Καὶ τίνα δὴ τρόπον, φέρε δὴ λέγωμεν. Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωσῆς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὴν γερουσίαν Ἰσραὴλ, καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου. Καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων· Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, καὶ μόσχον, καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν. Καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ, καὶ ἔστησαν ἔναντι Κυρίου, καὶ εἶπε Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου. Καὶ εἶπε Μωσῆς τῷ Ἀαρών· Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ, καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος.» Λεπτὸν, ὦ Παλλάδιε, τοῖς ἱεροῖς Γράμμασι τὸν νοῦν ἐνιεὶς περιαθρήσεις εὖ μάλα κἀν τῷδε διαφανὲς τὸ Χριστοῦ μυστήριον. ΠΑΛΛ. Τίνα τρόπον; ΚΥΡ. Ἐν ἡμέρᾳ γὰρ ὀγδόῃ καταλήγει μὲν ὥσπερ τοῦ ἱερᾶσθαι Μωσῆς.