Ἀλλ᾽ ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ᾽ ὑμῶν, ἢ γοῦν ἐρομένῳ φράζετε· πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ Θεοῦ καὶ Πατρός; Καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱόν, τὸν καθ᾽ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρόν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. Εἰ γάρ ἐστι τὸ μηδέν, καὶ ἀνύπαρκτος καθ᾽ ὑμᾶς, πῶς ἔν γε τουτοισὶ γένοιτ᾽ ἄν; Πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας, καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν. Β— Μὴ γένοιτο. Α— Τί δέ; Οὐκ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν ὁ θεῖος ἡμῖν κατεσήμηνε λόγος, εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρά φησι τοῦ Γεγεννηκότος; Β— Καὶ μάλα. Α— Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἰ μὴ ἐνυπόστατος ἡ εἰκών, μήτε μὴν ἐν ὑπάρξει νοοῖτο τῇ καθ᾽ ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον. Ἦ γάρ; Β— Καὶ μάλα. Α— Εἶτα, εἰπέ μοι, Φίλιππος χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα Πατέρα κατιδεῖν ἠξίου, λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; Β— Τὸν ὄντα δηλονότι.