Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Πρὸς Τιβέριον διάκονον καὶ τοὺς σὺν αὐτῷ

Κύριλλος Ἀλεξανδρείας

Απαντήσεις σε ειδικά θεολογικά και ερμηνευτικά ερωτήματα

Διευκρινίσεις σχετικά με την αναμαρτησία του Χριστού, το «κατ' εικόνα» των αγγέλων και την εσφαλμένη αντίληψη περί σαρκικής ενώσεως δαιμόνων με γυναίκες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 5

Πρὸς τοὺς λέγοντας Εἰ ἐνεδέχετο ἁμαρτῆσαι Χριστὸν φορέσαντα τὴν ὁμοίωσιν τοῦ Ἀδὰμ διὰ τὴν σάρκα.

ΕΠΙΛΥΣΙΣ. Ἀσύνετοι δὲ παντελῶς οἱ καὶ αὐτὸν πλημμελῆσαι τὸν Χριστὸν δύνασθαι οὐκ οἶδ᾽ ὅπως ὑποτοπήσαντες, διὰ τὸ ἐν εἴδει γενέσθαι τῷ καθ᾽ ἡμᾶς οἰκονομικῶς καὶ μορφὴν δούλου λαβεῖν καὶ συναναστραφῆναι τοῖς ἐπὶ γῆς ἀνθρώποις. εἰ μὲν γὰρ ἀπέστη τοῦ εἶναι ὃ ἦν, εἰ μεταπεφοίτηκεν ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ καθ᾽ ἡμᾶς εἶναι μόνον, ζητείτωσαν ἐν αὐτῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὰ ἐγκλήματα. εἰ δὲ πεφόρεκε διὰ τοῦτο τὴν ἀνθρώπου φύσιν, ἵν᾽ ὡς ἐν Ἀδὰμ ἀσθενήσασαν ἐν αὐτῷ δείξῃ δυνατωτάτην καὶ ἁμαρτίας κρείττονα, τί περιεργάζονται μάτην ὃ εὑρεῖν οὐ δύνανται; πῶς δὲ ἐπελάθοντο λέγοντος αὐτοῦ “Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου ”τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.” κατηγορεῖ μὲν γὰρ ὁ τῆς ἁμαρτίας εὑρετὴς πάσης σαρκός· ἀλλ᾽ ἦν ἄπρακτος ἐν Χριστῷ τῆς ἐκείνου σκαιότητος ἡ περιεργία, ηὕρηται γὰρ ὅλως οὐδὲν ἐν αὐτῷ. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους “Τίς ”ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, “διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;” ὥσπερ τοίνυν κατεκρίθημεν ἐν Ἀδὰμ διὰ τὴν παρακοὴν καὶ τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα διὰ τὸ ἀπλημμελὲς ὁλοτρόπως καὶ τὴν εἰς ἅπαν καὶ ἀμώμητον ὑπακοήν. καὶ τὸ καύχημα τῆς ἀνθρωπείας φύσεως ἐν τούτῳ γέγονε. πέφρακται γοῦν ἡ ἀρὰ, καὶ τὸ τῆς ἁμαρτίας ἐμπέφρακται στόμα, καὶ σὺν αὐτῷ τὸ τοῦ θανάτου κατηργήθη κράτος, ὥσπερ οἰκείᾳ ῥίζῃ συναπομαρανθέν.

εἰ γὰρ πρόξενος ἡμῖν ἁπάντων τῶν κακῶν ἡ ἁμαρτία γέγονεν, ἀναίρεσις ἔσται τῶν συμβεβηκότων ἡ ἐν Χριστῷ δικαίωσις, δι᾽ ὑπακοῆς εἰσβαίνουσα, καὶ τὸ ἀνυπαίτιον ἔχουσα παντελῶς. ὥστε καὶ εἰ πεφόρεκεν ὡς φασὶ τὸν Ἀδὰμ, ἀλλ᾽ οὐ κατ᾽ ἐκεῖνον ἦν, τὸν ἐκ γῆς χοϊκὸν, ἀλλ᾽ ὡς ἐπουράνιος ἀσυγκρίτως ἀμείνων τοῦ χοϊκοῦ. καὶ τοῖς τῆς ἀναμαρτησίας ἐπαίνοις τὴν ἀνθρώπου φύσιν στεφανουμένην ἐν αὐτῷ θεωρήσαι τις ἂν, ἐπιμαρτυρούσης αὐτῷ τῆς θεοπνεύστου γραφῆς, ὅτι “ἁμαρτίαν οὐκ ”ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.” Πρὸς τοὺς λέγοντας Εἰ καὶ ἄγγελοι κατ᾽ εἰκόνα Θεοῦ.

ΕΠΙΛΥΣΙΣ. Τὸ δέ Κατ᾽ εἰκόνα Θεοῦ διερμηνεύοντες ἐπὶ τοῦ ἀνθρώπου, οὐ τὴν τοῦ σώματος εἰδέαν μεταμορφοῦσθαι πρὸς αὐτὸν ἐλέγομεν. ἀσώματον γὰρ ἄϋλόν τε καὶ ἀναφὲς τὸ θεῖον, καὶ ποσότητος ἐπέκεινα καὶ περιγραφῆς, εἴδους τε καὶ σχήματος. ἐφαρμόζοντες δὲ τῷ ἀνθρώπῳ τὸν θεῖον ἐξεικονισμὸν, ἐλέγομεν ὅτι κατὰ τὴν τῶν ἠθῶν ἤτοι τῶν τρόπων ποιότητα, καὶ κατ᾽ εἶδος τὸ πνευματικὸν, ὃ διὰ τῆς τῶν ἀρετῶν εὐειδίας ἐκφαίνεται, πεποιῆσθαί φαμεν καθ᾽ ὁμοίωσιν αὐτοῦ τοῦ δημιουργοῦ. ἐν παντὶ γὰρ καλῷ τὸ θεῖον, καὶ ἁπάσης ἀρετῆς αὐτοπηγὴ καὶ ῥίζα γαὶ γένεσις, ἥκει δὲ καὶ εἰς ἡμᾶς ἐκεῖθεν τὰ ἀγαθά. εἰ τοίνυν κατά γε τὴν ἐξ ἀρετῶν εἰδέαν διαμορφούμεθα πρὸς Θεὸν, ἔνεστι δὲ τοῦτο καὶ τοῖς ἁγίοις ἀγγέλοις καὶ ἀσυγκρίτως ὑπὲρ ἡμᾶς· οὐκ ἀμήχανον ἐννοεῖν ὅτι καὶ πᾶσα κτίσις λογικὴ δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ διὰ πάσης ἀρετῆς μορφοῦται πρὸς Θεόν. εἰ γὰρ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἐμπρέπει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον κάλλος, πῶς οὐ μᾶλλον ταῖς ἄνω δυνάμεσι λογικαῖς, αἷς ἐπαναπαύεται ὁ Θεός; διὰ γὰρ τοῦτο καὶ θρόνον αὐτοῦ τὸν οὐρανὸν ὀνομάζουσιν αἱ θεῖαι γραφαί.

Πρὸς τοὺς λέγοντας Πῶς ἀσώματοι ὄντες οἱ δαίμονες ἐμίχθησαν γυναιξίν;

ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δέ φασί τινας λέγειν Πῶς ἀσώματοι ὄντες οἱ πονηροὶ δαίμονες κεκοινωνήκασι γυναιξὶν, αἱ δὲ ἐγέννων αὐτοῖς τοὺς γίγαντας· ἀναγκαῖον καὶ πρὸς τοῦτο ἡμᾶς ἐπιτροχάδην εἰπεῖν, οὐ τῷ μήκει τῶν διηγημάτων συνεκτεινομένους, ἀλλ᾽ ὡς ἐν ἐπιτομῇ τὴν τοῦ πράγματος διάνοιαν ἐμφανίζοντας. φασὶ τοίνυν κατὰ τοὺς ἄνωθεν ἔτι καιροὺς ἤτοι χρόνους διῃρῆσθαι, τούς τε ἀπὸ τοῦ Καῒν γεγονότας φημὶ καὶ τοὺς ἀπὸ τοῦ Ἑνὼς, ὃς διὰ τὴν πολλὴν ἄγαν δικαιοσύνην ὠνόμασται παρὰ τοῖς τὸ τηνικάδε Θεός· “ἤλπισε γὰρ ἐπικαλεῖσθαι, ”φησὶ, τὸ ὄνομα κυρίου τοῦ Θεοῦ αὐτοῦ.” ἀλλ᾽ οἱ μὲν ἀπὸ Ἑνὼς γεγονότες, ἐπιμεληταὶ δικαιοσύνης καὶ ἁπάσης ἀγαθουργίας, ἔθεσιν ἑπόμενοι τοῖς τοῦ πατρός· οἱ γεμὴν ὑπὸ τοῦ Καῒν θρασεῖς καὶ ἐπάρατοι καὶ πᾶν εἶδος φαυλότητος ἑτοίμως ἐπιτηδεύοντες, ἦν γὰρ αὐτοῖς τοιοῦτος καὶ ὁ πατήρ. ἕως μὲν οὖν ἦσαν ἀλλήλοις ἄμικτα τὰ γένη, διεσώζετο παρὰ τοῖς ἀπὸ Ἑνὼς γεγονόσι τὸ ἐν ἀρίστῃ διαπρέπειν ζωῇ. ἐπειδὴ δὲ οἱ υἱοὶ, φησὶν, τοῦ ἐπικληθέντος θεοῦ, τουτέστι, τοῦ Ἑνὼς, τὰς ἐκ τοῦ Καῒν θυγατέρας τεθέανται, ἃς καὶ τῶν ἀνθρώπων θυγατέρας εἶπεν ἡ γραφή· εἶτα προσεφθάρησαν αὐταῖς, καὶ ἥττους γεγόνασιν αἰσχρῶν ἐπιθυμιῶν, εἰς τὰ ἐκείνων ἤθη μετετράπησαν.

ὅθεν ἀγανακτήσας ὁ Θεὸς, παρεσκεύασε τὰς αἱρεθείσας παρ᾽ αὐτῶν γυναῖκας δυσειδῆ τίκτειν τέρατα, οὓς καὶ ἐκάλουν γίγαντας, διὰ τὸ εἰδεχθὲς καὶ ἀπηνὲς τῶν τρόπων καὶ τὸ ἀνήμερον θράσος. καὶ γοῦν οἱ μετὰ τοὺς ἑβδομήκοντα γεγονότες ἑρμηνευταὶ τέσσαρες ἐκδιδόντες τὰ περὶ τὸν τόπον, οὐ γεγράφασιν ὅτι οἱ υἱοὶ τοῦ Θεοῦ ἰδόντες τὰς θυγατέρας τῶν ἀνθρώπων· ἀλλ᾽ ὁ μέν Οἱ υἱοὶ τῶν δυναστευόντων, ὁ δὲ, υἱοὶ τῶν δυναστῶν. ἀσύνετον δὲ τὸ οἴεσθαι τοὺς ἀσωμάτους δαίμονας ἐνεργεῖν δύνασθαι τὰ σωμάτων, καὶ τὸ παρὰ φύσιν ἰδίαν ἐπιτελεῖν. οὐδὲν γὰρ τῶν ὄντων δύναται τὰ παρὰ φύσιν δρᾶν, ἀλλ᾽ ἕκαστον ὡς γέγονεν οὕτω μένει, τάξιν ὁρίσαντος ἑκάστῳ Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ πάντων γενεσιουργὸς καὶ τοῖς αὐτοῦ νεύμασιν ἕκαστον τῶν ὄντων ἐστὶν ὅ ἐστιν. ἰστέον δὲ πρὸς τούτῳ κἀκεῖνο. ἔχει μὲν γὰρ τινὰ τῶν ἀντιγράφων, ὅτι ἰδόντες οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. παρεγγραφὴ δέ ἐστιν ἔξωθεν τιθεμένη· τὸ γὰρ ἀληθές ἐστιν Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων.