Εἶεν δ᾽ ἂν, εἰς τύπον λαμπρότητος μὲν τῆς ἐν ἀξιώμασι καὶ ὑπεροχαῖς, τὸ ἀργύριον· λαμπρὰ γὰρ ἡ ὕλη· πλούτου δὲ, ὁ χρυσός. Τὸ δὲ τῆς γλώττης εὔηχες τῶν ἐν κόσμῳ σοφῶν, κατασημήνειεν ὁ χαλκός· ἰσχὺν δὲ καὶ δυναστείαν, σκληρὸς ὢν ἄγαν ὁ σίδηρος, καὶ τῇ ὕλῃ πάσῃ μαχόμενος. Ὧν εἴπερ τις ἕλοιτο μεταλαχεῖν, καίτοι τὴν ἀρίστην τάξιν ἔχων παρὰ Θεῷ, καὶ ἀναμετρούμενος ἐν πολεμισταῖς, καὶ μὴν καὶ πνευματικαῖς εὐψυχίαις γεγονὼς ἐκπρεπὴς, προσκρούσει Θεῷ, καὶ κιβδήλοις παρατροπαῖς καταλυπεῖν ᾑρημένος τὸν σύνοπλόν τε καὶ ἀρωγὸν, ταῖς ἐντεῦθεν ὀργαῖς ὑποκείσεται. ΠΑΛΛ. Εὖ ἔφης. Συναινέσαιμι γὰρ ἄν. Πλὴν, ἐκεῖνό μοι φράσον, βραχὺ τοῦ πράγματος καὶ τῆς ἱστορίας ἀποκομίσας τὸν λόγον· διατί Κυρίῳ τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ ὁ χαλκὸς καὶ σίδηρος, καὶ οὐχὶ δὴ μᾶλλον, ἢ ὡς ἄχρηστα τυχὸν, ἢ ὡς καταμολύνειν εἰδότα, τῆς παρεμβολῆς ἐξεπέμπετο· μυσαρὰ γὰρ δέδειχεν αὐτὰ τῆς πνευματικῆς θεωρίας ἡ δύναμις. ΚΥΡ. Ὅτι, ὦ Παλλάδιε, λαμπρότης μὲν ἅπασα, σοφία τε καὶ πλοῦτος, καὶ μὴν καὶ ἰσχὺς, πρεπόντως τε καὶ ὁσίως ἀνακείσεται τῷ Θεῷ. Αὐτοῦ γὰρ ἡ δόξα καὶ ἡ πᾶσα λαμπρότης, πλοῦτός τε καὶ σοφία, καὶ δύναμις. Ἀλλ᾽ εἰ μέν τις ἕλοιτο παρ᾽ αὐτοῦ, καὶ ἀπὸ θησαυροῦ Κυρίου πλουτίζοιτο, πλοῦτον δηλονότι τὸν νοητὸν, δόξαν τε καὶ σύνεσιν, καὶ ἰσχὺν ἔχει πνευματικὴν, περίοπτος ἔσται καὶ ζηλωτός.