Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Πρὸς τοὺς λέγοντας ὅτι οὐ δεῖ προσφέρειν ὑπὲρ τῶν κεκοιμημένων

Κύριλλος Ἀλεξανδρείας

Εισαγωγή κατά των αμφισβητούντων τις δεήσεις υπέρ των κεκοιμημένων

Αναίρεση των ισχυρισμών όσων αμφισβητούν την τέλεση προσευχών και της μυστικής θυσίας υπέρ της αναπαύσεως των τεθνεώτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

<Τὰ ὅμοια δὲ τούτοις καὶ Κύριλλος ὁ σοφώτατος καὶ τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος διδάσκει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ αὐτοῦ Πρὸς τοὺς τολμῶντας λέγειν, μὴ δεῖν ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων προσφέρειν οὗ ἡ ἀρχή> Οἱ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν ἀπευθύνοντες· φησὶ γὰρ οὕτως· Λέγομεν τοίνυν ἀνεξικάκως αὐτοῖς Φρονήσατε περὶ τοῦ Κυρίου, παύσασθε τοῖς τῆς ἀληθείας δόγμασι τὴν οὕτω θρασεῖαν καὶ ψευδηγόρον ἀντεξάγοντες γλῶτταν· παύσασθε τοῖς τῆς Ἐκκλησίας ἔθεσιν ἐπιτιμῶντες ἀβούλως. μὴ γὰρ δὴ χρῆναί φασιν, ἐπ᾽ αὐτῶν ἡμᾶς ἱέντας τῶν μνημάτων, τὰς ὑπέρ γε τῶν κεκοιμημένων ποιεῖσθαι λιτὰς, προσκομίζειν τε καὶ μεγάλα ἐμφρόνως οἱονεὶ παρόντι Χριστῷ διὰ τῆς ἁγίας καὶ μυστικῆς θυσίας. Καὶ μετ᾽ ὀλίγα. Τί γοῦν ἐστι τὸ ἄτοπον καὶ σωματικῶς παρόντα Χριστὸν τὰς ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων δέχεσθαι λιτάς;