Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας

Κύριλλος Ἀλεξανδρείας

Λόγος Πέμπτος: Η πνευματική ελευθερία και η υπέρβαση των κοσμικών μεριμνών

Η αποταγή των κοσμικών πραγμάτων, η πολιορκία της Ιεριχώ, η θεολογική ερμηνεία των στρατιωτικών εξαιρέσεων και η καθοδήγηση της Εκκλησίας από τον Χριστό ως νοητή νεφέλη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 18

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Περὶ ἀνδρείας τῆς ἐν Χριστῷ.

Σκοπὸς οὖν ἁγίοις, κἂν εἰ τῆς τῶν ἄλλων ὑπεραθλοῖεν ζωῆς, ὦ Παλλάδιε, μηδὲν τῶν ἐν κόσμῳ προσοικειοῦσθαι φιλεῖν· εἶεν γὰρ ἂν οὕτω σοφοί τε καὶ δυνατοὶ, καὶ ἀγαθῆς ἐλπίδος ἔμπλεῳ, καὶ εὐμενείαις ταῖς ἄνωθεν εὖ μάλα τετειχισμένοι, καὶ, ὡς εὖ ἴσθι τοι, μὴ ἑτέρως ἔχειν τὸ χρῆμα, ὦ τᾶν. Ἀνωτέραν μὲν γὰρ τῶν ἐν κόσμῳ περισπασμῶν καὶ προσκαίρων ἐπιθυμιῶν τὴν διάνοιαν ἔχοντες, εὐκαταγωνίστοις κομιδῆ περιτεύξονται τοῖς ἐχθροῖς, περιέσονταί τε καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, προκατασείοντος τοῦ Θεοῦ τὴν ἐκείνων δύναμιν· ἐναλόντες δὲ καὶ αὐτοὶ πάθεσι κοσμικοῖς, καὶ γεωδεστέραις ἐπιθυμίαις ἐνειλημμένοι, εὐκατάτροχοι μὲν ὥσπερ καὶ εὐαλωτότατοι λίαν παρακείσονται τότε τοῖς διώκειν αὐτοὺς ᾑρημένοις, γυμνοὶ δὲ τῆς ἄνωθεν ἀσφαλείας ἐκδεδειγμένοι, θήρα τις ὥσπερ ἑτοιμοτάτη παρακείσονται τοῖς ἐχθροῖς. ΠΑΛΛ. Καὶ τίς ἂν γένοιτο τῶν εἰρημένων ἡ πίστις, ἐθέλοιμ᾽ ἂν εἰδέναι σαφῶς. ΚΥΡ. Τὸ Γράμμα τὸ ἱερὸν, τὰ τοῖς ἀρχαίοις συμβεβηκότα χρησίμως παραφωνοῦν. Ἦ γὰρ, οὐχὶ πρὸς νουθεσίαν ἡμῶν ἐκεῖνα γεγράφθαι καὶ ὁ θεσπέσιος ἔφη Παῦλος; ΠΑΛΛ. Φημί· ἐμποιήσει γὰρ οὐ μετρίαν ἡμῖν τὴν ὄνησιν τὰ ἐξ αὐτῶν δηλούμενα. Τύποι γὰρ ἦσαν τῆς ἀληθείας αἱ σκιαί. ΚΥΡ. Οὐκοῦν ἤδη λέγωμεν.

Διαπεραιωσάμενοι γὰρ τὸν Ἰορδάνην οἱ ἐξ Ἰσραὴλ, προσέβαλον τῇ Ἱεριχώ· καὶ δὴ καὶ θείοις ἑπόμενοι νεύμασιν ἐκπολιορκεῖν ἐσπούδαζον, ὡς αὐτίκα δὴ μάλα περιεσόμενοι, καὶ αἱρήσοντες, καὶ τὸν πολέμου νόμον ἐξηρτημένοι παρῆσαν οἱ μαχιμώτατοι. Γέγραπται γάρ· ὅτι «Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυῆ πρὸς τοὺς ἱερεῖς, καὶ εἶπεν αὐτοῖς λέγων· Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἔναντι Κυρίου.» Προστάττοντος γὰρ τοῦ Χριστοῦ διὰ τῆς τῶν ἡγουμένων φωνῆς, καταστρατευόμεθα τῶν ἐχθρῶν, οὐ πρὸς αἷμα καὶ σάρκα τὴν μάχην αἱρούμενοι, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τυραννήσαντα νόμον. Ἐσόμεθα δὲ τότε καὶ ἐν ὄψει Θεοῦ, παντευχίᾳ μὲν ὥσπερ ἐνηρμοσμένοι τῇ θείᾳ τε καὶ νοητῇ. (Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν), τοῖς δὲ τῆς δικαιοσύνης αὐχήμασιν ἐκπρεπεῖς. Ἐφορᾷ δὴ οὖν τοὺς μαχιμωτάτους ὁ πάντων Δεσπότης Θεὸς, τὰ λαμπρὰ τῆς δικαιοσύνης σκεύη περικειμένους, τοῦτ᾽ ἔστι, τὸ ὡς ἐνώπιον Χριστοῦ παραπορεύεσθαι τοὺς μαχίμους ἐνωπλισμένους. Τίμιον δὲ σφόδρα καὶ πολύευκτον ἀληθῶς, τὸ ἐν ἐπισκέψει γενέσθαι Θεοῦ, εἴπερ ἐστὶν οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι τοῖς λελυπηκόσι, κόλασιν ὥσπερ τινὰ τὴν ἀποστροφὴν ἐπιτίθησι Θεὸς, λέγων· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν.»

Παρατεινούσης δὲ τῆς πολιορκίας καὶ εἰς ἡμέραν ἑβδόμην, ἔφη πάλιν Ἰησοῦς ὁ τοῦ Ναυῆ τοῖς υἱοῖς Ἰσραήλ· «Κεκράξατε πρὸς Κύριον· παραδέδωκε γὰρ ἡμῖν Κύριος τὴν πόλιν, καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τῷ Κυρίῳ τῶν δυνάμεων Σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιεῖσθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς. Ἀλλ᾽ ὑμεῖς φυλάξασθε ἀπὸ τοῦ ἀναθέματος, μή ποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος, καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς, καὶ πᾶν ἀργύριον καὶ χρυσίον, καὶ χαλκὸς καὶ σίδηρος ἅγιον ἔσται τῷ Κυρίῳ, εἰς θησαυρὸν Κυρίου εἰσενεχθήσεται.» Ἠφίει μὲν γὰρ ταῖς ἄλλαις λαφυραγωγίαις ἐντρυφᾷν τοὺς ἀνδριζομένους, εἰσκομίζεσθαι δὲ δεῖν εἰς θησαυρὸν Κυρίου, φησὶ, πᾶν ἀργύριον καὶ χρυσίον, χαλκόν τε καὶ σίδηρον· τοῦτο γὰρ ἦν τὸ ἐπίκλην ἀνάθεμα, τουτέστι, τὸ ἀπονεμηθὲν ἐκ πάντων καὶ ἀφορισθὲν τῷ Θεῷ. Ἀλλ᾽ οὐδενὸς ἀξιώσας λόγου τὴν ἐντολὴν, «Ἔλαβε, φησὶν, Ἄχαρ ὁ υἱὸς Χαμμὶ, υἱοῦ Ζαμβρῆ, υἱοῦ Ζαρᾶ ἐκ τῆς φυλῆς Ἰούδα, ἀπὸ τοῦ ἀναθέματος. Καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ.»

Χρῆναι γὰρ οἶμαι τοὺς ταῖς κοσμικαῖς ἡδοναῖς καὶ τοῖς ἐν τῷδε τῷ βίῳ περισπασμοῖς τὸ εὐσθενὲς ἐν Χριστῷ παρεξάγοντας φρόνημα, καὶ διὰ τῶν τῆς δικαιοσύνης ὅπλων εὐδοκιμεῖν ᾑρημένους, ἐν ἐπισκέψει τε ἤδη γεγονότας Χριστοῦ, μηδενὸς ἐφίεσθαι τῶν ἐν κόσμῳ τεθαυμασμένων, μὴ πλούτου, μὴ δόξης, μὴ δυναστείας, ἢ ὑπεροχῆς, μὴ τῶν ἐκ τῆς σοφίας Ἑλληνικῆς ἀνοσίων δογμάτων.

Εἶεν δ᾽ ἂν, εἰς τύπον λαμπρότητος μὲν τῆς ἐν ἀξιώμασι καὶ ὑπεροχαῖς, τὸ ἀργύριον· λαμπρὰ γὰρ ἡ ὕλη· πλούτου δὲ, ὁ χρυσός. Τὸ δὲ τῆς γλώττης εὔηχες τῶν ἐν κόσμῳ σοφῶν, κατασημήνειεν ὁ χαλκός· ἰσχὺν δὲ καὶ δυναστείαν, σκληρὸς ὢν ἄγαν ὁ σίδηρος, καὶ τῇ ὕλῃ πάσῃ μαχόμενος. Ὧν εἴπερ τις ἕλοιτο μεταλαχεῖν, καίτοι τὴν ἀρίστην τάξιν ἔχων παρὰ Θεῷ, καὶ ἀναμετρούμενος ἐν πολεμισταῖς, καὶ μὴν καὶ πνευματικαῖς εὐψυχίαις γεγονὼς ἐκπρεπὴς, προσκρούσει Θεῷ, καὶ κιβδήλοις παρατροπαῖς καταλυπεῖν ᾑρημένος τὸν σύνοπλόν τε καὶ ἀρωγὸν, ταῖς ἐντεῦθεν ὀργαῖς ὑποκείσεται. ΠΑΛΛ. Εὖ ἔφης. Συναινέσαιμι γὰρ ἄν. Πλὴν, ἐκεῖνό μοι φράσον, βραχὺ τοῦ πράγματος καὶ τῆς ἱστορίας ἀποκομίσας τὸν λόγον· διατί Κυρίῳ τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ ὁ χαλκὸς καὶ σίδηρος, καὶ οὐχὶ δὴ μᾶλλον, ἢ ὡς ἄχρηστα τυχὸν, ἢ ὡς καταμολύνειν εἰδότα, τῆς παρεμβολῆς ἐξεπέμπετο· μυσαρὰ γὰρ δέδειχεν αὐτὰ τῆς πνευματικῆς θεωρίας ἡ δύναμις. ΚΥΡ. Ὅτι, ὦ Παλλάδιε, λαμπρότης μὲν ἅπασα, σοφία τε καὶ πλοῦτος, καὶ μὴν καὶ ἰσχὺς, πρεπόντως τε καὶ ὁσίως ἀνακείσεται τῷ Θεῷ. Αὐτοῦ γὰρ ἡ δόξα καὶ ἡ πᾶσα λαμπρότης, πλοῦτός τε καὶ σοφία, καὶ δύναμις. Ἀλλ᾽ εἰ μέν τις ἕλοιτο παρ᾽ αὐτοῦ, καὶ ἀπὸ θησαυροῦ Κυρίου πλουτίζοιτο, πλοῦτον δηλονότι τὸν νοητὸν, δόξαν τε καὶ σύνεσιν, καὶ ἰσχὺν ἔχει πνευματικὴν, περίοπτος ἔσται καὶ ζηλωτός.

Εἰ δὲ δὴ βούλοιτο ταυτὶ παρὰ τοῦ κόσμου λαβεῖν, βδελυρὸς ἔσται καὶ ἀπηχθημένος παρά γε τῷ φιλαρέτῳ Θεῷ, καὶ ὑπὸ κρίσιν ἔσται καὶ δίκην. Ἕψεται γὰρ πάντως τῷ μὲν πλούτῳ τὸ φιλήδονον, λαμπρότητι δὲ καὶ ὑπεροχαῖς γείτων εὐθὺς ἡ ὑπεροψία· δυναστείαις γε μὴν παραπέπηγεν ἡ πλεονεξία· σοφίᾳ δὲ τῇ ἐν κόσμῳ, τὸ ἐν δόγμασιν ἀκαλλὲς, κἂν εἰ τὸ εὔηχες ἔχοι τῶν ἐκεῖνα γεγραφότων ἡ γλῶττα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησιν· «Εἴ τίς ἐστιν ἐν ὑμῖν σοφὸς, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ Θεῷ ἐστιν.» Ἄχαρ δὴ οὖν, οὐκ ἐκ θησαυροῦ Χριστοῦ λαβὼν, ἀλλ᾽ ὥσπερ ἀπὸ κόσμου τῆς Ἱεριχοῦς, προσκρούει Θεῷ. Τὰ δὲ ἐντεῦθεν βλάβη καὶ τὰ ἐκ θείας ὀργῆς συμβαίνοντα, οὐκ ἐπὶ μόνον ἐχώρει τὸν ἐπὶ τοῖσδε κατεγνωσμένον, ἀλλ᾽ ὅλην ἐκάκου τὴν συναγωγήν· ἀμέτοχος γὰρ γεγονὼς ἐπικουρίας τῆς ἄνωθεν, ἀδρανής τε καὶ ἄναλκις ἦν ὁ πάλαι δυσαλωτότατος Ἰσραήλ. ΠΑΛΛ. Καὶ πῶς ἢ πόθεν ἀναμάθοιμεν, ὡς ἔστιν ἀληθὴς ὁ ἐπὶ τῷδε λόγος; ΚΥΡ. Ἀπό γε τῶν ἐφεξῆς γεγραμμένων. Μετὰ γὰρ τὰ κατὰ τὴν Ἱεριχὼ καὶ τὰ ἐπ᾽ αὐτῇ λαμπρῶς καὶ νεανικῶς εἰργασμένα παρὰ παντὸς Ἰσραὴλ, ἀπέστειλεν Ἰησοῦς ἄνδρας ἀπὸ Ἱεριχὼ εἰς Γαῒ, λέγων· «Ἀναβάντες κατασκέψασθε τὴν Γαΐ.

Καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαΐ, καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν, καὶ εἶπαν πρὸς αὐτόν· Μὴ ἀναβαινέτω πᾶς ὁ λαὸς, ἀλλ᾽ ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβαινέτωσαν, καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν. Μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα· ὀλίγοι γάρ εἰσι. Καὶ ἀνέβησαν ἐκεῖ ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαΐ, καὶ ἀπέκτειναν ἀπ᾽ αὐτῶν ἄνδρες Γαῒ εἰς τριακονταὲξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης, καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ, καὶ ἐγένετο ὥσπερ ὕδωρ.» Οἱ πόλεις ἑλόντες, καὶ χώρας καταδῃώσαντες, καὶ τὰ ὠμότατα τῶν ἐθνῶν ἀμογητὶ νικήσαντες, ἀκαταμαχήτοις περιτυγχάνουσι τοῖς ἀπὸ τῆς Γαῒ, καὶ μόλις ἐσώζοντο, καὶ ἀπεχώρουν οὐκ ἀζήμιοι, μηδὲ ὅλην ἐν ἀρχαῖς τὴν τῶν μαχίμων πληθὺν ἐν ὅπλοις εἶναι θελήσαντες, εὐκαταγώνιστον δὲ κομιδῇ καὶ ὀλίγοις ἔσεσθαι τὴν πόλιν διαῤῥήδην ὁμολογήσαντες. Μὴ ἀναβαινέτω γὰρ, ἔφασκον, πᾶς ὁ λαὸς, ἀλλ᾽ ὡσεὶ δισχίλιοι ἄνδρες. Πρὸς δὲ τὸ ἀδόκητον πάθος, καὶ τὴν τῆς ἐλπίδος ἐπέκεινα συμφορὰν, βαρυθυμήσαντος λίαν τοῦ Ἰησοῦ, καὶ περιῤῥηγνύντος μὲν τὴν ἐσθῆτα, τῷ δὲ Θεῷ προσπίπτοντος, καὶ τί ποτέ ἐστι τὸ χρῆμα κατατεθηπότος, ἔφη Θεός· «Ἀνάστηθι· ἵνα τί σὺ οὕτω συμπέπτωκας ἐπὶ πρόσωπόν σου;

Ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς αὐτοὺς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν. Οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα, οὐ προσθήσω ἔτι εἶναι μεθ᾽ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.» Παραδειχθέντα δὴ τὸν Ἄχαρ ἤρετο μὲν Ἰησοῦς, λέγων· «Δὸς δόξαν σήμερον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ, καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ᾽ ἐμοῦ. Ἀπεκρίθη δὲ Ἄχαρ τῷ Ἰησοῦ, καὶ εἶπεν· Ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου Θεοῦ Ἰσραὴλ, οὕτως καὶ οὕτως ἐποίησα.

Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ κέκρυπται ταῦτα ἐν τῇ γῇ, ἐν τῇ σκηνῆ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.» Συνίης ὅτι καὶ αὐτὸς ὁ κεκλοφὼς ἑωρακέναι φησὶν ἐν τῇ προνομῇ ψιλὴν ποικίλην, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν χρυσῆν πεντήκοντα διδράχμων, ἐνθυμηθῆναί τε αὐτῶν, τουτέστιν, εἰς ἄθεσμον αὐτῶν ἐπιθυμίαν ἐλθεῖν. Τὴν μὲν οὖν ψιλὴν, στρατιωτικὴν οἴονται στολὴν, χλαμύδα τε εἶναί φασι ποικίλως ἐξυφασμένην· στρατιωτικὸν δὲ τὸ ἔσθημα, καὶ πλεονεξίας σύμβολον. Παραπέφυκε γὰρ ἀεί πως τῷ στρατευσίμῳ γένει τὸ ὡς ἥδιστα πλεονεκτεῖν. Τύπος δὲ αὖ λαμπρότητος κοσμικῆς, τὸ ἀργύριον· καὶ σοφίας τῆς Ἑλληνικῆς τῆς ἡδυεποῦς, ἡ γλῶσσα. Τοιαύτη τίς ἐστι καὶ ἡ τῶν παρ᾽ Ἕλλησι σοφῶν γλῶσσά τε καὶ παίδευσις, οἱονεὶ χρυσῆ τε καὶ ἐντιμωτάτη, διά γε τὸ ἐν λέξει περιφανές. Ἐκκεκαλυμμένης δὲ ἤδη τῆς ἁμαρτίας, ποιναῖς ὑπετίθει τὸν Ἄχαρ ὁ Ἰησοῦς, οὐχ ἑαυτὸν ἠδικηκότα μόνον, ἀλλ᾽ εἰς ὅλην τὴν συναγωγὴν τὴν ἐκ τῆς ἰδίας ἀκρατοῦς ἐπιθυμίας ἐκτείναντα βλάβην. Καὶ τάχα που τοῦτό ἐστι τὸ ἄριστά τε καὶ σαφῶς διὰ τῆς τοῦ Παύλου φωνῆς πρὸς ἡμᾶς εἰρημένον· «Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.»

Ἆρά σοι δέδεικται σαφῶς, ἐν μὲν τῷ πρώτῳ τῷ Ἀβραὰμ, ὡς ἀπήμαντα μὲν τοῖς ἁγίοις διαμένει τὰ εἰς ἀλκὴν αὐχήματα· ἕψηται δὲ ῥᾳδίως τὸ δεδυνῆσθαι καταθλεῖν τῶν ἐχθρῶν, εἰ μηδὲν ἕλοιντο τῶν ἀπὸ κόσμου ζητεῖν· ἐν δέ γε τῷ Ἄχαρ, εἰς τὸ τούτοις ἐναντίον ἐκκεχωρηκότα τὰ πράγματα, ἀποκλίναντι τῆς εὐθείας, καὶ νενευκότι πρὸς τὰ ἐν κόσμῳ; ΠΑΛΛ. Πάνυ μὲν οὖν· σαφὴς γὰρ ὁ λόγος. ΚΥΡ. Ὅτι δὲ χρὴ τοὺς ἁγίους πανταχῆ μονοτρόπους ὁρᾶσθαι, καὶ οὐχ ἑτερογνώμονας, σαφὲς ἂν γένοιτο, τοῦ νόμου λέγοντος ἐναργῶς· «Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμά ἐστιν ἐνώπιον Κυρίου πᾶς ὁ ποιῶν ταῦτα.» Βδέλυγμα γὰρ ἐν ἴσῳ παρὰ Θεῷ καὶ ἀκαλλέστατον θέαμα, γενναιότητος ὑπόληψις ἐπὶ μαλακισμοῖς· τοῦτο γάρ ἐστι τὸ εἶναι σκεύη ἀνδρὸς ἐπὶ γυναικί· καὶ τὸ νοσεῖν ἐν ἀνδρείαις τὸν μαλακισμόν· τοῦτο γὰρ ὁμοίως τὸ ἐνδύσασθαι τὸν ἄνδρα στολὴν γυναικείαν. ΠΑΛΛ. Οἷον δὴ τί φής; ΚΥΡ. Οὐ χρῆμα πονηρὸν καὶ ἀδόκιμον ἡ ὑπόκρισις παρά τε Θεῷ καὶ ἀνθρώποις; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Ἄρ᾽ οὖν εἴ τις εἴη φιλήδονος καὶ ἀκρατὴς, καὶ ἐξ αὐτῶν ἐλέγχοιτο τῶν δρωμένων, ὡς ἔστι τοιοῦτος, εἶτα τῆς ἐπιεικείας κατάπλαστον ἐφ᾽ ἑαυτῷ ποιοῖτο τὴν δόξαν, ἐπαινέσαις ἂν τόν γε τοιοῦτον αὐτὸς, ὦ Παλλάδιε; ΠΑΛΛ. Οὐ μὲν οὖν. ΚΥΡ.

Τί δὲ δὴ τὸν ἀληθῶς κόσμιον καὶ εὐσχήμονα, οὐκ οἰήσῃ δεῖν ἐν ταυτότητι γνώμης ἐρηρεισμένον, οὐχ ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶ γινώσκεσθαι; ΠΑΛΛ. Φημί. ΚΥΡ. Οὐκοῦν μήποτε τὸ εὔθρυπτόν τε καὶ μαλθακὸν φρόνημά τινων, τὴν τῆς ἀνδρείας ὑποτρεχέτω δόξαν· τοῦτο γὰρ τὸ, Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί· μήτε μὴν τὸ ἀληθῶς εὐσθενὲς ζητείτω τὸ μαλθακόν· τοῦτο γὰρ πάλιν τὸ, Οὐ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν. Ἴση γὰρ ὥσπερ ἐν ἀμφοῖν ἡ φαυλότης, καὶ ὕβρις εἰς ἀρετὴν τὰ ἐγκλήματα. ΠΑΛΛ. Σφαλερὸν, ὡς ἔοικεν, ὁ μαλθακισμὸς, καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀζήμιον. ΚΥΡ. Μὴ γὰρ ἐνδοιάσῃς ὅλως. Ἀπόβλητον γὰρ κομιδῇ, καὶ θεομισὲς τὸ πάθος· τοιγάρτοι καὶ τῶν ἱερῶν ἐκπέμπεται καταλόγων ὁ τοῖς τοιοῖσδε τυχὸν ἐγκλήμασιν ἐνεχόμενος. Χρῆναι γὰρ ἔγωγέ φημι τόν γε ἀληθῶς εὐσθενῆ τε καὶ γενναιότατον, μηδαμῆ τὸν οἰκεῖον περιθραύεσθαι νοῦν ἀμελετήτως ἐᾷν, δείματος δὲ καὶ ὄκνου παντὸς ἀνωτέρω τηρεῖν, καὶ πίστει μὲν τῇ εἰς Θεὸν ἀμωμήτως ἐρηρεισμένον, «Πάντα ἰσχύω,» λέγειν, «ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ·» παραιτεῖσθαι δὲ ὡς ὀλέθρου πρόξενον, καὶ ἀδοκίμους ἡμᾶς ἀποφαῖνον παρὰ Θεῷ, τὸ φρονεῖν ἑλέσθαι τὰ γεωδέστερα.

Καὶ γοῦν ἐν τῷ Δευτερονομίῳ γέγραπται πάλιν· «Ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην, καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ᾽ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου, καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ, καὶ ἐρεῖ πρὸς αὐτούς· Ἄκουε, Ἰσραὴλ, ὑμεῖς προπορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε, μηδὲ θραύεσθε, μηδὲ ἐκκλίνητε ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ προπορευόμενος μεθ᾽ ὑμῶν, συμπολεμήσει ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς. Καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν, λέγοντες· Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν;

Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. Καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ οὐκ εὐφράνθη ἀπ᾽ αὐτοῦ;

Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. Καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα, καὶ οὐκ ἔλαβεν αὐτήν; Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν. Καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν, καὶ ἐροῦσι· Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; Πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ὥσπερ ἡ αὐτοῦ.» ΠΑΛΛ. Ἀλλ᾽ ὅτι χρὴ μὲν τεθαῤῥηκότας ἐπὶ Θεῷ διαπρέπειν ἀρεταῖς καὶ πρὸς πᾶν ὁτιοῦν ἀνδρίζεσθαι τῶν ἀγαθῶν, καὶ αὐτὸς ἐγὼ φαίην ἄν. Ἀποπέμπονται δὲ τοῦ πολέμου τινὲς, ὡς ἀνεπιτήδειοι, πῶς ἢ τίνα τρόπον οὐκ ἔχω μαθεῖν. ΚΥΡ. Ἢ οὐκ οἶσθα ὅτι οὐκ ἂν εὐδόκιμος γένοιτο παρὰ Θεῷ, ἀλλ᾽ οὐδ᾽ ἂν ἕλοιτό τις τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ἀνατλῆναι πόνους, εἰ μὴ παροικίαν ἡγεῖτο τὴν ἐν τῷδε τῷ κόσμῳ ζωήν; Ὅπερ ἡμῖν ἄριστά τε καὶ ἐναργῶς, ὡς ἐν εἰκόνι καὶ τύποις, ἐν ταῖς τῶν ἁγίων ἐγράφετο πολιτείαις. Παρῴκει μὲν γὰρ ἐν σκηναῖς ὁ θεσπέσιος Ἀβραὰμ, καὶ τὴν ἐκ τόπων εἰς τόπους ἐποιεῖτο παραδρομήν· καὶ ἅπας δὲ κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ συχνὰς ἐποιεῖτο τὰς ἀπάρσεις, καὶ κατῴκηκεν ἐν σκηναῖς.

Ἐπισεμνύνεται δὲ τούτῳ λίαν καὶ ὁ προφήτης Δαβὶδ, οὕτω λέγων πρὸς τὸν Θεόν· «Ἄνες μοι, ὅτι πάροικός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» Ἀπεδέχετο δὲ σφόδρα τὰς ἄνω μονὰς, οὕτω λέγων· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Φρονοῦσι δὴ οὖν οἱ τοιοῦτοι τὰ ἄνω, καὶ τὰς ἐν τοῖς οὐρανοῖς διψῶσι μονὰς, ἃς καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπισχνεῖται, λέγων· «Πορεύομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν, καὶ πάλιν ἥξω, καὶ παραλήψομαι ὑμᾶς μετ᾽ ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἐκεῖ μετ᾽ ἐμοῦ ἧτε.» Τύπος οὖν ἄρα, τοῦ παροικίαν ἡγεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωὴν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταύτην φιλεργίαις σπουδαίως ἐγκείμενος· τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερδοῦς, ὁ ἀμπελῶνα φυτεύων· τὸν δέ γε γυναικομανῆ, καὶ ἐκτεθρυμμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπιδόντα τὸν νοῦν, κατασημήνειεν ἂν ὁ γυναικὸς μνηστείᾳ προσιών. Τοιγάρτοι τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος.

Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιοῖσδε συνειλημμένους πάθεσιν ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κήρυξ ἀνεφώνει. Ἢ οὐκ ἀληθὲς, ὡς τοῖς τὰ τοιαῦτα νοσεῖν εἰωθόσι, φίλον πως ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης μὴ κατακολουθεῖν σπουδαῖς, ἐννοοῦντας ὅτι εἴ τι γένοιτο παθεῖν ἀγωνιζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσι τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν; ἐντεῦθεν γὰρ αὐτοῖς συμβαίνει τὸ ἀτολμωτάτους ὁρᾶσθαι καὶ ἀγεννεῖς. Ἅπερ οὖν εἰκὸς φρονεῖν τε καὶ λέγειν ἐκείνους, ταῦτα διακέκραγεν ὁ γραμματεὺς, πλαγίοις ὥσπερ ἐλέγχοις καὶ ἀστείοις ὀνειδισμοῖς καταπλήττων τὸν ἀγεννῆ, καὶ προφασιζόμενον πρόφασιν ἐν ἀσθενείαις, καὶ τροφὴν ὥσπερ τινὰ τῇ δειλίᾳ, κοσμικὰς ἡδονὰς συλλέγοντα. Διὰ τοῦτο τὴν τελευταίαν φωνὴν, γυμνήν τε καὶ ἀπημφιεσμένην ποιεῖσθαι προστέταχε τὸν στρατοκήρυκα Θεός. «Καὶ προσθήσουσι γὰρ, φησὶν, οἱ Γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν, καὶ ἐροῦσιν· Εἴ τις ἄνθρωπος φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ, πορευέσθω εἰς τὸν οἶκον αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ὥσπερ τὴν αὐτοῦ.»

Μονονουχὶ γὰρ σαφῶς ἐκεῖνό φησιν· Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνα, καὶ ταῖς εἰς φιλοσαρκίαν ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός τε καὶ ἄναλκις· ἀδόκιμος δὲ παντελῶς ὁ τοιοῦτος, καὶ πρὸς ζημίας ἔσται τοῖς ἄλλοις· Φθείρουσι γὰρ ἤθη χρηστὰ, ὁμιλίαι κακαί.» Καὶ καθέλκει πρὸς ἀνανδρίαν ἔσθ᾽ ὅτε τὸν εὐσθενῆ τε εὔψυχον ὁ δειλίαις εὐαλωτότατος. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπετίμα τισὶν, οἳ διακωλύειν αὐτὸν ἤθελον ἀναβαίνειν εἰς Ἱεροσόλυμα· φησὶ γάρ· «Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Σημειωτέον δὲ ὅτι καὶ τῶν κεκλημένων εἰς τοὺς γάμους ἡ παραίτησις ἦν τὸ, «Ἀγρὸν ἠγόρασα, καὶ γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν.» Γέγραπται δὲ οὕτως ἐν τῷ Εὐαγγελίῳ καὶ ἐν παραβολαῖς. Χαλεπὸν δὲ οὔτι που καὶ ἐξ ἀρχαίων παραδειγμάτων, εἴγε σοι δοκεῖ, τὴν ἐπὶ τῷδε δέχεσθαι πίστιν. ΠΑΛΛ. Φράζε δὴ οὖν, μελλήσας οὐδέν· ὀνήσεις γὰρ λίαν. ΚΥΡ. Οὐκοῦν ὡς ἐν τοῖς Ἀριθμοῖς ἀνέγνωμεν· «Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἀσηρὼθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τῇ Φαράν.

Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ κατάσχεσιν, ἄνδρα ἔνα κατὰ φυλὴν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτοὺς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου, πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραήλ.» Ἀπηριθμημένων δὲ κατὰ φυλάς τε καὶ γένη τῶν ἐξαπεσταλμένων, ἐπιφέρει πάλιν· «Καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν, ἕως Ῥοὼβ, εἰσπορευομένων Ἐμάθ.» Καὶ μεθ᾽ ἕτερα· «Καὶ ἦλθον ἕως φάραγγος Βότρυος, καὶ κατεσκέψαντο αὐτὴν, καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα, καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾽ αὐτοῦ, καὶ ἦραν αὐτὸ ἐπ᾽ ἀναφορεῦσι, καὶ ἀπὸ τῶν ῥοιῶν, καὶ ἀπὸ τῶν σύκων· καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν, φάραγξ Βότρυος, διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν, μετὰ τεσσαράκοντα ἡμέρας· καὶ πορευθέντες ἦλθον πρὸς Μωσῆν καὶ Ἀαρὼν, καὶ πρὸς πᾶσαν συναγωγὴν τῶν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρὰν Κάδης.

Καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα, καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς, καὶ διηγήσαντο αὐτῷ, καὶ εἶπον· Ἤλθομεν εἰς τὴν γῆν εἰς ἢν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς. Ἀλλ᾽ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾽ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰκ ἑωράκαμεν ἐκεῖ.» Συνίης ὅπως οἱ εὐπτόητοί τε καὶ ἀτολμότατοι τῶν κατεσκεμμένων τὴν γῆν τῆς ἐπαγγελίας ὡμολογήκασιν ἐναργῶς, ὡς εὐάμπελός τε καὶ πίων ἡ γῆ, καὶ καρποῖς ὡραίοις διαβριθὴς, παραπλέκουσι δὲ τούτοις τὰ εἰς δειλίαν, θρασὺ μὲν τὸ ἔθνος τὸ κατοικοῦν ὀνομάζοντες, πόλεις τε ὀχυρὰς καὶ τετειχισμένας ἄνω καὶ κάτω λέγοντες, καὶ τῆς ἐπὶ τὸ κρατήσειν ἐλπίδος ἐξιστῶντες τὸν Ἰσραὴλ, καὶ καταφοβοῦντες εἰς ἀνανδρίαν; ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Ἀλλ᾽ οἴγε σοφοὶ καὶ νεανικοὶ, Χαλέβ τε καὶ Ἰησοῦς, ταῖς ἐκείνων τερθρείαις ἀνθειστήκεισαν, λέγοντες πρός τε τὸν λαὸν καὶ τὸν Μωσέα τὸν ἱερόν· «Οὐχί· ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτὴν, ὅτι δυνησόμεθα πρὸς αὐτούς.» Κατέληγον δὲ οὐδαμῶς οἱ συναπεσταλμένοι, δυσάλωτον ἔσεσθαι διαβεβαιούμενοι τοῖς ἐξ Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν.

Εἶτά φησιν· «Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ, δέδωκε φωνὴν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διεγόγγυζον ἐπὶ Μωσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ· καὶ εἶπε πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή· Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτου, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ, εἰ ἀπεθάνομεν· καὶ ἵνα τί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν τῷ πολέμῳ; Αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν. Νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον. Καὶ εἶπον ὁ ἕτερος τῷ ἑτέρῳ· Δῶμεν ἀρχηγὸν, καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.» Εἰς τοῦτο μὲν ἀθλιότητός τε καὶ ἀνανδρίας ἡ πᾶσα κατώλισθε συναγωγή. Μεθιστάντος δὲ ὥσπερ εἰς εὐτολμίαν αὐτοὺς Ἰησοῦ τοῦ Ναυῆ, καὶ περιῤῥηγνύντος μὲν τὴν ἐσθῆτα, μυρία δὲ ὅσα τῆς γῆς ἐγκώμια καταχέοντος, ἀναθαρσεῖν οὐκ ἤθελον· καταλυποῦντες δὲ ταῖς ἀνοήτοις μικροψυχίαις τὸν ἐπαμύνοντα Θεὸν, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀπονέμοντες τὴν τῆς ἐλπίδος κατόρθωσιν. Τοιγάρτοι λοιπὸν καὶ ἀπώμνυ, λέγων· «Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν, ἢν ὤμοσα τοῖς πατράσιν αὐτῶν, πλὴν Χαλὲβ υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ.»

Ἆρά ἐστιν ἐνδοιαστὸν ὡς ὁ δειλός τε καὶ ἀφερέπονος, καὶ βραχὺς εἰς πίστιν, προσαπόλλυσιν αὐτῷ καὶ ἑτέρους, κακαῖς παραφθείρων ὁμιλίαις, κλήρου τε ἀποπεσεῖται καὶ ἐλπίδος τῆς εἰς Θεόν· ὁ δὲ εὐσθενής τε καὶ ἀλκιμώτατος εἴσω τε κείσεται τῆς ἐλπίδος, καὶ γνώριμος ἔσται Θεῷ; ΠΑΛΛ. Οὐκ ἀμφίβολον· ἀπόχρη γὰρ ἡ δεῖξις. ΚΥΡ. Οὐκοῦν καθάπερ ἔφαμεν ἐν ἀρχαῖς, ἀνεπιτήδειος εἰς παράταξιν τὴν πνευματικὴν ὁ ταῖς κοσμικαῖς ἐνειλημμένος ἡδοναῖς. ΠΑΛΛ. Καὶ μάλα. ΚΥΡ. Προσθεί[ν]ην δ᾽ ἂν ὅτι (χρῆναι γὰρ οἶμαι τὸ ὠφελοῦν εὖ μάλα φιλοθηρεῖν) καὶ ὁ νεωστὶ κατορθοῦν ἀρετὴν ἡντιναοῦν ἀρξάμενος, οὔπω πρὸς μάχην ἱκανὸς, εὐκατακόμιστος δὲ κομιδῇ πρὸς τὸ ἀδικοῦν. ΠΑΛΛ. Πῶς λέγεις; ΚΥΡ. Ἐν τῷ Δευτερονομίῳ γέγραπται· «Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα.

Ἀθῶος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ, ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ ἢν ἔλαβεν.» Ἆρ᾽ οὖν, ὦ Παλλάδιε, προσεκτέον μόνῳ τε καὶ ψιλῷ τῷ γράμματι, καὶ ὁ φιλάρετος νομοθέτης οἴκοι καθίζει τὸ μάχιμον, καὶ οὐκ ἐᾷ εὐδοκιμεῖν ταῖς εἰς γυναῖκα ψυχραῖς ὁμιλίαις ἡττώμενον, καὶ προὐργιαιτέραν τῶν ἀναγκαίων ποιούμενον τὴν φιλοσαρκίαν; ΠΑΛΛ. Ἥκιστά γε τουτὶ δοίην ἂν ἔγωγε τὸ τῷ νομοθέτῃ δοκοῦν· πιθανὸς δέ τις, ὡς ἔοικεν, ὁ ἐπ᾽ αὐτῷ κεῖται λόγος. ΚΥΡ. Οὐκοῦν ὅπερ ἔφην ἀνακυκλήσας ἐρῶ. Ἀνὴρ ἀρετῆς ἁψάμενος, καὶ οὔπω ταύτην εὖ μάλα κατωρθωκὼς, εὐκατακόμιστος εἰς τὸ ἐναντίον. ΠΑΛΛ. Φράσον ὅπως. Ἕπομαι γὰρ οὐ σφόδρα. ΚΥΡ. Ὁ Σολομών πού φησιν· «Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι· τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ.» Οἰκειούμεθα γὰρ ὥσπερ τὰς ἀρετὰς, τὸ ἐν αὐταῖς καρποφορεῖν ὅτι μάλιστα διεσπουδακότες· ὁ μὲν γάρ τις τυχὸν τὸ ἐν γνώσει σοφὸν, ὁ δὲ τὴν πραότητα καὶ ἀοργησίαν οὐκ ἀνεπιτήδευτον ἔχει, ἤγουν ἕτερόν τι τῶν τοιούτων ὅπερ ἂν ἕλοιτο κατορθοῦν. Ἆρ᾽ οὖν εὐθὺς ὁ τῆς ἔν γε τούτοις ἐπιεικείας ἀρξάμενος νοῦς, ἱκανὸς εἰς τὸ δοκιμάζεσθαι καὶ πειράζεσθαι; καὶ τοῖς τὰ ὀρθὰ διαστρέφουσι περιτυχὼν ὁ σοφίᾳ συνοικήσας προσφάτως, οὐ διαστραφήσεται μᾶλλον, ἤγουν περιέσται καὶ διακρούσεται τὰ ἐκείνων βλάβη, βεβηκὼς καὶ ἐρηρεισμένος διαρκῶς οὔπω πρὸς σύνεσιν· ΠΑΛΛ. Ἔοικεν. ΚΥΡ.

Παροτρύνοντος δέ τινος, ὁ τὴν πραότητα μελετῶν, εἰ μήπω τις εἴη πρὸς τοῦτο γεγυμνασμένος, οὐ κατοιχήσεται πρὸς ὀργὴν εὐκόλως; ΠΑΛΛ. Οἶμαί γε. ΚΥΡ. Ἐντριβὴς δὲ σοφὸς διαμαχεῖται σοφοῖς, καὶ ἀντεξάγει νεανικῶς ταῖς ἐκείνων πανουργίαις τὰ ἐξ ὀρθότητος λογισμῶν; ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Τί δέ, ὁ πραότητι κατωρθωκὼς οὐ δυσχερὴς εἰς ὀργὰς, κἂν εἰ πρὸς τοῦτο αὐτὸν παραθήγοιεν ἔσθ᾽ ὅτε τινές; ΠΑΛΛ. Φημί. ΚΥΡ. Ὀρθῶς οὖν ὁ νόμος καθάπερ ἐν εἴδει τῷ γυναικὸς διαμορφώσας ἀστείως τὴν τοῖς ἁγίοις σύνοικον ἀρετὴν, «Ἐάν τις λάβῃ γυναῖκα προσφάτως, φησὶν, οὐκ ἐξελεύσεται εἰς πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῶος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα ἣν ἔλαβε.» Καταφορτίζεσθαι γὰρ οὐκ ἐᾷ πόνοις τε καὶ διωγμοῖς τὸν οἱονείπως ἀρτιπαγῆ, καὶ νεαρωτέραν ἔχοντα τὴν εἰς τὸ ἀγαθὸν σπουδὴν, σχολαῖον δὲ ὥσπερ καὶ ἐφ᾽ ἑαυτῷ μένοντα, καὶ θαλπόμενον ταῖς εἰς ἀρετὴν καταδεσμεῖσθαι φιλοστοργίαις. Τοιοῦτόν τι πεπραχότας εὑρήσομεν τοὺς ἁγίους ἀποστόλους, οἳ τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι, καὶ νεωστὶ κεκλημένοις εἰς ἐπίγνωσιν Θεοῦ, σαφῶς ἐπιστέλλουσιν· «Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας καὶ πνικτοῦ, καὶ αἵματος.»

Παρέντες γὰρ οἰκονομικῶς τῶν ἐνταλμάτων τὰ φορτικώτερα, ὀλίγα τε καὶ ἀναγκαῖα τηρεῖν ἐκέλευον, τῶν ἀρτίως εἰσκεκομισμένων ἐπὶ τὸ χρῆναι θεοσεβεῖν τὸ ἀτληπαθὲς οὐκ ἠγνοηκότες.

Καὶ γοῦν, ἀνίησι μὲν τοὺς τοιούτους ὁ τῶν ὅλων Θεὸς καὶ ὀργῆς καὶ αἰτιαμάτων, κἂν εἰ περιπέσοιεν ὀλιγοψυχίαις, τὴν ἀσυνήθη τῶν πόνων διαστείχοντες ὁδόν. Εἰσπράττεται δὲ μετὰ τοῦτο δίκας, καὶ ὑποφέρει λοιπὸν τοῖς ἐξ ὀργῆς κινήμασιν, ἀσθενοῦντας μὲν οὐκέτι διὰ τὸ ἄηθες ἐν τοῖς πόνοις, ἀναπίπτοντας δὲ μᾶλλον εἰς τὸ ἡδύ τε καὶ ἄτραχυ, καὶ ἑτοιμότατα παραχεομένους εἰς τὸ ἀπᾷδον αὐτῶν. Ἢ γὰρ οὐκ ἀνάντης μὲν ἡ ἀρετὴ, καὶ τὸ εἰς αὐτὴν ἰέναι τραχὺ, καὶ ἱδροῦν ἀνάγκη τὸν κατορθοῦν ᾑρημένον; ΠΑΛΛ. Φημί. ΚΥΡ. Ἀλλ᾽ ἧν που οὐκ ἀπεικὸς, μᾶλλον δὲ, οὐχ ὅσιόν τε καὶ πρέπον, τοὺς μὲν ἄρτι πρὸς τοῦτο ἠγμένους, παιδαγωγεῖσθαι συγγνώμαις, προθυμίαις οὔπω ταῖς ἄγαν ἐρηρεισμένους, ἁπαλοῖς δὲ ὥσπερ ἰόντας ποσὶ, καὶ νοσοῦντας ἔτι τὸ ἄναλκι, πόνοις τε καὶ φόβοις σκληραγωγεῖσθαι τὸν ἐντριβῆ, καθάπερ ἐξ ἀνάγκης ἤδη που ἀποφέρεσθαι λοιπὸν εἰς τὸ τληπαθὲς καὶ εὐήνιον· ΠΑΛΛ. Ἄριστα διανοῇ. ΚΥΡ. Καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανὲς, εἰ τὰ τυπικῶς τοῖς ἀρχαίοις συμβεβηκότα πολυπραγμονεῖν ἐθέλοιμεν. Γέγραπται γὰρ ὡδί· «Ἐξῆρε δὲ Μωσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ, ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥᾶν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν.

Διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία· καὶ διεγόγγυζεν ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Τί πιόμεθα;

Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον· καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ.» Ἄρτι μὲν γὰρ τῆς Αἰγυπτίων ἀπαίροντες γῆς οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ὑπ᾽ αὐτοῖς θητείας τὸν δυσαχθῆ τε καὶ ἄτλητον ἀποῤῥιπτοῦντες ζυγὸν, εἰς τὴν πάλαι τοῖς πατράσιν ἐπηγγελμένην μεθορμίζεσθαι γῆν, Θεοῦ καλοῦντος, ἐσπούδαζον.

Πρῶτος δὲ αὐτοῖς ὑπαντιάζει πόνος, τῶν ὑδάτων ἡ σπάνις, ἃ μόλις μὲν διὰ μακροῦ καμοῦσιν εὑρέθη, πλὴν οὐκ ἀταλαίπωρον ἔχοντα τὴν ἀπόλαυσιν· πικρὰ γὰρ ἦν, καθὰ γέγραπται. Ξύλου δὲ μίξει μετεσκευάζετο πρὸς τὸ ἡδύ τε καὶ γλυκὺ, Θεοῦ παραδεδειχότος τοῦ πράγματος τὴν ὁδὸν τῷ θεσπεσίῳ Μωσῇ. Νόμῳ γὰρ θείῳ παιδαγωγούμενοι πρὸς τὸ δεῖν ἑλέσθαι κατακολουθεῖν τῷ Θεῷ, τῆς ἐκ παθῶν δουλείας ἐξέλκοντι, καὶ ἐκ τῆς τῶν δαιμονίων ἀπαλλάττεσθαι τυραννίδος, ἱδροῦν ἀνάγκη πειραζομένους, καὶ τὸν τῆς εὐδοκιμήσεως ἀναδεῖσθαι στέφανον, τοῖς ἐξ ἀσκήσεως πόνοις κατατήκοντας τὰ σαρκὸς, καὶ ὥσπερ τινὰ θῆρα δεινὸν καταγοητεύοντας, δίψει τε καὶ ἀσιτίαις, τὸ πρὸς ἡδονὴν ἀεὶ βλέπον ἀτίθασσον κίνημα. Πρώτη γὰρ ἡμῖν ἡ μάχη, κατορθοῦν ἐθέλουσι τὴν ἐγκράτειαν, πρὸς σάρκα τε καὶ τὰ αὐτῆς· καὶ οὐκ ἂν οἶμαί τις ἑτέρως ἐκμελετῴη τὴν ἀρετήν. Τύπος οὖν ἄρα τῶν ἐν ἀσκήσει πόνων, ἡ δίψα τοῖς πάλαι συμβᾶσα κατὰ τὴν ἔρημον· καὶ ἀπαρχὴ γυμνασμάτων, τὰ σωματικά. Ἐπιτήρει γὰρ ὅπως οὐκ ἐν ἀρχαῖς εὐθὺς πολέμῳ προσβάλλουσιν (οὐ γὰρ τοῖς ἀρτίως κατανδρίζεσθαι τῶν παθῶν καὶ κατορθοῦν ἀρετὴν ἠργμένοις, εὐθὺς ἡ πάλη πρὸς τὰς ἀρχάς τε καὶ ἐξουσίας, διὰ τὸ τῶν δοκιμαζομένων ἀγεννὲς ἔτι καὶ οὔπω λίαν ἀσφαλὲς), ἀλλὰ τοῖς τῆς σαρκὸς δοκιμάζονται πόνοις, ἐπιμετροῦντος Θεοῦ ταῖς τῶν πειρωμένων ἕξεσι τοῦ πόνου τὸ δυσαχθές.

Καὶ τοῦτό ἐστιν οἶμαί που τὸ, «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ, φησὶν, ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Πικροὺς δὲ ὄντας λίαν τοὺς ὑπὲρ ἀρετῆς ἱδρῶτας, εἰς τὸ ἡδύ τε καὶ γλυκὺ μεταπλάττει Χριστὸς, ὃς εἴρηταί τε καὶ ἔστι ξύλον ζωῆς. Ἔφη δέ που καὶ αὐτὸς ἐν εὐαγγελικοῖς συγγράμμασιν· «Εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ἔδρασαν, ἐν τῷ ξηρῷ τί δράσουσιν;» ὑγρόν τε καὶ εὐανθὲς ἑαυτὸν ὀνομάζων ξύλον. Δείκνυται δὲ τῷ θεσπεσίῳ Μωσῇ παρὰ Θεοῦ ξύλον. Ἀποκαλύπτει γὰρ μόνος τὸν Υἱὸν ὁ Πατὴρ, ἐπεὶ καὶ μόνος οἶδεν αὐτόν. «Οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ Πατήρ.» Οὐκοῦν ἐν Χριστῷ τῷ τῆς ζωῆς ξύλῳ, γλυκέα μὲν τὰ πικρὰ, φορητὰ δὲ τὰ δύσοιστα, καὶ εἰς ζωὴν ἀναγκαῖα τὰ ὡς ἐν ἰδίᾳ φύσει καταφθείρειν εἰωθότα. ΠΑΛΛ. Τίνα φῂς τρόπον; ΚΥΡ. Εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τὸ μὲν σῶμα πικροὶ λίαν ὄντες καταφθείρουσιν οἱ πόνοι, ζωῆς δὲ τῆς αἰωνίου μέτοχον ἀποτελοῦσι ψυχὴν (ἔφη δή που καὶ ὁ Παῦλος· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ πάλιν· «Εἰ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ»)· τίς δ᾽ ἂν ἕλοιτό ποτε τοὺς ὧδε δριμεῖς ἀνατλῆναι πόνους, μὴ οὐχὶ γλυκεῖαν ἔχων ἐλπίδα τὴν ἐν Χριστῷ; ΠΑΛΛ. Οὐδεὶς ἂν, οἶμαι, παντελῶς. ΚΥΡ.

Ὅρα δὴ οὖν (ἰέναι γὰρ δὴ πρὸς ἀνάμνησιν τῶν ἐν ἀρχαῖς ἀναγκαῖον ἡμῖν, ὦ Παλλάδιε) δεδιψηκότα μὲν ἐν ἐρήμῳ τὸν Ἰσραὴλ, καὶ τοῦ πανσόφου Μωσέως καταγογγύζοντα, νηποινί γε μὴν εἰς τοῦτο πεσόντα μικροψυχίας· οὐ γὰρ ἐκτέτικε δίκας, οὐδὲ ὑπέστη τὰ ἐξ ὀργῆς, καίτοι κολάζειν εἰωθότος Θεοῦ τοὺς ἐπὶ τῷδε κατεγνωσμένους. Ἐλεεῖται γὰρ ἐν ἀρχαῖς ὁ ἐν γυμνάσμασιν ἔτι τοῖς ὑπὲρ ἀρετῆς ἔσθ᾽ ὅτε καὶ πταίων· ἀσύγγνωστον δὲ μετὰ τοῦτο τὴν ἄγαν ἔχει μικροψυχίαν, καὶ τὴν ἀχάλινον ἀποδρομὴν, ἢν ἂν ποιοῖτο τυχὸν εἰς ἐκτόπους ἐπιθυμίας. Καὶ γοῦν ἐν τοῖς Ἀριθμοῖς περὶ τῶν υἱῶν Ἰσραὴλ ἔφη που πάλιν τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.

Καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, καὶ εἶπε Μωσῆς· Ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε.

Καὶ ἐν τῇ καταπαύσει εἶπεν· Ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ· καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ᾽ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς· καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς, καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωσῆν. Καὶ ηὔξατο Μωσῆς πρὸς τὸν Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου.» Καὶ μετὰ τοῦτο πάλιν· «Καὶ ἐξάραντες ἐξ Ὣρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν Ἐρυθρὰν, περιεκύκλωσαν τὴν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. Καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωσῆ, λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ· ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαὸν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ.» Ὁρᾷς οὖν ὅτι πυρὶ καὶ ὄφεσιν ὁ ψίθυρός τε καὶ γογγυστὴς δεδαπάνηται λαός.

Οἱ μὲν γὰρ ἐξαίρουσιν ἐκ τοῦ ὄρους Κυρίου, προβιβαζούσης αὐτῶν τῆς κιβωτοῦ, καὶ προαναζητούσης ἀνάπαυσιν· ἐπευχομένου δὲ καὶ πρεσβεύοντος τοῦ Μωσέως, καὶ μὴν καὶ νεφέλης ἐπισκιαζούσης αὐτοῖς, οἱ δὲ, διάκενον ὀνομάζοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, πλείστην ὅσην κατά τε τοῦ Θεοῦ καὶ Μωσέως ἐποιοῦντο τὴν καταβοήν. Διά τοι τοῦτο, πυρὸς μὲν ἔργον ἐκεῖνοι γεγόνασιν ἀναγκαίως, οἱ δὲ πικρῶν ὄφεων δήγμασιν ἀμελ[λ]ητὶ διολώλασι. ΠΑΛΛ. Καὶ τίς γένοιτο πάλιν ἐν ἀμφοῖν ἐπιτήρησις; καὶ τί τὸ ὄρος Κυρίου; ΚΥΡ. Ὄρος οἶμαί που Κυρίου φησὶ τὸ Σινὰ, ἐφ᾽ ὃ καταβέβηκεν ἐν εἴδει πυρὸς ὁ πάντων Δημιουργὸς, ὤφθη τε παντὶ τῷ λαῷ, κατὰ τὸ γεγραμμένον, καὶ τοὺς ἐπὶ τοῖς πρακτέοις κατεχρησμῴδησε νόμους· «Ἔθετο γὰρ ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ δικαιώματα καὶ κρίσεις.» Ἀλλ᾽ ἦν καὶ πάλαι θεσμοθετῶν ἐκεῖνα Χριστός. Τοιγάρτοι καὶ λόγους ἰδίους τοὺς διὰ Μωσέως καλεῖ νόμους. Ἔφη γάρ· «Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Φέρε δὴ οὖν τῆς ἱστορίας τὸ πάχος ἀφέντες, τῶν πνευματικῶν ἐννοιῶν τὴν ἰσχνότητα καταθρήσωμεν.

Οἱ γάρ τοι θεοπτίας μὲν ἤδη καὶ θεογνωσίας ἠξιωμένοι, καὶ τῆς θείας φύσεως τὴν λαμπρότητα τοῖς τῆς διανοίας ὄμμασι, καθάπερ ἐν ὄρει, τεθεαμένοι, τουτέστιν, ἐν ὑπερτάτῃ καὶ ἀνῳκισμένῃ λίαν ὑπεροχῇ (παντὸς γὰρ ἐπέκεινα δόξα τε καὶ φύσις Θεοῦ), οἱ παραστήσαντες ἑαυτοὺς οἱονεὶ διὰ τῆς πίστεως τῷ Χριστῷ, καὶ τῶν παρ᾽ αὐτοῦ γεγονότες οὐκ ἀνήκοοι ῥημάτων, ὑποσχόμενοί τε τὴν ὑπακοὴν (τοῦτο γὰρ ἔδρα καὶ τότε λέγων ὁ Ἰσραήλ· «Πάντα, ὅσα εἶπε Κύριος ὁ Θεός σου, ποιήσομεν καὶ ἀκουσόμεθα») τῆς ἤδη γνησίως πρεπούσης φειδοῦς ἀπολαύσουσι, καὶ μεθέξουσι φροντίδος τῆς ἀποχρώσης εἰς σωτηρίαν αὐτοῖς· αὐτὸν γὰρ ἕξουσιν ἡγεμόνα, προασπιστήν τε καὶ προβιβάζοντα πρὸς τὸ κατασκέψασθαι αὐτοῖς τὴν ἀνάπαυσιν. Πρῶτος γὰρ ὁ Χριστὸς δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντέταξε τῷ πάλαι νικήσαντι Σατανᾷ, νενηστευκώς τε καὶ πειραζόμενος ἐν τῇ ἐρήμῳ, ἵν᾽ ἡμεῖς ἔχωμεν τὴν ἀνάπαυσιν, νενικημένον, καὶ πεπτωκότα, καὶ τοῖς ἑαυτῶν ποσὶν ὑπεστρωμένον ὁρῶντες αὐτόν. Τοιγάρτοι καὶ ἔλεγε· «Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ πάλιν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.» Πρῶτος γὰρ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τῷ θανάτῳ προσβαλὼν, κατέλυσε μὲν τὸ ἐκείνου κράτος, κατεσκέψατο δὲ ἡμῖν τὴν ἀνάπαυσιν, ἀνακαινίσας εἰς ἀφθαρσίαν.

Πρῶτος εἰσῆλθεν εἰς τὸν παράδεισον, ἐκδυσωπήσας μὲν ὥσπερ τὴν στρεφομένην ῥομφαίαν, ἀποστήσας δὲ ἡμῶν τὴν ἐξείργουσαν ἁμαρτίαν. Ἐκτέτικε γὰρ αὐτὸς ὑπὲρ ἡμῶν τὰ ὀφειλήματα, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον.

Πρῶτος γὰρ ἀνέβη πρὸς τὸν Πατέρα καὶ Θεὸν, ἐγκαινίζων ἡμῖν τὴν ἄνω πορείαν, καὶ προετοιμάζων τὰς ἄνω μονάς. Τοιγάρτοι καὶ ἔφασκε· «Πορεύσομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν.» Προανετυποῦτο δὴ οὖν ὡς ἔν γε τῇ κιβωτῷ Χριστός· κατεσκεύαστο γὰρ ἐκ ξύλων ἀσήπτων ἐκείνη, καὶ τὸν θεῖον ἐν ἑαυτῇ κατεπύκαζε νόμον, ὅς ἐστι Λόγος Θεοῦ. Ἴδοις δ᾽ ἂν τούτῳ προσεοικὸς, τὸ ἐπὶ Χριστοῦ μυστήριον. Θεὸς γὰρ ἦν ὁ Λόγος ἐν ἀφθάρτῳ ναῷ. Οὐκοῦν προεβάδιζεν ἡ κιβωτὸς κατασκεψομένη τοῖς ἐξ Ἰσραὴλ τὴν ἀνάπαυσιν.

Προβαδίζει δὲ καὶ ἡμῶν ὁ Χριστὸς κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους· καὶ πρός γε δὴ τούτῳ τὴν μεσίτου χρείαν ἀποπληρῶν, παράκλητος γίνεται πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸς ὑπὲρ ἡμῶν, καθὰ καὶ πάλαι Μωσῆς· ὃς ἐν μὲν τῷ ἐξαίρειν τὴν κιβωτὸν ἔφασκεν· «Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε·» ἐν δὲ τῷ καταπαύειν· «Ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ.» Ὅτε γὰρ ἐγήγερται πρὸς ἐπικουρίαν ἡμῶν ὁ Μονογενὴς καὶ ὁ πάλαι λέγων διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος·» τότε πεπτώκασιν οἱ ἐχθροὶ, καὶ πεφεύγασιν οἱ ἀνθεστηκότες καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι. Τεθριάμβευκε γὰρ ἐν τῷ σταυρῷ ἀρχάς τε καὶ ἐξουσίας· καὶ κατήργηκεν ἀποθανὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, κατὰ τὸ γεγραμμένον· καταπαύσας δὲ ὥσπερ, καὶ εἰς τέλος ἐνεγκὼν, τὴν ὅλην οἰκονομίαν διὰ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν καὶ πορείας τῆς εἰς τὸ ἄνω πρὸς τὸν Πατέρα, πᾶσαν ἐπέστρεψε τὴν γῆν, καὶ χιλίας μυριάδας τοὺς ἰδίους ἐποιεῖτο προσκυνητάς· «Ὅταν γὰρ, ἔφασκεν, ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν ἡ Μωσέως εὐχὴ τύπος ἂν εἴη τῆς μεσιτείας Χριστοῦ, κατά γε τὸ σχῆμα τὸ ἀνθρώπινον, εὐχομένου τε καὶ ἐξαιτοῦντος ἡμῖν τὰ κάλλιστα παρὰ τοῦ Θεοῦ καὶ Πατρός.

Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησί· «Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου.» Καὶ προσέτι πάλιν αὐτὸν ἔχομεν σκεπαστὴν, ὡς ἐν τῇ νεφέλῃ τῇ κατασκιαζούσῃ νοούμενον.

Ἀκουέτω γὰρ ὁ πίστει τῇ εἰς αὐτὸν δικαιούμενος· «Ἡμέρας ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.» Φάσκουσι δὲ καί τινες ἐν τῇ τῶν μισθῶν διανομῇ, κατὰ τὴν εὐαγγελικὴν παραβολήν· «Ἡμεῖς ἐβαστάσαμεν τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα,» τὸ σφοδρὸν οἶμαί που καὶ ἀκμαῖον εἰς πύρωσιν, τῶν ἐξ ἀτιθάσσων ἡδονῶν, ἢ τάχα που καὶ πειρασμῶν καύσωνά τε καὶ ἡμέρας ὀνομάζοντες βάρος· βοηθὸς οὖν ἄρα καὶ σκεπαστὴς εἰς σωτηρίαν γέγονεν ἡμῖν ὁ Χριστός. Ὅταν οὖν τινες τῶν θεοπτίας ἠξιωμένων, καὶ οἵπερ ἂν γένοιντο τῶν θείων αὐτήκοοι κηρυγμάτων, διά τε τῆς ἐπὶ τῷ πιστεύειν ὁμολογίας οἱονεί πως ἤδη καθυποσχόμενοι τὸ εὐήκοον, ἀθετῶσι ταῖς εἰς τὸ χεῖρον μεταβολαῖς τὸν προβαδίζοντα καὶ ἡγούμενον, φημὶ δὴ Χριστὸν, τὸν κατασκεπτόμενον αὐτοῖς τὴν ἀνάπαυσιν, τὸν ὡς ἐν μεσίτου τάξει πρεσβεύοντα, τὸν ὡς ἐν τύπῳ νεφέλης νοούμενον σκεπαστὴν, τότε δὴ τότε καὶ μάλα εἰκότως τῆς σφῶν αὐτῶν εὐηθείας εἰσπραττόμενοι λόγους, τὴν διὰ πυρὸς ἀγρίαν ὑπομένουσι δίκην· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὃ καὶ αὐτὸς ὁ σοφὸς ἔφη Παῦλος· «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» ΠΑΛΛ.

Οἱ πᾶσαν οὖν τὴν οἰκονομίαν τὴν ἐν Χριστῷ νοουμένην ἐξ ἁμαρτίας ἠθετηκότες, πυρὸς ἔσονται τροφή. Δηλοῖ δὲ ὁ γογγυσμὸς, ὡς ἔοικε, τὴν ἀπόστασιν καὶ τὸ μὴ θέλειν ποιεῖσθαι δεκτὴν τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, καίτοι γευσαμένοις τῆς χάριτος, καὶ ἀσφαλὲς τῶν μελλόντων ἐνέχυρον, τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἔχοντες πεῖραν. ΚΥΡ. Οὕτω φημί· μικροψυχήσαντες δὲ καὶ ἕτεροι, τὴν αὐτὴν ἐποιοῦντο καταβοὴν, καὶ κατεψιθύριζον ἀδρανῶς τοῦ Θεοῦ καὶ Μωσέως, ἄρτον διάκενον ὀνομάζοντες τὸ μάννα τὸ ἐξ οὐρανοῦ. Ἀλλ᾽ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀτιμάζοντες, καὶ ἐν οὐδενὶ τιθέντες λόγῳ τῆς ἐλευθερίας τὴν χάριν, καὶ πρὸς τούτοις ἔτι τὸν ζωοποιὸν αὐτοῦ Λόγον, καὶ τὴν διὰ τοῦ Πνεύματος δωρεὰν ὡς ἄχρηστον διασύροντες, τοῖς τοῦ μιαιφόνου δράκοντος περιπεσοῦνται δήγμασιν.

Ἀλλ᾽ οἵ γε τοῖς οὕτως ἐκτόποις οὐκ ἐναλόντες πταίσμασι, συνδιαφεύξονται τῇ φαυλότητι καὶ τὴν ἐπηρτημένην αὐτῇ κόλασίν τε καὶ δίκην, καὶ ἀμείνους ἔσονται τῶν ἐχθρῶν· «Ἐπὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον ἐπιβήσονται, καὶ καταπατήσουσι λέοντα καὶ δράκοντα.» Ἄραρε δὴ οὖν, καὶ ἐξ αὐτῶν ἡμῖν μεμαρτύρηται τῶν πραγμάτων, σφαλερὸν ὅτι τὸ ῥᾳθυμεῖν, καὶ ἀναπίπτειν εἰς ἀτολμίας, τοὺς ἤδη γεγυμνασμένους, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ διὰ πόνων εὐδοκιμεῖν, ἐντριβὲς δέ πως ἤδη καὶ κατημαξευμένον τὸ ἱδροῦν ὑπὲρ ἀρετῆς. ΠΑΛΛ. Ἄραρέ γε καὶ ἔστιν ἀληθές. ΚΥΡ. Διεβεβαιοῦτο δὲ ἡμῖν ὁ λόγος, ὡς οὐ μόνον ἐστὶ θεομισές τε καὶ ὑπὸ δίκην τὸ γογγύζειν κατὰ Θεοῦ, καὶ ὥσπερ τινὰ κατάῤῥησιν ἢ καταβοὴν τῆς τοῦ σώζοντος ἡμερότητος ποιεῖσθαι τὴν ὀλιγοψυχίαν, κἂν εἰ βραχεῖς διὰ μέσου φαίνοιντο πόνοι, ἐπάρατον δὲ οὐδὲν ἧττόν ἐστι τὸ ἀνεῖσθαι φιλεῖν, καὶ παρὸν αὐτοῖς τοῖς θείοις χαρίσμασιν ἀδιαβλήτως ἐντρυφᾷν, καὶ τοῖς ἄνωθέν τε καὶ διὰ τοῦ Πνεύματος ἀποτρέφεσθαι λόγοις, ἐπὶ φθαρτὰς ἡδονὰς καὶ ἀκαθάρτους φιλοσαρκίας ἀχάλινον ποιεῖσθαι τὴν ἀποφοίτησιν.

Ὕβρις γὰρ ἐναργῶς εἰς τὰ ἀμείνω καὶ σώζοντα, τὸ ἀνθελέσθαι τὰ πονηρὰ, καὶ νοῦ ψῆφος ἀνοσιωτάτη τὸ τῶν οὐρανίων προτάξαι τὰ γεωδέστερα, καίτοι πλείστην ἐφ᾽ ἑαυτοῖς νοσοῦντα τὴν βδελυρίαν· καὶ ὀρθῶς ἐπὶ τούτοις μονονουχὶ καὶ δακρύει λέγων ὁ προφήτης Ἡσαΐας· «Οὐαὶ, οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ λέγοντες τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος.» Τοιούτοις κακοῖς ἐναλόντας πταίσμασι τοὺς ἐξ Ἰσραὴλ εὑρήσομεν. Μετὰ γάρ τοι τὴν ἐπὶ τῷ γογγύσαι δίκην, γείτονα καὶ παρεζευγμένην εὐθὺς τὴν ἐφ᾽ ἅπασι τοῖς αἰσχίστοις ἐνόσουν ἐπιθυμίαν. Περιπτύοντες γὰρ ὥσπερ τὰ παρὰ τοῦ Θεοῦ, καὶ τοῖς οὐρανόθεν ἀγαθοῖς ἀνοσίως ἐπιστυγνάζοντες, παρώτρυνον ἀναγκαίως ἐφ᾽ ἑαυτοῖς τὸν κριτήν. Γέγραπται γὰρ, ὅτι «Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς, ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπον· Τίς ἡμᾶς ψωμιεῖ κρέα; Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικύους, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόροδα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος. Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Καὶ ἤκουσε, φησὶ, Μωσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωσῆ ἦν πονηρόν.»

Ἢ οὐκ ἄξιον εἶναι φὴς ὀργῆς τε τῆς θείας, καὶ καταγνώσεως τῆς ὡς ἐξ ἀνδρῶν ἁγίων, τὸ πρὸς τοῦτο καθικέσθαι μαλακισμοῦ καὶ λογισμῶν ἀνανδρίας τοὺς ἤδη γεγυμνασμένους, ὡς νοσῆσαι μὲν ἀκρατῶς τὸ ὑπονοστεῖν ἐθέλειν εἰς ἐκτόπους οὕτως ἀκαθαρσίας, καὶ παραλελύσθαι τοσοῦτον εἰς ἀκρασίαν, ὡς μειρακιωδῶς ὀλοφύρεσθαι, τὴν δριμεῖαν ὥσπερ οὐ φέροντας τῆς ἐπιθυμίας προσβολήν; ΠΑΛΛ. Εὖ λέγεις. ΚΥΡ. Ἀλύοντος δὲ τοῦ πανσόφου Μωσέως, καὶ δυσθυμίαν ἔχοντος τὴν ἐπὶ τῷδε δεινὴν, καὶ ἀναφανδὸν κεκραγότος, ὡς οὐκ ἄν ποτε μόνος ἰσχύσῃ διενεγκεῖν τὸν οὕτως εὐκόλως εἰς παραφορὰν καὶ ἀπόστασιν ἰόντα λαὸν, συλλήπτορας μὲν καὶ ἐπαρωγοὺς τῆς ἐπὶ τῷδε φροντίδος ἄνδρας ἀνέδειξε Θεὸς, τὸν ἀριθμὸν ἑβδομήκοντα, οὓς καὶ τῇ τοῦ Πνεύματος δόσει διαφανεστέρους ἐτίθει· προεφήτευσαν γὰρ ἐν τῇ παρεμβολῇ. Πρὸς δέ γε Μωσέα φησί· «Καὶ τῷ λαῷ ἐρεῖς· Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἐναντίον Κυρίου, λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ· καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα.

Οὐχ ἡμέραν μίαν φάγεσθε κρέα, οὐδὲ δύο, οὐδὲ πέντε ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσι ἡμέρας, ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ, λέγοντες· Ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;» Ἐλύπει γὰρ τοῦτο λίαν τὸν Λυτρωτὴν, τὸ καὶ αὐτῆς δουλείας ἀλογῆσαι τὸν Ἰσραὴλ, καὶ ἡγεῖσθαι παρ᾽ οὐδὲν τοὺς ἐν Αἰγύπτῳ πόνους, κρεῶν καὶ λαχάνων ἕνεκα τῶν δυσωδεστάτων. Καὶ ἡμᾶς δὲ αὐτοὺς θερμαὶ καὶ δριμεῖαι πολλάκις ἀναπείθουσιν ἡδοναὶ, τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν ἡγεῖσθαι φορητὴν, καὶ φθαρτῶν ἕνεκα καὶ γεωδεστέρων ἐπιθυμιῶν, τοῖς τῆς ἁμαρτίας ἐγκαταδεσμεύεσθαι ζυγοῖς.

Ἀλλ᾽ ἐδίδου καὶ τότε τὸ σαρκοφαγεῖν, οὐκ εἰς μίαν, οὐδὲ εἰς δέκα τυχὸν, ἀλλ᾽ εἰς ἡμέρας τριάκοντα, δι᾽ οὗ σημαίνεται τῆς ἐπ᾽ αὐτοὺς ὀργῆς ἡ παράτασις. Ἐφίησι δὲ καὶ νῦν τοῖς ἀσχέτως ἀπονενευκόσιν εἰς κοσμικὰς ἡδονὰς, τὸ καὶ μετασχεῖν, εἰ ἕλοιντο, τῶν σαρκικῶν, καὶ εἰς χρόνους ἔσθ᾽ ὅτε μακρούς. Οὕτω γὰρ λέγεται παραδοῦναί τινας εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. Ἀλλ᾽ ἐκείνοις γέγονεν εἰς χολέραν ἡ βρῶσις, καὶ τοῖς ἀγαπῶσι τὰ σαρκικὰ καὶ προτιμῶσι τοῦ μάννα τοῦ νοητοῦ, ὅ ἐστι ῥῆμα Θεοῦ, τὰ φθαρτὰ καὶ ἐπίγεια, καταλήξει πρὸς θάνατον τὸ ἐγχείρημα· καὶ ἔστιν, οἶμαι, τουτὶ τὸ, «Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Ἀῤῥωστίας δὲ τῆς τοιᾶσδε τυχὸν ἡ λύσις· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

Στρατεύεται γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις.» Ὡς εἴπερ ἠβουλήθησαν οἱ ἐξ Ἰσραὴλ ἀποχρῶσαν ἡγεῖσθαι τρυφὴν τὴν τοῦ μάννα χορηγίαν, ὅ ἐστιν ἄρτος ἀγγέλων νοητὸς, καὶ τύπος γλυκύτητος τῆς διὰ τοῦ Πνεύματος, οὐκ ἂν ἐτέλεσαν ἐπιθυμίαν σαρκὸς, οὐδ᾽ ἂν ἐξ αὐτῆς ἐθέρισαν τὴν φθοράν.» Ἐπισημότατα δὲ τοῦ λαοῦ τὰ μνήματα· ἐκεῖ γὰρ, φησὶν, ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητὴν, κατὰ τὸ, «Ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί·» καὶ λαὸς ἐπιθυμητὴς ὁ ἐκεῖνα παθὼν ὠνόμασται, κατ᾽ ἐκεῖνο οἶμαί που τὸ περί τινων εἰρημένον· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν·» ἀπὸ γὰρ τῆς ἁμαρτίας, ἡ κλῆσις· καὶ ἀτελεύτητος ἐπεγράφετο τοῖς τεθνεῶσιν οἰκτρῶς ὁ ἐπὶ ταῖς ἀνανδρίαις ὀνειδισμὸς, καὶ ἐξ ὧν κατεγινώσκοντο τὸ ἐπίσημον. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν ὅτι μάλιστα παραιτητέον τοῖς γε ἀληθῶς φιλομαθεῖν ᾑρημένοις, τό γε ἀτληπαθὲς ἐν πόνοις, καὶ γογγυσμὸν ἀδρανῆ, καὶ ἀχάριστον εἰκαιομυθίαν, καὶ τό γε τῶν ἄλλων ἀνοσιώτερόν πως, τῶν ἐκ φαυλότητος καὶ φιλοσαρκίας ἐφίεσθαι μολυσμῶν.

Ἐπαμφοτερίζει γὰρ ὁ τοιοῦτος, καὶ τὴν τῆς διανοίας ἰγνὺν χωλεύουσαν ἔχει. Γέγραπται γὰρ, ὅτι «Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.» Χρῆναι δὲ οἶμαι τὸ τληπαθὲς καὶ τὸ καρτερὸν εἰς ὑπομονὴν παντὸς ἀξιοῦντας λόγου διαμεμνῆσθαι λέγοντος τοῦ Χριστοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» τουτέστιν, Εἰ δὴ βούλοιτό τις ἐμὸς εἶναι μαθητὴς, διὰ τῶν ἴσων ἐμοὶ παθημάτων ἡκέτω προθύμως, καὶ οἱονεὶ τὴν αὐτὴν ἴτω τε καὶ ἀγαπάτω τρίβον· συναναπαύσεται γὰρ οὗτος καὶ συνδιαιτήσεται. Τοῦτο δὲ ἡμῖν αὐτὸς ἐζήτει παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, λέγων· «Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ αὐτοὶ μετ᾽ ἐμοῦ ὦσι.» Καὶ ἑτέρως δὲ σύνεσμεν τῷ Χριστῷ, περιπατοῦντες μὲν ἐπὶ γῆς, οὐκέτι δὲ σαρκικῶς, ἀλλὰ πνευματικῶς πολιτευόμενοι, καὶ κατάλυμα καὶ ἀνάπαυσιν ποιεῖσθαι σπουδάζοντες, τὸ δοκοῦν αὐτῷ. Ἔχεις γεγραμμένον ἐν τοῖς Ἀριθμοῖς τὸν ἐπὶ τῷδε τύπον· «Καὶ τῇ ἡμέρᾳ,» φησὶν, «ἐν ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ· οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα.

Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ· διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ· καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ, καὶ οὐ μὴ ἐξάρωσι· καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι· καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ᾽ ἑσπέρας ἕως πρωῒ, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωῒ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτὸς, καὶ ἀναβῇ ἡ νεφέλη, ἀπαροῦσιν ἡμέρας, ἢ μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ᾽ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὐ μὴ ἀπαροῦσιν, ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωσῆ.» Ἐγηγερμένης κατὰ τὴν ἔρημον τῆς ἁγίας σκηνῆς, πεπληρωκέναι φησὶ τὴν νεφέλην αὐτήν· εἶτα συναπαίρειν καὶ συγκαταλύειν αὐτῇ προστέταχε τοὺς ἐξ Ἰσραὴλ, ἄνω τε καὶ κάτω μετὰ πολλῆς ἀκριβείας τὴν τῶν ἀπάρσεων ἐπιτήρησιν ποιεῖσθαι παρεγγυῶν, καὶ ἐπισφαλῆ τὴν παράβασιν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἀπό γε τούτου δεικνύς. Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς.

Θεωρῶμεν δὲ ἤδη πνευματικῶς. Ἅμα τε γὰρ ἐγήγερται καὶ ἀνέτειλεν ἐπὶ τῆς γῆς ἡ ἀληθεστάτη σκηνὴ, τουτέστιν ἡ Ἐκκλησία, πεπλήρωται τῆς δόξης τοῦ Χριστοῦ· τὸ γὰρ καλύπτεσθαι τῇ νεφέλῃ τὴν ἀρχαίαν σκηνὴν, οὐχ ἕτερον, οἶμαί που, παρὰ τοῦτο δηλοῖ. Πεπλήρωκε τοίνυν τῆς ἑαυτοῦ δόξης τὴν Ἐκκλησίαν ὁ Χριστὸς, καὶ τοῖς μὲν ἐν ἀμαθίᾳ καὶ πλάνῃ, καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διατρίβουσι, πυρὸς ἀναλάμπει δίκην, τὸν νοητὸν δηλονότι φωτισμὸν ἐνιεὶς, τοῖς γε μὴν ἤδη πεφωτισμένοις, καὶ ἡμέραν ἔχουσιν ἐν καρδίᾳ τὴν νοητὴν, τὴν παρ᾽ ἑαυτοῦ σκιάν τε καὶ σκέπην δωρούμενος, καὶ δρόσοις αὐτοὺς καταπιαίνων πνευματικαῖς, τουτέστι, ταῖς ἄνωθέν τε καὶ διὰ τοῦ Πνεύματος παρακλήσεσι.

Τοῦτο γάρ ἐστι τὸ ὡς ἐν εἴδει μὲν πυρὸς ὁρᾶσθαι τὴν νύκτα, ἐν δὲ εἴδει νεφέλης, τὴν ἡμέραν. Ἔδει γὰρ, ἔδει τοῖς μὲν ἔτι νηπίοις φωτισμοῦ καὶ ἐλλάμψεως, τῆς ἀποφερούσης εἰς θεογνωσίαν· τοῖς δὲ τούτων ἀνωτέρω καὶ λελαμπρυσμένοις διὰ τῆς πίστεως, σκέπης καὶ ἐπικουρίας, ὡς ἂν δύναιντο γενναίως διενεγκεῖν τοῦ παρόντος βίου τὸν καύσωνα καὶ τῆς ἡμέρας τὸ βάρος· «Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Ἀπαιρούσης δὲ τῆς νεφέλης, συναπαίρει καὶ ἡ σκηνὴ, καὶ καταλυούσης συγκαθίσταται, καὶ σὺν αὐτῇ τοῦτο ἔδρων οἱ ἐξ Ἰσραήλ· ἕπεται γὰρ ἡ Ἐκκλησία πανταχῆ τῷ Χριστῷ, καὶ ἡ τῶν πιστευόντων ἁγία πληθὺς τοῦ καλοῦντος εἰς σωτηρίαν οὐκ ἀπονοσφίζεται. ΠΑΛΛ. Καὶ τίς ἂν νοοῖτο τυχὸν ἥ τε ἄπαρσις ἡμῶν καὶ ἡ κατάλυσις, προβιβάζοντός τε καὶ ἡγουμένου Χριστοῦ; ΚΥΡ. Ἀδιαφορήσει μέν πως ἔν γε δὴ τούτοις ἡμῖν ὁ λόγος, τύπον ὥσπερ τινὰ καταδεικνύντος ἡμῖν τοῦ θέλειν εἶναι μετὰ Θεοῦ τοῦ τε συναπαίρειν καὶ συγκαθίστασθαι τῇ νεφέλῃ· πλὴν εἰς ἐννοίας ὡς ἔνι λεπτὰς τὸν νοῦν ἐνιέντες, πάλιν ἐκεῖνο ἐροῦμεν, ὅτι πρώτη μὲν ἄπαρσις ἡ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐκ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει τε καὶ ἀληθῶς Θεὸς, ἐπὶ τὸ εἰδέναι σαφῶς τὸν τῶν ὅλων Δεσπότην καὶ Ποιητήν.

Ἄπαρσις δὲ ὥσπερ μετ᾽ ἐκείνην δευτέρα καὶ ἐπωφελὴς, ἡ ἐκ φαυλότητός τε καὶ ἀσελγείας, ἐπὶ τὸ θέλειν ἤδη πως τὰ ἀμείνω δρᾷν τε καὶ φρονεῖν. Τρίτη δὲ ταύτης προφερεστέρα καὶ ἐν εὐκλείᾳ μείζονι, ἡ ἐκ τοῦ ἐνδεοῦς ἐπὶ τὸ ἀρτίως ἔχον, πρακτικῶς τε ἅμα καὶ δογματικῶς. Ἢ οὐχὶ κατὰ βραχὺ πρὸς αὔξησιν ἴμεν τὴν ἐν Χριστῷ νοουμένην, προκόπτοντες μὲν εἰς ἄνδρα τέλειον, ἀναθρώσκοντες δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος αὐτοῦ; Τοῦτο τάχα πού ἐστι τὸ διὰ φωνῆς τοῦ θεσπεσίου Παύλου ὑμνούμενον ἡμῖν· «Τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» Ἀπαίροντες δὲ νοητῶς ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν, ἐξ ἀμαθίας εἰς σύνεσιν, ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀεὶ προκόπτοντες ἐν ἀρεταῖς, ἆρ᾽ οὐχὶ τόπον ἐκ τόπου μεθορμιζόμεθα, καὶ ἐκ διαθέσεως ἤγουν ἕξεως τῆς τοιᾶσδε τυχὸν, εἰς τὴν τοιάνδε αὖ μεθιστάμενοι προσεοίκαμεν ἤδη πως τοῖς εἰωθόσιν ὁδοιπορεῖν; ΠΑΛΛ. Συνίημι ὃ φής. ΚΥΡ. Ἀλλ᾽ οὔτε τὴν ἐκ φαυλότητος ἄπαρσιν, οὔτε μὴν τὸ ἐφικνεῖσθαι τυχὸν καὶ ἐγκαταυλίσθαι τρόπον τινὰ τοῖς ἀμείνοσι, κατορθῶσαί τις ἂν δυνηθῇ, μὴ οὐχὶ συνόντος τε καὶ ἡγουμένου Χριστοῦ. Τοιγάρτοι καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.»

Οὐκοῦν τὸ συνεῖναί τε τῷ Θεῷ, καὶ σὺν αὐτῷ πάντα δρᾷν, ὑποφήνειεν ἂν αἰνιγματωδῶς τότε συναπαίρειν ἀπαιρούσῃ τῇ νεφέλῃ, καὶ ἠρεμούσῃ συνηρεμεῖν. Πλὴν, διὰ προστάγματος Κυρίου, φησὶν, ἀπαροῦσι· καὶ τοῦτο, οἶμαι, δηλοῖ τὸ καὶ λόγου δεῖσθαι τοῦ παροτρύνοντος εἰς ἀλκὴν, καὶ εἰς τὴν τοῖς ἁγίοις πρέπουσαν εὐκοσμίαν τοὺς ἕπεσθαι δεῖν οἰομένους ἐν Χριστῷ· «Πάντα γὰρ, φησὶν, εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.» Τύπος δὲ ἄρα καὶ τοῦδε δὴ πάλιν, τὸ ἐφεξῆς γεγραμμένον. Ἔφη γὰρ ὧδε Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατὰς, ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς. Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, ἐλεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ. Καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς· καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα. Καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν. Καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βοῤῥᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν, καὶ ὅταν συναγάγητε τὴν συναγωγὴν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ.

Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» ΠΑΛΛ. Τί δὴ οὖν ἄρα φαμὲν τὴν τῶν σαλπίγγων εἶναι δυάδα, καὶ τὰς τῶν σημασιῶν διαφορὰς, ἐλατὰς δὲ ἀνθ᾽ ὅτου, καὶ ἐξ ἀργύρου δεῖν ποιεῖσθαι προστέταχε; ΚΥΡ. Δύο μὲν οὖν αἱ σάλπιγγες· διπλοῦν γὰρ ἐν ἐκκλησίαις τὸ τῆς παρακλήσεως κήρυγμα· ἓν μὲν γὰρ εἰς ὀρθότητα τὴν δογματικὴν ἀποφέρει τοὺς πεπιστευκότας, καὶ τὸν τῶν διεστραμμένων κατακιβδηλεύει λόγον· ὁποῖός τις ἦν ὁ τῶν κωλυόντων γαμεῖν, καὶ ἀσυμφύλως δεδιδαχότων ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς. Καταλογισαίμην δ᾽ ἂν ἐν τούτοις καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ τὸ τῷ θείῳ νόμῳ τετιμημένον καὶ δοκοῦν μεθέντες ὡς ἕωλον, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, ταῖς παρὰ σφῶν διδασκαλίαις καὶ ἀνθρωπίνοις ἐντάλμασι προσανακεκλίσθαι δεῖν τοὺς παιδευομένους ἐκέλευον. Καὶ ἕτεροι δέ τινες περιτέμνεσθαι τοὺς ἐν πίστει δεδικαιωμένους ἀσυνετοῦντες ἐδίδασκον, ἵνα ἐν τῇ ἀλλοτρίᾳ σαρκὶ καυχήσονται κατὰ τὸ γεγραμμένον. Ἀλλ᾽ ἐλέγετο περὶ αὐτῶν· «Ἔξω τοὺς κύνας, ἔξω τοὺς κακοὺς ἐργάτας.» Ἕτερον δὲ πρὸς ἠθικὴν ἐπανόρθωσιν ξεναγεῖ, καὶ τῆς ἐν Χριστῷ πολιτείας καταλευκαίνει τὴν ὁδόν.

Ἀργυραῖ δὲ αἱ σάλπιγγες· τὴν ἐπ᾽ ἀμφοῖν τοῖν λόγοιν λαμπρότητα, καὶ τὸ ἄγαν εἰλικρινές· ὡς ἐν ἰδίᾳ φύσει τῆς ὕλης ὑμῖν ὑποφαινούσης ἀστείως. Ἐν δέ γε ταῖς σάλπιγξιν, ἀνακαλείσθω, φησὶν, ἐπὶ τὴν σκηνὴν ὁ λαός. Κηρύγμασι γὰρ τοὺς ἐν σκηναῖς ὥσπερ ἰδίαις συναγείρομεν εἰς ἐκκλησίας· συνδεδραμηκότας δὲ, καὶ ἀπαίρειν ἀναπείθομεν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὰ πρέποντα τοῖς ἡγιασμένοις, καὶ οἱονεὶ μεθορμίζεσθαι πρὸς τὸ ἀγαθὸν ἐκ φαυλότητος εὖ μάλα μεταπαιδεύομεν.

Ἣ οὐχὶ λόγος εἰς ὀρθότητα τὴν δογματικὴν καὶ εἰς ἠθῶν ἐπανόρθωσιν ἀποφέρει τὸν ἐπιεικῆ καὶ ζωῆς τῆς ἐν Χριστῷ γνήσιον ἐραστήν; ΠΑΛΛ. Οὕτω φημί. ΚΥΡ. Οὐκοῦν δύο μὲν αἱ σάλπιγγες, αἱ συλλέγουσαι τὸν λαὸν ἐπὶ τὴν σκηνήν. Ἐὰν δὲ μιᾷ σαλπίσωσι, φησὶ, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ υἱῶν Ἰσραήλ. Δεῖν μὲν γὰρ ὑπολαμβάνω παρακλήσεώς τε καὶ προτροπῆς, καὶ τοῖς τὴν ἕξιν τελειοτέροις, πλὴν οὐ τοσαύτης ὅσησπερ ἂν δέοιτο καὶ ἡ τῶν ἑτέρων πληθύς· διὰ τοῦτο τοὺς μὲν ἄλλους ἅπαντας δύο μόλις ἀνακαλοῦσι σάλπιγγες, μία δὲ τοὺς ἐξειλεγμένους· ἀρκεῖ γὰρ ὀλίγον τῷ σοφῷ, καὶ ἀφορμὴν εἰ λάβοι, προσθήσει τὸ λεῖπον, κατὰ τὸ· «Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.» Εἶτα προστέταχε τέσσαρας ποιεῖσθαι σημασιῶν διαφορὰς, ὥστε δι᾽ αὐτῶν ἀναζευγνύναι τε καὶ ἀπαίρειν τούς τε πρὸς ἠῶ καὶ λίβα, βοῤῥᾶ καὶ νότον· οἶμαι οὖν τὰς τέσσαρας ἡμῖν τῶν Εὐαγγελίων συγγραφὰς διὰ τούτου σημαίνεσθαι, δι᾽ ὧν ὁ σύμπας παιδαγωγεῖται κόσμος πρὸς δογματικήν τε ἅμα καὶ ἠθικὴν ἐπιστήμην. Εἰ δὲ δή τι χρὴ καὶ ἕτερον ἐπινοοῦντας λέγειν, κατοκνήσομεν οὐδαμῶς, ὕπνου καὶ ἱδρῶτος κρείττονα τὴν τοῦ χρησίμου ποιούμενοι θήραν.

Λόγου τοιγαροῦν τοῦ παρ᾽ ἡμῖν τέσσαρας εὑρήσομεν τὰς διαφορὰς, δι᾽ ὧν ἡ σύμπασα γῆ τὸν ἄριστόν τε καὶ εὐδόκιμον ἀληθῶς κατορθώσει βίον· μία μὲν οὖν ἐστι καὶ πρώτη, δι᾽ ἧς πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰς ἀνάληψιν θείου φωτὸς καλεῖν εἰθίσμεθα τοὺς τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρευκότας, καὶ λέγοντας ἀμαθῶς τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τοῖς γε μὴν ἤδη πεπιστευκόσιν, αἱ τρεῖς ἕτεραι τοῦ λόγου διαφοραὶ πρέποιεν ἂν εἰκότως· ἐπεί τοι καὶ τρεῖς εἶναι βίου καὶ πολιτείας διαφορὰς ἐδίδασκεν ὁ Σωτήρ· ἔφη γὰρ ὅτι, τὰ καταβληθέντα τῶν σπερμάτων ἐπὶ τὴν καλὴν γῆν ἐποίησε καρπὸν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Οὐκοῦν ἐστί τις ἑκάστῳ τῶν τοιούτων, ὁ αὐτῷ μάλιστα πρέπων λόγος· οὐ γάρ πω δρῶντες ὀρθῶς, τοὺς Θεῷ καὶ κόσμῳ μεμερισμένους, διὰ τὸ κατὰ νόμον ὑπεζεῦχθαι γάμοις, καὶ τοὺς τὸν πανάριστόν τε καὶ ἀσκητικὸν ἐπανελομένους βίον, ἤγουν τὸν ἱερωσύνῃ πρέποντα, τοῖς ἴσοις ἀφυλάκτοις ὠφελήσομεν λόγοις, ἀλλ᾽ ἐκείνοις μὲν ἐροῦμεν· «Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα·» καὶ ὅσα τοῖς γεγαμηκόσιν ἁρμόζει φρονεῖν τε καὶ δρᾷν. Τοῖς γε μὴν ἀσκητικοῖς καὶ καρτερεῖν ἐγνωκόσι· «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.»

Καὶ τὸ, «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Τοῖς δὲ κεκλημένοις εἰς ἱερωσύνην· «Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ,» καὶ ὅσα Τιμοθέῳ παρεγγυᾷ γράφων ὁ σοφώτατος Παῦλος. Ἆρά μοι τοῦ πρέποντος ἐξέρπει τὰ διηγήματα, καὶ ἀποφέρεταί ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς; ΠΑΛΛ. Ἥκιστά γε. ΚΥΡ. Ἐπιτήρει δὲ ὅτι μόνοις ἀπονέμει τοῖς ἱερᾶσθαι λαχοῦσι, τὸ κεχρῆσθαι ταῖς σάλπιγξιν· ἀνατιθεὶς, οἶμαί που, τοῖς τῶν λαῶν παιδευταῖς καὶ ἡγιασμένοις εἰς ἱερωσύνην, τὸν μυσταγωγοῦντα, καὶ μὴν καὶ εἰς ἔφεσιν ἀρετῆς ἐπαλείφοντα λόγον. Διὰ τοῦτο γὰρ, οἶμαι, πρὸς μὲν Μωσέα φησί· «Ποίησον σεαυτῷ δύο σάλπιγγας.» Νόμῳ δὲ ὥσπερ κατασφραγίζων τὸ χρῆμα· «Καὶ οἱ υἱοὶ Ἀαρὼν,» φησὶν, «οἱ ἱερεῖς, σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» ΠΑΛΛ. Οὐκοῦν τῶν σημασιῶν τοὺς τρόπους, εἰς τὸν ἑκάστῳ τῶν εἰωθότων εὐδοκιμεῖν ἐοικότα λόγον, παραδεξόμεθα. Συναπαροῦμεν δὲ οὕτω καὶ συγκαταλύσομεν τῇ νεφέλῃ, τουτέστι, συμβαδιούμεθα νοητῶς, καὶ συναναπαυσόμεθα τῷ Χριστῷ. ΚΥΡ. Εὖ λέγεις. Τουτὶ γὰρ ἡμᾶς ἀναπείσει φρονεῖν, καὶ προφήτου λόγος ἔχων ὡδί· «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεὸς ἐπιζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ τὸ ποιεῖν κρῖμα, καὶ ἀγαπᾷν ἔλεος, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου;» ΠΑΛΛ.

Ἀλλ᾽ ὅτι μὲν χρῆμα καλὸν, καὶ τοῦ παντὸς ἄξιον, καὶ τὴν ἐπ᾽ ἀνδρείᾳ δόξαν καταπλουτοῦν, τὸ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου, πῶς οὐκ ἂν γένοιτο σαφές; Τί δ᾽ ἂν εἴη πάλιν τὸ, ἕτοιμον εἶναι, φράσαις ἂν ἐθέλοντί μοι. ΚΥΡ. Πῶς γὰρ οὔ; τοῦ γὰρ φρονεῖν τε καὶ δρᾷν ἐπείγεσθαι τὰ Θεοῦ, παρὰ πόδας ἡμῖν κειμένου, καὶ ἀπείργοντος οὐδενὸς, οὔτε μὴν ἀνθέλκοντος εἰς ἀδόκιμον νοῦν, τοῦτο, οἶμαι, ἔστι τὸ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Θεοῦ. ΠΑΛΛ. Τίνας δὲ ὅλως εἶναί φαμεν τοὺς ἀκολουθεῖν τῷ Θεῷ ἐθέλοντας, μὴ μὴν ἔτι καὶ ἐξ ὅλης τοῦτο δρᾷν ἑλομένους ψυχῆς, ὀκλάζοντας δὲ πρὸς τὸ ἄναλκι καὶ παραιτουμένους τὸ καρτερόν; ΚΥΡ. Τοὺς, οἵ γε βραδεῖς τέ εἰσι, καὶ μόλις ἱέντας μὲν ἐπὶ τὸ φρονεῖν ἐθέλειν τὰ ἐφ᾽ οἷς ἂν ἥδοιτο Θεὸς, οὐ μὴν ἔτι καὶ ἀντεχομένους ὁλοκλήρῳ διανοίᾳ πολιτείας ἁγιοπρεποῦς, οἳ μοῖραν μὲν ὥσπερ ὀλίγην τῆς ἐνούσης αὐτοῖς σπουδῆς τε καὶ προθυμίας ἀπονέμουσι τῇ εἰς Θεὸν ἀγάπῃ, τὸ δέ γε λοιπὸν ἅπαν ἀσωτότατά τε καὶ προαλῶς δαπανᾷν ἐγνώκασι τοῖς ἐν τῷδε βίῳ περισπασμοῖς, καὶ ἀνονήτοις ἱδρῶσι καὶ πικροῖς φροντίσμασιν, ὧν εἰς τύπον ἂν εἶεν οἱ ἐκ Ῥουβείμ τε καὶ Γάδ· γέγραπται γὰρ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ κτηνῶν πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβεὶμ καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος πολὺ σφόδρα. Καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαὰδ, καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι.

Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβεὶμ καὶ οἱ υἱοὶ Γὰδ, εἶπον πρὸς Μωσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς τοὺς ἄρχοντας τῆς Συναγωγῆς λέγοντες· Ἀταρὼθ, καὶ Δαιβὼν καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιὰν τὴν γῆν, ἢν παρέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει. Καὶ ἔλεγον· Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην. Καὶ εἶπε Μωσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβείμ· Οἱ ἀδελφοὶ ὑμῶν πορεύσονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθίσεσθε αὐτοῦ; Καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς δίδωσιν αὐτοῖς;» Εἶτα πρὸς τούτοις κατονειδίσας αὐτοῖς τῶν πατέρων τὴν ἀπείθειαν, καὶ τὰ ἐκείνοις ἐντεῦθεν συμβεβηκότα· «Τετελευτήκασι γὰρ ἐν τῇ ἐρήμῳ,» φησὶν, οὐδ᾽, ὅσον εἰπεῖν, τεθεαμένοι μόνον τῆς ἐπαγγελίας τὴν γῆν. Ἐπιφέρει πάλιν· «Καὶ ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραὴλ, ὅτι ἀποστραφήσεσθε ἀπ᾽ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.

Καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον· Ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν, καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν· καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραὴλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν ταῖς πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν· οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. Καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς.» Συνίης ὅτι κτηνοτροφίας ἕνεκα καὶ κτήσεων, καὶ τῆς εἰς γυναῖκάς τε καὶ παῖδας ἀγάπης, οὐδ᾽ ἂν ὅλως παρῆλθον οἱ τοιοίδε τὸν Ἰορδάνην, ἀλλ᾽ οὐδ᾽ ἂν ὅσον ὅλως ἀποθήγειν ἠνέσχοντο πολέμου καὶ μάχης, οὐδ᾽ ἂν εὐκλείας τοῖς ἄλλοις συμμετασχεῖν ἠθέλησαν, καὶ τῶν ἐπ᾽ ἐλπίσιν ἀγαθῶν· ἄριστον δὲ καὶ πολύευκτον ἐδόκει τὸ μένειν αὐτοὺς, μηδ᾽, ὅσον εἰπεῖν, τοῖς Ἰορδάνου νάμασιν ἐνθέντας τὸν πόδα· κατονειδίζοντος δὲ τοῦ Μωσέως καὶ ὀῤῥωδεῖν ἀναπείθοντος, ὑποβλέπεσθαί τε τὴν θείαν ὀργὴν, ὑπισχνοῦνται μόλις συμπαρελεύσεσθαι μὲν τοῖς ἄλλοις τὸν Ἰορδάνην, καὶ συμμετασχεῖν ἱδρώτων αὐτοῖς τῶν ἐν πολέμῳ καὶ μάχαις· οὐ μὴν ὅτι καὶ συμμεριοῦνταί φασι, διὰ τὸ ἀπέχειν ἢ ἀποσχεῖν τὸν κλῆρον, ἐν τῷ πέραν τοῦ Ἰορδάνου.

Τοιοῦτοί τινες τὸν τρόπον εἰσὶν, οἱ ταῖς τοῦ παρόντος βίου μερίμναις κατεσφιγμένοι. Καὶ ὅλην μὲν ὥσπερ ἀπονέμοντες τὴν καρδίαν τῷ φρονεῖν ἑλέσθαι τὰ ἐπὶ τῆς γῆς, ὀλίγα δὲ μόλις τῶν ἀναγκαίων φροντίζοντες, καὶ οὐκ ἐν σπουδῇ ποιούμενοι τὰ Θεοῦ. «Πολλοὶ γὰρ,» φησὶ, «κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Οἱ τοίνυν τελοῦντες μὲν ἐν τοῖς κεκλημένοις διά γε τὴν πίστιν, οὐ μὴν ἔτι τοῖς ἐξειλεγμένοις ἐναρίθμιοι, διὰ τὸ ἀνεῖσθαι πρὸς τὸ ἡδὺ, βραδεῖς ἔσθ᾽ ὅτε καὶ ὀκνηροὶ λίαν εἰσὶ, καὶ περὶ αὐτὴν τάχα που τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· καταπεφρίκασι δὲ τὸ ὑπὲρ εὐκλείας Θεοῦ καὶ ὠφελείας τῆς σφῶν αὐτῶν, τοὺς ἁγίοις πρέποντας ἀνατλῆναι πόνους, καὶ συνδιώκεσθαι τοῖς γνησίοις, εἰ καὶ πρὸς τοῦτο ἄγοι καιρός· κατονειδίζοντος δὲ αὐτοὺς νόμου τοῦ θείου, καὶ καταπτοούσης ἔσθ᾽ ὅτε τῆς θείας ὀργῆς, ἴενται μὲν ὀκνηρῶς ἐπὶ τὸ σωτήριον βάπτισμα, καὶ συμμετέχουσι πόνων τοῖς ἐξειλεγμένοις, ἢ μετριώτερον συννηστεύοντες, ἢ καὶ συζηλοῦντες ἔσθ᾽ ὅτε τῶν πολεμουμένων Ἐκκλησιῶν, οὐ μὴν ἔτι καὶ καταφρονεῖν τῶν ἐν κόσμῳ πειθόμενοι, ἀλλ᾽ ὥσπερ ἴδιον καὶ ἐκνεμηθέντα αὐτοῖς ὑπονοστοῦντες κλῆρον, τὰς ἐπὶ τοῖς ἐπιγείοις ἡδονάς τε καὶ τέρψεις. Διὰ τοῦτο ἔφασκεν ὁ Χριστὸς τοῖς τῆς ὀρθότητος ἐρασταῖς, καὶ εὐσεβεῖν ὅτι μάλιστα διεσπουδακόσι· «Προσέχετε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι φροντίσι καὶ μερίμναις βιωτικαῖς.»

Ἢ οὐκ ἐπιζήμιον εἶναι φὴς τὸ χρῆμα, ὦ τᾶν; ΠΑΛΛ. Φημὶ, πῶς γὰρ οὔ; ΚΥΡ. Λεπτὸν δὲ τοῖς γεγραμμένοις τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνιεὶς, καταθαυμάσαις εὖ μάλα τῆς εἰκόνος τὸ κάλλος. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Οἱ κτηνοτροφίας ἕνεκα παίδων τε καὶ γυναικῶν, ἐπαύλεών τε καὶ οἰκοδομημάτων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι, Ῥουβείμ ἐστι καὶ Γάδ. ΠΑΛΛ. Καὶ τί δὴ τοῦτό ἐστιν; ΚΥΡ. Ὁ μὲν γὰρ ἦν πρωτότοκος ἐξ Ἰακὼβ, ὁ δὲ θεραπαίνης ἐξέφυ τῆς Ζελφᾶς. ΠΑΛΛ. Ἀληθές. ΚΥΡ. Οὐκοῦν πρωτότοκοι μὲν διὰ τὴν πίστιν, οἱ κεκλημένοι, καὶ κλῆρον λαχόντες παρὰ Θεῷ τὸν ἐξαίρετον, ὅσον ἧκεν εἰς τὴν χάριν, οὐ φιλελεύθεροι δὲ, διά γε τὴν εἰς τὰ αἰσχίω ῥοπήν· ἐκκλησίαν δὲ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, τοὺς ἐν πίστει δεδικαιωμένους, διακεκλῆσθαί φαμεν. Ἀλλ᾽ οὐ φιλελεύθερος ὁ πρωτότοκος, κοινωνὸς δὲ μᾶλλον καὶ συνεραστὴς τοῖς τὸ τῆς δουλείας αἶσχος οὐ πεφευγόσιν. ΠΑΛΛ. Ἄριστα ἔφης. ΚΥΡ. Ἀλλ᾽ ἤδη μου πρὸς ἀκτὴν ἰόντος τοῦ λόγου, καὶ οἱονεί που τῶν πεισμάτων ποιουμένου τὰς ἐκβολὰς, ἔπεισιν εἰπεῖν καὶ προσαναμνῆσαι πάλιν, ὅτι χρὴ πρὸς πᾶν ὁτιοῦν ἀνδρίζεσθαι τῶν τελούντων εἰς ὄνησιν, καὶ γύμνασμα εἰς ἀρετὴν ἡγεῖσθαι τοὺς πόνους, διακεῖσθαι δὲ οὐχ ἑτέρως ἢ ὅτι Θεὸς ὁ σώζων ἐστὶ, καὶ τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων δωρούμενος, κἂν εἰ πολὺ μείζοσιν ἢ ταῖς ἐν ἡμῖν ἀντιφέροιντο ἀλκαῖς.

Ὅτι γὰρ οὐκ ἀνόνητον ἱδρῶτα καταστάζομεν, τοὺς ὑπὲρ ἀρετῆς ἀνατλάντες πόνους, διδάξει λέγων ἐν τῷ Δευτερονομίῳ Μωσῆς· «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν, ἢν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ.» Νοσεῖν δὲ τὴν ἄνανδρον οὐκ ἐᾷ δειλίαν, ἀνασκοπουμένους εὖ μάλα τὴν τοῦ προασπίζοντος χεῖρα. Γράφει δὲ οὕτω πάλιν· «Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι Πολὺ τὸ ἔθνος τοῦτο, ἢ ἐγὼ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς; οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῷ Φαραὼ, καὶ πᾶσι τοῖς Αἰγυπτίοις τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· τὰ σημεῖα, καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν· ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.»