Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία του Λευιτικού

Πνευματική και τυπολογική αναγωγή των διατάξεων περί θυσιών, ιερωσύνης, καθαρισμού της λέπρας και ποικίλων ηθικών και τελετουργικών κανόνων του Λευιτικού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 9

ΤΟΥ ΛΕΥΙΤΙΚΟΥ ΠΕΡΙ ΘΥΣΙΩΝ. Οὐχ ἥδεται ζωοθυσίαις ὁ Θεός· ἐμπαθοῦς γὰρ τοῦτο. Συμβολικῶς δὲ διὰ τούτων τὰς πνευματικὰς θυσίας ἐνομοθέτησε, νέκρωσιν λέγω παθῶν σφαζομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ προσαγωγὴν τῶν φυσικῶν δυνάμεων, τῷ πυρὶ τοῦ πνεύματος ὁλοκαυτουμένων. Σύμβολον γὰρ ὁ μὲν κριὸς τοῦ λογιστικοῦ, διὰ τὸ ἡγεμονικὸν, ὁ δὲ ταῦρος τοῦ θυμικοῦ, ἡ αἲξ δὲ τοῦ ἐπιθυμητικοῦ.

Ὁ Μωσῆς κελεύσας ἀφαιρεῖν τῶν ἱερείων τοὺς νεφροὺς, καὶ τὸ στέαρ, καὶ τὸ στηθύνιον, καὶ τὸν λοβὸν τοῦ ἥπατος, ᾐνίξατο διὰ τούτων ἀφαιρεῖν τὰς παρὰ φύσιν δυνάμεις καὶ ἐνεργείας τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας, καὶ τῷ θείῳ πυρὶ τῆς κατὰ τὴν πνευματικὴν γνῶσιν δυνάμεως ἐκτήκειν αὐτάς· τῆς μὲν ἐπιθυμίας διὰ τῶν νεφρῶν δηλουμένης, τῆς δὲ ἐνεργείας αὐτῆς, ἥτις ἐστὶν ἡ ἡδονὴ, διὰ τοῦ στέατος.

Καὶ αὖθις τοῦ μὲν θυμοῦ, διὰ στηθυνίου· τῆς δὲ ἐνεργείας αὐτοῦ διὰ τοῦ λοβοῦ τοῦ ἥπατος, ἐν ᾧ πέπηγεν ἡ πικρὰ καὶ δριμυτάτη χολή. Ὁ ἱερουργῶν τῷ Θεῷ δι᾽ εὐσεβοῦς λόγου τὰς τῶν ἄλλων καρδίας αἷς ἀναλογεῖ τὸ στηθύνιον· καὶ τὴν πρακτικὴν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων τῇ ἐνεργείᾳ τῶν ἐντολῶν, γέγονεν ἱερεὺς, λαμβάνων παρὰ τῶν ἑαυτοὺς θυσίαν, τῷ Θεῷ προσαγόντων τὸ στηθύνιον καὶ τὸν βραχίονα. Ἀνεπιτήδειος εἰς ἱερουργίαν ὁ τυφλὸς τὸν νοῦν, καὶ ὁ χωλὸς τῷ μὴ ὀρθοποδεῖν ἐν βίῳ καὶ δόγμασι· καὶ ὁ κολοβόῤῥιν τῷ μὴ τελείαν ἔχειν διάκρισιν. Σύντριμμα δὲ χειρὸς καὶ ποδὸς, ἡ θραῦσις τῆς δυνάμεως τοῦ ἐργάζεσθαι τὰ καλὰ, καὶ βαδίζειν ἐπὶ τὰ ἀγαθά. Κυρτὸς δὲ ὁ πρὸς τὰ κάτω κεκυφὼς, καὶ μὴ δυνάμενος ἀπὸ τῶν γηΐνων ἀνανεύειν. Ἔφηλος δὲ, ὁ ἀπὸ νοσήματος μελανθεὶς τὴν ὄψιν τοῦ δέρματος, ὁποῖός ἐστιν ὁ ἀπὸ ἁμαρτήματος ζοφωθεὶς τὴν ψυχήν. Λιππὸς δὲ τοὺς ὀφθαλμοὺς ὁ βλέπων μὲν, οὐχ ὑγιῶς δὲ, ὡς οἱ αἱρετικοὶ, Θεὸν μὲν εἶναι πιστεύοντες, οὐχ ὑγιῶς δὲ περὶ αὐτοῦ δογματίζοντες.

Ψῶρα δὲ ἀγρία κατ᾽ ἀναγωγὴν πάθους δριμὺ ῥεῦμα καταχεόμενον τῆς ψυχῆς, ἐξ ἡδονῆς μὲν ἀρχόμενον, εἰς πικρὸν δὲ πέρας καταλῆγον· λειχὴν δὲ, πᾶν ὁτιοῦν πάθος ἕρπον κατὰ τῆς ψυχῆς, καὶ εὐρυνόμενον εἰς τὸ χεῖρον. Μόνορχις δὲ, ὁ ἐξ ἡμισείας καρπογονῶν.

Διατί οἱ Ἰσραηλῖται τὰ μὲν σώματα τῶν θυμάτων ἤσθιον, τὰ δὲ αἵματα πρὸς τὴν βάσιν ἔχεον τοῦ θυσιαστηρίου. Οἱ Ἰσραηλῖται νηπιώδεις κατὰ γνῶσιν ὄντες τύπον ἔφερον τῶν εἰσαγομένων πρὸς εὐσέβειαν. Ὁ τοίνυν πρὸς εὐσέβειαν εἰσαγόμενος, τὴν μὲν πρᾶξιν τῶν ἐντολῶν ἀποτελεῖ, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα· λέγω δὴ τὴν ἠθικὴν παιδαγωγίαν, τοὺς δὲ λόγους αὐτῶν τῷ Θεῷ παραχωρεῖ διὰ πίστεως, πιστεύων μόνον ὅτι λόγους ἔχουσι θείους. Τὸ μὲν γὰρ θυσιαστήριον Θεοῦ σύμβολον, ἡ δὲ τούτου βάσις, τύπος τῆς πίστεως· θεμέλιος γὰρ αὕτη θεογνωσίας, πᾶσαν τὴν οἰκοδομὴν τῆς εὐσεβείας βαστάζουσα.

Χριστὸς δὲ παραγενόμενος ὁ ἀληθὴς ἀρχιερεὺς καὶ θύσας ἑαυτὸν, δέδωκε τοῖς ἀνδρικοῖς εἰς γνῶσιν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα. Ὁ γὰρ τέλειος εἰς ἀρετὴν, καὶ τοὺς λόγους τῶν ἐντολῶν ὡς αἷμα πίνει διὰ τῆς γνώσεως.

Περὶ λέπρας τῆς οἰκίας. Ἐν τῷ νόμῳ τῷ περὶ τῆς οἰκίας ἐχούσης λέπραν, ὅλον ὅρα τὸ τοῦ Σωτῆρος ἡμῶν μυστήριον, καὶ τὸν διὰ τοῦ βαπτίσματος καθαρισμόν.* Τὰς δύο τοῦ Χριστοῦ φύσεις, ὧν ἡ μὲν ἄνωθεν κατῆλθεν, ἡ δὲ κάτωθεν ἀνῆλθεν, μετὰ τὴν ἀνάστασιν. Ζῶντα δὲ καὶ καθαρὰ, διότι ζωῆς καὶ καθαρότητος αὗται παρεκτικαί.

Καὶ διὰ μὲν τοῦ κεδρίνου ξύλου τὸ ἀδιάφθορον αἰνίττεται τοῦ σώματος τοῦ Χριστοῦ, διὰ δὲ τοῦ κεκλωσμένου κοκκίνου τοὺς ἀναμεμιγμένους δύο κρουνοὺς αἵματος καὶ ὕδατος, ἢ τὸν διπλοῦν λόγον θεότητος καὶ ἀνθρωπότητος. Διὰ δὲ τοῦ ὑσσώπου τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος· θερμὴ γὰρ καὶ ἡ πόα σμηκτική. Καὶ διὰ μὲν τοῦ ζῶντος ὀρνιθίου, τὸν ζῶντα Λόγον· διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τῆς προσληφθείσης σαρκός. Διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν χάριν τοῦ βαπτίσματος, ᾧ περιῤῥαίνεσθαι χρὴ τὴν οἰκίαν, ἤτοι τὴν οἰκουμένην ἑπτάκις· εἴτουν μυστικῶς δέ· μυστικώτατος γὰρ οὗτος ὁ ἀριθμός. Τὸ ζῶν ὀρνίθιον, τὸ ἐξαποστελλόμενον ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, ἐδίδασκεν, ὅτι ζήσεται ὁ ἀποθανὼν Χριστὸς, καὶ ἔξω τοῦ κόσμου γενόμενος μεταστήσεται, καὶ εἰς τὸ πλατὺ δὲ καὶ καθαρὸν πεδίον, τὸν οὐρανὸν ἀναδραμεῖται.

Εἴρηκεν ὁ νόμος· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ τοῦ ἀλλογενοῦς ἄρχοντος, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Θυγάτηρ μὲν γὰρ τοῦ πιστεύοντος νοὸς, ἡ ἀγαθὴ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ ἀγαθὸς λογισμός. Αὖθις δὲ θυγάτηρ μὲν τοῦ ἀλλογενοῦς ἄρχοντος, ἢ τοῦ διαβόλου τοῦ ἄρχοντος τῶν παθῶν, ἡ πονηρὰ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ πονηρὸς λογισμός. Οὐ χρὴ δὲ τοῖς ἀγαθοῖς τὰ πονηρὰ ἀναμίγνυσθαι.

Τὸ κτῆνός σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον. Κτῆνος ἐνταῦθα λέγει τὸ ὑποζύγον· διὰ τοῦ ὑποζυγίου δὲ τὸ ὑποχείριον ἅπαν αἰνίττεται, κελεύων τοῖς ἡγουμένοις, μὴ συγχωρεῖν ὑπάγεσθαι τοῖς σπερματισμοῖς τῶν ἑτεροδόξων τοὺς ὑπὸ χεῖρα, μή πως ἑτεροφυῆ καὶ νόθα τέκωσι δόγματα. Πάλιν δὲ ἀμπελῶνα καλεῖ τοὺς καταπεφυτευμένους ἐν τῇ Ἐκκλησίᾳ, οὓς οὐ χρὴ παρορᾷν κατασπειρομένους διαφόρως, εἴτουν ποικίλως ἀσεβῶν σπέρμασιν· ἵνα μὴ ταῦτα τὴν ἰκμάδα καὶ πιότητα τῶν ψυχῶν αὐτῶν εἰς ἑαυτὰ δαπανήσαντα, ποιήσωσιν αὐτὰς ἀκάρπους εἰς τὴν εὐσέβειαν.

Ἐξοστρακίζων τὴν βλακείαν ὁ Θεὸς, καὶ μόνης γενέσθαι τῆς χρείας τοὺς ὑπηκόους βουλόμενος, διὰ μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικιλίαν ἐξώρισε· διὰ δὲ τοῦ μὴ πορφύραν τοῖς λίνοις, τὴν πολυτέλειαν καὶ τὸν καλλωπισμόν· διὰ δὲ τοῦ λέπραν ἱματίων καὶ λίθων περιεργάζεσθαι, τὸ κτᾶσθαι πλέον τῆς χρείας ἀπηγόρευσε. Τοῖς γὰρ ἀποθέτοις ἱματίοις καὶ ταῖς κεναῖς οἰκίαις τοῦτο συνέβαινε.

Καθ᾽ ἕτερον δὲ λόγον, διὰ τοῦ λίνου καὶ τοῦ ἐρίου τὴν τοῦ τρόπου διπλόην ἐνέφηνεν, ἀπαγορεύων αὐτήν. Οὐκ ἀροτριάσεις ἐν μόσχῳ παὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Οὐ πολιτεύσῃ συζεύξας τὸ φιλόπονον σου τῷ φιληδόνῳ.

Ζυγὰ δίκαια, καὶ σταθμία δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι. Τοῖς διαφόροις μέτροις τούτοις τοὺς διαφόρους τρόπους τῆς δικαιοσύνης αἰνίττεται. Καὶ ὁ χοῦς γὰρ, εἶδος μέτρου παρ᾽ Ἑβραίοις· νοῦς γὰρ εὐθής τε καὶ φιλοδίκαιος, ταλαντεύει τρόπον τινὰ καὶ μετρεῖ τὰς τῶν πραγμάτων φύσεις, δοκιμάζων καὶ ἐπιμετρῶν ἑκάστῳ τὸ πρέπον, οὔτε τῷ ἐλλιπεῖ, οὔτε τῷ περιττῷ τὴν ἀκρίβειαν παραλύων.