Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Η πνευματική αναγέννηση και η ζωοποιός σάρκα του Χριστού

Ανάλυση της σημασίας της πίστεως στον σεσαρκωμένο Λόγο για τη χορηγία του Αγίου Πνεύματος και η προσέγγιση της ζωοποιού σάρκας ως ουράνιου άρτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 10

Ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ, ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ 〈Ἰησοῦ〉 Χριστοῦ.» Ἰδοὺ δὴ σαφῶς τε καὶ ἐναργῶς ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐν προσώπῳ διέλαμψε τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ ἔφασκεν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Χαρακτὴρ δὲ ὁ θεῖος οὐ σωματικός, ἀλλ᾽ ἐν δυνάμει καὶ δόξῃ τῇ θεοπρεπεστάτῃ. Τοῦτο δὲ ἦν ἀκραιφνὲς ἐν Χριστῷ· γνωρίζεσθαί τε καὶ διὰ τούτων ἠξίου, καὶ διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς εἰς ἐννοίας ἀναθρώσκειν τὰς ἐπ᾽ αὐτῷ τοὺς ἀκροωμένους ἤθελε, κατασμικρυνούσης αὐτὸν ἠρέμα τῆς ὁρωμένης σαρκός. «Εἰ γὰρ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, φησί, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Φάναι δὲ οἶμαι ταυτὶ τὸ τηνικάδε Χριστὸν οὐκ ἀσυντελὲς εἰς ὄνησιν εἰδότα τὸ χρῆμα. Ἐπειδὴ γὰρ ᾤοντο Θεὸν μὲν οὐκ εἶναι κατὰ φύσιν τὸν δι᾽ ἡμᾶς ἐνηνθρωπηκότα, ψιλὸν δὲ ἁπλῶς ἄνθρωπον καθ᾽ ἡμᾶς, ἀπαράδεκτόν τε διὰ τοῦτο τὴν ἐπ᾽ αὐτῷ πίστιν ἐποιοῦντό τινες.

Ἀναγκαίως τὸ δεῖμα καὶ τὸν ἐπὶ τούτοις ὄκνον ὑποτεμνόμενος, τῇ τῆς θεότητος φύσει τὴν πίστιν ἀνατιθείς, ὡς ἐν προσώπῳ Πατρός, καὶ οὐχὶ τῇ καθ᾽ ἡμᾶς σμικροπρεπείᾳ προσνέμων, ἔφασκεν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἆρ᾽ οὐκ ἴσον εἰπεῖν· Ὦ τῶν ἐμῶν κατήκοοι λόγων, μὴ μικρὰ καὶ χαμαιρριφῆ τὰ εἰς ἐμὲ δοξάζετε· ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν ὁρώμενον ἐν σαρκὶ προϊέμενοι πίστιν οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ᾽ εἰς αὐτὸν τὸν Πατέρα, δι᾽ ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος Υἱοῦ, σαρκωθέντος μὲν δι᾽ ὑμᾶς, καὶ περίβλημα σμικροπρεπὲς οἰκειουμένου, τὴν ἀνθρωπότητα, τό γε μὴν ἰσοφυές τε καὶ ἰσουργόν, καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; Β— Ἔοικεν. Α— Ἀναμάθοις δὲ ἂν καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος δίχα καὶ διαφορᾶς εἰσδεδεγμένον αὐτὴν ὡς ἐν ἰδίῳ προσώπῳ καὶ εἰ γέγονε σάρξ.

Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ᾽ οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο. Ἀλλ᾽ ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν. Χριστὸς δὲ αὐτῷ περιτυχών, «Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Τοῦ δὲ τὸ «Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν;» ἀντεφώνει λέγων· «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ὁ δὲ ἔφη· «Πιστεύω, Κύριε. Καὶ προσεκύνησεν αὐτῷ.» Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον. Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; Ἔφη γὰρ ὅτι «Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; Β— Καὶ πάνυ. Α— Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ᾽ ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ᾽ ἡμῶν γένοιτ᾽ ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ᾽ ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός.

Β— Σύμφημι· λέγεις γὰρ ὀρθῶς. Α— Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι «Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.» Κατατεθήποι δ᾽ ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέτρον Ἰουδαίοις προσπεφωνηκότα σαφῶς καὶ ἀναφανδόν· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία.

Οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Τίς οὖν ἄρα ἐστὶν ὁ καὶ θάνατον ὑποδὺς καὶ ἐγηγερμένος ἐν δόξῃ καὶ ἐκ Ναζαρέτ, εἰ μὴ Ἰησοῦς Χριστός, τουτέστιν ὁ πρὸ παντὸς μὲν αἰῶνος ἐκ Πατρὸς ἀπορρήτως γεγεννημένος, ἐν δέ γε τῷ λοίσθῳ καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῷ καὶ σωματικῶς ἐκ γυναικός; Ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον· διακεκλήσεται γὰρ υἱὸς Θεοῦ· «Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.» «Ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός,» καθὰ γέγραπται, γεγέννηται μὲν διὰ γυναικός.

Ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορφουμένης κτίσεως δι᾽ ἁγιασμοῦ πρὸς Θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη Πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς ὑπερθρώσκων σύνοδον, καὶ οὐκ ἀτιμίᾳ καὶ μώμῳ καταδικάζων τὴν φύσιν—τίμιος γὰρ ὁ γάμος, καὶ ὁ πλάσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ πεποίηκεν αὐτούς—ἀλλὰ τῷ μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένῳ προσνέμων ἤδη πως τὰ ἀνθρώπινα.

Γεννητοὺς γὰρ Πνεύματος, οὐκ ἀνδρῶν, ἡμᾶς ἔτι χρηματίζειν ἤθελε. Καὶ γοῦν «Πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Οὐκοῦν, ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῇ τῶν πλημμελημάτων ἀμνηστίᾳ τετίμηται. Γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν.» Κατοκνήσω δὲ οὐδαμῶς ὅπερ ἤδη φθάσας ἔφην ἀνακυκλήσας εἰπεῖν, ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ᾽ ἑαυτὸν ὁ ἐκ Θεοῦ νοεῖται Λόγος, ἀλλ᾽ ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἐνεπλάκη σαρκί.

Οὕτως ἔχοντα καὶ ὁρώμενον, καὶ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς τυγχάνοντα, τοῖς ἁγίοις ἀποστόλοις παρέδειξεν ὁ Πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Σύνες οὖν ὅπως οὐκ ἐν τούτῳ, φησίν, ἐστὶν ὁ Υἱός μου, ἵνα μὴ ἀναμέρος ὡς ἕτερος ἐν ἑτέρῳ τυχόν, ἀλλ᾽ εἶς νοοῖτο καὶ ὁ αὐτὸς καθ᾽ ἕνωσιν οἰκονομικήν. Πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστί, καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείσει γράφων Ἰωάννης ὡδὶ «Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ. Ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ.» Μεμαρτύρηκε δὲ ὅτι οὗτος, ὁ μετὰ σαρκὸς καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, μοναδικῶς τε καὶ ἰδικῶς ἐμὸς ἀληθῶς Υἱός. Τί δέ; Οὐχὶ καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν, καὶ τὴν ἐν αὐτῷ ζωοποίησιν, καὶ τὴν Θεοῦ μέθεξιν δι᾽ ἁγιασμοῦ ἐν Πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπράχθαι δώσομεν; Β— Ἀναγκαίως. Μεμνήσομαι γὰρ Ἰωάννου λέγοντος· «Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.»

Α— Ἆρ᾽ οὖν, ὦ ἑταῖρε, τῆς καθ᾽ ἡμᾶς ἀνθρωπότητος ἔργον εἶναι φῶμεν τὸ ἐν Πνεύματι ἁγίῳ βαπτίζειν δύνασθαι καὶ πυρί; Β— Καὶ πῶς ἂν εἴη τοῦτό γε; Α— Καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον, αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ᾽ ὡς Θεὸν κατὰ φύσιν μετ᾽ ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ τε καὶ ἴδιον αὐτοῦ, δι᾽ οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ.

Ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν— κομιδῇ γὰρ εὔηθες οἴεσθαι τουτί—διὰ δὲ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, αὐτὸν ἐν ἑαυτοῖς πλουτοῦντες Χριστόν, ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησίν. Β— Ἆρ᾽ οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα, καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; Α— Εὐφήμει, ἄνθρωπε. Τί δρᾷς, ὦ οὗτος; Κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα. Βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ᾽ εἰς Θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν· «Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος.» Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς.

Ἐνεφύσησε γὰρ τοῖς ἀποστόλοις εἰπών· «Λάβετε Πνεῦμα ἅγιον,» καὶ «οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ᾽ αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην ἀποστήσας τὴν ἔν γε τούτῳ διαφοράν, ποτὲ μὲν αὐτὸ τῷ Θεῷ καὶ Πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῷ Υἱῷ. Γράφει γὰρ ὧδε· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ᾽ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ.

Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Β— Ἄραρεν οὖν ὅτι ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ οὔτι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ᾽ εἰ καὶ νοοῖτο καθ᾽ ἡμᾶς ἄνθρωπος γεγονώς. Α— Ἴδιον ὡς ἐκ Πατρὸς ἐν ὁμοουσίῳ γεννήματι τῷ ἐξ αὐτοῦ φύντι Λόγῳ, καὶ εἰ λέγοιτο λαβεῖν ὅτε γέγονεν ἄνθρωπος ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίᾳ φύσει τητώμενος. Καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωή, διὰ τὴν ἐκ ζῶντος Πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ᾽ ἡμῶν. Πάρα δ᾽ οὖν ὅμως ἰδεῖν χαριζόμενον μὲν τῇ ἰδίᾳ σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ οἱονεί πως καθ᾽ ἕνωσιν οἰκονομικήν, καὶ τῇ ἰδίᾳ περιτιθέντα φύσει. Β— Τίνα φὴς τρόπον; Α— Ἦ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖς τῷ γε ὄντι κατὰ φύσιν ἐκ Θεοῦ Πατρὸς Λόγῳ τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; Β— Φημί. Α— Τί δέ; Τὸ δημιουργεῖν, εἰπέ μοι, θεϊκῶς, δοίης ἂν εἶναι τῶν ἀνθρωπίνων; Β— Οὐκ ἔγωγε. Α— Τί τοίνυν ἡμᾶς ζωοποιεῖ μὲν ὡς Θεός, πλὴν οὐ μόνῳ τῷ μεταλαχεῖν ἁγίου Πνεύματος, ἀλλ᾽ ἐδεστὴν παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα; Ἔφη γὰρ ὅτι «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.»

Κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτέ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν, οὐκ οἶδ᾽ ὅπως, ἐπικεχειρηκότων τῷ μακαρίῳ Μωϋσεῖ, εἰρηκότων δὲ ἀναφανδόν· «Οἱ πατέρες ἡμῶν ἔφαγον τὸν μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι;» Τί ἐργάζῃ, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; Φησίν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Καὶ πρός γε τουτοισὶ πάλιν, μονονουχὶ καὶ δακτύλῳ καταδεικνὺς ἑαυτὸν ἐνσώματον, «Ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.

Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ.» Καίτοι πῶς οὐκ ἀτρεκὲς εἰπεῖν ὡς οὐ καταπεφοίτηκεν ἐξ οὐρανῶν ἡ σάρξ, ἀλλ᾽ ἦν ἐκ Παρθένου, κατὰ τὰς Γραφάς; Ἔστι δὲ 〈οὐκ ἐδεστὸς〉 ὁ Λόγος ἀλλ᾽ εἰς ἓν ἄμφω συλλέγων, καὶ ὥσπερ ἀλλήλοις ἀνακιρνὰς τὰ τῶν φύσεων ἰδιώματα, διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων. Νικοδήμῳ μὲν γὰρ οὐ συνιέντι τὸ μυστήριον, ἀνακεκραγότι δὲ ἀμαθῶς· «Πῶς δύναται ταῦτα γενέσθαι; Εἰ τὰ ἐπίγεια, φησίν, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;

Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ 〈ἀνθρώπου〉.» Ἰουδαίοις δὲ πάλιν τὴν ἴσην ἐκείνῳ νοσοῦσιν ἀπαιδευσίαν, καὶ διαγελᾶν, οὐκ οἶδ᾽ ὅπως, ἑλομένοις αὐτὸν ἐπείπερ ἔφη ζωοποιὸν καὶ ἐξ οὐρανοῦ τὸ ἴδιον σῶμα, «Τοῦτο ὑμᾶς σκανδαλίζει; φησίν. Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;» Ἦ οὐχὶ τετέχθαι φήσομεν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; Β— Πῶς γὰρ οὔ; Α— Ποῦ τοιγαροῦν τὸ πρότερον ἦν; Ἢ πῶς ἀναβέβηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος διὰ τῆς ἁγίας Παρθένου τοῦ ἑνωθέντος αὐτῷ σώματος; Οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; Β— Ἀληθές. Α— Πῶς οὖν, εἰπέ μοι, ζωοποιὸς ἡ σάρξ; Ἢ πῶς ἂν νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ τῆς γῆς; Β— Καθ᾽ ἕνωσιν, οἶμαι, τὴν πρὸς τὸν ζῶντά τε καὶ οὐρανόθεν Λόγον. Α— Πεφρονηκὼς ἴσθι τὰ λίαν ὀρθὰ καὶ τοῖς ἱεροῖς συμβαίνοντα λόγοις. Εἴη γὰρ ἂν οὐχ ἑτέρως καὶ Δημιουργὸς θεϊκῶς, καὶ ὅτε μὴ δίχα νοοῖτο σαρκός.