Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι «Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων, καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς,» ὁ Καΐν φησι· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων ἀποκτενεῖ με.» Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· «Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει.» Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ Καῒν, διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφάλειαν μὴ ἔχειν· ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ᾽ αὐτοῦ, καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημᾶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τοῦ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, «Ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με·» ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ Λόγος, λέγων· «Οὐχ οὕτως,» τουτέστιν, οὐκ ἀναιρεθήση. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται τῷ φόνῳ τὸ ψεῦδος, ἐπισυνάπτων· «Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ εἰμι ἐγώ;» Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. «Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ.» Μία κόλασις. «Ἔργα τὴν γῆν.» Δευτέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ᾽ ἀεὶ αὐτὸν πρὸς τὸ ταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὴν ἐποίησεν, μιάνας ἀδελφότητος αἵματι.