Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Η πρόσληψη έλλογης ψυχής και ο σωτηριολογικός της σκοπός

Ανασκευή των απόψεων που αρνούνται την ύπαρξη ανθρώπινης ψυχής στον Χριστό. Περιγραφή της τέλειας ένωσης του Λόγου με τον άνθρωπο και της καθόδου του στον άδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 10

Οὐκοῦν, ἐν ἀμείνοσιν ἡ κτίσις ἥπερ ὁ δι᾽ οὗ τὰ πάντα καλεῖται πρὸς γένεσιν, εἰ ὁ μὲν οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. Β— Ἄπαγε τῆς δυσφημίας. «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής,» καθὰ γέγραπται. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ζωή.» Α— Ἀλλ᾽ οὐκ ἂν νοοῖτο ζωὴ μὴ ὑφεστηκώς. Ζωὴ δέ ἐστι κατὰ φύσιν, διαψεύσεται γὰρ οὐδαμῶς. Τὸ ἄρα μὴ ὑφεστάναι τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ψευδηγόρημα σαθρὸν καὶ φρενὸς ἀπόβρασμα τῆς ἠλιθιωτάτης. Β— Παντελῶς. Μωϋσεῖ γὰρ ἔφασκεν αὐτός· «Ἐγώ εἰμι ὁ ὤν.» Τὸ δὲ ὂν ἀληθῶς οὐκ ἐν ὑποστάσει καθ᾽ ἑαυτὸ σωζόμενον πῶς ἂν νοοῖτό ποτε; Α— Οὐκοῦν τῶν τῇδε διειληφότων καθοριοῦμεν εἰκότως τὸ εἰς ἄκρον ἀμαθές; Β— Πάνυ μὲν οὖν. Α— Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἄν, ὦ Ἑρμεία, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθές. Β— Τίνας; Α— Οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που μόνῃ, καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ.

Καταπεφρίκασι γάρ, οὐκ οἶδ᾽ ὅπως ἐρῶ, ἀνθρώπῳ τελείως ἔχοντι, κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, τουτέστι τῷ ἐκ ψυχῆς καὶ σώματος ἡνῶσθαι τὸν Λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτάτης πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνῃ τῇ κατὰ σφᾶς αὐτούς, καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ᾑρημένοι, καὶ φρονοῦντες ἀληθῶς «παρ᾽ ὃ δεῖ φρονεῖν.» Β— Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; Α— Ἐγὼ φράσω. Τὸν «Θεοῦ μεσίτην καὶ ἀνθρώπων,» κατὰ τὰς Γραφάς, συγκεῖσθαί φαμεν ἔκ τε τῆς καθ᾽ ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς. Διϊσχυριζόμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπράχθαι φύσεων. Ἕνα δ᾽ οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον Θεόν τε καὶ ἄνθρωπον. Ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον. Μονογενῆ μὲν ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, πρωτότοκον δὲ αὖ καθὸ γέγονεν ἄνθρωπος, καὶ «ἐν πολλοῖς ἀδελφοῖς.» Ὥσπερ γὰρ εἷς ἐστι Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, οὕτω καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα.

Θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώσκομεν τὸν δι᾽ οὗ τὰ πάντα Λόγον καὶ εἰ γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. Β— Ὀρθότατα ἔφης. Α— Ἀλλ᾽ οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου δόξαις τὰ ἐκείνων συμφέρεται. Ἕνα μὲν γὰρ ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, ἄριστα φρονοῦντες ἔν γε τούτῳ, παρωθοῦνται δὲ λίαν ὡς δυσσεβὲς ὅτι μάλιστα καταδιϊστᾶν εἰς δύο τὸν Ἐμμανουήλ. Ψυχῆς δ᾽ οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαί φασιν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον. Ἐξεύρηται δέ τις αὐτοῖς πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος. Τὰ γάρ τοι, φασί, κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμηκότα, μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ᾽ ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. Τοιγάρτοι, φασί, παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον τὸν συνενωθέντα τῷ Λόγῳ ναόν, ἵνα καὶ ἡ σύνθεσις, ἥπερ ἂν ἐπὶ Χριστῷ νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἑαυτῆς ἀποσώζοι λόγον. Εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ Πατρὸς ὄντος Λόγου συντίθεμεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἂν φανεῖται λοιπὸν τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱούς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. Β— Εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς;

Α— Πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς· ἡμᾶς παράδοσιν οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλυπεῖν ἄξιον, οὔτε μὴν ταῖς εἰς ἄκρον ἐρεύναις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, ἀλλ᾽ οὐδὲ ἥκειν εἰς μέσον οἷαπερ τινὰς ὁριστὰς καὶ ῥιψοκινδύνως λέγοντας ὡς τὸ δεῖνα μὲν ὀρθῶς, τὸ δεῖνα δὲ αὖ ἑτεροίως ἔχειν χρῆν δήπου καὶ ἦν ἄμεινον ἀληθῶς, ἀπονέμειν δὲ μᾶλλον τῷ πανσόφῳ Θεῷ τῶν ἰδίων διασκέψεων τὴν ὁδόν, καὶ μὴ τοῖς εὖ ἔχειν παρ᾽ αὐτῷ δεδοκιμασμένοις ὑπερφιάλως ἐπιτιμᾶν. Ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Εἶτα τὸ δοκοῦν αὐτοῖς ηὑρῆσθαι σοφῶς ἕωλον παντελῶς καὶ ἀμαθὲς ὂν ἁλώσεται. Εἰ γὰρ δή τις ἕλοιτο ψυχῆς λογικῆς τὸν θεῖον ἐκεῖνον ἀπογυμνῶσαι ναόν, οὐκ ἐξ ἀτελῶν ἡ σύνοδος ἔσται δύο, πολλοῦ γε καὶ δεῖ. Ἔστι μὲν γὰρ ὁμολογουμένως ὡς πρὸς ὅλον ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, μόνη καὶ καθ᾽ ἑαυτὴν ὡς μέρος ἡ σάρξ.

Ἀλλ᾽ ὅ γε Θεὸς Λόγος, οὐχ ὡς μέρος ἂν νοοῖτό τινος, ἀλλ᾽ οὐδὲ ἀτελής, ὦ γενναῖοι. Παντέλειος γὰρ ἐν ἰδίᾳ φύσει. Ποῦ τοίνυν ἐξ ἀτελῶν ἡ πρὸς ἕν τι τέλειον ἔσται συνδρομή, εἴπερ ἐστὶν ἐκ τελείου Λόγου καὶ σαρκὸς ἀτελοῦς, ὅσον ἧκεν εἰς λόγον τὸν ἐπ᾽ ἀνθρώπῳ τελείῳ καὶ ἀρτίως ἔχοντι κατὰ τὴν ἰδίαν φύσιν;

Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ᾽ οὐδὲ χριστοὺς ἐροῦμεν δύο, κἂν ἐξ ἀνθρώπου τελείου καὶ ἐκ Θεοῦ Λόγου τὴν εἰς ἑνότητα συνδρομὴν πεπράχθαι πιστεύωμεν τοῦ Ἐμμανουήλ. Ὥσπερ γάρ, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, καὶ εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀναμέρος τὴν σάρκα τιθέντας καὶ ἀναμέρος αὖ τὸν Μονογενῆ, δυάδα χριστῶν ὁμολογεῖν, ἀλλ᾽ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν παραδέξονται τὸν Ἐμμανουήλ—ὀρθὰ γὰρ δὴ λίαν ἔν γε τούτῳ φρονεῖν ἐγνώκασιν—οὕτω κἂν ἀνθρώπῳ τελείῳ, δῆλον δὲ ὅτι τῷ ἐκ ψυχῆς καὶ σώματος οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν φύσει μὲν ὄντα Θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον καὶ διὰ τῆς ἁγίας Παρθένου γεγεννημένον, καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς Γραφάς. Β— Τί οὖν, εἰ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὸ καθ᾽ ἡμᾶς τῆς τοῦ Μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, παραδεῖξαί τε ἡμῖν τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν, οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα; Τὸ γάρ τοι θεῖον κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν.

Α— Ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν, καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ Μονογενοῦς ἡ σάρκωσις, εἴτ᾽ οὖν ἐνανθρώπησις, προσετίθει γε μὴν ἕτερον οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφὸν τῇ τῶν δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτούς; Οἳ σαρκός τε ὁμοῦ καὶ γηΐνου σώματος ἀπαμφιεννύντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, γένοιτο δὲ ὅτι τῶν καλλίστων εἰσηγητὴς διωμολογήκασιν ἐναργῶς. Ἢ οὐκ ἄμεινον ἐρεῖς, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ ἐκ Θεοῦ Λόγος καὶ εἰ γέγονε σάρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ᾽ οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπερᾶναί τε οὕτω τὸν προτεθέντα σκοπόν; Β— Τίς οὖν ἂν γένοιτο τῆς ἐπιδημίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς ἐνανθρωπήσεως, πέπρακται δὲ ὅτου χάριν, ἐθέλοιμ᾽ ἂν ἐκμαθεῖν. Α— Ἴθι δὴ οὖν, ὦ γενναῖε, πύθου τῶν ἱερῶν Γραμμάτων, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων φωναῖς ἐνερείσας εὖ μάλα τῆς διανοίας τὸν ὀφθαλμόν, ἄθρει καλῶς τὸ ζητούμενον.

Ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Χριστόν· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖν ἕτερον ἀφηγούμενος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησίν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα.» Ἆρ᾽ οὖν οὐχὶ προδηλότατον καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς ὅτι καθ᾽ ἡμᾶς γέγονεν ὁ Μονογενής, τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήϊνον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῇ καθ᾽ ἕνωσιν οἰκονομίᾳ καταβεβηκὼς εἰς ταυτότητα κατὰ νόμον τῆς ζωῆς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ ἄτρεπτον, καθάπερ τινὰ βαφήν, ἐγκαταχρώσας αὐτῇ; Β— Οὐκ ἀσυμφανὲς οἶμαί που τὸ χρῆμα. Φέρει γὰρ ἐν ἑαυτῷ τὸν εἰκότα, μᾶλλον δὲ τὸν ἀληθῆ λογισμόν.

Α— Ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑπερθρώσκει κράτος, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, ἐπεί τοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι τυραννούσης ἁμαρτίας ἀσυγκρίτως εὐσθενεστέραν. Πρῶτος γὰρ ἄνθρωπος ὁ Χριστὸς «ὃς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζωῆς ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν, καὶ τὸ τῆς θεότητος ἀσφαλὲς καὶ ἐρηρεισμένον ὡς ἐν μεθέξει καὶ κατὰ χάριν καὶ εἰς ἅπαν ἤδη τὸ ἀνθρώπινον παραπέμψει γένος.

Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Εἰκόνα μὲν γὰρ τοῦ χοϊκοῦ τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν, καὶ τὸν ἐντεῦθεν ἡμῖν ἐπιρριφέντα θάνατον. Εἰκόνα δὲ αὖ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἑδραῖον εἰς ἁγιασμὸν καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδήν τε καὶ ἀνακαίνισιν εἰς ἀφθαρσίαν καὶ ζωήν.

Ὅλον οὖν ὅλῳ συνηνῶσθαί φαμεν ἀνθρώπῳ τὸν Λόγον. Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. Ἐπράττετο δὲ δι᾽ ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. Προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δὲ αὖ τῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. Πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἐπαναγκάζοντος γὰρ οὐδενός, τέθεικεν ἀφ᾽ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννύς, δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος· «Ἄνδρες ἀδελφοί, φησίν, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυεὶδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.»

Οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαι διηνεκεῖ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν. Οὐκ «ἐγκατελείφθη γὰρ εἰς ᾅδου,» καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φησίν. Οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος εἰ μὴ μεμένηκεν εἰς τὸ ᾅδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα, καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον.

Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον ὅτι σῶμα μὲν ἀνεβίω, τὸ τῇ φύσει φθαρτόν· συνήνωτο γὰρ τῷ ἀφθάρτῳ Λόγῳ. Ψυχὴ δὲ ἡ θεία, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ χρωμένη, καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο. Τοιγάρτοι καὶ ἔφασκε «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περί τε τοῦ Θεοῦ Λόγου καὶ τῆς καθ᾽ ἕνωσιν οἰκονομικὴν γεγενημένης αὐτοῦ ψυχῆς· «Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας, ὅτι καὶ ὁ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν᾽ ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς 〈μὲν〉 σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐν ᾧ, φησί, καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε.» Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ᾽ ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ᾅδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς· κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον.

Ἀλλ᾽ οὐδὲ δοκήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν, παραιτητέον δὲ πανταχῆ τὴν δόκησιν. Ἀλλ᾽ ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς 〈συνανεστράφη μετὰ σαρκός,〉 οὕτω καὶ ταῖς εἰς ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν.