Πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόρινος, ἢ ὠτότμητος, ἢ ἄνθρωπος ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος, ἢ πτιλὸς τοὺς ὀφθαλμοὺς, ἢ ἄνθρωπος ᾧ ἐὰν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λιχὴν, ἢ μονόρχης· πᾶς ὅστις ἐστὶν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, οὐ προσελεύσεται προσενεγκεῖν· τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ, τὰ Ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» ΠΑΛΛ. Ἆρ᾽ οὖν, εἰπέ μοι, πρὸς ἐγκλήματός ἐστί τισιν ἀῤῥωστία σωματική; Γράφεται δὲ τὴν φύσιν ὁ Δημιουργὸς, καὶ ἀνεθελήτως παρεφθαρμένην; ΚΥΡ. Εὖγε, ὦ Παλλάδιε· φρονεῖς γὰρ ὀρθῶς. Αἰτία μὲν γὰρ καὶ γραφὴ γένοιτ᾽ ἂν ἔσθ᾽ ὅτε τισὶν, ἐθελούσιον ἔχουσι τῆς σφῶν αὐτῶν διανοίας τὴν εἰς τὰ φαῦλα παρατροπὴν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπόνευσιν ἐκτετιμηκόσιν· ἀῤῥωστήμασι δὲ τοῖς περὶ τὴν σάρκα, φυσικῶς τε καὶ ἀνεθελήτως συμβαίνουσι, τὸ ἐπιτιμᾷν, οἶμαί που σκληρὸν καὶ ἀσυμπαθὲς, καὶ τῶν εἰς σκαιότητα κατηγορημάτων οὐκ ἀμοιροῦν.