Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Αναίρεση του δοκητισμού και της μεταβολής του Λόγου

Θεολογική επιχειρηματολογία υπέρ της πραγματικής σαρκώσεως, του θανάτου και της αναστάσεως του Χριστού, και απόδειξη της αναλλοίωτης φύσης του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 10

Σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν καὶ πειρῶ μοι λέγειν, ὡς ἀΐειν ἕτοιμος ἐγὼ καὶ ἀναμαθεῖν ὅτι μάλιστά γε τὸ ἀκιβδήλως ἔχον. Α— Ὡς βαρὺ τὸ χρῆμα, καὶ δυσδιακόμιστον παντελῶς τὸ φορτίον. Ἢ οὐκ οἶσθα, ὦ φιλότης, ὡς εἴπερ τις ἕλοιτο μακρὸν ἐφ᾽ ἑκάστῳ ποιεῖσθαι λόγον καὶ διαρκῆ τὴν βάσανον, οὐκ εὐαρίθμητον μὲν δαπανήσει χρόνον, δυσαχθῆ δὲ ἱδρῶτα καὶ δυσδιάφυκτον ἀνατλάς, κατορθώσει μόλις; Β— Ἀληθές. Α— Παρέντες δὴ οὖν, εἰ δοκεῖ, τὸ δεῖν οἴεσθαι μακρὰ καὶ σφόδρα στενολεσχεῖν, καὶ ὀλίγην κομιδῇ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ, φέρε λέγωμεν, καὶ πρό γε τῶν ἄλλων τοῖς δοκηταῖς· «Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς,» μήτε μὴν «τῆς εὐσεβείας τὸ μέγα μυστήριον,» τουτέστι Χριστόν, «Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» Δεῖν δὲ οἶμαι τοῦς δι᾽ ἐναντίας ἢ ψῆφον ἐπάγειν τὴν αἰσχίω τοῖς πάλαι, καὶ ψευδηγόρους ἀποκαλεῖν τοὺς τῆς οἰκουμένης μυσταγωγούς, οἷς αὐτὸς ἔφη Χριστός· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,» ἢ εἴπερ τοῦτο καταπεφρίκασι δρᾶν, ὀρθὰ μὲν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ Χριστῷ, φράσαντας δὲ τὸ ἐρρῶσθαι δεῖν ταῖς σφῶν αὐτῶν ἀμαθίαις, ἀπρὶξ μὲν ἐξέχεσθαι τῶν ἱερῶν Γραμμάτων, τὴν δὲ ἀπλανῆ τῶν ἁγίων διᾴττοντας τρίβον ἐπ᾽ αὐτὴν ἰέναι τὴν ἀλήθειαν.

Εἴη γὰρ ἂν οὐχ ἕτερον, οἶμαι, τὶ τὸ τῆς εὐσεβείας μυστήριον ἢ αὐτὸς ἡμῖν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὃς ἐφανερώθη ἐν σαρκί. Γεγέννηται γὰρ διὰ τῆς ἁγίας Παρθένου, μορφὴν δούλου λαβών. Ὤφθη δὲ καὶ ἀγγέλοις, οἳ γεννηθέντα καταγεραίρουσι, «Δόξα, τέ φασιν, ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ μὴν τοῖς ποιμέσι κατασημαίνοντες τὸν δι᾽ ἡμᾶς ἐν σαρκὶ Θεὸν Λόγον· «Ἰδοὺ δή, φασίν, ἐγεννήθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαυείδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.» Εἰ δὲ τόκος ὁ διὰ Παρθένου, καὶ φανέρωσις ἐν σαρκί, πῶς οὐκ ἀδρανὴς εἰκαιομυθία, πῶς δὲ οὐχὶ μανία καὶ λῆρος τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτω παχείας καὶ ἐναργοῦς καταγράφειν οἰκονομίας;

Εἰ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ Παρθένος, οὐκ ἐπελάβετο «σπέρματος Ἀβραὰμ» ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς. Σκιὰ γὰρ οὔτι που τὰ καθ᾽ ἡμᾶς, ἢ δόκησις, ἀλλ᾽ ἐσμὲν ἐν σώμασιν ἁπτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττήμεθα. Οὐκοῦν, εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ «ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. Οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῖν εἰς τὸ μηδὲν ἀληθῶς.

Ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν; Ἢ ποίαν τοῖς παίουσι παρειὰν ὑποστρώσας, πρὸς τὰς ἐκ τῶν Ἰουδαίων διεκαρτέρει πληγάς; Ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα, τίνα δὴ τρόπον οἰηθείη τις ἄν; Ἢ ποίαν, εἰπέ μοι, πλευρὰν διανύττοντες οἱ Πιλάτου δορυφόροι, τὸ τίμιον αἷμα συναναβλύζον ὕδατι τοῖς θεωμένοις παρέδειξαν; Καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἐγήγερται Χριστός. Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, κεκένωται μὲν ἡ πίστις, οἴχεται δὲ ὁ σταυρός, ἡ τοῦ κόσμου σωτηρία καὶ ζωή, καὶ διόλωλε παντελῶς ἡ τῶν ἐν πίστει κεκοιμημένων ἐλπίς. Εὖ γὰρ ὧδε ἔχειν ἐδόκει καὶ τῷ μακαρίῳ Παύλῳ· «Παρέδωκα γὰρ ὑμῖν, φησίν, ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ, κατὰ τὰς Γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν.

Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, φησίν, ὤφθη κἀμοί.» Καὶ μεθ᾽ ἕτερα πάλιν· «Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν.

Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.» Τεθναίη γὰρ ἄν, εἰπέ μοι, τίνα δὴ τρόπον ἡ σκιά; Πῶς οὖν ἀνέστησε τὸν Χριστὸν ὁ Πατήρ, σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; Οἰχέσθω δὴ οὖν ὁ ἐκείνων ἔμετος, μῦθον δὲ ἄλλως, καὶ ἀνοσίου βουλῆς ἀποβράσματα τὰ παρ᾽ αὐτοῖς ἡγώμεθα. Τοὺς γὰρ τοιούτους ἡμῖν προκαταμηνύει γράφων τοῦ Σωτῆρος ὁ μαθητὴς ὅτι «Πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.» Εἰ γὰρ μὴ γέγονεν ἄνθρωπος, μήτε μὴν ἀναβέβηκεν ἐν σαρκὶ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν, οὐδ᾽ ἂν ὑποστρέψειεν ἐξ οὐρανοῦ καθ᾽ ἡμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐν σαρκί.

Ἢ οὐκ ἀτρεκῆ σοι φάναι δοκῶ; Β— Καὶ μάλα. Α— Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαί τε καὶ φρονεῖν ἐξ ἀμετρήτου νωθείας γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας Παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, καὶ φύσιν μὲν ἀτιμάσαι τὴν καθ᾽ ἡμᾶς, παρατετράφθαι δὲ μᾶλλον αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις σκέμμασιν ἐπιτιμᾶν ᾑρημένων. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς καὶ πολὺς εἰς ἔλεον τοῦ Θεοῦ Λόγος κεκένωκεν ἑαυτὸν δι᾽ ἡμᾶς «γενόμενος ἄνθρωπος, γενόμενος ἐκ γυναικός,» ἵν᾽ ἐπείπερ «αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία,» τουτέστιν ἡμεῖς, «καὶ αὐτὸς παραπλησίως μετάσχῃ τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.» Ὧδε γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερόν. Οἱ δὲ τῆς οὕτω παγκάλης καὶ ἀρίστης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι, καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τῆς σοφίας ἐπιτιμῶσι σκέμμασι. Μὴ γὰρ δὴ χρῆναι λέγουσιν ὠδῖνά τε καὶ τόκον τὸν ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ Μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται τοῦ τροπὴν οὐκ εἰδότος.

Ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς, καὶ ἀκατάσειστον ἔχει τὴν ἐφ᾽ οἷς ἐστι διαμονήν. Φύσις μὲν γὰρ ἡ γενητὴ καὶ χρόνῳ παρενεχθεῖσα πρὸς ὕπαρξιν πάθοι ἂν τὴν ἀλλοίωσιν, καὶ οὐκ ἔξω λόγου τοῦ καθήκοντός τε καὶ ἀληθοῦς τὸ χρῆμα κείσεται. Τὸ γὰρ ἀρχὴν ὅλως τοῦ εἶναι λαχόν, οἱονεί πως ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι δεῖν. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ, γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξῃρημένην τε καὶ ὑπερίσχουσαν, ἀμείνων ἔσται καὶ τροπῆς, καὶ ὥσπερ τῷ τῆς ἰδίας φύσεως λόγῳ, παντὸς οἶμαί που τοῦ κεκλημένου πρὸς γένεσιν ὑπερανέστηκέ τε καὶ ὑπερφέρεται, καὶ τοῦτο ἀσυγκρίτοις διαφοραῖς, οὕτω κἀν τοῖς εἰωθόσι συμβαίνειν τοῖς δι᾽ αὐτοῦ γεγονόσιν, ὑπερανεστήξει πάλιν, παθεῖν οὐκ εἰδὼς τὸ πεφυκὸς ἀδικεῖν.

Οὐκοῦν, ἐν ἀγαθοῖς μὲν τὸ θεῖον ἀμεταπτώτοις ἐστί, τὰ δέ γε τῆς κτίσεως ἐν ἀλλοιώσει καὶ τροπαῖς καὶ ἀγχίθυρον ἔχοντα τὴν παραφθοράν. Καὶ τοῦτο γινώσκων εὖ μάλα, καὶ ὡς ἄριστα φιλοσόφων, ὁ προφήτης Ἰερεμίας ἀνεφώνει πρὸς Θεὸν ὅτι «Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Καθεδεῖται γὰρ ὥσπερ ἐν ἰδίοις θώκοις τὸ θεῖον ἀεί, βασιλεῦον καὶ κατακρατοῦν τῶν ὅλων, καὶ ὑπὸ μηδενὸς τῶν παθῶν τυραννούμενον. Ἡμεῖς δὲ τὴν φύσιν εὐτροχωτάτην τε καὶ εὐπαράφορον κομιδῇ πρὸς ἀλλοίωσιν ἔχοντες καὶ τροπήν, «ἀπολλύμεθα τὸν αἰῶνα,» τουτέστιν ἐν παντὶ καιρῷ καὶ χρόνῳ φθαρτοί τέ ἐσμεν καὶ τρεπτοί.

Οὔτ᾽ οὖν τὸ θεῖον ἐν παρατροπαῖς γένοιτ᾽ ἄν ποτε τῆς ἰδίας ἑδραιότητος ἐξωσθὲν ὑπό του τῶν παθῶν, οὔτ᾽ ἂν ἡ φθαρτή τε καὶ ἀλλοιουμένη φύσις, τουτέστιν ἡ γενητή, καταπλουτήσειεν ἂν οὐσιώδη τὴν ἀτρεψίαν, οὐδ᾽ ἂν ἐπαυχήσειε τοῖς τῆς θείας φύσεως ἀγαθοῖς ὡς ἰδίοις ἡ κτίσις. Ἀκούσεται γὰρ εὐλόγως· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Ὅτι δέ ἐστιν ἄτρεπτος μὲν καὶ ἀναλλοίωτος παντελῶς ἡ τοῦ Λόγου φύσις, ἀλλοιωτὴ δὲ παντελῶς ἡ γενητή, καταθρήσαι τις ἂν καὶ λίαν εὐκόλως ἀναμελῳδοῦντος ἐν Πνεύματι τοῦ μακαρίου Δαυείδ· «Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν ὅτι μεθεὶς τὸ ἐρηρεισμένως τε καὶ ἀκλονήτως ἔχειν, καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίηται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; Ἆρ᾽ οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; Β— Πάνυ μὲν οὖν. Α— Ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτείνοντας ἀμαθέστερον, ὡς ἔστιν οὐκ ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύνασθαί ποτε, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν.

Εἰ γὰρ αὐτὴ τῆς θεότητος ἡ φύσις, κατά γε τὴν ἐκείνων ἐμβροντησίαν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν τὸ ἀπεῖργον ἔτι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω. Ἀλλ᾽ οὐ ταῖς ἐκείνων ἀσυνεσίαις τὸ εὐπειθὲς χαριούμεθα, προσκεισόμεθα δὲ μᾶλλον ταῖς θείαις Γραφαῖς, καὶ προφήτου μὲν λέγοντος· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» κατασφραγίζοντος δὲ τὴν προαναφώνησιν τοῦ μακαρίου Γαβριήλ, καὶ τὴν ἄνωθεν ψῆφον τῇ Παρθένῳ διερμηνεύοντος· «Μὴ φοβοῦ γάρ, ἔφη, Μαριάμ, ὅτι ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν,» ἐκ γυναικὸς ἀληθῶς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα, φρονοῦντες ὀρθῶς. Β— Ἄριστα ἔφης. Ἐπεδράξατο γὰρ ὁ Μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεως—ἦ γὰρ ἂν οὐδέν τι μᾶλλον τὰ καθ᾽ ἡμᾶς ἐν ἀμείνοσιν—, ἀλλ᾽ οὐδὲ τῆς ἀγγέλων, «ἀλλὰ σπέρματος Ἀβραάμ,» καθὰ γέγραπται. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. Α— Τί δέ; Οὐχὶ κἀκεῖνο πρὸς τοῖσδε καταθαυμάζειν ἄξιον, ὦ Ἑρμεία; Β— Τὸ ποῖόν τι φής;