Καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Συνίης ὅπως οὐκ ἐκ γῆς τε καὶ οἴκου μόνον, ἀλλὰ καὶ ἐκ τῆς συγγενείας, καὶ μὴν καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἀπαίρειν ἐκέλευσεν, ἥκειν τε εἰς γῆν, ἥνπερ αὐτὸς ἐκδείξειεν ὁ καλῶν; ΠΑΛΛ. Ἀλλὰ τί δὴ τοῦτό ἐστιν; ΚΥΡ. Εἶτά πως οὐκ ἐναργὲς, ὅτι Θεοῦ καλοῦντος εἰς ἀκολούθησιν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, καὶ τῆς ἐν κόσμῳ ζωῆς, φημὶ δὲ δὴ πάλιν τῆς ἐν ἡδοναῖς καὶ φιλοσαρκίαις, οὓς ἂν ἕλοιτο τιμᾷν, ἐξέρπειν ἐθέλοντος, ἀπόπληκτον κομιδῇ, τὸ ἡγεῖσθαί τι τοῦ τοιοῦδε ἄμεινον; Καταλογιζέσθω γὰρ ὡς οὐδὲν πατρίς τε καὶ γένος, καὶ οἶκος πατρὸς, καὶ τῶν ἐπιγείων ἡ κτῆσις. Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ πρὸς τὴν ἴσην ἡμᾶς ἀνδρείαν ἐκάλει, λέγων· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Προσετίθει δέ· «Καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἢ οἰκίας ἕνεκα τοῦ ὀνόματός μου, πολλαπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.»