Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ᾽ οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο. Ἀλλ᾽ ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν. Χριστὸς δὲ αὐτῷ περιτυχών, «Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Τοῦ δὲ τὸ «Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν;» ἀντεφώνει λέγων· «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ὁ δὲ ἔφη· «Πιστεύω, Κύριε. Καὶ προσεκύνησεν αὐτῷ.» Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον. Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; Ἔφη γὰρ ὅτι «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; Β— Καὶ πάνυ. Α— Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ᾽ ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ᾽ ἡμῶν γένοιτ᾽ ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ᾽ ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός.