Μετὰ δέ γε τὸ ξυρᾶσθαι πρὸς αὐταῖς ἥκοντα ταῖς θύραις τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ πυρὶ δαπανῆσαι τὴν τρίχα· «Λήψεται,» φησὶν, «ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, ἄρτον τε καὶ λάγανον, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ εὐξαμένου, καὶ αὖθις ἀναλαβὼν προσοίσει,» φησὶν, «ἐπίθεμα ἔναντι Κυρίου, καὶ ἅγιον ἔσται τῷ ἱερεῖ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἀφαιρέματος.» ΠΑΛΛ. Εἶτα, τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος; ΚΥΡ. Εἰς τύπον μὲν δὴ τοῦ ἰσχύοντος, ἤτοι τῶν ἐν ἰσχύϊ κατορθωμάτων, ὁ βραχίων ἀεὶ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ νοεῖται, ζωῆς δὲ δὴ πάλιν ἁγίας τε καὶ καθαρᾶς, ὁ ἄζυμος ἄρτος, καὶ μὲν καὶ τὸ εὔχαρί τε καὶ τὸ ἡδὺ παραδείξειεν ἂν ἐφ᾽ ἑαυτῷ, τὸ λάγανον ἐλαίῳ ματτόμενον, καὶ εἰς πλακοῦντα τελοῦν. Τοῦ δὲ μεσιτεύοντος ἱερέως τὸ πρόσωπον, περιθείη τις ἂν καὶ μάλα εἰκότως τῷ Ἐμμανουήλ. Ὁ τοίνυν ἁγνείαν τὴν ἀνωτάτω κατωρθωκὼς, καὶ ἀνάθημα λαμπρὸν προσκεκομικὼς τῷ πανάγνῳ Θεῷ, τὰ ἐξ ἰσχύος ἔργα, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, ὡς ἐν βραχίονι τοῦ κριοῦ, καὶ ζωὴν ἄμωμον, ὡς ἐν ἄρτῳ τῷ ἀζύμῳ νοουμένην, καὶ μέν τοι καὶ τὸ ἡδὺ καὶ τὸ ἐπίχαρι τῆς ἐν ἁγιασμῷ ζωῆς, ὡς ἐν τῷ λαγάνῳ, μονονουχὶ χερσὶν ἰδίαις ἐπιτιθεὶς, ἀναφέρει Θεῷ, διὰ μεσίτου Χριστοῦ, ὃς οἱονεί πως ἀπὸ χειρὸς εἰς χεῖρας δέχεται τὰς δωροφορίας, ταῖς ἀνωτάτω τιμαῖς, κἂν τούτῳ δὴ μάλιστα, τὸν γνήσιον ἀληθῶς καταγεραίρων προσκυνητήν.