Ἐπειδὴ δὲ ἅπαξ Ἰουδαῖοι λέγοντος ἤκουον, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, πρὸς ἐννοίας ἰόντες οὐκ ἀσφαλεῖς, ὅρκιον ἐποιοῦντο τὸν οὐρανὸν, θεῖον αὐτὸν ὀνομάζοντες θρόνον, ὁμοίως δὲ καὶ τὴν γῆν, ὡς ὑπὸ πόδας Θεοῦ κειμένην· καὶ μὴν καὶ τὴν Ἱερουσαλὴμ, πόλις γὰρ, ἔφασκον, ἐστὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καί τοι τῶν ἀρχαιοτέρων ἁγίων τὸ, Ζῇ Κύριος, ἐν ὅρκου χρείᾳ πεποιημένων. Ἀλλὰ τὴν τῶν Ἰουδαίων ἠλιθιωτάτην ἔννοιαν κατεκιβδήλευσεν ὁ Σωτὴρ, μὴ δεῖν ἀπόμνυσθαι λέγων, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ, μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις τοῦ μεγάλου βασιλέως ἐστίν· ἃ γὰρ ἐκεῖνοι ληροῦντες ἔφασκον, ταῦτα χρησίμως ὁ Σωτὴρ ἐφθέγξατο, πανταχῆ κατάπλαστον, καὶ οὐκ οἶδ᾽ ὅθεν ἐξευρημένον ἐλέγχων αὐτῶν τὸ ἔν γε τούτοις εὐλαβές. Οἰχέσθω δὴ οὖν καὶ ἡ ἐπὶ τῷδε πλάνησις. Δεδιδάγμεθα γὰρ ἐν ταῖς ὅρκου χρείαις, μηδενὸς μὲν ἑτέρου διαμεμνῆσθαι πώποτε, ποιεῖσθαι δὲ μᾶλλον εἰς πίστιν ἀσφαλῆ καὶ ἀξιόχρεων, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὔ, οὔ. Ἔφη δὲ καὶ ὁ νόμος· «Εἰ ἀπόλοιτο παρακαταθήκη πρός τινος, ἐξαιτοίη δὲ ὁ δοὺς τὴν ἐπὶ τῷδε πίστιν, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων.»