Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Τέταρτος: Η πνευματική ανδρεία και η πανοπλία του Θεού

Προτροπή προς τους πιστούς για ανάληψη του πνευματικού αγώνα κατά των δαιμόνων. Η απογραφή των Ισραηλιτών ως τύπος της εγγραφής των αγίων στη βίβλο της ζωής και η κάθαρση διά πυρός και ύδατος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ Θεοῦ καὶ λελυτρωμένον, αὐτῷ κατακολουθεῖν χρὴ, καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα μαλακισμὸν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννόμως καὶ νεανικῶς.

Σφαλερὸν μὲν οὖν, ὡς ἔοικεν, ὦ Παλλάδιε, φαίην δ᾽ ἂν ὅτι καὶ βδελυρώτατον, εἴσω τε πάσης βεβηκὸς ἀτοπίας, μὴ τὸ κατανδρίζεσθαι φιλεῖν φαυλότητός τε καὶ ἁμαρτίας· θρυπτομένους δὲ ὥσπερ εἰς ἐκτόπους ἡδονὰς, καὶ θηλυπρεπεῖς μαλακίας ἐγκαθιέντας τῷ νῷ, τῆς εἰς ἀρετὴν εὐτολμίας ἀποφοιτᾷν, καί τοι παρὸν εὖ μάλα διὰ Χριστοῦ πρὸς πᾶν ὁτιοῦν ἀναθρώσκειν δύνασθαι τῶν ἐπαινουμένων, καὶ πρός γε τούτῳ, ἡμᾶς παραθήγει, λέγων, ὁ ἱερώτατος Παῦλος· «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.» ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ποιήσομεν γὰρ δύναμιν ἐν Χριστῷ· πλὴν οὐκ ἂν οἶμαί τις ἀνιδρωτὶ κατορθώσειε τὸ κατανεανιεύεσθαι παθῶν, καὶ ἀπορθοῦν εἰς τοῦτο τὸν οἰκεῖον ἰσχῦσαι νοῦν. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Τοιγάρτοι χρῆμα διαφανές τε καὶ ἀξιόληπτον, καὶ ἀναπίπτουσι μὲν οὐχ ἁλώσιμον, ἐκτετιμηκόσι δὲ τὸ πονεῖν, εὐπόριστον. Γέγραπται δὲ, ὅτι «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν.» Μικροῖς δὲ ἱδρῶσι δύνασθαι κατορθοῦν τὰ ἐξαίρετα τῶν πραγμάτων, ἀμαθὲς οἶμαί που, καὶ τὸ μόνον ἐννοεῖν. Ἢ οὐχὶ τῶν ἄλλων ἁπάντων ἡμῖν ὅτι μάλιστα τιμαλφέστατον εἴη ἂν, τὸ διασῶσαι τὴν ψυχὴν, καὶ τῆς ἰδίας ὑπεραθλῆσαι ζωῆς; ΠΑΛΛ. Μάλιστά γε. ΚΥΡ.

Τὸ δὲ ἤδη περιφανὲς ἐν δόξῃ, τίσι μάλιστα τῶν ἀθλητῶν οἰήσῃ πρέπειν, πότερα τοῖς ἀθλοῦσιν ὀρθῶς καὶ ἐξησκημένως, καὶ οἷς ἐν λόγῳ τὸ χρῆναι νικᾷν, ἢ τοῖς ὡς ἥδιστα διαχεομένοις εἰς τρυφὰς, καὶ τὴν ἐν ῥᾳστώνῃ ζωὴν, τῆς ἀρίστης ἀνθῃρημένοις; ΠΑΛΛ. Καὶ πῶς, ἢ πόθεν ἀμφίλογον, ὡς ἥκιστα μὲν τὸ νικᾷν πρέποι ἂν τοῖς ἠῤῥωστηκόσι τὸ ῥᾳθυμεῖν, τό γε μὴν δύνασθαι κρατεῖν τοῖς ἐπιεικεστέροις; ΚΥΡ. Ἀρ᾽ οὖν ἐροῦμεν ὡς καὶ προσήκοι εἰς εὐκλείας δύναμιν τὸ χρῆμα αὐτοῖς, ἐῤῥῶσθαι μὲν φράσουσι τὸ χρῆναι πονεῖν, τόγε μὴν ἀνεῖσθαι καὶ τρυφᾷν ἑλομένοις. ΠΑΛΛ. Οὐ μὲν οὖν. ΚΥΡ. Ἕψεται δὴ οὖν τοῖς ὅτι μάλιστα φιλοπονωτάτοις, τὸ εὐδοκιμεῖν καὶ ἀγώνων δίχα κατορθώσειεν ἂν οὐδεὶς τὸ εἶναι περιφανής. ΠΑΛΛ. Ἄραρεν. ΚΥΡ. Ἰτέον δὴ οὖν, Παλλάδιε, κατ᾽ εὐθὺ τῶν ἐπαινουμένων, καὶ ἀνδρείας τῆς εἰς ἀρετὴν ἐπιμελητέον, εὐψυχίας τε τῆς ἄγαν καὶ τεθαυμασμένης παρά τε τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τῆς ἐντριβοῦς καὶ φίλης τῶν ἁγίων ψυχαῖς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ εἰς τοῦτο διανενευκόσιν εὖ μάλα, προσεφώνει λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ὡς δὲ αὐτὸ δὴ τουτὶ καὶ πρό γε τῶν ἄλλων κατωρθωκὼς, αὐτὸς ἑαυτῷ σεμνύνεται, καί φησι· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω·» Μύρια γὰρ ὅσα περὶ ἡμᾶς τὰ σκάνδαλα, κρείττων δὲ, οἶμαι, παντὸς ἀριθμοῦ πληθὺς δαιμονίων κατερεθίζει πρὸς ἁμαρτίαν, καὶ προσέτι τῶν ἐμφύτων ἡδονῶν οὐκ ἀγεννὴς ἀγριότης, φιλοχρηματίαι τε καὶ ἀλαζονίαι, καὶ οἱ φόνου γείτονες ἐπισκήπτουσι φθόνοι, μῖσος καὶ καταλαλιαὶ, καὶ τί γὰρ οὐχὶ τῶν ὁμοίων κακῶν. Ἀλλ᾽ οἱ μὲν εὔκολοι πρὸς ἀπαγωγὴν, οὐδ᾽ ὅσον εἰπεῖν τοῦ χρῆναι γενναίως τὰ τοιάδε διενεγκεῖν ἄκρῳ τάχα που δακτύλῳ προσψαύσοντες, ἀμελητὶ τὸ νικᾷν ἀπονέμοντι τοῖς ἐχθροῖς, σευτλίον ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, οἱονεί πως εἰς γῆν ἐῤῥιμμένοι, καὶ ἀμαχεὶ τρόπον τινὰ τοῖς τῆς φαυλότητος ὑπενηνεγμένοι ποσίν. Οἱ δὲ φιλάρετοί τε καὶ ἀγαθοὶ, καὶ τῆς ἄνωθεν ἐφιέμενοι δόξης, ζωῆς τε τῆς εἰς αἰῶνα μεταλαχεῖν γλιχόμενοι, γενναιότατα καὶ εὐτολμότατα ταῖς τῶν ἰδίων παθῶν ὑπαντιάζουσι προσβολαῖς, κατανεκροῦντες τὴν σάρκα, καὶ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς κατεξανιστάμενοι κινημάτων.

Ταύτῃ τοι καὶ πᾶν εἶδος φαυλότητός τε καὶ ἁμαρτίας εὐτεχνέστατα παρωθούμενοι, τὴν ἱερὰν καὶ ἀμώμητον κατορθοῦσι ζωὴν, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιφωνεῖ, λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.» Παντευχία γὰρ ἡ πνευματικὴ τοῖς ἁγίοις πρεπωδεστάτη, ἧς ἐφίεσθαι δεῖν ἡμᾶς, εἰ καὶ καθ᾽ ἕτερον τρόπον, κελεύει δ᾽ οὖν ὅμως καὶ αὐτὸς ὁ Σωτήρ· «Ἔστωσαν γὰρ ὑμῶν αἱ ὀσφύες, φησὶ, περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ οἱ λύχνοι καιόμενοι·» τὸ μὲν εὔζωνόν τε καὶ οἱονεί που συνεσταλμένον, ἐπὶ τὸ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ ἀγαθοῦ, καὶ τῆς εἰς Θεὸν ἀγάπης, τοῦ διεζῶσθαι σημαίνοντος· τὸ δ᾽ εὐτρεπές τε καὶ πρόθυμον, εἰς τὴν ἀπὸ τοῦ κόσμου κατάστασιν, τοῦ ὑποδεδέσθαι τοὺς πόδας, ὡς αὐτίκα δὴ μάλα βαδιουμένους, οἷπερ ἂν ἡμᾶς ὁ θεῖος ἰέναι βούλοιτο νόμος· τὸ δὲ καίεσθαι τοὺς λύχνους, τοῦ μὴ ὡς ἐν σκότει τε καὶ ἀμαθίᾳ ζῇν ἀνέχεσθαί τινας, ἐν φωτὶ δὲ μᾶλλον τῷ διὰ Χριστοῦ τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ποιεῖσθαι πορείαν.

Ἰουδαίοις μὲν ἐκ φρενοβλαβείας τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, προσεφώνει Χριστός· «Ἕως τὸ φῶς ἔχετε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Οὐκοῦν ἑτοιμότης εἰς ἀρετὴν καὶ ἀνδρεία φρονήσει συνεζευγμένη, λαμπρὸν καὶ περίοπτον ἀποφήνειεν ἂν τῆς εὐσεβείας τὸν ἐραστήν. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οὐ γὰρ ἐν τῷ ἀνεῖσθαι φιλεῖν, τὸ εὐκλεὲς εὑρήσομεν· ἀλλ᾽ εἴπερ ἱδροῦν ἕλοιτό τις, τότε δὴ μόλις ἔσται λαμπρός τε καὶ εὐδοκιμώτατος. Καὶ γοῦν ποιουμένοις ἔτι τὰς ἐν Αἰγύπτῳ διατριβὰς τοῖς υἱοῖς Ἰσραὴλ, ἐφίστησι μὲν ἐπιστάτας τῶν ἔργων δεινοὺς καὶ πικροὺς ὁ βέβηλος Φαραώ· οἱ δὲ, τὴν ἀνεθέλητόν τε αὐτοῖς, καὶ ὡς ἐξ ἀνάγκης ἐπεῤῥιμμένην σκληραγωγίαν γύμνασμα ποιούμενοι πρὸς τὸ τληπαθὲς, ὠφέληνται μᾶλλον, ἤπερ ἠδίκηνται κατὰ τὸ ἀληθές.

Ἐδεδίει μὲν γὰρ ὁ Φαραὼ τοὺς Ἑβραίους εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένους ὁρῶν· κακουργότατα δὲ κολάζειν ἐπιχειρῶν τὴν ἔν γε δὴ τούτῳ φορὰν καὶ ἐπίδοσιν, «Ἐπέστησεν αὐτοῖς, φησὶν, ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις.» Περιτρέπεται δὲ αὐτοῖς πρὸς τὸ ἐναντίον ἡ σκέψις. Ἡ γὰρ ἐπενηνεγμένη κάκωσις πρόφασις αὐτοῖς τῆς εἰς πληθὺν ἐπιδόσεως ἦν, Θεοῦ τὸ χρῆμα οἰκονομοῦντος, καὶ ταῖς ἐκείνου ῥᾳδιουργίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντος χάριν. «Καθότι γὰρ αὐτοὺς ἐταπείνουν, φησὶ, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον.» Ἐπιφέρει μὲν γὰρ τὰς θλίψεις ὁ Σατανᾶς, τοὺς ὀδόντας ἐπιτρίζων τοῖς ἁγίοις, καὶ ὧνπερ ἂν ὡς ἰδίων μετεποιεῖτο Θεὸς, τούτοις ἀεί πως ἀπολέγδην ἐπιπηδῶν· «Τὰ γὰρ βρώματα αὐτοῦ ἐκλεκτὰ,» φησίν· ἀλλ᾽ οἱ πονοῦντες ἐν τούτοις, αὐτῶν ἀμείνους ἔσονται πειραζόμενοι· καὶ τὸ καρτερὸν ἐν ἀγῶσιν ἀποφαίνει δὴ πάντως εὐκλεεστέρους, ὥς τε δι᾽ ὦν ἂν νοοῖτο λυπεῖν καὶ κακοῦν, διὰ τούτων μάλιστα καὶ οὐχ ἑκὼν, ὀνήσειεν ἂν, καὶ δι᾽ ὧν αἱρήσειν ὑπείληφεν, εὐσθενεστέρους ἀποτελεῖ.

Ἐπειδὴ δὲ τὸ πανοῦργον σόφισμα τῷ Φαραὼ πρὸς ἀδόκητον πέρας ἐκτελευτᾷ, καὶ δι᾽ ὧν ἐκάκου, καὶ προσωφελῶν ἦν, ὀψὲ καὶ μόλις αἰσθάνεται, καὶ μεθίστησι παραχρῆμα τῆς ἐπιβουλῆς τὸν τρόπον· μεταπεμψάμενος γὰρ τῶν Ἑβραίων τὰς μαίας, «Ὅταν μαιοῦσθε τὰς Ἑβραίας, φησὶν, καὶ ὦσι πρὸς τὸ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτὸ, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.» Ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα.» Ἀπρακτούσης δὲ αὐτῷ τῆς κατὰ τοῦ γένους ἀνοσιότητος, καὶ μιαιφόνου βουλῆς, οὐ γὰρ ἠφίει Θεὸς δυσσεβεῖν τὰς μαίας, μέτεισι λοιπὸν ἐπὶ τὸ ἐκφάνδην ἀδικεῖν, καὶ λεληθότως μὲν, οὐκέτι λυπεῖν ἠξίου, γυμνῶς δὲ ἤδη πω; αἱρεῖται πόλεμον, καὶ θάνατον ἀπηνῆ τῶν τικτομένων καταψηφίζεται. «Συνέταξε γὰρ, φησὶ, Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.» Μέλει γὰρ αὐτῷ τοῦ θήλεως οὐδαμῶς, ἀφιλοπόλεμον γὰρ χρῆμα γυνὴ, καὶ οὐκ ἀστεῖον εἰς σύνεσιν· λυπεῖ δὲ κατ᾽ ἄμφω τὸ ἄρσεν, ὡς σοφόν τε καὶ μαχιμώτατον.

Οὐκοῦν ἥδιστόν γε καὶ καταθύμιον κομιδῆ τῷ μιαιφόνῳ δράκοντι, φημὶ δὴ τῷ Σατανᾷ, ψυχῆς φρόνημα γυναικοπρεπὲς, ἐκτεθηλυμμένον τε καὶ ἄναλκι· καὶ πρός γε τούτῳ νοσοῦν τὸ εἰς σοφίαν ἀνεπιτήδειον, ἐχθρὸν δὲ καὶ κατεστυγημένον τὸ πρόθυμον εἰς ἀνδρείαν, καὶ μαλακισμοῦ μὲν ἄμεινον, δειλίας δὲ καθυπερτεροῦν, καὶ τὸ ἄγαν ἐμφρονέστατον. Διά τοι τοῦτο, ζωογονεῖ μὲν τὸ θῆλυ, καὶ ἐξίστησί πως τὴν ἐπ᾽ αὐτῷ μιαιφόνον βουλήν τε καὶ σκέψιν. Εὔηθες γὰρ οἶμαι τὸ μάχεσθαι ζητεῖν τοῖς αὐτόθεν ὑπεστρωμένοις, οἴκοθέν τε νοσοῦσι τὸ ὑπεζεῦχθαι φιλεῖν, καταπνίγει δὲ ὥσπερ τὸ ἄρσεν ταῖς τῶν πειρασμῶν περιστάσεσιν ἐνιείς. Τοῦτό μοι δοκεῖ καὶ ὁ θεῖος Δαβὶδ ἀναμελῳδεῖν καὶ λέγειν· «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾽ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς· χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν.» ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Ἄθρει δὴ τῆς ἐπιβουλῆς τὸν τρόπον. Πρῶτον μὲν γὰρ αὐτοὺς ἀγρίοις κατῃκίζετο πόνοις, τὸ μὴ εἰς πληθὺν ἰέναι πολλὴν, κακουργότατα σοφιζόμενος, δι᾽ ὧν ἠξίου κακοῦν· καὶ λαθραῖον ἦν ἔτι τὸ ἀδίκημα, καὶ οὐ λίαν ἐμφανὴς ὁ τοῦ τυράννου σκοπὸς, ἀντεφέρετο δὲ καθάπερ ἔφην ἀρτίως, ἡ τοῦ κατοικτείροντος χάρις. Ταπεινούμενοι δὲ, μᾶλλον εἰς αὔξησιν ἵεσαν, ἀλκῆς τε καὶ ἀριθμοῦ.

Εἶτα διὰ μέσου τὰς μαίας ταῖς Ἑβραίων γυναιξὶν, ἐξοπλίζειν ἤθελεν.

Ἀλλ᾽ οὐδὲ τοῦτο κρατεῖν ἠφίει Θεός. Ἐπιβουλῆς δὲ λοιπὸν, ὡς ἐν τρίτῳ τε καὶ τελευταίῳ τρόπῳ παντὶ τῷ ἰδίῳ προστέταχε λαῷ καταπνίγειν τὸ ἄρσεν, τὸ λεληθότως πλεονεκτεῖν οὐκέτι παραιτούμενος. Οὐκοῦν τοῖς ἀνδριζομένοις, πολεμεῖ μὲν ἀοράτως ὁ Σατανᾶς, συντίθησι δὲ τὰ τῆς ἐπιβουλῆς, ὡς ἔν γε τρόπῳ τριπλῷ· καὶ ἀπάρχεται μὲν τῆς μάχης διὰ κακούργων σκεμμάτων, τὴν εἰς ἀρετὴν ἐπίδοσιν ἀποκωλύων τοῦ νοῦ· ἐντρύχεσθαι γὰρ ἀδοκήτοις παρασκευάζει πόνοις καὶ σκληροῖς ἀγῶσιν ὁμιλεῖν.

Ἀδικεῖν δὲ ἰσχύσας διὰ τούτων οὐδὲν, ἐπαμύνοντος τοῦ Θεοῦ, τοὺς κατὰ πίστιν ἡμῖν ἰδίους καὶ ταυτοεθνεῖς παροτρύνει πολλάκις, καὶ καταθήγειν ἐπιχειρεῖ πρὸς ἀπέχθειάν τε καὶ μάχην. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐκ γένους.» Εἰ δὲ δὴ γένοιτο καὶ τούτου διαμαρτεῖν, τὸν θεῖον αὐτοῖς ἐνιέντος φόβον τοῦ τῶν ἁγίων προεστηκότος, καθὰ καὶ τὰ πάλαι ταῖς μαίαις· ἀναφανδὸν ἐγείρει λοιπὸν τοὺς σφετέρους ὑπασπιστὰς, εἰς ἀγριότητα καὶ μιαιφονίαν. Ἀνθεξόμεθα δὲ καὶ οὕτως τῆς εἰς εὐτολμίαν ἀγάπης, καὶ τῆς εἰς ἀνδρείαν σπουδῆς, οὐκ ἠγνοηκότες, ὅτι τὸ ἀπηχθημένον παρ᾽ ἐκείνῳ, Θεῷ τίμιον. Τέθειται γὰρ ἐν λόγῳ καὶ φειδοῦς ἀξιοῖ, τὸ ἀνωτέρω μαλακισμοῦ. ΠΑΛΛ. Πείθομαι. Παρὸν δὲ οἶμαι καὶ τοῦτο πάλιν, καὶ ἐξ αὐτῆς ἡμῖν τῆς ἁγίας καταθεᾶσθαι Γραφῆς.

Ἀπόρησις γὰρ ἐννοιῶν, οὔτι που. ΚΥΡ. Οὐκοῦν Θεοῦ διδόντος λέγομεν, ὡς ἐν τοῖς ἐπίκλην Ἀριθμοῖς, Μωσαϊκὸν δὲ τοῦτο βιβλίον· «Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν, ἐν τῇ ἐρήμῳ Σινᾶ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων· Λάβετε ἀρχὴν πάσης συγγενείας υἱῶν Ἰσραὴλ, καὶ κατὰ συγγενείας αὐτῶν, καὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν· πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραὴλ, ἐπισκέψασθε αὐτοὺς ἐν δυνάμει αὐτῶν, σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς.»

Ὅτι μὲν οὖν τὸ ἄρσεν καὶ μαχιμώτατον, καὶ εἰς ἥβην ἀναβεβηκὸς, τουτέστιν, εἰς εὐεξίαν τὴν πνευματικὴν καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν ἀπογραφῇ τῇ θείᾳ, καὶ ἐν βιβλίῳ τέτακται Θεοῦ, σαφὲς ἂν γένοιτο καὶ διὰ τούτων εὖ μάλα· ἀριθμεῖται γὰρ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, τὸ ἄρσεν ἐν εἰκοστῷ τε καὶ ἔτι γεγονὸς ἐνιαυτῷ, ἢ ὥστε δύνασθαι νοεῖν καὶ ἡμᾶς αὐτοὺς, ὡς ἀπόβλητον μὲν καὶ ἀδόκιμον τὸ ἄναλκί τε καὶ ἀτελὲς εἰς σύνεσιν, ἂ δὴ προσεῖναί φαμεν τοῖς ἔτι μὲν νέοις κομιδῆ, καὶ οὔπω πρὸς ἥβης ἥκουσι μέτρον, ὅ περ ὁ θεῖος οἶδέ τε καὶ ὁρίζει νόμος, τουτέστι τὸ ἔτος τὸ εἰκοστόν· τίμιον δὲ καὶ ἐν ἀριθμῷ καὶ ἐγνωσμένον παρὰ Θεῷ, κατά τε πληθὺν, καὶ γένη καὶ κεφαλὰς, καὶ ὀνομαστὶ, τὸ ἐν ἀκμαῖς τε καὶ ἄρσεν. Ἀνδριζομένοις γὰρ οὕτω, καὶ εἰς τοῦτο προήκουσι διανοίας μέτρον, τοῖς ἁγίοις ἀποστόλοις εἴρηται διὰ Χριστοῦ, ποτὲ μὲν, ὅτι, «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς·» ποτὲ δὲ πάλιν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσίν.» Τὸ ἀκριβὲς οἶμαί που τῆς ἐπ᾽ αὐτοῖς φροντίδος, τοῦ αὐτὰς εἰπεῖν ἀπαριθμεῖσθαι τὰς τρίχας καταδηλοῦντος εὖ μάλα.

Οὐκοῦν ἐν βιβλίῳ Θεοῦ τὸ ἐν ἀκμαῖς τε καὶ ἄρσεν. Ἐπράττετο δὲ τὰ τῆς ἀπογραφῆς, διά τε Μωσέως καὶ Ἀαρὼν, ἵνα δι᾽ ἀμφοῖν τὸν ἕνα νοῶμεν Χριστὸν, ὡς ἐν Μωσῇ, νομοθέτην, ὡς ἐν Ἀαρὼν, ἀρχιερέα. Γέγονε γὰρ ἐφ᾽ ἡμᾶς νομοθέτης τε ἅμα, καὶ ὅσιος καὶ ἄκακος ἀρχιερεὺς, καὶ διὰ τῆς αὐτοῦ μεσιτείας, τῶν ἀνδριζομένων καὶ ἐκπρεπεστέρων εἰς ἀρετὴν, ἐν θείαις βίβλοις ἀπογραφή. Προσεφώνει δὲ τούτοις καὶ σοφὸς Ἰωάννης λέγων· «Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.» Οὐκοῦν εἶεν ἂν οὗτοι, περὶ ὧν ἔφαμεν ἀρτίως· ὅτι «Πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ·» οὓς ὅτι ποιεῖται διὰ φειδοῦς, καὶ φροντίδος ἀξιοῖ, φιλάρετος ὢν ὁ δημιουργὸς, κατίδοις, ὦ Παλλάδιε, καὶ διὰ τῶν ἐφεξῆς γεγραμμένων.

Ἔφη γὰρ πάλιν τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν, δῆλον δὲ ὅτι Θεὸς, «Καὶ μεθ᾽ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἄρχοντος, κατ᾽ οἴκους πατριῶν ἔσονται, καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ᾽ ὑμῶν.» Φυλὴ γὰρ ἑκάστη τὸν εὐκλεέστερον καὶ μαχιμώτατον ἐφίστησιν ἡγεμόνα, καὶ προασπιστὴν, καὶ βουλῆς ἐξάρχοντα, καὶ τῶν πρακτέων εἰσηγητὴν, ὧν ἂν εἶεν εἰς τύπον, οἱ τοῖς ἀπολέκτοις καὶ ἐν βίβλῳ ζωῆς κειμένοις, ἐφεστηκότες ἄγγελοι. Γέγραπται γὰρ περὶ παντὸς δικαίου· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ὅτι δὲ ἀγγελικαῖς ἐπικουρίαις διασεσώσμεθα κατὰ βούλησιν Θεοῦ, πανταχόθεν ἂν γένοιτο σαφὲς, καὶ περιττὸν οἶμαι συλλέγειν εἰς τὸ παρὸν, τὰς δείξεις· καίτοι τοῖς ἐθέλουσι μετὸν καὶ λίαν εὐκόλως εἴπερ ἕλοιντο τοῦτο δρᾷν. ΠΑΛΛ. Οὐκοῦν ὡς ἐν τύπῳ τῷ κατὰ Μωσέα καὶ Ἀαρὼν διὰ Χριστοῦ γένοιτ᾽ ἂν τῶν ἀνδριζομένων ἡ ἀπογραφή. ΚΥΡ. Οὕτω φημί· ἀποφέρει γὰρ ἡμᾶς εἰς τὸν ἐπὶ τῷδε λόγον, οὐκ ἀπίθανον ἔχον τὴν ὑποψίαν τὸ παρὰ τῷ μακαρίῳ Δανιήλ. ΠΑΛΛ. Τὸ ποῖον τί φής; ΚΥΡ. Τεθέαται μὲν γὰρ, ὡς ἐν ἡλικίᾳ τῇ πρεσβυτικῇ τὸν Πατέρα, λευκῇ μὲν πολιᾷ κατεστεμμένον, ἐνδύμασι δὲ τοῖς ἐν εἴδει χιόνος ἐκπρεπῆ, ἔφη δὲ ὅτι «Καὶ βίβλοι ἠνεῴχθησαν, καὶ κριτήριον ἐκάθισε, καὶ εἶδον.

Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία.» Ὅτε γὰρ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς γέγονεν ὁ Μονογενὴς, τότε καὶ βίβλους ἠνέῳξεν ὁ Πατὴρ, καὶ ἀνῆκε μὲν τοῦ κρίνεσθαι τοὺς ἐνόχους ἁμαρτίαις· ἐφῆκε δὲ τοῖς ἀνδριζομένοις τὸ ἐγγράφεσθαί τε καὶ ἐναριθμεῖσθαι λοιπὸν τοῖς ἄνω χοροῖς, καὶ ἐν μνήμῃ κεῖσθαι Θεοῦ.

Ἀκούω δὲ ψάλλοντος τοῦ μακαρίου Δαβὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνηκότων· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων οὐ γραφήτωσαν.» Πεπτώκασι μὲν γὰρ ἐξ ἀσθενοῦς λογισμοῦ καὶ τῆς εἰς Χριστὸν πολιτείας ἐξ ἀνανδρίας ἡμαρτηκότες, οἱ χρηστῷ τε καὶ φιλανθρώπῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς ἐκτετιμημένοι· κέκληνται μὲν γὰρ εἰς τοὺς γάμους, μαλακῶς δὲ καὶ παρειμένως τοῖς ἁγίοις δειπνοκλήτορσιν ἀπεκρίναντο, λέγοντες· ὁ μὲν, ὅτι ἀγρὸν ἠγόρασα· ὁ δὲ, ὅτι γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ἀκούεις λεγόντων πανταχῆ, ὅτι Οὐ δύναμαι· νοῦς γὰρ ὁ ἀνθρώπινος εἰς φιληδονίαν κοσμικὴν ἀπονενευκὼς, ἀδρανής τέ ἐστι καὶ ἄναλκις εἰς τὸ ἐργάζεσθαι τὰ τοῦ Θεοῦ· ἔσται δὲ οὗτος καὶ τῆς οὐρανίου καὶ θείας ἀμέτοχος ἑορτῆς. ΠΑΛΛ. Μόνον οὖν ἄρα τὸ ἡβηκὸς καὶ ἀνδρεῖον, καὶ ἔμφρον ἤδη πως, ἐν ἀπογραφῇ Θεοῦ, καὶ ἐν βίβλῳ ζώντων, τὸ δὲ μὴ τοιοῦτον ἅπαν, ἀδόκιμον ἢ πῶς; ΚΥΡ. Ἀκριβῆ καὶ ἐγηγερμένον ἐνιεὶς τὸν νοῦν τοῖς Γεγραμμένοις, εἴσῃ τοι τὸ ἀληθές. Ἀπογράφεται γὰρ οὐχὶ τὸ ἐν ἥβῃ μόνον, καὶ ἐν ἔτει τῷ εἰκοστῷ γεγονὸς, προστέτακται δὲ ὅτι, πᾶν ἄρσεν. Ἢ οὐκ ἐννοεῖς ἂ λέγω; ΠΑΛΛ. Συνίημι. ΚΥΡ.

Οὐκοῦν, εἰ μὲν τῆς ἐν Χριστῷ νοουμένης ἀνδρίας, καὶ ὁ τῶν ἐπιτηδείων εἰς τὸ δύνασθαι κατορθοῦν εὖ μάλα τὴν ἀρετὴν περιεργάζοιτο τρόπος, ἰδίαν ἕξουσι τὴν ἀπογραφὴν, οἱ πρὸς τοῦτο δόξης ἐλάσαντες, ὡς ἀνδρεῖοί τε ἤδη καὶ μαχιμώτατοι, καὶ μειρακιώδη φρόνησιν ὑπερβεβηκότες, οὐχὶ ἑκάστῳ τῶν καθ᾽ ἡμᾶς ἁρμόσειεν ἂν, ὦ ἑταῖρε, τόπος τις ἴδιός τε καὶ πρέπων ἀπογραφῆς καὶ δόξης, τῇ τῶν δρωμένων λαμπρότητι συμμετρούμενος; ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐ γὰρ ἔν γε τοῖς ἁγίοις ἀποστόλοις ὁ μὴ κατ᾽ αὐτοὺς ἔσται ποθέν· πολλοῦ γε καὶ δεῖ. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐδ᾽ αὖ ἐκεῖνό φαμεν, ὡς τοῖς ἄγαν ἐκλελαμπρυσμένοις ἐκ πολυειδοῦς ἀρετῆς, καὶ βίου κατόρθωσιν τὴν ἐννομωτάτην ἐπησκηκόσιν, ὁ μὴ τοιοῦτος συντετάξεται, κληρονομήσει δὲ ὅτι, κατὰ τὸ ἴδιον μέτρον, οὐκ ἀσυμφανές. ΠΑΛΛ. Ὀρθῶς ἔφης. ΚΥΡ. Οὐκοῦν, καθὸ πεπιστεύκαμεν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ διὰ τοῦ βαπτίσματος τὴν ἐξ οὐρανοῦ καὶ ἄνωθεν ἰσχὺν πεπλουτήκαμεν· ἐνεδυσάμεθα γὰρ τὴν ἐξ ὕψους δύναμιν τῷ ἁγίῳ· κατεσφραγισμένοι Πνεύματι, τεθείμεθα καὶ ἡμεῖς ὡς ἐν ἀρσένων τάξει τε καὶ λόγῳ, καὶ κατελογίσθημεν ἐν βίβλῳ Θεοῦ. Πλὴν ἔστι τις κἀνθάδε διαφορά.

Πρῶτοι γὰρ ὥσπερ ἐν ἀπογραφῇ, καὶ ἀγχοῦ Θεοῦ μᾶλλον οἱ ἱερώτεροί τε καὶ ἁγιώτεροι. Μία μὲν ἡ πίστις ἡ εἰς Χριστόν· πλὴν, οὐχ ἅπαντες οἱ πεπιστευκότες ἐν ὁμοίῳ καὶ ἴσῳ τρόπῳ τέ εἰσι καὶ βίῳ, ἀλλ᾽ οἱ μὲν, οὕτως· οἱ δὲ οὕτως, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Οὐκοῦν, οἱ μὲν βίου σεμνότητι προὔχοντες, ἁγιώτεροι δὲ διὰ τοῦτο, πρώτην ἔχουσι τὴν τάξιν ἐν ἀπογραφῇ τῇ θείᾳ, καὶ ἐν μνήμῃ Θεοῦ· οἱ δὲ τὸ μεῖον ἔχοντες, ἐν ἁγιασμῷ, διὰ τὸ μεῖον ἐν ἀρετῇ, δεύτεροί που πάντως καὶ ἐν ἀπογραφαῖς. ΠΑΛΛ. Καὶ πῶς ἂν γένοιτο καὶ τοῦτο σαφές; ΚΥΡ. Ἀπό γε τῶν Γεγραμμένων. Ἔστι γὰρ ἡμῖν οὐ προαλὴς ὁ λόγος· μετὰ γάρ τοι τὴν ἐπαρίθμησιν ἢν ἐπὶ τοῖς ἄῤῥεσί τε καὶ ἀκμαιοτάτοις ἐποιήσατο, τρόπον ἡμῖν ἕτερον ἀπογραφῆς διετύπου πάλιν ὁ τῶν ὅλων Θεός. Ἔχει δὲ οὕτως· «Ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ λέγων· Ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν, κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους. Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψῃ αὐτούς. Καὶ ἐπεσκέψατο αὐτοὺς ὁ Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος.»

Γενομένης δὲ οὕτω τῆς ἀπογραφῆς κατὰ δήμους, καὶ κατ᾽ οἴκους πατριῶν, ὅλον εὐθὺς τὸν ἐκλογισμὸν ἐπιφέρει, λέγων· «Πᾶσα ἡ ἐπίσκεψις τῶν υἱῶν Λευὶ, οὓς ἐπεσκέψατο Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύω καὶ εἴκοσι χιλιάδες.» Ἐπισυνάπτει δὲ παραχρῆμα, καί φησι· «Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λάβε τὸν ἀριθμὸν αὐτῶν ἐξ ὀνόματος, καὶ λήψῃ τοὺς Λευίτας ἐμοὶ, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐπεσκέψατο Μωσῆς, ὃν τρόπον ἐνετείλατο Κύριος αὐτῷ καὶ ἐγένετο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες, τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι.

Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος· καὶ τὰ λύτρα τριῶν καὶ ἐβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ· καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὰς κατὰ τὸ δίδραχμα τὸ ἅγιον· λήψῃ εἴκοσιν ὀβολοὺς τοῦ σίκλου, καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.» Ὡς βαθὺ τὸ χρῆμα καὶ δυσέφικτον, ὦ Παλλάδιε, τὸ προσβαλεῖν δύνασθαι, φημὶ δὴ τοῖς ὧδε διεσταλμένοις, λεπτῶς τε καὶ ἀκριβῶς. ΠΑΛΛ. Εὖ λέγεις· καθίει δ᾽ οὖν ὅμως τὸν νοῦν εἰς βάσανον, Χριστῷ τῷ παντὸς ἀγαθοῦ δοτῆρι πίσυνος. ΚΥΡ. Σύνες δὴ, ὅτι ἐν ἀπογραφῇ τῇ πρώτῃ, πᾶν μὲν ἦν ἄρσεν, καὶ εἰκοσαετὲς τὸ ζητούμενον, τουτέστι τὸ ἔμφρον τε καὶ ἀνδρεῖον, καὶ ἐν ἀκμαῖς τοῦ δύνασθαι κατορθοῦν, ἃ ἂν βούλοιτο Θεός. Ἐχέτω δὲ ἅλις ἡμῖν ὁ περὶ τοῦδε λόγος. Πεποίηται γὰρ, ὡς ἐγῷμαι λίαν ἀποχρώντως ἔχων. Ἔν γε ταυταινὶ ταῖν δυαῖν ἀπογραφαῖν, ἅπαν μὲν ἄρσεν τὸ ἐκ φυλῆς Λευῒ, ταῖς θείαις τε καὶ ἱεραῖς ἐντάττεται ψήφοις. Ἀπό γε τῆς ἑτέρας πληθύος, οὐκέτι πᾶν ἄρσεν ἁπλῶς, ἀλλὰ τὸ πρωτότοκον, ἀπὸ μηνιαίου δὲ σύμπαν καὶ ἐπάνω τὸ ἀριθμούμενον.

Καὶ ἡ μὲν τῶν Λευιτικῶν βρεφῶν ἀπαρίθμησις, δύο καὶ εἴκοσι χιλιάδες· ἡ δὲ τῶν πρωτοτόκων δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ διακόσιοι καὶ ἑβδομήκοντα. Εἶτα θεσπίζει Θεὸς, ἀντὶ τῶν πρωτοτόκων τοὺς Λευίτας ἀνατίθεσθαι δεῖν. Ἐπειδὴ δὲ ὑπερτεροῦν ἤτοι πλεονάζοι ἀριθμῷ τὸ δημοτικὸν εὑρίσκεται, διακοσίαις ἑβδομήκοντα καὶ τρισὶ κεφαλαῖς, δεδικαίωκεν ὁ νομοθέτης, προσκομίζεσθαι δεῖν ὑπὲρ αὐτῶν τὰ λύτρα τῇ φυλῇ τῇ Λευιτικῇ, ὡς ἂν καὶ ὑπὲρ αὐτῶν ποιοῖντο τὰς λειτουργίας, καὶ ἀναφέροιεν τὰς λατρείας, μισθὸν ὥσπερ τινὰ τὴν ἀπερισπάστου προσεδρείας τουτονὶ κομιζόμενος παρ᾽ αὐτῶν. Ἢ οὐκ ἐν τούτοις φὴς τὴν τῶν προκειμένων περίνοιαν; ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐκοῦν ἐκεῖνο ἐρῶ· καί μοι πάλιν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, κατά γε τὸ εἰκὸς καὶ οὐκ ἀπιθάνως ἔχον· ἤτε μὲν γὰρ ἀνδρίας τε ὁμοῦ καὶ φρονήσεως τῆς ἐν Χριστῷ νοουμένης ἀνάμνησις ἦν, καὶ ὡς ἐν τύπῳ ζήτησις, ἀπεγράφετο τὸ ἄρσεν, οὐκ ἀφανῆ τὴν τοῦ σώματος ἡλικίαν ἔχον. Ἐπειδὴ δὲ πρὸς τούτοις ἐχρῆν καὶ τὴν ὡς ἐν πίστει τε καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν γενομένην ἀπογραφὴν εὖ μάλα κατασημαίνεσθαι, συμπεπλεγμένης διαφορᾶς, ἣν ὡς ἔν γε τοῖς πιστεύουσιν ἔστιν ἰδεῖν.

Οἱ μὲν γὰρ, ὁμοῦ τῷ παραδέχεσθαι τὴν πίστιν, καὶ τὸ ἐν ἔργοις ἱερὸν, καὶ τὴν ὑπὸ Θεῷ δουλείαν ἐπιτηδεύουσιν· οἱ δὲ οὐχ ὁλόκληρον ποιοῦνται τὴν ἀφιέρωσιν, μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ· ταύτῃ τοι δικαίως ὁ νομοθέτης προτιμᾶσθαι θατέρου κελεύει τὸ ἱερὸν, ὡς ἐν τύπῳ νοούμενον γένει τῷ Λευιτικῷ· καὶ τὸν πρῶτον ἔχειν ἐν ἀπογραφῇ, προστέταχε τόπον. Πρώτου δὴ οὖν διὰ τοῦτο μνημονεύει τοῦ Λευτικοῦ, ἕπεται δὲ αὐτῷ καὶ παρέζευκταί πως, τὸ ἄρσεν τε καὶ τὸ πρωτότοκον.

Ἐκτετίμηται γὰρ παρὰ Θεῷ λίαν, τὸ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ καὶ ἐν συμμορφίᾳ νοούμενον, τῇ κατὰ Χριστὸν, ὅς ἐστι πρωτότοκος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισὶ τῶν ὀκλαζόντων περὶ τὴν πίστιν, καὶ εἰς ἐννοίας ψυχρὰς ἐκτεθηλυμμένων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Δεκτὸς οὖν ἄρα καὶ ἐν βίβλῳ Θεοῦ πᾶς, ὁ ὡς ἐν μορφώσει τῇ κατὰ Χριστὸν πρωτότοκος, ἄρσην τε καὶ ἐμφρονέστατος. Ἐπιτήρει δὲ ὅτι καθάπερ ἔφην ἀρτίως, ἀπὸ μὲν τῶν ἑτεροφύλων, οὐ πᾶν ἄρσεν ἁπλῶς ἐναρίθμιον, ἀλλὰ μόνον τὸ πρωτότοκον· οὐ γάρ τοι πᾶς ἄνθρωπος ἐν πίστει διαπρεπὴς, καὶ ἐν συμμορφίᾳ τῇ κατὰ Χριστὸν, πολλοὶ γὰρ οἱ μὴ πιστεύσαντες, ἀνάγραπτον δὲ καὶ ἐν ἀριθμῷ μόνον ἐστὶ τὸ πρωτότοκον, διὰ τὸν ἐν ἡμῖν πρωτότοκον, καὶ ἐν πολλοῖς ἀδελφοῖς. Ἅπαν δὲ ἄρσεν ἁπλῶς καὶ ἀδιακρίτως ἔν γε τοῖς Λευιτικοῖς ἐν ἀπογραφῇ καὶ ἐν ἐκλογισμοῖς· Θεῷ γὰρ οἰκεῖον ὁλοκλήρως τὸ ἅγιον. Μηνιαῖα δὲ καὶ ἐπάνω τὰ ἀπογραφόμενα· καὶ τίς ἡ πρόφασις;

Ὅτι τῶν πεπιστευκότων ἡ ἐν Χριστῷ νηπιότης, οὐκ ἀπόβλητος παρὰ Θεῷ, σύμβολος δὲ ὥσπερ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ, καὶ πνευματικῆς νηπιότητος, τὸ τῆς ἡλικίας κομιδῆ βραχύ. Ὥσπερ γὰρ ἐλέγομεν ὡς ἐν τοῖς μαχιμωτάτοις, καλῶς τε καὶ ἀμωμήτως γεγενῆσθαι τὴν ἀπογραφὴν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οὕτω φαμὲν, ὅτι τῆς ἐν Χριστῷ νηπιότητος, σημεῖον ἂν γένοιτο σαφὲς, ὁ ἐκ μηνιαίου καιρός. Τοιουτονὶ δὲ καὶ ὁ Παῦλός φησιν· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε.» ΠΑΛΛ. Οἰησόμεθα δὴ οὖν, ὡς συμμεθέξομεν τοῖς ἁγίοις, ὧνπερ ἂν αὐτοὶ, ταῖς γε δὴ σφῶν αὐτῶν κατορθώσειαν ἂν κεφαλαῖς, ἀνδριζόμενοί τε καὶ εὐδοκιμεῖν ὅτι μάλιστα διεσπουδακότες. ΚΥΡ. Πάνυ μὲν οὖν, εἴπερ εἰσὶν ἀληθῶς, αὐτοὶ μὲν θείων ἀνάμεστοι χαρισμάτων, πόνοις καὶ ἱδρῶσιν ἑλόντες τὸ δῶρον, καὶ διὰ μυρίων ὅσων ἀγώνων ἐλάσαντες· ἀναπιμπλᾶσι δὲ καὶ ἡμᾶς τῶν σφίσι δεδωρημένων ἐξ ἀγάπης Θεοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος προσεφώνει τισὶ τῶν πεπιστευκότων· «Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ ὑμῖν χάρισμα πνευματικόν.» Ἢ γὰρ, οὐχὶ ξένιον οὐράνιον, χάρισμά τε πνευματικὸν εἶναι φὴς, τὴν ἀμώμητόν τε καὶ ἀπλανῆ περὶ Θεοῦ γνῶσιν, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις εἴδησιν ἀκριβῆ; ΠΑΛΛ. Ναί. Εἴπερ ἐστὶ τὸ χρῆμα ζωοποιόν.

Τοιγάρτοι σαφῶς διειδέναι τίς μὲν ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸς, καὶ Θεὸς, ποία δὲ ζωὴ, ἡ ἀρίστη τρίβος, εἰς μακραίωνά τε καὶ ἀτελεύτητον ἀποκομίζει ζωήν. ΚΥΡ. Ὀρθῶς ἔφης. Ταῦτά τοι διδάσκων ἡμᾶς καὶ αὐτὸς ὁ Χριστὸς, τοῖς ἁγίοις ἀποστόλοις διεκελεύετο, λέγων· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Εἴη δ᾽ ἂν καὶ ἑτέρως οὐκ ἀκερδὴς τοῖς ἄλλοις ἡ τῶν ἁγίων λαμπρότης· ἐν γὰρ ταῖς ἐκείνων εὐδοκιμήσεσιν, ἀφανίζεταί που τὰ ἡμῶν ἡττήματα, καὶ ταῖς τῶν εὐκλεεστέρων προσεσχηκὼς εὐψυχίαις, ὁ φιλάρετος ἡμῶν Θεὸς, τοῖς ἀσθενεστέροις ἀνίησι τὰ ἐγκλήματα. Καὶ γοῦν οἱ ἐξ Ἰσραὴλ ἀκαθέκτως ἀπονενευκότες εἰς παρακοὴν, καὶ τῶν φαύλων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον, παρώτρυναν ἀναγκαίως τὸν νομοθέτην ἐφ᾽ ἑαυτοῖς· ἐπειδὴ δὲ δίκας ἤδη τῶν τετολμημένων πράττειν ἤθελε τοὺς ἀγρίως οὕτω λελυπηκότας, προσεκόμιζε μὲν τὰς ἱκετηρίας ὁ προφήτης Ἱερεμίας. Τί δὲ πρὸς τοῦτο Θεός; «Περιδράμετε, φησὶν, ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.» Ἀνήσειν δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἔφη δίκην, εἰ πέντε τινὲς εἶεν ἐν αὐτοῖς ὅσιοι καὶ ἀγαθοί.

Οὐκοῦν ἡ τῶν ἀγίων λαμπρότης, καὶ τοῖς ἄγαν ἁμαρτωλοῖς, ἔσθ᾽ ὅτε, τὸ μὴ κολάζεσθαι δεῖν παραχρῆμα προξενεῖ, τὸν θεῖον ὥσπερ ἐκδυσωποῦσα θυμὸν καὶ ἀνασειράζουσα τὴν ὀργήν· τοῖς δὲ τὴν πίστιν γνησίως εἰσδεδεγμένοις, εὐψυχίας γε μὴν εἰς τοῦτο ἰέναι μὴ δυναμένοις, ὡς πόνοις ἑλεῖν δύνασθαι, τὸ, καὶ θείων αὐτοὺς ἐμπίπλασθαι χαρισμάτων, μονονουχὶ συμμερίζονται τὰς εὐδοκιμήσεις, παιδαγωγοῦντες, ὡς ἔνι, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες τῶν ἀρεσκόντων Θεῷ, καὶ τῶν ἰδίων αὐτοὺς ἀνδραγαθημάτων ἀποφαίνοντες κοινωνούς· καὶ ἃ μόλις αὐτοὶ διὰ πλείστων ὅσων εὑρίσκουσι πόνων, ταῦτα ταῖς ἑτέρων ἐνιέντες ψυχαῖς. Ὅτι γὰρ συμμεθέξομεν τοῖς ἁγίοις καὶ τῆς ἐνούσης αὐτοῖς λαμπρότητος, καὶ τῶν ἀνδραγαθημάτων ἐσόμεθα κοινωνοὶ, ἐξ ἡμερότητος καὶ φιλανθρωπίας, τὰ ἡμῶν ἡττήματα τοῖς ἐκείνων κατορθώμασιν, οἱονεὶ συμφύροντός τε καὶ ἀνακιρνῶντος Θεοῦ, καὶ τὸ ἐνδεὲς τῷ τελειοτέρῳ συνείροντος, ἵν᾽ εἴη δεκτόν· σαφὲς ἂν γένοιτο καὶ διὰ τούτου πάλιν. ΠΑΛΛ. Ποίου δή τινος φής; ΚΥΡ. Μωαβῖται καὶ Μαδιηναῖοι, ἔθνη μὲν ἤστην ἀνόσιά τε καὶ βάρβαρα, κατενέμοντο δὲ τῆς ἐπαγγελίας τὴν γῆν, ἣν κληρονομίζειν ἔμελλον οἱ υἱοὶ Ἰσραήλ.

Ἐπειδὴ δὲ ἀγχοῦ τε λοιπὸν καὶ γείτων ὁ πόλεμος ἦν ἤδη πως, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι, καὶ ταῖς τοῦ Ἰσραὴλ δυνάμεσιν ἀντεξάγειν οὐχ οἷοί τε, προσεπειρῶντο μὲν, μάγων τέχνῃ, καὶ τοῖς παρὰ σφίσιν ἀνοσίοις ἐπιτηδεύμασι, προσαποσείεσθαι τοὺς ἐχθρούς. Ἐπειδὴ δὲ πάντα δρῶντες, ἠδίκουν οὐδὲν, Θεοῦ προασπίζοντος, καὶ τὸν ψευδόμαντιν Βαλαὰμ εἰς τὸ εὐλογεῖν περιτρέποντος, καί τοι πρὸς τὸ ἐπαρᾶσθαι δεῖν μεμισθαρνηκότα ὡς ἐν ἀπορίαις ἤδη γενόμενοι ταῖς ἐσχάταις, ἐλογίζοντο κατὰ σφᾶς αὐτοὺς, μὴ ἂν ἑτέρως ἰσχύσειν ἀδικῆσαι τὸν Ἰσραὴλ, εἰ μὴ Θεῷ τῷ προεστηκότι προσκρούσειαν, καὶ γυμνοὶ τῆς ἄνωθεν ἐπικουρίας τῆς πρὸς αὐτοὺς, εἴπερ ἕλοιντο, συγκροτοῖεν μάχην. Εἰδότες δ᾽ ὅτι θερμόν τε καὶ προαλὲς εἴς γε τὸ θῆλυ τὸ ἄρσεν, καὶ ταῖς εἰς τοῦτο μυσαρωτάταις ἡδοναῖς οὐκ ἀσφαλὴς ἡ νεότης, γύναια καθίεσαν ἐξωραϊσμένα, πρὸς ὁμιλίαν οὐκ εὐπρεπῆ τοῖς ἐξ Ἰσραὴλ, ὧν ταῖς ὥραις ἑτοιμότατα συνηρπάζετο πᾶν ὅσον ἦν εὐπετὲς εἰς τὸ νοσεῖν τὰ σαρκὸς, παρεκομίζετό τε κατὰ βραχὺ τῆς εἰς Θεὸν λατρείας, ταῖς ἐκείνων ἑπόμενοι γνώμαις. Συνηῤῥώστουν τε τῇ πορνείᾳ τὴν ἀπόστασιν. Γέγραπται γάρ· «Καὶ ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ.» Αὐτὸ δὲ τουτὶ καὶ διὰ φωνῆς προφητῶν ἔφη Θεός· «Καὶ ὁ λαὸς ὁ συνιὼν συνεπλέκετο μετὰ πόρνης.»

Ἠγανάκτει μὲν οὖν καὶ μάλιστα εἰκότως ἐπὶ τούτοις ὁ νομοθέτης, καὶ ἦν τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον. Ἐν ἀφορήτοις γὰρ ἦσαν εὐθὺς διὰ τοῦτο συμφοραῖς, ἀδελφοῦ καὶ γείτονος δαπανωμένων χειρὶ τῶν πεπορνευκότων.

Αἱρεῖσθαι δὲ πρὸς Μαδιηναίους εὐθὺς διετύπου πόλεμον λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα Θεός· «Ἐκδίκει τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προσθήσῃ πρὸς τὸν λαόν σου. Καὶ ἐλάλησε Μωσῆς πρὸς τὸν λαὸν, λέγων· Ἐξοπλίσατε τοὺς ἄνδρας ἐξ ὑμῶν, καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰμ, ἀποδοῦναι ἐκδίκησιν τῷ Κυρίῳ τῇ Μαδιὰμ, χιλίους ἐκ φυλῆς, καὶ χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, ἀποστείλατε παρατάξασθαι.

Καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραὴλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδας ἐνωπλισμένους εἰς παράταξιν, καὶ ἀπέστειλεν αὐτοὺς Μωσῆς χιλίους ἐκ φυλῆς, καὶ χιλίους ἐκ φυλῆς, σὺν δυνάμει αὐτῶν· καὶ τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰ σκεύη τὰ ἅγια, καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ παρετάξαντο ἐπὶ Μαδιὰμ, καθὰ ἐνετείλατο Κύριος τῷ Μωσεῖ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν, καὶ τοὺς βασιλεῖς Μαδιὰμ, ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν· καὶ τὸν Νευεὶν, καὶ τὸν Ῥοκὸν, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὸκ, πέντε βασιλεῖς Μαδιὰμ, καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ, ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν· καὶ προενόμευσαν τὰς γυναῖκας Μαδιὰμ, καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν, καὶ πάντα τὰ ἔγκτητα αὐτῶν, καὶ τὴν δύναμιν αὐτῶν προενόμευσαν, καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς κατοικίαις αὐτῶν, καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρὶ, καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν αὐτῶν· καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἤγαγον πρὸς Μωσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πάντας τοὺς υἱοὺς Ἰσραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωὰβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.

Καὶ ἐξῆλθε Μωσῆς καὶ Ἐλεά〈ζαρ ὁ ἱερεὺς〉, καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς, καὶ ὠργίσθη Μωσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου· καὶ εἶπεν αὐτοῖς Μωσῆς· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστατῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου, ἕνεκεν Φογώρ· καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου· νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν, ἐν πάσῃ ἀπαρτίᾳ, καὶ πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε· καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.» Ταῦτα Θεοῦ κεχρησμῳδηκότος, ἀπόλεκτοι νεανίαι πρὸς τὴν τοῦ πολέμου συνεκομίζοντο χρείαν· καὶ ἀπὸ πάσης συνέῤῥει φυλῆς, τὸ ὅτι μάλιστα τληπαθὲς καὶ δοκιμώτατον, ἵνα τὸ ἀφ᾽ ἑκάστης εὐδοκιμοῦν, αὔχημα γένηται τοῦ παντὸς, καὶ ἡ τοῦ μέρους λαμπρότης εἰς ὅλον ἴοι τὸ πλήρωμα, κατά γε τὸ ὑπὸ Παύλου σοφῶς εἰρημένον· «Εἴτε γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. ΠΑΛΛ. Ὀρθῶς διανοῇ. ΚΥΡ. Κατεστρατεύετο τοίνυν τῶν Μαδιηναίων ἡ τῶν ἀπολέκτων ἀλκιμωτάτη πληθὺς, συνόντος αὐτοῖς Φινεές τε τοῦ ἱερέως, καὶ τῶν ἁγίων σκευῶν, καὶ μὴν καὶ σαλπίγγων, τῶν καλουμένων σημασιῶν.

Καὶ γάρ ἐστιν ἀεὶ σύνοπλός τε καὶ συμπαραστάτης τοῖς ἀνδριζομένοις ὁ Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεύς· συναθλοῦσι δὲ καὶ ἄγγελοι, καθάπερ ἐν σκεύεσι τοῖς ἁγίοις ὑποδηλούμενοι. Σκεύη γὰρ ἅγια καὶ λειτουργικὰ, τὰ ἐν οὐρανῷ λογικὰ πνεύματα· τέτακται γὰρ παρὰ Θεοῦ πρὸς ἐπικουρίαν ἡμῶν. Πάρεισι δὲ οὐδὲν ἧττον καὶ αἱ σάλπιγγες τῶν σημασιῶν, τουτέστι τῶν θεηγόρων οἱ λόγοι, τὸ τίνα χρὴ τρόπον κατανδρίζεσθαι τῶν ἐχθρῶν, ἤτοι τῶν ἐν ἡμῖν ὄντων παθῶν, εὖ μάλα κατασημαίνοντες. Οὐκοῦν ὑποτύπωσις Χριστοῦ μὲν, ὁ ἱερεὺς, τουτέστιν, ὁ Φινεὲς, ἀγγέλων δὲ, σκεύη τὰ ἅγια· τῶν δὲ τὸν θεῖον ἡμῖν διακεκραγότων λόγον, αἱ σάλπιγγες τῶν σημασιῶν.

Οὕτω γὰρ ἀμογητὶ περιεσόμεθα τῶν ἀνθεστηκότων ἐν Χριστῷ, λέγοντες τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· »Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραήλ· πᾶσαν γὰρ τῶν Μαδιηναίων πόλιν τε καὶ χώραν καταδῃώσαντες, παρεκομίζοντο πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πᾶσαν τὴν συναγωγὴν υἱῶν Ἰσραὴλ τὴν αἰχμαλωσίαν· ἱερὰ γὰρ ὥσπερ ἀναθήματα τῷ Χριστῷ τῷ πάντων ἀρχιερεῖ, καὶ οὐκ ἀσυμφανῆ τοῖς λαοῖς τὰ τῶν ἁγίων κατορθώματα, κατά γε τό· «Οὐ γάρ ἐστι κρυπτὸν, ὃ οὐ μὴ φανερωθήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ μὴ γνωσθῇ, καὶ εἰς φανερὸν ἔλθῃ.» Ἄγεται τοίνυν ἐν ὄψει τοῦ ἱερέως, καὶ παντὸς τοῦ λαοῦ, τὰ ἐκ τῆς αἰχμαλωσίας, τυπικῶς δὲ καὶ οἰκονομικῶς. Πλὴν, ἐπετίμα Μωσῆς τοῖς νενικηκόσιν ὡς οὐ κατὰ λόγον τὸν ἀκριβῆ καὶ ἀδιάβλητον παντελῶς, τὸ πρᾶγμα συντεθεικόσιν· οὐ γὰρ ἔδει, φησὶ, ζωγρῆσαι τὸ ἄρσεν, οὐδ᾽ ἂν αὖ θῆλυ τὸ ἐμπειρόγαμον.

Καὶ πιθανὸς μὲν τῆς ἱστορίας ὁ λόγος· ἔδει γὰρ, ἔδει τῆς ὅσον οὐδέπω μελλούσης ὑπὸ αὐτοῖς ἔσεσθαι γῆς, ἀποκείρεσθαι τὸ ἄρσεν, ὡς ἧξον μετὰ βραχὺ πρὸς ἥβην τε καὶ ἀλκὴν, καὶ πολέμιον ἐσόμενον τῷ λαῷ· συναναιρεῖσθαι δὲ καὶ τὸ θῆλυ, σκανδάλου παραίτιον γεγονὸς, καὶ εἰ σέσωστο, τάχα που πάλιν ἐσόμενον· ὅσον δὲ ἧκον εἰς θεωρίαν τὴν πνευματικὴν, ἐκεῖνο οἶμαί που κατίδοι τις ἂν ἔν γε δὴ τούτοις ἡμῖν ἀστείως ὑποδηλούμενον. ΠΑΛΛ. Ὁποῖον τί φής; ΚΥΡ. Οὐκ ἀκαταιτίατοι μεμενήκασιν οἱ ἀπόλεκτοι τῶν φυλῶν, καί τοι τὴν νίκην ἀράμενοι· δι᾽ οὗ σημαίνεται, καὶ μάλα σαφῶς, ὡς τὸ εἰσάπαν ἀμώμητον, οὐδ᾽ ἂν αὐτοῖς τοῖς ἀνδριζομένοις ὑπάρξῃ ποτέ. Καὶ αὐτὸ γὰρ ἡμῶν τὸ ὀρθῶς εἰργάσθαι δοκοῦν, μομφῆς καὶ αἰτίας ἀμοιρήσειεν ἂν οὔτι που, περιεργαζομένου τε καὶ βασανίζοντος Θεοῦ. Τοιγάρτοι καὶ γέγραπται· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Καὶ πάλιν· «Ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι.» Ἔνεστι δὴ οὖν ἔσθ᾽ ὅτε καὶ ἐν ταῖς τῶν ἀπολέκτων ἀνδρείαις, μομφὴν ὁσίαν ἰδεῖν, ἣν ἡ τοῦ νομοθέτου γνῶσις καθορᾷ, παρατρέχει δὲ ἡμᾶς· συνίεμεν γὰρ οὔτι που, κατὰ τό· «Παραπτώματα τίς συνήσει;» Καὶ Ἡσαΐας δέ πού φησιν, ὅτι πᾶσα ἡμῶν ἡ δικαιοσύνη, ὡς ῥάκος ἀποκαθημένης.

Διά τοι τὸ εἰς ἄγαν ἀστείως καὶ ἀμωμήτως, μὴ ἂν ἔχειν δύνασθαί ποτε. Παῦλος δὲ ὁ σοφώτατος, «Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα» γεγραφὼς, «Ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι, φησίν· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν.» Ἡ δὲ μέμψις ἡ παρὰ Μωσέως οὐ πρὸς ἅπαντας ἁπλῶς, ἀλλὰ πρὸς μόνους ἐπράττετο τοὺς τῆς δυνάμεως ἐπισκόπους, καὶ πρὸς χιλιάρχους καὶ ἑκατοντάρχους· «Δυνατοὶ γὰρ, δυνατῶς ἐτασθήσονται,» καὶ κατ᾽ αὐτῶν μάλιστα τὸ ἀκριβὲς τοῦ νόμου· «Ὧ γὰρ πολὺ παρέθεντο, φησὶ, πολὺ ζητήσουσιν ἀπ᾽ αὐτοῦ.» Τοιγάρτοι καὶ γέγραφε, τοῦ Σωτῆρος ὁ μαθητής· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.» Φέρεται τοίνυν ἐπὶ τοὺς ἐπισκόπους καὶ τῶν ταγμάτων προεστηκότας ἡ κατὰ πάντων αἰτίασις. Ἀεὶ γάρ που ταῖς νήψεσι τῶν καθηγουμένων εὐδοκιμεῖ τὸ ὑπήκοον. Τοιγάρτοι καὶ γέγραπται τοῖς ὑπὸ χεῖρα λαοῖς· «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.»

Μετὰ δὲ τὴν τῶν γυναικῶν τε καὶ παιδίων ἀναίρεσιν, ἀναπονίπτους οὐκ ἐᾷ τοὺς πολεμιστὰς ὁ θεσπέσιος Μωσῆς ἐναυλίζεσθαι τῇ παρεμβολῇ, προαποκαθαίρεσθαι δὲ δεῖν ἐπιτάττει, λέγων· «Καὶ ὑμεῖς παρεμβαλεῖτε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τρίτῃ, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν, καὶ πᾶν περίβλημα, καὶ πᾶν σκεῦος δερμάτινον, καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας, καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖσθε.» Ὁρᾷς ὅτι καὶ τὸ ἄριστόν τε καὶ εὐδόκιμον ἐν ἡμῖν τῶν ἀπολέκτων γένος οὐκ ἀμώμητον παντελῶς· «Καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,» καὶ εἰ σφόδρα τις εἴη τῶν εὐδοκιμεῖν εἰωθότων· τετήρηται γὰρ τὸ τελείως ἅγιον εἰς αἰῶνα τὸν μέλλοντα. Ἔξω τοιγαροῦν καθίζει τῆς παρεμβολῆς τοὺς νενικηκότας, καὶ ἀφαγνίζεσθαι δεῖν αὐτοὺς ἐν ἡμέρᾳ φησὶ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ. Τῆς μὲν ἡμέρας τῆς τρίτης ἢ τὸν τρίτον ἡμῖν σημαινούσης τὸν καιρὸν, καθ᾽ ὃν ἡ διὰ Χριστοῦ γέγονε κάθαρσις μετὰ χρόνον τὸν κατὰ Μωσέα, καὶ καθ᾽ ὃν ὁ τῶν ἁγίων προφητῶν ἀνεδείχθη χορὸς, ἤτοι τὸν τῆς ἀναστάσεως, καθ᾽ ὃν ἀνεβίω Χριστὸς, προσηλώσας τῷ τιμίῳ σταυρῷ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, καὶ λυτικὸν ἁμαρτίας τὸ δι᾽ ἡμᾶς ὑπομείνας πάθος.

Τῆς γε μὴν ἑβδόμης τὸν ἐπὶ τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος καιρὸν ἀναπειθούσης νοεῖν, καθ᾽ ὃν ὁλοτρόπως τὸ τῆς ἁμαρτίας ἄχθος ἀποσεισάμενοι, καὶ εἰς λῆξιν ἰόντες ἁγιασμοῦ, συνεσόμεθα τῷ Χριστῷ, καθαρὰν καὶ ἡγνισμένην, καὶ ἐν μακαριότητι τῇ κατὰ Χριστὸν τρίβοντες ζωήν. ΠΑΛΛ. Εὖ ἔχει, κατά γε τὸ ἐμοὶ δοκοῦν. ΚΥΡ. Θαυμάσαις δ᾽ ἂν καὶ πρὸς τούτοις ἔτι τὸ ἐφεξῆς μυστήριον· διαδέχεται γὰρ εὐθὺς τὴν Μωσέως λαλιὰν Ἐλεάζαρ ὁ ἱερεὺς, καί φησι πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου· «Τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃν συνέταξε Κύριος τῷ Μωσῇ, πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μολίβδου, καὶ κασσιτέρου, πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρὶ καὶ καθαρισθήσεται, ἀλλ᾽ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα μὴ διαπορεύσεται διὰ πυρὸς, διελεύσεται δι᾽ ὕδατος· καὶ πλυνεῖτε τὰ ἱμάτια ὑμῶν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρισθήσεσθε, καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.» Ἐπιτήρησον ὅτι Μωσῆς μὲν πρότερος τοῖς νενικηκόσι τὸν τοῦ διασμήχεσθαι κατεδήλου καιρὸν, οὐκέτι δὲ καὶ τὸν τρόπον. Προανακηρύττει γὰρ ὁ νόμος τῆς διὰ Χριστοῦ καθάρσεως τὸν καιρόν· δεύτερος δὲ καὶ μετὰ Μωσέα προσπεφώνηκεν ὁ ἱερεὺς, τουτέστιν, ὁ Ἐλεάζαρ.

Διατάττει μὲν γὰρ μετὰ Μωσέα Χριστὸς, καὶ τὸν καιρὸν μὲν οὐκέτι τοῦ καθαρισμοῦ τοῖς ἀνδριζομένοις καταδηλοῖ· αὐτὸς γὰρ ἦν ὁ καιρός· τὸν δὲ τρόπον εἰσηγεῖται, καὶ αὐτό πως ἤδη λοιπὸν ἐν ὄψει τίθησι τὸ μυστήριον, τὸν ἀκριβῆ τοῦ νόμου διερμηνεύων σκοπόν. Προστέταχε γὰρ ὅσα μὲν ἦν ἐν τοῖς σκεύεσι τὴν πυρὸς ἀκμὴν διήκειν, οἷά τε παρενεχθῆναι διὰ πυρός· τὰ δὲ ὅσα μὲν εὐσθένειαν οὐκ ἔχοντα φυσικὴν, σαθρὰ δὲ καὶ ἑτοιμότερά πως εἰς τὸ παθεῖν δύνασθαι τὸν εἰσάπαν ἀφανισμὸν, ἐσθῆτα δὲ λέγων, καὶ τὸ ἐκ δερμάτων καὶ ξύλων δι᾽ ὕδατος φέρεσθαι, ὡς ἐν σκεύεσιν ἡμᾶς χρυσοῖς τε καὶ ἀργυροῖς καὶ ἐν τοῖς ἑτέροις αἰνιγματωδῶς ὑποφαίνων, οἷς ἡ διὰ Χριστοῦ γέγονε κάθαρσις ὡς ἐν πυρί τε καὶ ὕδατι. Βεβαπτίσμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὐκοῦν τὸ διακομίζεσθαι διὰ πυρός τε καὶ ὕδατος τὰ ἐκ τῆς αἰχμαλωσίας συνειλεγμένα, τὴν ἡμῶν ἀρτίως ὑποδηλοῖ κάθαρσιν, οὓς ὄντας ποτὲ πλοῦτον ὥσπερ τινὰ διαβολικὸν ἑαυτῷ περιεποιήσατο Χριστὸς, εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας, καὶ δήσας τὸν ἰσχυρόν. Εἰσελεύσεσθαι δὲ τότε μόλις εἰς τὴν παρεμβολὴν τοὺς νενικηκότας ὁ Ἐλεάζαρ φησὶν, ὅταν ἀποπλύνειαν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὰ ἱμάτια, καὶ οὕτως ἔσεσθαι καθαρούς.

Ἡ γὰρ τελεία κάθαρσις, καὶ ῥύπου παντὸς ἀπόθεσις, ἐν ἐσχάτοις ἔσται τῆς συντελείας καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἀναιρουμένης εἰσάπαν τῆς ἁμαρτίας, καὶ εἰς τὸ ἄνωθέν τε καὶ πρεσβύτατον κάλλος τῆς ἀνθρώπου φύσεως ἀναφερομένης. «Ἔσται γὰρ τότε,» φησὶν, «ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται.

Καὶ οὐ μὴ παρέλθῃ ἐκείνῃ οὐδεὶς ἀκάθαρτος, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ Κυρίου.» Οἶμαι μὲν οὖν ἔγωγε τῆς σαφηνείας τὸν λόγον οὐκ ἔξω φέρεσθαι τοῦ σκοποῦ. Πλὴν, εἰ ἕλοιτό τις τὸ καὶ ἑτέρως χρῆναι νοεῖν, ἐκεῖνό φαμεν, τὸ ἑκάστου τῶν νενικηκότων σκεῦος, εἴτε χρυσοῦν εἴη τυχὸν, εἴτε ἀργυροῦν, εἴτε καὶ ἐκ χαλκοῦ, καὶ ἐξ ἑτέρας ὕλης πεποιημένον, διὰ πυρὸς ἰέναι προστέταχεν· ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει.» Προστέταχε δὲ καὶ δι᾽ ὕδατος ἔρχεσθαί τινα· δοκιμάζεσθαι γὰρ οὐχ ἑτέρως ὁ τῆς ψαλμῳδίας ἡμῖν ὑπαινίττεται λόγος, τὰς τῶν ἁγίων ψυχὰς, πλὴν ὅτι κατὰ τοιούσδε τινὰς τρόπους. Καὶ γοῦν ὁ Δαβὶδ ἔψαλλεν, ὅτι «Ἐδοκίμασας ἡμᾶς, ὦ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ΠΑΛΛ. Ἀλλ᾽, ὦ γενναῖε, φαῖεν ἂν ἴσως ἡμῖν οἱ φιλομαθέστεροι· Τὸ μὲν γὰρ ὅπως τοῖς Μαδιηναίοις παρετάξαντό ποτε καὶ νενικήκασιν οἱ ἐξειλεγμένοι, τίνα τε τρόπον τὸν ἐκ τοῦ πολέμου διεσμήξαντο μολυσμὸν, διαρκῶς ἡμῖν ὁ λόγος ἐκδέδειχε· καιρὸς δὲ ἤδη πληροφορεῖν, εἰ καὶ μέτοχοι κατὰ τὸ ἀληθὲς τῆς τῶν ἀνδριζομένων εὐτολμίας ἐσόμεθα, καὶ συμμεθέξομεν αὐτοῖς τῶν κατορθωμάτων, καίτοι τὸ εἰσάπαν ἰσοστατοῦν οὐκ ἔχοντες ἐν ἀρετῇ, μειονεκτούμενοι δέ πως τῆς ἐκείνων εὐψυχίας.

Ταυτὶ γὰρ ἡμῖν ὁ σὸς ὑπισχνεῖται λόγος. ΚΥΡ. Καὶ μὴν ἀγχοῦ τέ ἐστι καὶ γείτων εὐθὺς ὁ ἐπὶ τῷδε νόμος, ἐναργεστάτην εὖ μάλα τὴν ἀπόδειξιν ἔχων, καὶ οὐκ ἀνάντη τὴν προσβολήν· »Καὶ ἐλάλησε Κύριος,» φησὶ, «πρὸς Μωσῆν, λέγων· Λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους, σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς, καὶ διελεῖτε τὰ σκύλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς παράταξιν, καὶ ἀνὰ μέσον πάσης τῆς συναγωγῆς, καὶ ἀφελεῖτε τὸ τέλος Κυρίῳ, παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων. Ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων, καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήψεσθε· καὶ δώσεις Ἐλεάζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου, καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀπὸ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, καὶ ἀπὸ τῶν ὄνων, καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ δώσεις αὐτὰ τοῖς Λευΐταις τοῖς φυλάσσουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου. Καὶ ἐποίησε Μωσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καθὰ συνέταξε Κύριος τῷ Μωσῇ.»

Διεπεραίνετο γὰρ εὐθὺς τὸ θεῖον χρησμῴδημα, λεπτῆς τε καὶ ἀκριβοῦς γενομένης τῆς ἀπαριθμήσεως τῶν σκύλων, καὶ τῆς ἐν ἡμίσει διανομῆς, καὶ ἀποδοθέντων τῶν ἀφαιρεμάτων, ἤτοι τῶν ἀπαρχῶν Κυρίῳ, τῷ ἱερεῖ τῷ Ἐλεάζαρ, φημὶ, καὶ τοῖς ἐκ φυλῆς Λευί· ἆρά σοι λήθης ἀμείνων ὁ νοῦς, καὶ εἰς ὅπερ ἔφαμεν ἐν ἀρχαῖς ἀναθεῖν εὐσθενής; ΠΑΛΛ. Τὸ ποῖον; ΚΥΡ. Οὐ γὰρ δὴ χιλίους τοὺς ἀφ᾽ ἑκάστης φυλῆς εἰς τὴν τοῦ πολέμου συγκεκομίσθαι χρείαν ὁ ἱερὸς ἔφη λόγος; ΠΑΛΛ. Ἔφη γὰρ οὖν. ΚΥΡ. Τὴν δέ γε τοῦ μέρους λαμπρότητα καὶ εὐδοκίμησιν εἰς ὅλον ἥξειν τὸ πλήρωμα, σαφῶς τε καὶ ἐναργῶς ἐλέγομεν, ἡμερότητός τε καὶ φιλανθρωπίας Θεοῦ καὶ τοῦτο ἐφ᾽ ἡμῖν εὖ μάλα διοικουμένης, ἵν᾽ ὥσπερ ἑνὸς καὶ εὐοσμοτάτου θυμιάματος, ἐκ διαφόρων εἰδῶν πεποιημένου, μία τις ἡ πάντων εὐωδία λοιπὸν ἀναφέρηται τῷ Θεῷ, καὶ τῷ λίαν εὐδοκιμωτάτῳ συγκαταλαμπρύνοιτό πως τὸ μὴ οὕτως εὐδοκιμοῦν. ΠΑΛΛ. Ἀληθές. Ταυτὶ γὰρ ἡμῖν ὁ λόγος ἐκβασανίζειν ἤθελε. ΚΥΡ.

Ἄθρει δὴ οὖν ἀπημφιεσμένως ταῦτα τοῖς ἐξ Ἰσραὴλ νομοθετοῦντα Θεόν· οἱ μὲν γὰρ ἀπόλεκτοι χίλιοι κατὰ φυλὴν κατεστρατεύοντο τῶν Μαδιηναίων· καὶ τὸ νικᾷν, οἶμαί που, πόνῳ καὶ ἱδρῶτι κερδαίνοντες, διενείμαντο τὰ ἐκ τοῦ πολέμου συνειλεγμένα πρὸς πᾶσαν εὐθὺς τὴν συναγωγὴν, καὶ τοῖς τῶν ἀνδριζομένων κατορθώμασιν ἡ ἑτέρα πληθὺς κατεσεμνύνετο· «Διελεῖτε γὰρ,» φησὶ, «τὰ σκῦλα, σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς· καὶ διελεῖτε τὰ σκῦλα ἀναμέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν, καὶ ἀνὰ μέσον τῆς συναγωγῆς.» Ὅτι γὰρ συνευδοκιμήσει τοῖς ἄγαν ἐξειλεγμένοις καὶ περιφανεστέροις τὸ βραχύ τι καταδεὲς, καὶ κατόπιν ἰὸν τῆς ἐκείνων μεγαλοφυΐας, ὑπεσημαίνετό πως καὶ ὁ θεσπέσιος Παῦλος. Ἀπαριθμησάμενος γὰρ τῶν ἀρχαιοτέρων ἁγίων τοὺς διὰ πίστεως εὐδοκιμηκότας καὶ οἷς ἡ δόξα περιφανὴς, ἀπό γε τῆς εἰς Θεὸν ἀκριβοῦς εὐσεβείας «Κατὰ πίστιν,» φησὶν, «ἀπέθανον οὗτοι πάντες, καὶ οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Ἐπιστέλλει δὲ καὶ ἑτέροις· «Ἤδη τετελειωμένοι ἐστέ· χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὤφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.»

Ὁρᾷς ὅπως συντελειωθήσονται τοῖς ἐν τέλει, καὶ οἱ τάξιν ἔχοντες τὴν καταδεᾶ, καὶ συνευλογοῦνται τοῖς ἐξειλεγμένοις οἱ μὴ κατ᾽ αὐτοὺς εὐσθενεῖς; Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν· εὐλόγησε Κύριος τὸν οἶκον Ἀαρών· εὐλόγησε Κύριος τὸν οἶκον Ἰσραήλ· εὐλόγησε Κύριος τοὺς φοβουμένους αὐτὸν, τοὺς μικροὺς μετὰ τῶν μεγάλων.» Συνευλογοῦνται τοῖς μεγάλοις οἱ καλούμενοι μικροὶ, ἐν ῥώμῃ μὲν ἐπαυχεῖν οὐκ ἔχοντες ἴσῃ, καὶ ταῖς εἰς τὸ χρῆναι τληπαθεῖν ἡττώμενοι προθυμίαις, ζήλῳ δὲ τάχα καὶ πίστει παρισούμενοι, καὶ ταῖς κατὰ δύναμιν εὐσθενείαις Χριστὸν εὐφραίνοντες.

Καὶ τύπος ἂν εἶεν Μωσῆς τε καὶ Ἐλεάζαρ ἑνὸς τοῦ ἀρχιερέως τε καὶ νομοθέτου Χριστοῦ, διανέμοντος τῷ λαῷ τὰ σκῦλα, συμπαρεστηκότων ἀγγέλων ἁγίων, ὧν καὶ τύπος εἶεν ἂν οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς. Ἢ οὐκ εἶναι φὴς πολλοὺς ἐπὶ γῆς τῶν ἁγίων ἀγγέλων, παρὰ Θεοῦ τεταγμένους, εἴς γε τὸ δεῖν τοῖς πεπιστευκόσιν ἐπικουρεῖν, καὶ οἱονεὶ καθηγεῖσθαι λαῶν; ΠΑΛΛ. Φημί· πῶς γὰρ οὔ; ΚΥΡ. Ἥξειν ἀπ᾽ οὐρανοῦ προσδοκᾶται Χριστὸς μετὰ τῶν ἁγίων ἀγγέλων, καὶ καθιεῖται μὲν ἐπὶ θρόνου δόξης αὐτοῦ, διανεμεῖται δὲ ἑκάστῳ τὰ αὐτῷ πρέποντα γέρα, καὶ ἀναλόγως τοῖς κατορθώμασι τὰς τιμάς· τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν Ἡσαΐας περὶ Χριστοῦ φησι· «Διὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.» Ἐν Χριστῷ τοιγαροῦν ἡ τῶν ἀγαθῶν διανέμησις, ὡς ἐν Μωσῇ τε καὶ Ἐλεάζαρ ἐκτυπουμένων. Νομοθέτης γὰρ ἐν ταυτῷ καὶ ἀρχιερεὺς ὁ Χριστός. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Τίς δὲ δὴ καὶ αὐτὸς ὁ τοῦ διανείμασθαι τρόπος, ἆρ᾽ οὐχὶ θαυμάζειν ἄξιον; ΠΑΛΛ. Πάνυ μὲν οὖν. Ἐν ἴσῃ γὰρ μοίρᾳ τετίμηται τῷ μαχίμῳ τὸ ἠρεμοῦν. ΚΥΡ.

Οὐκ ἴση μὲν οὖν, πολλοῦ γε καὶ δεῖ, κἂν εἰ τὴν τοῦ παντὸς ἡμίσειαν ἔχῃ τὸ μάχιμον, τὴν δὲ ἑτέραν ἡμίσειαν ἡ πᾶσα συναγωγή· σύμπας μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ὁ ἀριθμὸς εἰς ἑξακοσίας χιλιάδας ἦν, καὶ πεντακοσίους πεντήκοντα πρὸς τρισχιλίους, ἀνὰ μέρος οὔσης καὶ ἐξῃρημένης τοῦ καταλόγου τῆς ἱερατευούσης φυλῆς. Πληθὺς δὲ ἦν μαχιμωτάτη, χίλιοι κατὰ φυλήν. Ἐν ἴσῳ δὴ οὖν διαμοιρηθέντων τῶν σκύλων, καὶ τὴν τοῦ παντὸς ἡμίσειαν ἑκατέρας λαχούσης πληθύος, ἐν πολλῷ πλείονι τοῖς ἐλάττοσιν, αἱ τιμαὶ, καὶ οὐχὶ τοῖς πλείοσι καὶ ὑπερκειμένοις ἐν ἀριθμῷ. Οὐκοῦν ἥτις ποτέ ἐστιν ἡ παντὶ τῷ λαῷ δοθησομένη δόξα κατὰ καιροὺς, καὶ τῆς οὐρανίου δωρεᾶς τὸ μέτρον, ταύτης ἡ ἀκριβὴς οἱονεί πως ἡμίσεια τοῖς ἐξειλεγμένοις ἀπονεμηθήσεται, καὶ τῆς θείας ἐπισκέψεως ἀξίους ὄντας ἑαυτοὺς ἀποφαίνουσι· τῆς δὲ ἑτέρας ἡμισείας τῷ παντὶ πλήθει δοθησομένης, καίτοι πλεονεκτοῦντι τοσοῦτον ἐν ἀριθμῷ· «Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί» ..... βαθὺς γὰρ ὁ λόγος. ΠΑΛΛ. Συνίημι. Εἰ γὰρ καὶ μέτοχοι τῆς τῶν ἁγίων ἐσόμεθα δόξης, ἀλλ᾽ οὖν ἐν μείοσιν ἢ κατ᾽ αὐτούς· τουτὶ γὰρ ἡμῖν ὁ λόγος ὁ σὸς οὐκ ἀμυδρῶς ὑπαινίττεται. ΚΥΡ. Ὀρθῶς ἔφης. Θέα δὲ δὴ πρὸς τούτοις ἕτερον, δι᾽ οὗ μάλιστα τῶν ἀνδριζομένων τὴν εἰς Θεὸν παῤῥησίαν εὔκολον ἰδεῖν. ΠΑΛΛ. Τὸ τί δὲ φής; ΚΥΡ.

Τὰς μὲν γὰρ δυοκαίδεκα χιλιάδας τῶν πολεμιστῶν, ἀπὸ τῆς τοῦ παντὸς ἡμισείας τῆς ἐκνεμηθείσης αὐτοῖς προσκομίζειν προστέταχε τῷ ἀρχιερεῖ μίαν κεφαλὴν ἀπὸ πεντακοσίων, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς κτήνεσι· καὶ τοῦτο ἦν αὐτοῖς τῷ Κυρίῳ τὸ τέλος. Πληθύν γε μὴν τὴν ἑτέραν, μίαν ψυχὴν ἀπὸ πεντήκοντα, τῇ ἱερᾷ φυλῇ καταθέσθαι δεῖν ἐδικαίωσε Κύριος. Ἀνατυποῦντος δὲ πάλιν ἡμῖν τοῦ Ἐλεάζαρ ἐφ᾽ ἑαυτῷ, τὸν ἕνα τε καὶ μόνον ἀληθῶς ἀρχιερέα, τουτέστι Χριστὸν, ἐξαιρέτως καὶ ἀληθῶς καὶ οἱονεί πως αὐτῷ κατὰ πρόσωπον ἰδικῶς, ἀνακείσεται τῶν ἐξειλεγμένων ἡ δωροφορία· αὐτῷ γὰρ προσάγουσι, μεσολαβοῦντος οὐδενός· ὃ δὴ καὶ ἔδρων οἱ μακάριοι μαθηταὶ, δρῶσι δὲ ἔτι καὶ νῦν οἱ λαῶν ἡγούμενοι, τοὺς ἐπὶ τῷ θείῳ κηρύγματι πόνους ἰδικὸν ἀνάθημα ποιούμενοι τῷ Χριστῷ· ἡ δὲ ἑτέρα τῶν εὐδοκιμούντων πληθὺς ποιεῖται μὲν τὰς δωροφορίας εἰς δόξαν Χριστοῦ, πλὴν διὰ μέσον, κειμένων ἁγίων, ὡς ἔν γε τῇ ἱερᾷ φυλῇ νοουμένων· εἴρηται γάρ· «Γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα.» Οὐκοῦν διὰ μέσων ἁγίων ἡ εἰς Θεὸν αἰδὼς καὶ τὸ σέβας αὐτῶν, καρποφορούντων μὲν, οὐ μὴν ἀνήκουσαν ἰδικῶς τῷ προσώπῳ Χριστοῦ ποιουμένων τὴν δωροφορίαν. Ὁποῖόν τι κατορθοῦν ἐσπούδαζον οἱ τὰς καλουμένας λογίας συμφέροντες, καὶ διακονίας πέμποντες τοῖς ἁγίοις ἐν Ἱερουσαλὴμ, ἢ καὶ δι᾽ ἡστινοσοῦν ἑτέρας θεραπείας ἀνακτώμενοι τοὺς ἀνακειμένους Θεῷ.

Ἰδικὸν οὖν ἀνάθημα τῷ Θεῷ, τῶν ἐκπρεπεστέρων τὰ δῶρα· διὰ μέσων δ᾽ ὥσπερ ἁγίων, καὶ ὡς ἐν δευτέρᾳ τάξει, καὶ ἡ τῶν ὑποδεεστέρων. Καὶ οἱ μὲν ἀπὸ πεντακοσίων μίαν προσάγουσι ψυχὴν, οἱ δὲ ἀπὸ πεντήκοντα· ἐν ἐλάττοσι γὰρ ὀφλήμασι τὸ εὐδοκιμοῦν, διὸ καὶ μείων ἡ προσφορά· ἐν πολλῷ δὲ πλείοσι τὸ ὑποδεὲς, διὸ καὶ ἐν ἀριθμῷ πλείονι τὰ προσκομιζόμενα παρ᾽ αὐτῶν, ἀναλόγως τοῖς ἑκάστου πταίσμασι, τὰ ὑπὲρ αὐτῶν προσφέρεται· «Ὧ γὰρ πλεῖον ἀφεθήσεται,» φησὶ, «πλεῖον ἀγαπήσει· καὶ ᾧ τὸ ἔλαττον ἀφίεται, ἔλαττον ἀγαπήσει.» Δεκαπλασίονα τοιγαροῦν προσφέρουσι παρὰ τοὺς ἐξειλεγμένους, οἱ μὴ κατ᾽ αὐτοὺς, οὐχ ὡς εὐλαβέστεροι καὶ ζῶντες ἐπιεικέστερον, ἀλλ᾽ ὡς πολλῷ πλείοσιν ἐνεχόμενοι πταίσμασι, καὶ πολλαπλασίονος ἀναγκαίας δεόμενοι τοῦ καθαρισμοῦ. Ὡς γὰρ εἴρηκεν ὁ Σωτήρ· «Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος.» Σμικροτάτης δὲ κομιδῇ τοῖς ἁγίοις καθάρσεως δεῖ· νοσεῖ γὰρ ἡ φύσις, τὸ μὴ δύνασθαι παντελῶς ἀμοιρεῖν ἁμαρτίας. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Οἱ μὲν οὖν ἀπόλεκτοι τῶν φυλῶν τοῖς θείοις εἴκοντες νόμοις, διεμοιρήσαντο τὰ ἐκ τοῦ πολέμου πρὸς πᾶσαν τὴν συναγωγὴν, καὶ προσαγηόχασι τὰ δῶρα Κυρίῳ κατὰ τὴν τοῦ νόμου σύνταξιν· ἀναθήμασι δὲ τοῖς εὐπρεπεστέροις καταγεραίρουσι Θεὸν οἱ τῶν ἀπολέκτων ἡγούμενοι, ὡς καὶ ἐμφανεστέραν ἔχοντες ἢ κατ᾽ αὐτοὺς τὴν δόξαν.

Γράφει γὰρ ὧδε πάλιν· «Καὶ προσῆλθον Μωσῇ πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ εἶπαν πρὸς Μωσῆν· Οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ᾽ ἡμῖν, καὶ οὐ διαπεφώνηκεν ἀπ᾽ αὐτῶν οὐδὲ εἷς, καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ, ἀνὴρ ὃς εὗρε σκεῦος χρυσοῦν, καὶ χλιδῶνα, καὶ ψέλλιον, καὶ δακτύλιον, καὶ περιδέξιον, καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου. Καὶ ἔλαβε Μωσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ᾽ αὐτῶν πᾶν σκεῦος εἰργασμένον· καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα ὃ ἀφεῖλον Κυρίῳ ἑκκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων, καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος αὐτῷ. Καὶ ἔλαβε Μωσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ ἑκατοντάρχων, καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ, ἔναντι Κυρίου.» Ἀκούεις ὅπως ἀκριβῆ μὲν γενέσθαι φησὶ τῶν μεμαχημένων τὸν ἐκλογισμὸν, ὡς ἀπομεῖναι μηδένα παρ᾽ οὗ τὸ δῶρον οὐ προσκεκόμισται, κατά γε τὸ τοῖς θείοις νεύμασι δοκοῦν; Βεβουλῆσθαι δὲ καὶ αὐτοὶ προσκομίσαι λέγουσι Κυρίῳ, καὶ ἃ μὴ χρῆναι προσάγειν δεδικαίωκεν αὐτὸς, χλιδῶνα καὶ ψέλλιον, καὶ περιδέξιον, καὶ ὅσαπερ ἐν κόσμῳ πεποίηται χρυσῷ.

Προστέταχε γὰρ ὁ νομοθέτης, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν ποιεῖσθαι τὰ δῶρα· καὶ δὴ προσκεκόμισται κατὰ τὸ θεῖόν τε καὶ οὐράνιον σύνταγμα· ἐθελούσιον δὲ ποιοῦνται προσκομιδὴν τὰ ἐν κειμηλίοις ἐξαίρετα· καὶ νικῶσι ταῖς φιλοτιμίαις τοῦ νόμου τὸν ὅρον οἱ τῶν ἀπολέκτων ἡγούμενοι. Καὶ δὴ λαβόντες Μωσῆς τε καὶ Ἀαρὼν, εἰσκεκομίκασι μὲν εἰς τὴν ἁγίαν σκηνήν· ἀπόθετα δὲ ποιοῦντες μνημόσυνον ἔναντι Κυρίου· οἱ γάρ τοι λαῶν ἡγούμενοι, καὶ εἰς ἄρχοντας τεταγμένοι, λαμπροῖς καὶ εὐπρεπεστέροις ἀναθήμασι τιμῶσι Θεὸν, κόσμον ὥσπερ τινὰ προσάγοντες καὶ ἀνατιθέντες Θεῷ, τὸ πολυειδὲς ἐν ἀρετῇ, καὶ οἱονεὶ καὶ αὐτὸ τοῦ νόμου τὸ μέτρον ὑπερθέοντες, εὐδοκιμοῦσι λαμπρότερον. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν διετάξατο Χριστὸς, ὃ δὴ καὶ ἐκ νομικῆς ἐντολῆς βεβαιοῦν ἐσπούδαζε γράφων ὁ Παῦλος, ποτὲ μὲν, ὅτι «Οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τῶν θυσιαστηρίων εἰσί·» ποτὲ δὲ πάλιν, ὡς ἐξ ἀναγκαίων παραδειγμάτων ἀκαταιτίατον παντελῶς ἀπεδείκνυε, λέγων· «Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἁλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἁλοῶν ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν.» Εἶτα τούτοις ἐπήνεγκεν εὐθύς· «Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;

Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Εἶτα πάλιν ἐπιστηρίζει· «Τίς οὖν μού ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον.» Ὁρᾷς ὅπως ὑπὲρ τὸ δοκοῦν τῷ Χριστῷ καὶ τῷ πάλαι νόμῳ, ἐξουσίαν ἔχων ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἀδάπανον ἐτίθει τὸ Εὐαγγέλιον, δῶρον ὥσπερ ἑκούσιον ἀνατιθεὶς τὸ χρῆμα αὐτῷ; Τὸ δὲ δὴ μὴ χρῆναι γαμεῖν, οὔτε ὁ παλαιὸς νόμος, οὔτε τὸ νέον ἡμῖν τεθέσπικε κήρυγμα. Καὶ γοῦν ὁ Παῦλός φησι· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω.» Ἀλλ᾽ οἱ σφόδρα νεανικοὶ πρὸς εὐσέβειαν, κατανεκροῦντες τὴν σάρκα, λαμπρὸν ἀνάθημα προσάγουσι τῷ Θεῷ, τὴν ὑπὲρ νόμον ἐγκράτειαν, καὶ ὥσπερ τινὰ κόσμον εὐτέχνως εἰργασμένον τὴν ἐξ ἔργου τε καὶ λόγου συντεθειμένην ἀρίστην ζωήν. Εἰσεκόμισαν δὲ Μωσῆς τε καὶ Ἀαρὼν εἰς τὴν ἁγίαν σκηνὴν τὰ προσκεκομισμένα· δεκτὰ γὰρ Χριστῷ, καὶ πλοῦτος αὔχημά τε λαμπρὸν, τὰ τῶν ἁγίων ἀνδραγαθήματα, δι᾽ ὧν καὶ μακρὰν, μᾶλλον δὲ ἀτελεύτητον ἀποκερδαίνουσι μνήμην, καὶ τῆς θείας ἐπισκέψεως ἀξίους ὄντας ἑαυτοὺς ἀποφαίνουσι· τὸ γὰρ ἔναντι Κυρίου τεθεῖσθαι λέγειν τὰ ἀναθήματα, τοιοῦτόν τι δηλοῖ. Μέγα δὲ καὶ ἐξαίρετον τὸ ὡς ἐν ὄψει κεῖσθαι Θεοῦ· τιμᾷ γὰρ ὑπερφυῶς, οὓς καὶ ἐφορᾷν ἀξιοῖ. ΠΑΛΛ.

Ἐκ πολλῶν μὲν ἡμῖν, ὡς ἔοικε, σημαίνει λέγων, τὸ ἀναπείθεσθαι καὶ φρονεῖν, ὡς τό τοι χρῆναι καρποφορεῖν πρέπει ἂν οὐχ ἑτέροις μᾶλλον, ἢ τοῖς ἄγαν ἀνδριζομένοις καὶ εἰωθόσιν εὐδοκιμεῖν. ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε, διανοῇ γὰρ ὀρθῶς. Ἔχει δὲ ὧδε τὸ χρῆμα τῇ φύσει, καὶ μαρτυρήσει τὸ γράμμα τὸ ἱερόν. Ἐπειδὴ γὰρ τοῖς υἱοῖς Ἰσραὴλ αὐλιζομένοις ἔτι κατὰ τὴν ἔρημον τὴν ἁγίαν σκηνὴν ἐγείρειν ἐβούλετο ὁ Θεὸς, εἰς εἰκόνα καὶ τύπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, συναγείρεσθαι δεῖν τὰ εἰς τοῦτο χρήσιμα διετύπου πάλιν. Ἔφη τε οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν· καὶ τοῦτό ἐστιν ὃ δώσουσιν, ὅσοι ἐὰν πορεύωνται τὴν ἐπίσκεψιν, τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστι κατὰ δίδραχμον τὸ ἅγιον, εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον, τὸ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ τῷ Κυρίῳ. Πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσι τὴν εἰσφορὰν τῷ Κυρίῳ.

Ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου, ἐπὶ τὸ διδόναι τὴν εἰσφορὰν τῷ Κυρίῳ· ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν· καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ δώσεις αὐτοῖς εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἐναντίον Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.» Ἰδοὺ δὴ πάλιν ἀκριβῆ τὸν ἐκλογισμὸν διαπεραίνεσθαι δεῖν ὁ νομοθέτης φησί· συνενεγκεῖν δὲ προστέταχε τὰ δῶρα Κυρίῳ, τὸ ἥμισυ τοῦ διδράχμου.

Τίνες δ᾽ ἂν εἶεν οἱ προσκομίζειν ὀφείλοντες, διορίζει σαφῶς· οὐ γὰρ δὴ γυναίοις τοῦτο δρᾷν, οὔτε μὴν τοῖς ἔτι νηπίοις ἐφῆκε Θεός· ἀποδοκιμάζων, οἶμαί που, τὸ ἄναλκί τε καὶ μαλθακὸν, καὶ τὸ ἀτελὲς εἰς σύνεσιν· ἐγκαταγράφων δὲ ὥσπερ τοῖς ὀφείλουσι καρποφορεῖν τὸν ἡβηκότα ἤδη καὶ σφριγῶντα νεανίαν, καὶ παραπορευόμενον εἰς τὴν ἐπίσκεψιν, οἷς καὶ ἔτος ὁρίζει τὸ εἰκοστόν. Μόνοι γὰρ ἄξιοι τοῦ χρῆναι προσάγειν τὰ δῶρα Κυρίῳ, κατὰ τὸν νόμον, οἱ μειρακιώδη φρόνησιν καὶ θηλύφρονα νοῦν ἀναθρώσκοντες, καὶ εἰς ἀνδρὸς ἤδη τελοῦντες μέτρον, ἡλικίας ἔχοντες πλήρωμα τῆς ἐν Χριστῷ νοουμένης καὶ πνευματικῆς.

Οὗτοι παραπορεύονται εἰς τὴν ἐπίσκεψιν, τουτέστιν, ἀξίους ἑαυτοὺς ἀποφαίνουσι τοῦ καὶ ἐν ὄψει γενέσθαι Θεοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» Ὑπὲρ σωτηρίας δὲ τῆς τῶν προσαγόντων τὰ λύτρα, καὶ εἰς τὰ κάτεργα τῆς ἁγίας σκηνῆς, καὶ εἰς μνημόσυνον ἔναντι Κυρίου· συνίστησι γὰρ ἐκκλησίας, καὶ εἰς κόσμον χρήσιμα τῆς ἁγίας σκηνῆς, τὰ τῶν ἁγίων ἀνδραγαθήματα, μετὰ τοῦ καὶ τὴν τῆς ψυχῆς σωτηρίαν εὖ μάλα συγκατορθοῦν, καὶ ἀτελευτήτῳ δόξῃ στεφανοῦν τοὺς ἀνδριζομένους. Ἢ οὐκ ἀληθὴς ὁ λόγος εἶναί σοι δοκεῖ; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Τὸ μὲν οὖν λύτρον, ἤτοι τὸ δίδραχμον, δασμολογεῖσθαι δεῖν κεχρησμῴδηκε Θεὸς, καὶ ἦν τῶν ἀνδριζομένων ἐν τούτῳ τὰ τέλη. Οἱ δὲ τῶν φυλῶν ἡγούμενοι, προστιθέντες τοῖς ἐκ νόμου προστεταγμένοις, τὰ ἔτι μείζω καὶ ἀξιολογώτερα προσεκόμιζόν τινα τῶν παρὰ σφίσι τὰ ἐξαίρετα. Γέγραπται γὰρ, ὅτι «Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου, καὶ τοὺς λίθους τῆς συμπληρώσεως, εἰς τὴν ἐπωμίδα, καὶ τὸ λόγιον, καὶ τὰς συνθέσεις, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.» Ἆρ᾽ οὖν οὐχὶ τοῖς ὀπίσω βραχὺ ταυτὶ συγγενῆ;

Ἡ μὲν γὰρ τῶν μαχίμων πληθὺς τὰ τῆς αἰχμαλωσίας προσεκόμιζεν τῷ Θεῷ, κατὰ τὴν δοθεῖσαν ἐντολὴν, ἀπὸ ἀνθρώπου ἕως κτήνους· οἱ δὲ χιλίαρχοί τε καὶ ἑκατόνταρχοι προσέθεσαν τούτοις χλιδῶνα καὶ ψέλλιον, καὶ ἐμπλόκιον, καὶ δακτύλιον, καὶ πᾶν σκεῦος χρυσοῦν εἰργασμένον, ἃ καὶ εἰς αὐτὴν τὴν ἁγίαν ἐτίθει σκηνὴν Ἐλεάζαρ ὁ ἱερεύς. Ἐν δέ γε τούτοις ἡ μὲν πᾶσα τῶν ἡβηκότων πληθὺς ἐτέλει τὸ δίδραχμον, προσάγουσι δὲ πάλιν οἱ ἄρχοντες λίθους ἐκλεκτοὺς, εἰς τὴν ἐπωμίδα, καὶ τὸ λόγιον, ἅπερ εἰς κόσμον συνετέλει τοῦ προὔχοντος ἐν ἱερωσύνῃ.

Προσάγουσι γὰρ ἑαυτοὺς, εἰς κόσμον Χριστῷ, καθάπερ τινὰς λίθους τιμίους, οἱ λαῶν ἡγούμενοι.

Τοιγάρτοι καὶ ὁ προφήτης τοὺς ἁγίους ἡμῖν ἀποστόλους καταδηλῶν, «Λίθοι, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς·» ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ὁ ἀπὸ Ἱερουσαλὴμ καὶ ἕως τοῦ Ἰλλυρικοῦ περιθέων διὰ τὸ κήρυγμα. Λίθοι τοιγαροῦν οἱ τίμιοι καὶ εἰς δόξαν Χριστοῦ, τῶν ἁγίων τὸ στῖφος. Εἶεν δ᾽ ἂν αὐτοὶ καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ ἡ σύνθεσις τοῦ θυμιάματος, τὴν Χριστοῦ γνῶσιν εὐωδιάζοντες, καὶ, ὥσπερ ἐν ἐλαίῳ, καταπιαίνοντες ταῖς πανσόφοις διδασκαλίαις καὶ τοῖς διὰ τοῦ Πνεύματος λόγοις τὰς τῶν μυσταγωγουμένων ψυχάς. Σύνθετον δὲ τὸ θυμίαμα· συντέθειται γὰρ ἡ περὶ Χριστοῦ γνῶσις ἐκ δυοῖν, ἥπερ ἐστὶν ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος· πλὴν εἷς ἐξ ἀμφοῖν, υἱὸς καὶ Χριστὸς, πρὸς ὃν εἴρηταί που καὶ πρός γε ἡμῶν αὐτῶν· «Μύρον ἐκκενωθὲν ὄνομά σοι.» ΠΑΛΛ. Ἐν ἐπισκέψει δὴ οὖν τῇ παρὰ Θεῷ, τὸ μάχιμόν τε καὶ εὔρωστον, οὗ καὶ ὁ καρπὸς, Ἐκκλησιῶν σύστασις, καὶ τὰ εἰς δόξαν Θεοῦ. Τουτὶ γὰρ ἡμῖν ἐμφαίνει τὰ θεωρήματα. ΚΥΡ. Ὀρθῶς ἔφης. Κλῆρος δὲ ὅτι λαμπρὸς καὶ ἐξαίρετος, καὶ τό γε δὴ χρῆναι παντὸς ἀγαθοῦ μεταλαχεῖν, τοῖς οὕτως εὐδοκιμεῖν εἰωθόσιν ἀπονεμηθήσεται παρὰ Θεοῦ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις;

Ἢ οὐκ ἐπαΐεις ἀναμελῳδοῦντος μὲν τοῦ Δαβίδ· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι;» καὶ μὴν τοῦ σοφοῦ καὶ ἱεροῦ γράφοντος Παύλου· «Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει;» ΠΑΛΛ. Ἐπυθόμην. ΚΥΡ. Ἀνδριεῖται γάρ τις οὐκ ἀμισθὶ, καὶ ἔστι που πάντως ἀληθὴς ὁ λέγων· «Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ κόπου ὑμῶν καὶ τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ.» Ἐπιλήσεται μὲν ἥκιστά γε, διανεμεῖ δὲ ὅτι τῶν πόνων τὰ γέρα, τοῖς ἀνωτέρω μαλακισμοῦ, τοῦ καταβιάζοντος εἰς τὸ πλημμελὲς, πληροφορήσει πάλιν τὰ ἐν τοῖς Ἀριθμοῖς γεγραμμένα· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ καὶ Ἐλεάζαρ τὸν ἱερέα λέγων· Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, κατ᾽ οἴκους πατριῶν αὐτῶν· πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.» Εἶτα γενομένης τῆς ἀπαριθμήσεως κατὰ δήμους, καὶ κατὰ φυλὰς, ἐπιφέρει πάλιν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆ, λέγων· Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν, ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.» Καὶ νόμος μὲν οὗτος ἐπί γε τὸ χρῆναι κληρονομεῖν τοὺς τὸ εἰκοστὸν ἤδη τρίβοντας ἔτος.

Μετὰ δέ γε τὸν ἐκλογισμὸν τῆς ἀγελαίου πληθύος, ἐπαριθμεῖται τὸ γένος τὸ Λευϊτικόν· «Καὶ οἱ υἱοὶ,» φησὶν, «τοῦ Λευῒ κατὰ δήμους αὐτῶν τῷ Γεδσὼν, δῆμος ὁ Γεδσωνὶ, τῷ Καὰθ, δῆμος ὁ Κααθὶ, τῷ Μεραρὶ, δῆμος ὁ Μεραρί· οὗτοι δῆμοι υἱῶν Λευΐ.» Καὶ μεταξὺ γενεαλογήσας Μωσέως τε πέρι καὶ Ἀαρὼν, ἐπιφέρει πάλιν περὶ τῶν υἱῶν Λευΐ· «Καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ. Καὶ αὕτη ἡ ἐπίσκεψις Μωσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. Καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ, ὅτι εἶπε Κύριος αὐτοῖς· Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ υἱὸς Ἰεφωνῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ.» Καὶ φέρε ἂν, πάλιν ἐπιτροχάδην καὶ ἀνὰ μέρος ἕκαστα διϊόντες, λέγωμεν σαφέστερόν τε καὶ εὐκρινέστερον. ΠΑΛΛ. Φράζε δὴ οὖν ὀκνήσας οὐδὲν, ὡς ἔν γε δὴ τούτοις ἡδὺ τὸ στενολεσχεῖν. ΚΥΡ. Οὐκοῦν ἐν ὀλίγοις τῶν προκειμένων τὸν νοῦν συναγείροντες, ἐκεῖνό φαμεν· Τὸ ἡβηκὸς δὴ πάλιν, καὶ τὴν ἐμπειροπόλεμον ἡλικίαν ἀπαριθμεῖσθαι δεῖν προστάττει Θεός.

Ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, ἐν γνώσει τε καὶ ἀπογραφῇ τῇ παρὰ Θεῷ, καὶ ἐν βίβλῳ ζώντων, οὐ τὸ ἄναλκι καὶ ἀδρανὲς, οὔτε μὴν τὸ ἔτι νηπιάζον κατὰ τὴν φρόνησιν, ἀλλὰ πᾶν ὅσον ἐστὶν εὐσθενές τε ἤδη καὶ ἕτοιμον εἰς παράταξιν τὴν κατὰ παθῶν τε καὶ ἁμαρτίας, καὶ βεβηκὸς εἰς σύνεσιν, εὐπρεπές τε ἤδη πρὸς τὸ χρῆναι δρᾷν καὶ δύνασθαι κατορθοῦν, ἃ ἂν βούλοιτο Θεός· οὗτοί τε τὴν γῆν κατά τε τὰς φυλὰς, καὶ ἐξ ὀνόματος, καὶ καθ᾽ ἕκαστον εὖ μάλα διεμοιρήσαντο· κληρονόμοι γὰρ ἔσονται τῆς ἁγίας γῆς, καὶ τῶν ἐν ἐλπίσι μεθέξουσιν ἀγαθῶν, οἱ περὶ ὧν ὁ λόγος κατὰ φυλάς τε καὶ κατὰ γένος, ὡς ἐν τῷ, «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται·» καὶ ὡς ἐν τοῖς ἑτέροις μακαρισμοῖς. Κλῆρος γὰρ οὗτός ἐστιν ὥσπερ τις ἴδιος τῶν ἠλεημένων, πραέων τε καὶ τῶν πτωχῶν ἐν πνεύματι, καὶ δεδιωγμένων ἕνεκα τῆς δικαιοσύνης.

Πλὴν καὶ καθ᾽ ἕνα καὶ ἐξ ὀνόματος τῆς εὐκλείας ὁ στέφανος, ἀναλόγως ἕκαστον τοῖς αὐτοῦ κατορθώμασι τιμῶντος Θεοῦ, καὶ τὴν δέουσαν τοῖς ἀνδριζομένοις ἐπιμετροῦντος χάριν, εἰ καὶ [fort. ἢ καὶ] νοοῖτο τυχὸν, ὡς ἐν μέτρῳ πλείονι, καὶ πλουσιωτέρᾳ διανομῇ· «Μέτρον γὰρ,» φησὶ, «καλὸν πεπιεσμένον, σεσαλευμένον, ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν·» καὶ αὐτὸ δὴ τοῦτο δηλοῦν οἶμαί που τὸ φάναι Θεόν· «Τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν, ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.» Τὸ γὰρ ὡς ἐν ἀριθμῷ τῶν ὀνομάτων πλείονι, τύπος ἂν γένοιτο σαφὴς τοῦ ὑπερκειμένου καὶ πλεονάζοντος ἐν ἀρετῇ· ὁ μὲν γὰρ οὕτως, ὁ δὲ οὕτως εὐδοκιμεῖ, κατὰ τὸν μακάριον Παῦλον. Κληρωτὴ δὲ ἡ γῆ, κατ᾽ ἐκεῖνό που τάχα τό· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου·» πρὸς Θεὸν εἰρημένον. Θείᾳ γὰρ ψήφῳ γενήσεται τῶν ἐσομένων ἀγαθῶν ἡ ἀπλανὴς διανέμησις, ἑκάστῳ τὸ πρέπον εἰς ἀποκλήρωσιν ὁρίζοντος τότε τοῦ πάντα εἰδότος τὰ καθ᾽ ἡμᾶς. Ἰδικὴ δὲ πάλιν ἡ τῶν Λευϊτῶν ἀπαρίθμησις, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Καὶ κλῆρος αὐτοῖς οὐ δίδοται ἐν μέσῳ τῶν υἱῶν Ἰσραὴλ, οὐδὲ συνεπεσκέπησαν αὐτοῖς. Ἁγιώτερον γὰρ ἀεί που τὸ ἱερώτερον γένος.

Διὸ καὶ ἐξῃρημένη τῶν ἄλλων ἡ ἀπογραφὴ περὶ αὐτοῦ, καὶ κλῆρος αὐτοῖς οὐ μετὰ τῶν ἄλλων, ἀλλὰ καὶ ἐπίσκεψις ἰδική· μερὶς δὲ αὐτοῖς καὶ κλῆρος, αὐτὸς ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ, «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Τῶν γὰρ καλουμένων πτωχῶν τῷ πνεύματι τὴν τῶν οὐρανῶν βασιλείαν μελλόντων κληρονομεῖν, παρακληθησομένων δὲ καὶ τῶν ἑλομένων τὸ πενθεῖν, ἐλεηθησομένων δὲ καὶ τῶν ἐλεημόνων· Οἱ καθαροὶ τῇ καρδίᾳ, φησὶ, μακάριοι, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, Οὗτοι δ᾽ ἂν εἶεν οἱ παρὰ τοὺς ἄλλους ἅπαντας ἱερώτεροί τε καὶ ἁγιώτεροι, καὶ κλῆρος αὐτοῖς καὶ μερὶς ἡ ἀκριβὴς θεοπτία, τοῦτ᾽ ἔστιν, ἡ περὶ τῆς θεότητος γνῶσις. Τοῦτό τοι Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις ἐπηγγέλλετο χαριεῖσθαι, λέγων· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν.» Ἀπὸ μηνιαίου δὲ τῶν ἱερωτέρων ἡ ἀπογραφὴ, καθάπερ ἔφην ἀρτίως. Ἀνάγραπτον γὰρ, καὶ ἐν βίβλῳ Θεοῦ, τῶν ἁγιωτέρων οὐχὶ δὴ μόνον τὸ ἐν ἰσχύϊ πνευματικῇ καὶ ἐν σοφίᾳ περιφανέστερον, ἀλλὰ καὶ ὅσον ἐστὶν ἐν ἁπλότητι τῇ κατὰ Χριστὸν, καὶ ἐν κακίᾳ νηπιάζον. Ἀνάγραπτον οὖν ἅπαν ἐστὶ τὸ γένος τὸ ἱερώτερον, καὶ τὸ σοφόν τε καὶ ἁπλοῦν. Ἴδοις δ᾽ ἂν, ὦ Παλλάδιε, τοιάνδε τινὰ διαφορὰν ἐν ταῖς τῶν ἁγίων ψυχαῖς, γνώμαις τε καὶ τρόποις.

Προστέθεικε δὲ ὅτι οὐκ ἦν ἄνθρωπος ἐν τοῖς ἐπεσκεμμένοις ὑπὸ Μωσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ, ὅτι εἶπε Κύριος αὐτοῖς· Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ ὁ υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ· παραδεικνὺς ἐναργῶς, ὅτι μὴ τοῖς ἀπειθήσασιν ἡ κληρονομία, καὶ τὸ ἐν βίβλῳ γεγράφθαι Θεοῦ· πρέποι δ᾽ ἂν μᾶλλον τοῖς τὴν πίστιν εἰσδεδεγμένοις, δῆλον δὲ ὅτι τὴν ἐν Χριστῷ· περὶ μὲν γὰρ τῶν ἠπειθηκότων τὸ, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν,» ὁ θεσπέσιος ἔφη Δαβίδ.

Ὑπεμφαίνει δὲ ἡμῖν καὶ τὸ θεῖον ἐν τούτοις λόγιον, ὅτι τοῖς πιστεύουσιν ἡ χάρις· διὰ γάρ τοι τοῦτο πρὸς τῷ Ἰορδάνῃ τὴν ἀπογραφὴν γενέσθαι φησὶ μυστικῶς ὁ λόγος· ἀνάγραπτος γὰρ ὁ βεβαπτισμένος· πλὴν οὐχ ὁλοκλήρως ἀποπέπτωκε τῆς ἐλπίδος ὁ Ἰσραήλ. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνὴν, οὗ τύπος ἂν εἶεν οἱ ἐκ πάντων καταλελειμμένοι μόνοι Χαλέβ τε καὶ Ἰησοῦς, συγκληρονομοῦντές τε καὶ ἀπογραφόμενοι τοῖς τῆς ἀπιστίας ἐγκλήμασιν οὐκ ἐνεχομένοις. Ἐπιτήρει δὲ πανταχῆ τὴν τῶν ἁγίων ἀπογραφὴν καὶ κληροδοσίαν.

Πράττεται γὰρ διά τε Μωσέως καὶ τοῦ προὔχοντος ἐν ἱερωσύνῃ, ἵνα, καθάπερ ἤδη προεῖπον, τὸν ἕνα δι᾽ ἀμφοῖν νοήσῃς Χριστὸν, ὡς ἀρχιερέα καὶ νομοθέτην, δι᾽ οὗ πᾶσα χάρις, καὶ τὸ ἐν ταῖς ἄνω φέρεσθαι βίβλοις, ἃς καὶ ὁ μακάριος Δανιὴλ τεθεᾶσθαί φησιν ἑαυτόν. «Βίβλοι γὰρ ἠνεῴχθησαν,» φησὶν, ὅτι πολλή που πάντων καὶ διάφορος ἡ ἀπογραφὴ, διὰ δή τοι τοῦτο πολλὰ, καὶ οὐχ ἓν τὸ βιβλίον. ΠΑΛΛ. Ὀρθῶς οὖν ἄρα καὶ σοφῶς ὁ τῆς Παροιμίας ἡμῖν ἔφη λόγος· «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται· οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.» ΚΥΡ. Ἐρείδονται γὰρ οὖν, καὶ Θεὸν ἔχουσιν εὐμενῆ καὶ προεστηκότα, καὶ καταπιαίνοντα μὲν εὐλογίαις ταῖς ἄνωθεν, διαφανεστάτῃ δὲ λίαν στεφανοῦντα τιμῇ, καὶ διαβοήτοις αὐχήμασι πλουσίως κατακαλλύνοντα.

Ἢ οὐκ ἀληθεύει, λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω;» ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Ἀποπεραίνει γε μὴν τὰ εἰς δόξαν Θεοῦ πᾶς τις οὖν, οἶμαι, νεανικὸς, καὶ ἐπησκηκὼς ἀνδρείαν τὴν πνευματικὴν, καὶ ἀντανίστασθαι μεμελετηκὼς ὁρατοῖς τε καὶ ἀοράτοις ἐχθροῖς, ἑαυτόν τε καὶ ἑτέρους ἀνασώζειν εἰδὼς, καὶ ἐν Θεῷ πάντα δυνάμενος. ΠΑΛΛ. Σύμφημι. ΚΥΡ. Βούλει δὴ οὖν αὐτὸ δὴ τοῦτο καταθρῶμεν εὖ μάλα, καθάπερ ἐν πίνακι σκιαγραφηθὲν, ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἀβραὰμ ἐπωφελεστάτοις ἡμῖν διηγήμασιν; ΠΑΛΛ. Ἑλοίμην ἂν σφόδρα. Πῶς γὰρ οὔ; ΚΥΡ. Γέγραπται τοίνυν, ὡς κατῴκει τε καὶ κατηυλίζετο μὲν ἐν Σοδόμοις ὁ Λώτ· ἐπειδὴ δὲ τὴν γῆν δεινὸς καὶ βαρὺς κατέθει πόλεμος, τῶν τε ἀγχοῦ, καὶ τῶν ἐκ τῆς ὁμόρου χώρας, ὁμοῦ τοῖς ἡγεῖσθαι λαχοῦσι κατὰ κράτος ἑλόντων τὴν πόλιν, συναπεκομίζετο τοῖς ἐξαναστᾶσιν ὁ Λὼτ, καὶ ὁμοῦ τοῖς ἄλλοις δορύληπτος ἦν· παραγενόμενος δέ τις τῶν ἀνασεσωσμένων, «Ἀπηγγέλη,» φησὶν, «Ἀβραὰμ τῷ περάτῃ, αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, Ἀμοῤῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ τοῦ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ. Ἀκούσας δὲ Ἀβρὰμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ. Καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν ἐπ᾽ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ.

Καὶ ἐπάταξεν αὐτοὺς, καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβὰ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.

Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτοῦ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς Χοδολλογομὸρ, καὶ τῶν βασιλέων τῶν μετὰ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβῆ. Τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων.

Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ ὑψίστου· καὶ εὐλόγησε τὸν Ἀβρὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβρὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην μοῖραν ἀπὸ πάντων. Εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Ἀβράμ· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Εἶπε δὲ Ἀβρὰμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβρὰμ, πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾽ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἀβρὰμ ἐν ὁράματι τῆς νυκτὸς, λέγων· Μὴ φοβοῦ, Ἀβρὰμ, ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβρὰμ, Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲχ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ· καὶ εἶπεν Ἀβράμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος· ἄλλος ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.

Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου.» Ὁρᾷς τῶν ἁγίων τὸ ἕτοιμον εἰς εὐτολμίαν, καὶ ὅπως ἔχουσι τὸ τληπαθὲς ἐθελούσιον;

Ἅμα γὰρ ἐπύθετο κεκινδυνευκότα τὸν Λὼτ, κατηλέει μὲν εὐθὺς τοῦ προσγενοῦς τὴν συμφορὰν, ἁρπάσας δὲ τοὺς οἰκογενεῖς, καί τινας τῶν συνωμοτῶν, οὐκ ὄντας Ἑβραίους, ἐχώρει ῥᾳδίως κατὰ τῶν λελυπηκότων, καὶ κατεχειροῦτο μὲν εὐκόλως, ἀπήλλαττε δὲ τῆς αἰχμαλωσίας, αὐτόν τε τὸν ἀδελφόπαιδα Λὼτ, καὶ τοὺς ὑπὸ χεῖρα πεσόντας τῶν κεκρατηκότων.

Εἶτα λοιπὸν, ὡς νενικηκότι τὴν αὐτῷ πρέπουσαν τιμὴν ἀποσώζοντες, ὑπήντων εἰκότως, ὅ τε βασιλεὺς Σοδόμων, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καθὰ γέγραπται. Ὑπήντα δὲ οὐ ψιλῶς, ἐπεκομίζετο δὲ τῆς ἱερωσύνης τὰ σύμβολα, τῆς τὸ τηνικάδε νενομισμένης, ἄρτους τε καὶ οἶνον, καὶ κατηυλόγει τὸν Ἀβραὰμ, καὶ γέρας ἐδίδου φωνὰς ἱεράς. Ἠνδρίσατο τοιγαροῦν καὶ νενίκηκεν Ἀβραάμ· τοιοῦτοι γὰρ ἀεί πώς εἰσιν οἱ κατὰ Χριστὸν ἀνδρεῖοι, καὶ θεοφιλεστάτην εἰς νοῦν ἔχοντες τὴν εὐτολμίαν. Προσθήσω δὲ, ὥσπερ εἰς παράδειγμα καὶ πίστιν τοῦ λόγου, τοὺς ἁγίους ἀποστόλους, οἳ, πάντα εὐκόλως διαρπάζοντος τοῦ Σατανᾶ, καὶ μὴν τῶν ἀνθεστηκότων τοῖς τῆς ἀληθείας δόγμασι, τὰς τῶν ἁπλουστέρων καταληϊζομένων ψυχὰς, ἀντεφέροντο νεανικῶς, συνεξοπλίζοντες ἑαυτοῖς τοὺς οἰκογενεῖς, τουτέστι, τοὺς τοῖς ἱεροῖς ἐντεθραμμένους Γράμμασι, καί τινας τῶν συνωμοτῶν, οὐκ ὄντας Ἑβραίους, φημὶ δὲ δὴ πάλιν, τοὺς φρονοῦντας μὲν ἔτι τὰ ἐν κόσμῳ, συναθλοῦντας δὲ τοῖς ἁγίοις, καὶ ζηλοῦντας αὐτοὺς, ἀνδριζόμενοι δὲ οὕτω νενικήκασι, καὶ τῆς ἐκείνου πλεονεξίας ἐξήρπαζον τοὺς ἑαλωκότας.

Τοὺς μὲν γὰρ ἐκ τῆς εἰδωλολατρείας, καὶ τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τοὺς δὲ, τῆς ψευδωνύμου γνώσεως ἐξέλκοντες, ἀνασώζουσιν· ἀλλὰ τῆς οὕτω λαμπρᾶς καὶ μεγαλοφυοῦς εὐψυχίας, ἀποκερδαίνουσιν ἀμοιβὴν, τάς τε παρὰ τῶν ἐν κόσμῳ τιμάς· «Ἐξῆλθε γὰρ, φησὶ, βασιλεὺς Σοδόμων εἰς συνάντησιν τῷ Ἀβραὰμ, καὶ Μελχισεδὲκ, ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου,» εὐλογίαν τὴν διὰ Χριστοῦ, τῇ ζωοποιῷ χάριτι κατευφραίνοντος ἄρτῳ τε καὶ οἴνῳ.

Τοιγάρτοι καὶ ἀληθεύοντες ἐφ᾽ ἑαυτοῖς, εὖ μάλα φασίν· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τύπος δ᾽ ἂν εἴη τῆς κατὰ Χριστὸν ἱερωσύνης ὁ Μελχισεδὲκ, καὶ οὐ πολλῶν, οἶμαι, τὸ χρῆμα πρὸς ἀπόδειξιν δεήσεται λόγων, ἐξαρκοῦντος εἰς τοῦτο Γράμματος ἱεροῦ. Φάσκοντος δὲ τοῦ Σοδόμων βασιλέως πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὡς νενικηκότα· Δός μοι τοὺς ἄνδρας, τοὺς δὲ ἵππους λάβε σεαυτῷ, μηδὲν τὸ σύμπαν λαβεῖν ἀπώμνυτο παραχρῆμα, πλὴν εἰ ἄρα τὰς τροφὰς τῶν συγκεκμηκότων, καὶ τοῖς συνωμόταις μερίδα Ἐσχὼλ, Αὐνᾶν, καὶ Μαμβρῆ. Πολεμοῦντες γὰρ καὶ ὑπεραθλοῦντες γεννικῶς ὑπὲρ τῆς τῶν ἀπολωλότων ἐλευθερίας οἱ ἅγιοι, καὶ πάντα πόνον εἰσβαίνοντες, οὐδὲν ἀπὸ κόσμου λαμβάνουσιν, οὔτε μὴν τὸν ἐπίγειον συλλέγουσι πλοῦτον, παραιτούμενοι σφόδρα τὸν ἐντεῦθεν ὀνειδισμόν· «Ἵνα μὴ εἴπῃς,» φησὶν, «ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ·» πλὴν ὅτι μόνας δέχονται τροφὰς, τὰς ἐκ τῶν ὠφελουμένων. «Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ·» καὶ τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν ἐκέλευεν ὁ Χριστός.

Οἵ γε μὴν συνωμόται δέχονται μερίδας, εὐλογοῦντος οἶμαί που Θεοῦ, καὶ ἐν τοῖς κατὰ τόνδε τὸν βίον πράγμασι τοὺς τῶν ἁγίων συζηλωτάς· πλεονάζει γὰρ αὐτοῖς ἐκ δικαίας ὁδοῦ συμμέτρως τὰ ὄντα· τοῖς γὰρ οὔπω παντελῶς τῶν ἐπιγείων ἀποφοιτήσασι, μεμερισμένοις δὲ ὥσπερ Θεῷ τε καὶ κόσμῳ, καὶ τὰς ἐπὶ γῆς εὐλογίας διανέμει Θεός.

Οὕτως ηὐλόγει τὸν Ἰακὼβ, εἰς πλῆθος ἄγων τὰ θρέμματα. ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Εὐδοκιμοῦσι δὲ οὕτως, καὶ λελαμπρυσμένοις, ὡς ἤδη γνησίοις, τὸ μήτε χρῆναι καταναρκᾷν φησιν ὁ σώζειν εἰδὼς, καὶ μὴν ὅτι καὶ ἀμφιλαφῆ κομιοῦνται μισθὸν, χρησίμως κατεπαγγέλλεται· ὁμοῦ τὸ ἄναλκί τε καὶ ἀποτολμότατον πάθος ὡς ἀπωτάτω τιθεὶς τῆς τῶν φοβουμένων αὐτὸν ἀγέλης, καὶ ἐλπίδι τῶν ἐπηγγελμένων καταθήγων εἰς προθυμίας, καὶ καθιστὰς ἐῤῥωμενεστέρους. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος, οὕτω διατιθεὶς, ποτὲ μὲν ἔφασκε· «Πάντα ἰσχύω ἐν τῷ δυναμοῦντί με Χριστῷ·» ποτὲ δὲ αὖ· «Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ἀσχάλλει δὲ λίαν ὁ θεσπέσιος Ἀβραὰμ, καὶ υἱὸν ἔχων οἰκογενῆ, δυσθυμίας οὐκ ἀμοιρεῖ. Τί γάρ μοι δώσεις, φησὶν, εἰ ἄτεκνος ἀπολύομαι; καὶ ἀπαιδίας ἐν ἴσῳ ποιεῖται τὸ νόθον ἔχειν καρπόν. Εἶτα Θεὸς ἐπαγγέλλεται τὸν ἐξ ἐλευθέρας υἱὸν, τουτέστι τὸν Ἰσαὰκ, καὶ ἔσεσθαί φησιν αὐτὸν ἐν ἐκείνῳ πατέρα πολλῶν ἐθνῶν, ἕξειν δὲ τὸ σπέρμα καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ· ἐλύπει γὰρ λίαν τοὺς ἁγίους ἀποστόλους, τὸ ὥσπερ ἀπό τινος δούλης, τῆς κατὰ νόμον λατρείας, νόθον ἔχειν καρπόν.

Ἐζήτουν δὲ μᾶλλον τὸν ἐκ τῆς ἐλευθερίας, τουτέστι, τὸν ἐκ τῆς Καινῆς Διαθήκης. Οὗτος δὲ ἦν ὁ Χριστὸς, οὗ καὶ εἰς τύπον ὁ Ἰσαὰκ κατ᾽ ἐπαγγελίαν νοεῖται, καὶ διὰ πίστεως. Καὶ γοῦν ὁ μακάριος Παῦλος, περὶ τῶν ἐν ἑαυτῷ νόμου φησὶν αὐχημάτων, «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν διὰ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ἐν Χριστῷ γὰρ γεγόνασι πατέρες πολλῶν ἐθνῶν καὶ ἀναριθμήτου σπέρματος, καθάπερ ἀμέλει καὶ Ἀβραὰμ ἐν Ἰσαάκ. Ἀναθήσομεν δὲ τὸν ἐπὶ τῷδε λόγον, οὐχὶ δὴ μόνοις τοῖς πάλαι τε καὶ ἁγίοις ἀποστόλοις, ἀλλὰ καὶ τοῖς μετ᾽ ἐκείνους τὸ ἱεροῦσθαι λαχοῦσι, καὶ Ἐκκλησιῶν ἡγουμένοις, ἢ καὶ παντί τε λοιπὸν ὁσίῳ καὶ ἀγαθῷ.