροφορίαν, τὸ δαπανᾶσθαι πυρὶ τὴν τρίχα· εἶδος γὰρ τοῦ πυρὸς ἀεὶ τῇ θείᾳ περιτίθησι φύσει τὸ Γράμμα τὸ ἱερόν. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί·» τὸ παναλκὲς, οἶμαί του, τῆς θείας καὶ ἀκηράτου φύσεως παρεικάζων πυρί. Ἄθρει δὲ ὅπως παρὰ τὰς τῆς σκηνῆς θύρας, ἡ ἐν τελειώσει ξύρησις, τουτέστιν, ἁπάσης ἡμῶν δικαιοσύνης καὶ ἁγνισμοῦ πέρας. Μόναι γὰρ ἡμᾶς, αἵπερ ἂν γένοιντο πρὸς ἡμῶν ἁγνεία τε καὶ δικαιοσύνη, πῶς ἂν εἰσοίσειαν εἰς τὰ Ἅγια τῶν ἁγίων, τὸ ἀκαταιτίατόν τε καὶ ἀπλημμελὲς οὐκ ἔχουσαι παντελῶς; «Καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδείς·» εἰσκομίζει δὲ ὁ Χριστὸς, ἀμνησικάκως ἐλευθερῶν, καὶ πάσης ἡμᾶς ἀνιεὶς ἁμαρτίας. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσελήλακεν, οὐχ ἑαυτῷ που πάντως, ἀλλὰ τοῖς ἔξω θυρῶν, καὶ ἐπ᾽ αὐτῷ πως ἤδη γεγονόσιν οὐδῷ τῆς ἁγίας σκηνῆς, καταλεαίνων τὴν εἰσδρομήν. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Αὐτὸς γὰρ ἡμῖν ἐγκαινίσαι λέγεται πρόσφατόν τε καὶ ζῶσαν ὁδόν.

Μετὰ δέ γε τὸ ξυρᾶσθαι πρὸς αὐταῖς ἥκοντα ταῖς θύραις τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ πυρὶ δαπανῆσαι τὴν τρίχα· «Λήψεται,» φησὶν, «ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, ἄρτον τε καὶ λάγανον, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ εὐξαμένου, καὶ αὖθις ἀναλαβὼν προσοίσει,» φησὶν, «ἐπίθεμα ἔναντι Κυρίου, καὶ ἅγιον ἔσται τῷ ἱερεῖ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἀφαιρέματος.» ΠΑΛΛ. Εἶτα, τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος; ΚΥΡ. Εἰς τύπον μὲν δὴ τοῦ ἰσχύοντος, ἤτοι τῶν ἐν ἰσχύϊ κατορθωμάτων, ὁ βραχίων ἀεὶ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ νοεῖται, ζωῆς δὲ δὴ πάλιν ἁγίας τε καὶ καθαρᾶς, ὁ ἄζυμος ἄρτος, καὶ μὲν καὶ τὸ εὔχαρί τε καὶ τὸ ἡδὺ παραδείξειεν ἂν ἐφ᾽ ἑαυτῷ, τὸ λάγανον ἐλαίῳ ματτόμενον, καὶ εἰς πλακοῦντα τελοῦν. Τοῦ δὲ μεσιτεύοντος ἱερέως τὸ πρόσωπον, περιθείη τις ἂν καὶ μάλα εἰκότως τῷ Ἐμμανουήλ. Ὁ τοίνυν ἁγνείαν τὴν ἀνωτάτω κατωρθωκὼς, καὶ ἀνάθημα λαμπρὸν προσκεκομικὼς τῷ πανάγνῳ Θεῷ, τὰ ἐξ ἰσχύος ἔργα, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, ὡς ἐν βραχίονι τοῦ κριοῦ, καὶ ζωὴν ἄμωμον, ὡς ἐν ἄρτῳ τῷ ἀζύμῳ νοουμένην, καὶ μέν τοι καὶ τὸ ἡδὺ καὶ τὸ ἐπίχαρι τῆς ἐν ἁγιασμῷ ζωῆς, ὡς ἐν τῷ λαγάνῳ, μονονουχὶ χερσὶν ἰδίαις ἐπιτιθεὶς, ἀναφέρει Θεῷ, διὰ μεσίτου Χριστοῦ, ὃς οἱονεί πως ἀπὸ χειρὸς εἰς χεῖρας δέχεται τὰς δωροφορίας, ταῖς ἀνωτάτω τιμαῖς, κἂν τούτῳ δὴ μάλιστα, τὸν γνήσιον ἀληθῶς καταγεραίρων προσκυνητήν.

Ταύτῃτοί φησιν, ὅτι χερσὶν ἐπιθεὶς ἰδίαις, ὁ τὴν ἁγίαν οὕτω καὶ πάναγνον ἀποπεραίνων εὐχὴν, ἐπιδώσει τῷ ἱερεῖ ἐπίθεμα καὶ ἐξαίρετον, καὶ ἐκνεμηθὲν αὐτῷ, καθὰ καὶ τὸ στηθύνιον τοῦ κριοῦ, κατά γε τῷ νομοθέτῃ δοκοῦν. Ὥσπερ δὴ τὸν βραχίονα μήνυσιν εἶναί φαμεν τῶν ἐξ ἰσχύος κατορθωμάτων, ἤγουν τῆς ἰσχύος αὐτῆς, οὕτω καὶ τὸ στηθύνιον τοῦ κριοῦ, φρενός τε καὶ νοῦ. Κεκτήμεθα γὰρ ἐν σπλάγχνοις καὶ ἐν τῷ στήθει τὰς φρένας. Ἀδιαφορεῖ δὲ πολλάκις ἡ θεία Γραφὴ, καὶ ποτὲ μὲν εἰς νοῦ τύπον τὴν κεφαλὴν, ποτὲ δὲ τὸ στῆθος εἰς φρενὸς ποιεῖται δήλωσιν. Ἱερὰ δὴ οὖν καὶ ἐξαίρετα, μόνον δὲ οὐχὶ καὶ ἀπὸ χειρὸς εἰς χεῖρα προσκομιζόμενα, καὶ εὐπαράδεκτα δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τῶν ἁγνιζομένων ἰσχὺς ἡ πνευματικὴ, καὶ μέν τοι καὶ φρένες. Εἴπερ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς οὐκ ἂν ἑτέρως γένοιτό ποτε κατορθοῦν δύνασθαι τοὺς ἁγίους τὰ ἁνδάνοντα Θεῷ, μὴ οὐχὶ δι᾽ ἰσχύος τῆς πνευματικῆς, καὶ μέν τοι καὶ φρενὸς ἀγαθῆς. ΠΑΛΛ. Εὖ ἔφης. ΚΥΡ. Ἑφθὸν δὲ προστέταχε λαμβάνεσθαι τὸν βραχίονα, τὸ οἱονεί πως ὠμὸν, καὶ τὸ τοῦ καθήκοντος παράλογον τῆς τῶν ἁγίων ἰσχύος ἀποσοβῶν· οὐ γὰρ ἀποτόμους εἶναι χρὴ τοὺς ἀνακειμένους Θεῷ, οὔτε μὴν ἀκράτῳ κεχρῆσθαι τῷ νῷ, ἀλλ᾽ εὐαφῶς τε καὶ ἁπαλῶς καὶ λίαν εὐτέχνως κατορθοῦν ἐπείγεσθαι τὰ εἰς ἀρετήν.

Εἶεν δ᾽ ἂν ὧδε καὶ οὐχ ἑτέρως τῶν ἁγίων τὰ κατορθώματα χρηστὰ καὶ ἐδώδιμα τῷ Θεῷ, τὸ ὠμὸν οὐκ ἔχοντα καὶ ἀπηχθημένον. Διεπύθου δέ που τὸν ἐν ἁγνείαις ἐπὶ τὴν σωτήριον τροφὴν, ὥσπερ ἰδίαν ὀνομάζοντος τοῦ Χριστοῦ καὶ λέγοντος τοῖς ἁγίοις μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Διαμέμνησο δὲ ὅτι καὶ καταθύεσθαι μὲν ἐκέλευε τὸν ἀμνὸν, εἰς τύπον Χριστοῦ, προσενομοθέτει δὲ λέγων· «Οὐ φάγεσθε ἀπ᾽ αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ᾽ ἢ ὀπτὰ πυρί·» τὸ ἀπαράδεκτον, οἶμαί που, καὶ τὸ οἱονείπως εἰς πέψιν οὐκ εὐχερὲς, ὠμὸν εἶναι λέγων. Χρῆναι δὴ οὖν ἄρα φησὶν ἑφθὸν λαμβάνεσθαι τὸν βραχίονα· τοῦ ἀνέφθου σημαίνοντος τὸ μήτε ἡδὺ, μήτε βρώσιμον, ταύτῃτοι καὶ ἀπαράδεκτον. ΠΑΛΛ. Ὡς ἰσχνὸς ἄγαν καὶ ἀληθὴς ὁ λόγος. ΚΥΡ. Ἀποδοτέον οὖν ἄρα τὰς ὁμολογίας Θεῷ, καὶ ἅπερ ἂν εὔξαιτό τις, διαπεραινέτω μελλήσας οὐδὲν, ὡς τό τοι μὴ δρᾷν τὰ τοιάδε γοργῶς, τῶν ὅτι μάλιστα δεινῶν καὶ σφαλερωτάτων φαίην ἂν ἔγωγε, καὶ αὐτὸ δὲ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ εἶναι λογιούμεθα φρονοῦντες ὀρθῶς τῶν ἄγαν ἐκτοπωτάτων, τὸ ψευδοεπείας ἁλῶναι γραφῇ, πῶς οὐκ ἂν γένοιτο τῶν λίαν αἰσχρῶν, ὁμολογῆσαι μέν τι καὶ ὑποσχέσθαι Θεῷ, ψεύσασθαι δὲ μετὰ τοῦτο τὴν ὑπόσχεσιν; Παντὸς μὲν οὖν εὐξαμένου καὶ μελλήσαντος, καὶ γοῦν καὶ εἰσάπαν ἀναδυομένου τὴν ἔκτισιν, καταγράφει τὴν ἁμαρτίαν.

Ἀνίησι δὲ τῶν αἰτιαμάτων τοὺς ἔχοντας μὲν παντελῶς ἴδιον οὐδὲν, δεσμῷ δὲ ὥσπερ ἀναγκαίῳ κατεζευγμένους, καὶ ὑφ᾽ ἑτέρου πράττοντας χεῖρα. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Μωσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν τῶν υἱῶν Ἰσραὴλ, λέγων· Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· Ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον, ἢ ὁρισμῷ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ. Πάντα ὅσα ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει.

Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς· καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται, καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» Ἀλλ᾽ εἰ καὶ γένοιτο, φησὶν, γυνὴ συνηρμοσμένη κατὰ νόμους ἀνδρὶ, ὁ αὐτὸς κρατείτω νόμος. Χήρας δὲ καὶ ἐκβεβλημένης ἵστησι τοὺς ὁρισμοὺς, καὶ διαπεραίνεσθαι δεῖν πάντη τε καὶ πάντως τὰς ὑποσχέσεις εὖ μάλα φησὶ, πανταχῆ τὸ ἐλεύθερον καὶ ἔξω ζυγοῦ ταῖς αἰτίαις ὑποτιθεὶς, εἰ μὴ δρᾷν ἕλοιτο τὰ ἐπηγγελμένα· τόγε μὴν οὐχ ὧδε ἔχον, ἄπρακτόν τε καὶ ὑφ᾽ ἑτέροις, ἀνιεὶς εἰκότως. Τοῖς γάρτοι κυρίοις, πατρί τε, φημὶ, καὶ ἀνδρὶ, συνθεμένοις μὲν καὶ οἱονεὶ συννεύσασι ταῖς τῶν ὑπὸ χεῖρα καὶ ἐξουσίαν εὐχαῖς, τὴν τῆς δυσσεβείας ἐπιφέρει γραφὴν, εἰ μὴ πληροῦν ἕλοιντο τὰ ἐπηγγελμένα. Ἀποφάσκουσι δὲ καὶ τὸ ἀνεῖσθαι δεῖν ἁμαρτιῶν ἀπονέμει· προαιρέσεως γὰρ, καὶ οὐκ ἀνάγκης καρποὶ τὰ εἰς Θεὸν ἀναθήματα.