Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως

Κύριλλος Ἀλεξανδρείας

Ομολογία πίστεως και κατακλείδα

Συνοπτική ανακεφαλαίωση της πατερικής διδασκαλίας περί της άρρητης ένωσης θεότητας και ανθρωπότητας, καρποί της ορθής πίστεως και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 10

Α— Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν, καὶ τὸ τοῖς ἱεροῖς Γράμμασι δοκοῦν ἰχνηλατεῖν εὖ μάλα σπουδάζοντες, καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις, τὸν ἐκ ῥίζης Ἰεσσαί, τὸν ἐκ σπέρματος Δαυείδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ᾽ ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον καὶ ὑπὲρ ἡμᾶς ὑπὲρ νόμον ὡς Θεόν, τὸν δι᾽ ἡμᾶς τε καὶ μεθ᾽ ἡμῶν ἐν νεκροῖς, τὸν ὑπὲρ ἡμᾶς δι᾽ ἑαυτὸν ζωοποιὸν καὶ ζωήν, Υἱὸν εἶναι τοῦ Θεοῦ κατὰ ἀλήθειαν πιστεύομεν, οὔτε ψιλοῦντες θεότητος τὸ ἀνθρώπινον, οὔτε μὴν ἀνθρωπότητος ἀπαμφιεννύντες τὸν Λόγον μετὰ τὴν ἄφραστον συμπλοκήν, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες Υἱόν, ἐκ δυοῖν πραγμάτοιν, εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀπορρήτως ἐκπεφηνότα, καθ᾽ ἕνωσιν δηλονότι τὴν ἀνωτάτω, καὶ οὐ φύσεως παρατροπήν.

Ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· «Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Ὅτι δὲ Ἰησοῦς Χριστός, ὁ ἐκ Δαυεὶδ κατὰ σάρκα, κατὰ φύσιν καὶ ἀληθῶς Υἱός ἐστι τοῦ Θεοῦ, καθὸ γέγονε σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατασφραγιεῖ λέγων ὁ σοφὸς Ἰωάννης· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος,» καὶ δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.