Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Πρὸς Τιβέριον διάκονον καὶ τοὺς σὺν αὐτῷ

Κύριλλος Ἀλεξανδρείας

Χριστολογικά ζητήματα της θείας οικονομίας

Ερμηνεία της αναφοράς περί άγνοιας της εσχάτης ημέρας, της συμμετοχής της σαρκός στα θαύματα, της αναλήψεως και της έννοιας της σαρκώσεως του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 5

Πρὸς τοὺς λέγοντας, ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν.

ΕΠΙΛΥΣΙΣ. Φασὶ γεμὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ “Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ ”οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατὴρ” μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, μήτε τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συντάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι᾽ αὐτοῦ γεγονότων. εἶτα πῶς ἐν ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; πῶς δὲ οὐκ ἄπορον τὸ μεσολαβοῦν; ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ, ἐν τοῖς πᾶσιν. εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι Χριστὸν, καθ᾽ ὃ νοεῖται Θεὸς, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. εὑρεθήσεται γὰρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοὶ, οὐδὲ ὁμοούσιος ἔτι τῷ Θεῷ καὶ Πατρί. εἰ γὰρ οἶδε μὲν ὁ Πατὴρ, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. καὶ τὸ ἔτι τούτων παραλογώτερον, βουλὴ καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ὠνόμασται.

Παῦλος μὲν γὰρ ἔφη περὶ αὐτοῦ “Ὃς ”ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ,” καὶ πάλιν “Ἐν ᾧ εἰσι ”πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·” ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ Θεόν “Ἐν τῇ βουλῇ σου ὡδήγησάς με,” βουλὴν αὐτοῦ λέγων τὸν ἐξ αὐτοῦ φύντα Υἱόν. εἶτα πῶς οὐ γελοῖον ἀγνοεῖν οἴεσθαί τι τῶν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; ποῖον ἄρα τὸ προὔχον ἐν γνώσει, τὸ εἰδέναι τί ἔστιν ὁ Πατὴρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; γέγραπται δὲ πάλιν ὅτι “τὸ Πνεῦμα πάντα ἐρευνᾷ ”καὶ τὰ βάθη τοῦ Θεοῦ.” ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρί; πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκονομίαν, φάναι τε, ὅτι πεφόρηκε μὲν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης ἁμαρτίας. ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκότως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθ᾽ ὃ μὲν νοεῖται Θεὸς, οἶδε πάντα ὅσα καὶ ὁ Πατήρ· καθ᾽ ὃ γεμὴν ἄνθρωπος ὁ αὐτὸς, οὐκ ἀποσείεται τὸ καὶ ἀγνοῆσαι δοκεῖν, διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον.

ὥσπερ δὲ αὐτὸς ὢν ἡ πάντων ζωὴ καὶ δύναμις τροφὴν ἐδέχετο σωματικὴν, οὐκ ἀτιμάζων τὸ τῆς κενώσεως μέτρον, ἀναγέγραπται δὲ καὶ ὑπνῶν καὶ κοπιάσας, οὕτω καὶ πάντα εἰδὼς τὴν τῇ ἀνθρωπότητι πρέπουσαν ἄγνοιαν οὐκ ἐρυθριᾷ προσνέμων ἑαυτῷ· γέγονε γὰρ αὐτοῦ πάντα τὰ τῆς ἀνθρωπότητος, δίχα μόνης ἁμαρτίας. ἐπειδὴ δὲ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον οἱ μαθηταὶ μανθάνειν, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος, καί φησι, μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ὄντας ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαῤῥηθέντες τὸ μυστήριον.

Πρὸς τοὺς λέγοντας ὅτι ἰδικῶς ὁ Λόγος ἐνεργεῖ τὰς θεοσημίας, οὐδὲν πρὸς τοῦτο ἐχούσης τῆς ἁγίας αὐτοῦ σαρκός.

ΕΠΙΛΥΣΙΣ. Τοὺς δὲ λέγοντας, ὅτι οὐ χρὴ κοινοποιεῖν τὴν σάρκα τῇ θεότητι τοῦ Μονογενοῦς, οὐδὲ τὴν θεότητα τῇ σαρκὶ ἐν ταῖς θαυματουργίαις· ἢ καὶ ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ τοῦ μνημείου φωνήσας ὁ Θεὸς Λόγος καὶ οὐχ ὁ ἄνθρωπος, καὶ ὅτι οὐχ ὁ Θεὸς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ, ἀλλ᾽ ὁ ἀναληφθεὶς ἄνθρωπος, καὶ αὐτὸς ἐπείνασε καὶ ἐδίψησε καὶ ἐσταυρώθη καὶ ἀπέθανεν· ὁλοτρόπως τῆς ἀληθείας διημαρτηκέναι φαμὲν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ἀγνοῆσαι τὸ μυστήριον. οὐ γὰρ εἶναί φαμεν υἱοὺς δύο, οὐδὲ δύο χριστοὺς, ἀλλ᾽ ἕνα Χριστὸν καὶ Υἱὸν, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεννηθέντα Θεὸν Μονογενῆ καὶ ἐνυπόστατον αὐτοῦ Λόγον, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. μὴ τοίνυν ἀποδιοριζέτωσαν ὡς δίψυχοι, μηδὲ δύο ἡμῖν εἰσκομιζέτωσαν υἱοὺς, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ὁμολογείτωσαν, ὡς ἐνανθρωπήσαντα Θεοῦ Λόγον, καὶ αὐτοῦ πάντα καὶ φωνὰς καὶ ἐνεργείας. ἐπειδὴ γὰρ ἦν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, λαλεῖ καὶ θεοπρεπῶς καὶ ἀνθρωπίνως· ἐνεργεῖ δὲ ὁμοίως καὶ τὰ ἀνθρώπινα καὶ τὰ θεοπρεπῆ. ὅταν τοίνυν ὁμολογῶσιν ἕνα Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, πεπαύσονται διαιροῦντες ἀμαθῶς καὶ διιστάντες εἰς δύο, ὡς ἕνα μὲν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν νοεῖσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δὲ πάλιν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν τὸν, ὡς αὐτοί φασιν, ἀναληφθέντα ἄνθρωπον.

ἡμεῖς γὰρ οὐχ οὕτως φαμὲν, οὐδὲ οὕτως πιστεύομεν, ἀλλ᾽ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν σὰρξ τουτέστιν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, ἀλλὰ καὶ μεμενηκὼς ὅπερ ἦν ἀτρέπτως καὶ ἀναλλοιώτως, καὶ μετεσχηκὼς σαρκὸς καὶ αἵματος κατὰ τὰς γραφάς· τὴν δέ γε ἑνωθεῖσαν αὐτῷ καὶ ἰδίαν αὐτοῦ γενομένην σάρκα ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ.

Πρὸς τοὺς λέγοντας, ὅτι οὐκ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς, ἐν ᾧ καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ ἀναληφθὲν σῶμα τῇ ἁγίᾳ Τριάδι συγκέκραται.

ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ καὶ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς πῶς ἂν ἐνδοιάσειέ τις; τὸν γὰρ ἐκ νεκρῶν ἐγηγερμένον, αὐτὸν δηλονότι καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος, κεκάθικεν ὁ Πατὴρ “ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ”ὑψηλοῖς,” “ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνά- ”μεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου·” ἥξει δὲ οὕτω κατὰ καιρούς. καὶ ἀρκέσει πρὸς τοῦτο τῶν ἁγίων ἀγγέλων ἡ φωνὴ τοῖς θεωμένοις αὐτὸν ἀναβαίνοντα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀναφανδὸν εἰρηκότων “Οὗτος ὁ ”Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον “ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν.” εἰ μὲν οὖν οἱ τῆς ἀναλήψεως αὐτοῦ γεγονότες θεωροὶ, γυμνὸν τῆς σαρκὸς τὸν Λόγον τεθέανται, οὕτως αὐτὸν καὶ ἥξειν ὑπονοείτωσάν τινες· εἰ δὲ πεπληροφόρηκε τοὺς ἁγίους ἀποστόλους, τὸ ψηλαφητὸν αὐτοῖς δείξας σῶμα, καὶ οὕτως ἀνελήφθη· οὕτω πάλιν ἐλεύσεται, καὶ οὐκ ἂν διαψεύσαιτο τῶν ἁγίων πνευμάτων ὁ ἐπ᾽ αὐτῷ λόγος.

Ἀλλὰ μηδὲ ἐκεῖνό τινες φανταζέσθωσαν κακῶς, μήτε μὴν ὑπονοείτωσαν, ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα τῇ τῆς ἁγίας Τριάδος συγκέκραται φύσει. ἀμήχανον γὰρ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ὑπερφυᾶ καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου νοουμένην οὐσίαν, προσθήκην τινὰ καὶ μάλιστα τὴν ἔξωθεν καὶ ἑτέρας φύσεως δύνασθαι λαβεῖν. ἔστι γὰρ ἐν τοῖς καθ᾽ ἑαυτὴν παντελεία, καὶ οὔτε μείωσιν ἐπιδέχεταί τινα, διὰ τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀεὶ, οὔτε μὴν ὡς ἔφην προσθήκης ἂν δέοιτό τινος. περιττολογοῦσι τοίνυν οἱ ἐκ πολλῆς ἀμαθίας κατὰ σύγκρασιν ἤγουν συνουσίωσιν ἐν τῇ φύσει τῆς ἁγίας Τριάδος χωρῆσαι τὸ σῶμα λέγοντες. διακείμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, ἀλλ᾽ ὀρθὴν ἔχομεν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν δόξαν. ἐνανθρωπῆσαι γάρ φαμεν αὐτὸν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐκ εἰς σάρκα τὴν ἰδίαν μεταποιήσαντα φύσιν, ἀλλ᾽ ἐκ τῆς ἁγίας παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ, πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων.

Πῶς χρὴ νοεῖσθαι τό Ὁ Λόγος σὰρξ ἐγένετο.

ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δὲ, ὡς μανθάνω, προσποιοῦνταί τινες ἐρωτᾶν τό Τί ἂν εἴη ἢ κατὰ τίνα νοεῖται τρόπον τό Ὁ λόγος σὰρξ ἐγένετο, πάλιν ἀναγκαίως ἐκεῖνό φαμεν Ἔθος τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης σαρκὸς ὀνομάζειν ἔσθ᾽ ὅτε τὸν ἄνθρωπον. καὶ γοῦν ἐν προφήταις ἐπηγγείλατο Θεὸς ἐκχεῖν τὸ ἑαυτοῦ πνεῦμα ἐπὶ πᾶσαν σάρκα, εἴρηται δὲ πάλιν ὅτι “Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.” καὶ οὐ δήπου φαμὲν ὡς ἐπὶ μόνην τὴν σάρκα τὸ θεῖον ἐκχεῖται πνεῦμα, ἀλλ᾽ οὐδὲ ὅτι μόνη ἡ σὰρξ τὴν σωτηρίαν τεθέαται τὴν διὰ Χριστοῦ· ἀλλ᾽ ἐπ᾽ ἀνθρώπους ἐξεχύθη τὸ πνεῦμα, καὶ αὐτοὶ τεθέανται τὴν σωτηρίαν. ὅταν τοίνυν ὁ εὐαγγελιστὴς λέγῃ “Καὶ ὁ Λόγος σὰρξ ἐγένετο,” οὐκ εἰς σάρκα μεταπεποιῆσθαι διδάσκει τὸν τοῦ Θεοῦ Λόγον· ἄτρεπτος γάρ ἐστιν ὡς ἐξ ἀτρέπτου Πατρός· ἀλλ᾽ ὅτι σάρκα ἐψυχωμένην νοερῶς ἰδίαν ποιησάμενος, παραδόξως προῆλθεν ἄνθρωπος παρὰ τῆς ἁγίας παρθένου, ἐπειδὴ δὲ οὐκ ἄνθρωπος ὢν πρότερον τεθεοποίηται μᾶλλον, ἀλλὰ Θεὸς ὢν φύσει, πέφηνεν ἄνθρωπος.