Εἶτα λοιπὸν, ὡς νενικηκότι τὴν αὐτῷ πρέπουσαν τιμὴν ἀποσώζοντες, ὑπήντων εἰκότως, ὅ τε βασιλεὺς Σοδόμων, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καθὰ γέγραπται. Ὑπήντα δὲ οὐ ψιλῶς, ἐπεκομίζετο δὲ τῆς ἱερωσύνης τὰ σύμβολα, τῆς τὸ τηνικάδε νενομισμένης, ἄρτους τε καὶ οἶνον, καὶ κατηυλόγει τὸν Ἀβραὰμ, καὶ γέρας ἐδίδου φωνὰς ἱεράς. Ἠνδρίσατο τοιγαροῦν καὶ νενίκηκεν Ἀβραάμ· τοιοῦτοι γὰρ ἀεί πώς εἰσιν οἱ κατὰ Χριστὸν ἀνδρεῖοι, καὶ θεοφιλεστάτην εἰς νοῦν ἔχοντες τὴν εὐτολμίαν. Προσθήσω δὲ, ὥσπερ εἰς παράδειγμα καὶ πίστιν τοῦ λόγου, τοὺς ἁγίους ἀποστόλους, οἳ, πάντα εὐκόλως διαρπάζοντος τοῦ Σατανᾶ, καὶ μὴν τῶν ἀνθεστηκότων τοῖς τῆς ἀληθείας δόγμασι, τὰς τῶν ἁπλουστέρων καταληϊζομένων ψυχὰς, ἀντεφέροντο νεανικῶς, συνεξοπλίζοντες ἑαυτοῖς τοὺς οἰκογενεῖς, τουτέστι, τοὺς τοῖς ἱεροῖς ἐντεθραμμένους Γράμμασι, καί τινας τῶν συνωμοτῶν, οὐκ ὄντας Ἑβραίους, φημὶ δὲ δὴ πάλιν, τοὺς φρονοῦντας μὲν ἔτι τὰ ἐν κόσμῳ, συναθλοῦντας δὲ τοῖς ἁγίοις, καὶ ζηλοῦντας αὐτοὺς, ἀνδριζόμενοι δὲ οὕτω νενικήκασι, καὶ τῆς ἐκείνου πλεονεξίας ἐξήρπαζον τοὺς ἑαλωκότας.