Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Προοίμιο της πραγματείας

Εισαγωγή στο μυστήριο της ενανθρωπήσεως του Μονογενούς και επισήμανση της ανάγκης για ακριβή οριοθέτηση της χριστολογικής διδασκαλίας έναντι των πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 10

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΜΟΝΟΓΕΝΟΥΣ καὶ ὅτι Χριστὸς εἳς καὶ κύριος κατὰ τὰς γραφάς. Α— Ἆρά σοι δοκεῖ συμμεμετρῆσθαί τε καὶ ἐκπεπονῆσθαι καλῶς καὶ ἀποχρώντως ἡμῖν ὁ λόγος, ὁ περὶ τῆς θεότητος τοῦ Μονογενοῦς; Β— Καὶ μάλα. Α— Βασάνου δὲ οἶμαι λεπτῆς ἀμοιρεῖν οὔτι που κατά γε τὸ αὐτῷ μοι δοκοῦν· σὺ δὲ δὴ τί φής, ὦ Ἑρμεία; Β— Ἐπαινέσαιμ᾽ ἂν εἰκότως ὀρθῶς ἔχοντά τε καὶ διεσμιλευμένως. Α— Μεθέντα δὴ οὖν τουτοισὶ διαμέλλειν ἔτι, βούλει λέγειν τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς; Καὶ ὅ τί ποτέ ἐστι τὸ ἐπ᾽ αὐτῷ μυστήριον διαρθροῦν ὅτι μάλιστα πειρᾶσθαι σαφῶς, κατά γε τὸ ἐγχωροῦν τοῖς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέπουσι καὶ ἐκ μέρους γινώσκουσι κατὰ τὸ μέτρον τῆς δωρεᾶς «τῆς ἐπιχορηγίας τοῦ Πνεύματος,» καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος; Β— Ἄριστα ἔφης. «Οὐδεὶς γὰρ λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,» καὶ οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβούλ. Ἀτὰρ ἐπειδή τοι καὶ τῆς ἐπὶ τούτῳ κόνεως ἅψασθαι δοκεῖ, καὶ τὸν οὕτω καταβριθῆ καὶ δύσοιστον ἀνατλῆναι πόνον, ὀνήσων ἴσθι τοι καὶ πρό γε τῶν ἄλλων ἐμέ. Διαπυθοίμην γὰρ ἂν ἥδιστά γε τὸν ἀτρεκῆ τε καὶ ἀκιβδήλευτον καὶ ἁπάσης αἰτίας ἀπηλλαγμένον ἐπὶ Χριστῷ λόγον. Διαφόροις γὰρ δόξαις καταμεθύουσί τινες, παραπλάττοντες εἰς τὸ ἀκαλλὲς τὰ ἐπ᾽ αὐτῷ κεχρησμῳδημένα παρά γε τῆς νέας καὶ ἀρχαιοτέρας Γραφῆς.