εἰ δὲ νομίζουσιν, ὅτι κατὰ τὴν τοῦ ἀνθρωπίνου σώματος φύσιν ἐσχηματίσθη καὶ αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, λεγέτωσαν εἰ καὶ αὐτὸς ἔχει πόδας ἵνα περιπατῇ, χεῖρας ἵνα δι᾽ αὐτῶν ἐργάζηται, καὶ ὀφθαλμοὺς ἵνα βλέπῃ δι᾽ αὐτῶν. ποῦ τοίνυν περιπατεῖ; ἢ ἐκ ποίων τόπων εἰς ποίους ἀπέρχεται ὁ τὰ πάντα πληρῶν; ἔφη γάρ “Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ”ἐγὼ πληρῶ λέγει Κύριος;” ἢ ποίας χεῖρας εἰς ἔργα κινεῖ ὁ διὰ ζῶντος Λόγου δημιουργῶν; καὶ εἰ καθ᾽ ἡμᾶς ἔχει τοὺς ὀφθαλμοὺς ὡς ἐν προσώπῳ κειμένους, οὐχ ὁρᾷ που πάντως τὰ ὀπίσω· ἀλλ᾽ ὅταν πρὸς ἀνατολὰς βλέπῃ, οὐκ οἶδε τί πράττουσιν οἱ ἐν δυσμαῖς; κἂν εἰς δυσμὰς ἴδῃ πάλιν, οὐχ ὁρᾷ τοὺς ἐν ταῖς ἀνατολαῖς; ταῦτα καὶ γράφειν αἰσχύνομαι, διὰ δὲ τὴν τινῶν ἀπόνοιαν γέγονα ἄφρων, οὐχ ἑκὼν μᾶλλον, ἀλλὰ παρ᾽ αὐτῶν ἠναγκασμένος. ἐπιστομιζέσθωσαν τοίνυν οἱ ταῦτα φλυαροῦντες, ὡς ἀμαθεῖς, καὶ ἠρεμείτωσαν μὴ ἁπτόμενοι τῶν ὑπὲρ δύναμιν, μᾶλλον δὲ μὴ καταλαλείτωσαν τοῦ Θεοῦ. ὁ γὰρ Θεὸς ὑπὲρ πᾶσαν κτίσιν ἐστὶν, οὔτε σῶμα νοούμενος, οὔτε ἐν τύποις ἢ σχήμασι σωματικοῖς, ἀλλ᾽ ἔστιν ἁπλοῦς, ἄϋλος, ἀνείδεος, ἀσύνθετος, οὐκ ἐκ μερῶν ἢ μελῶν ἢ μορίων συγκείμενος καθάπερ ἡμεῖς, πνεῦμα δὲ μᾶλλον, κατὰ τὰς γραφὰς, καὶ τὰ πάντα ἐφορῶν, πανταχοῦ ὢν καὶ τὰ πάντα πληρῶν, καὶ οὐδενὸς ἀπολιμπανόμενος· πληροῖ γὰρ οὐρανὸν καὶ γῆν.