Γυναικοειδεῖς δὲ καὶ αὐτοὶ, καὶ ἐκτεθηλυμμένοι, σύμμορφοί τε λοιπὸν τῇ τυραννευούσῃ κατὰ σφῶν ἁμαρτίᾳ. Ὅνπερ γὰρ τρόπον, σύμμορφοι τῷ Χριστῷ δι᾽ ἁγιασμοῦ γεγόνασιν οἱ ὑπ᾽ αὐτῷ τε καὶ σὺν αὐτῷ· οὕτω καὶ τῇ ἀνομίᾳ σύμμορφοί τε καὶ ὁμοειδεῖς οἱ ταύτην ἐπηχθισμένοι, καὶ τῇ ἀκαθάρτῳ φαυλότητι συζῇν ᾑρημένοι. Ἀποφέρουσι δὲ τὸ μέτρον εἰς Βαβυλῶνα, καὶ οἶκον αὐτῷ ζητοῦσιν ἐκεῖ, αἰνιγματωδῶς, οἶμαί που, καὶ τοῦδε σημαίνοντος, ὡς εἰ μή τις ἕλοιτο τὰ διὰ Χριστοῦ, καὶ τῆς ἁμαρτίας ἀγαπήσει τὴν ἔμφραξιν, διὰ τὸ πρὸς μόνας ἔχειν ἀκαθαρσίας τὸ σπούδασμα, ἐξοιχήσεται μὲν τῆς ἁγίας Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστι, τῆς τῶν πρωτοτόκων ἁγίας μητρὸς, καλλιπόλεως δὲ τῆς ἄνω· μονονουχὶ δὲ δυσφόρητον ἔχων τὴν ἁμαρτίαν φορτίον, συνοικήσει τοῖς Βαβυλωνίοις, τοῦτ᾽ ἔστι, μερίδα καὶ κλῆρον ἕξει μετὰ τῶν ἀθέων εἰδωλολατρῶν. Ἐν ἴσῳ γὰρ τοῖς ἀθέοις, οἱ τὴν διὰ Χριστοῦ λύτρωσιν ἀτιμάσαντες. Καὶ γοῦν ὁ Σωτήρ· «Ἐὰν ἁμαρτήσῃ, φησὶν, ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξύ σου καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.»