Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία του βιβλίου των Αριθμών

Συμβολική ερμηνεία των απογραφών, της αφιέρωσης των Λευιτών, της νεφέλης, της κιβωτού, της κόμης, της πυρρής δαμάλεως και των γεγονότων κατά την εκστρατεία εναντίον των Μαδιανιτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 9

ΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΑΡΙΘΜΩΝ. Ἐκελεύσθησαν Μωσῆς καὶ Ἀαρὼν εἰς παράταξιν καὶ πόλεμον ἐπισκέψασθαι, τοῦτ᾽ ἔστιν, ἀπογράψασθαι πάντα ἄρσενα τῶν υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πάντα ἐκπορευόμενον ἐν δυνάμει.

Πᾶς γὰρ ὑπερβὰς τὴν παιδικὴν ἀσθένειαν καὶ μαλακίαν, καὶ ἤδη γενόμενος ἀνδρικὸς εἰς πόνους τοὺς ὑπὲρ ἀρετῆς, καὶ ἐκπορευόμενος κατὰ δαιμόνων ἐν δυνάμει καὶ γενναιότητι, εἰς Θεοῦ παράταξιν ἀπογράφεται, καὶ Χριστοῦ γίνεται στρατιώτης. Ὁ μὲν γὰρ εἰκοστὸς ἐνιαυτὸς τοῖς κοσμικῶς στρατευομένοις αὐτάρκως εἰς ἀνδρείαν καὶ σύνεσιν. Ὁ δὲ κατωτέρω χρόνος ἀτελὴς πρὸς ἀμφότερα. Μωσῆς δὲ καὶ Ἀαρὼν ἀπογραφόμενοι τοὺς εἰρημένους, προετύπουν ἄμφω τὸν ἕνα Χριστὸν, τὸν νομοθέτην ἅμα καὶ ἀρχιερέα, καὶ ἀπογραφέα τῶν στρατευομένων αὐτῷ.

Ἀπογράφονται δὲ, Θεοῦ προστάξαντος, τάτε ἄρσενα πάντα τῆς Λευὶ φυλῆς, καὶ τὰ ἄρσενα καὶ πρωτότοκα μόνα τῶν ἄλλων φυλῶν, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἀλλ᾽ ὁ μὲν μηνιαῖος χρόνος καὶ τούτοις κἀκείνοις σύμβολον τῆς κατὰ Χριστὸν ἐν ἁπλότητι καὶ ἀκακίᾳ νηπιότητος. Τῶν δὲ νηπίων τούτων τὰ μὲν Λευιτικὰ τοὺς ἱερωμένους ὑποσημαίνουσι· τὰ δὲ κοσμικὰ πρωτότοκα, τοὺς ἐκ τοῦ κοσμικοῦ βίου τὸν ἀληθῶς πρωτότοκον Χριστὸν μιμουμένους, ὅσον ἐγχωρεῖ.

Ἀπογράφεται δὲ καὶ τούτους κἀκείνους ὁ Χριστὸς ἐν βίβλῳ τῶν ἄνω λειτουργῶν τε καὶ πρωτοτόκων. Προτέτακται δὲ τὸ ἱερατικὸν γένος, ὡς μόνῳ τῷ Θεῷ ἀνακείμενον, καὶ μὴ μεριζόμενον πρὸς Θεὸν καὶ κόσμον, καθάπερ μερίζονται τὰ πρωτότοκα· ἄρσενα δὲ καὶ ταῦτα κἀκεῖνα, καὶ θηλυπρεπείας ὑπέρτερα. Τὸ γὰρ ἄναλκι καὶ ἀκαταγώνιστον, ἀδόκιμον.

Ἀποθανόντων δὲ πάντων ἤδη τῶν προαπογραφέντων, καὶ οὐδενὸς ὑπολειφθέντος πλὴν Χάλεβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ· πάλιν ἀπογραφὴ γίνεται τῶν υἱῶν τῶν τετελευτηκότων, καὶ ἀπογράφονται εἰς κληρονομίαν τῆς γῆς.

Οἱ τῶν ἕνδεκα φυλῶν ἄρσενες ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· οὔτε δὲ γυναῖκες, οὔτε παῖδες εἰς ἀπογραφὴν λαμβάνονται. Κλῆρος γὰρ παρὰ Θεοῦ καὶ ἀπόλαυσις τοῖς ἐπιτηδείοις εἰς τὴν νοητὴν παράταξιν τῶν ἀοράτων ἐχθρῶν, καὶ ἀκμαίοις εἰς πνευματικὴν ἀνδραγαθίαν, καὶ βεβηκόσιν εἰς σύνεσιν, ἀλλ᾽ οὐ τοῖς θηλυνομένοις ἐν πάθεσι, καὶ ἀδρανέσιν εἰς ἀντίστασιν τῶν δαιμόνων, οὐδὲ τοῖς παιδαριώδη φρόνησιν ἔχουσιν.

Ἀπογράφονται κἀνταῦθα πάλιν ἰδικῶς τὰ ἄρσενα τῆς Λευιτικῆς φυλῆς, ἀπὸ μηνιαίου καὶ ἐπάνω, διὰ τὸν ἀνωτέρω δηλωθέντα λόγον. Οὐ δίδοται δὲ τούτοις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ἐπειδὴ τοῖς ἱερεῦσιν οὐκ ἔστιν ἐν γῇ κλῆρος, ὡς τοῖς ἄλλοις ἀνθρώποις, ἀλλ᾽ ἐν οὐρανῷ αὐτὸς ὁ Θεὸς ᾧ μόνῳ λατρεύουσί τε καὶ προσεδρεύουσι.

Καὶ τῇ ἡμέρᾳ ᾖ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, καὶ ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Παγείσης δὲ τῆς Ἐκκλησίας τῶν πιστῶν, ὁ Χριστὸς ἄνωθεν ἐσκέπασεν αὐτὴν, τοῖς μὲν τῆς ἡμέρας* ἤως τοῖς πεφωτισμένοις λαμπρότητι βίου καὶ τῶν δογμάτων ἐπισκιάζων, καὶ τὸν καύσωνα τῶν πειρασμῶν ἀπελαύνων, καὶ ἀνάψυξιν καὶ ψυχαγωγίαν ἐνιείς· τοὺς δὲ καθάπερ ἐν νυκτὶ τῷ σκότει τῆς ἀμαθείας καθεύδοντας, πυρσεύων καὶ φωτίζων εἰς ἐπίγνωσιν καὶ ἀλήθειαν. Χρεία γὰρ τοῖς μὲν ἀτελεστέροις φωτισμοῦ, πρὸς ὁδηγίαν τοῦ κρείττονος· τοῖς δὲ τελειοτέροις ἐπικουρίας, ὥστε δύνασθαι διενεγκεῖν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας.

Καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. Κιβωτὸς ὁ Χριστός. Ὥσπερ γὰρ ἐκείνη ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ κατασκευασθεῖσα ἔνδον, ἔφερε τὸν νόμον Κυρίου· οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἐκ σώματος ἀφθάρτου καθ᾽ ἁμαρτίαν, καὶ ψυχῆς καθαρᾶς καὶ λαμπρᾶς συντεθὲν, ἔνδον εἶχε τὸν Λόγον τοῦ Θεοῦ, καὶ Θεὸν, ὅστις Χριστὸς προεπορεύσατο εἰς τὰ ἐπουράνια μετὰ τὴν οἰκονομίαν, ἑτοιμάσαι τοῖς λατρευταῖς αὐτοῦ τόπον, ὡς αὐτὸς εἴρηκεν, τόπον δὲ τῆς ἀναπαύσεως δηλονότι.

Καὶ ἡ νεφέλη ἐσκίαζεν ἐπ᾽ αὐτοὺς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. Ὁ Χριστὸς γὰρ, ὅς ἐστιν κεφαλὴ τὸν καύσωνα τῶν πειρασμῶν ἀποσκεδάζουσα, καὶ ψυχαγωγοῦσα, ἐπισκιάζει ἐπὶ τοὺς ἀπαίροντας ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ κατὰ δρόμον ἀρετῆς προκόπτοντας. «Χωρὶς γὰρ, φησὶν, ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ἡμέρας δὲ πρόσκειται, διότι τοῖς ἐν φωτὶ καλῶν ἔργων πορευομένοις εἴωθε συνεργεῖν τε καὶ ἀναψύχειν. Διὰ προστάγματος δὲ Κυρίου τὰς ἐπάρσεις ἐποιοῦντο· διότι χρεία καὶ λόγου τοῦ παροτρύνοντος εἰς προκοπὴν, καὶ ὑπακοῆς τῶν θείων ἐντολῶν.

Καὶ ἦν ὁ λαὸς γογγύζων καὶ λαλῶν πονηρὰ ἔναντι Κυρίου. Καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Τοὺς γὰρ ἐνώπιον τοῦ Χριστοῦ βλασφημοῦντας καὶ ἀποστρεφομένους αὐτὸν, καταφάγεται τὸ πῦρ τῆς γεέννης. Μέρος δὲ εἶπε, διότι πολλοὶ αὐτῶν ἐπιστρέψαντες, ἐξαιρεθήσονται τῆς κολάσεως. Καὶ καθ᾽ ἕτερον δὲ καιρὸν γογγύζοντες κατὰ τοῦ Θεοῦ, καὶ ἄρτον διάκενον τὸ μάννα προσαγορεύοντες, τοῖς δήγμασι τῶν ὄφεων διεφθείροντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν εὐεργετοῦντα Θεὸν ἀτιμάζοντες, τοῖς τοῦ νοητοῦ δράκοντος δήγμασι περιπίπτουσι. Δύο σάλπιγγας ἐλατὰς ἀργυρᾶς ὁ Θεὸς ποιεῖν προσέταξε τῷ Μωσεῖ, πρὸς τὸ καλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς· καὶ ὅτε μὲν δέον μόνους τοὺς ἡγουμένους τοῦ λαοῦ συνάγεσθαι πρὸς αὐτὸν, τῇ μιᾷ σαλπίζειν, ὅτε τὸν λαὸν ταῖς δυσί. Πρὸς δὲ τὰς ἐξάρσεις τῶν παρεμβολῶν, τέσσαρα σημασιῶν ὥρισεν εἴδη διὰ τῶν τοιούτων σαλπίγγων. Δύο μὲν οὖν αἱ σάλπιγγες, ὅτι διττὸς λόγος τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ὁ μὲν βίον ῥυθμίζων, ὁ δὲ δογμάτων ἐπιμελούμενος. Ἐλαταὶ δὲ καὶ ἀργυραῖ καὶ ἄμφω, διὰ τὸ εὔηχες καὶ λαμπρὸν καὶ ἀμώμητον καὶ τούτου κἀκείνου. Καὶ τοὺς μὲν ἡγουμένους μία συνεκάλει σάλπιγξ. Χρεία γὰρ λόγου διορθοῦντος καὶ τοῖς καθηγηταῖς· ἄνθρωποι γὰρ, πλὴν ὀλίγου· «Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.» Τὸν δὲ λαὸν δύο.

Πολλῆς γὰρ οὗτος δεῖται προτροπῆς καὶ παρακλήσεως. Τὰ δὲ τέσσαρα τῶν σημασιῶν εἴδη τὰ διὰ τῶν σαλπίγγων γινόμενα, τὰ τέσσαρα βιβλία τῶν εὐαγγελιστῶν προετύπουν, ἃ δι᾽ ὧν σημαίνουσιν, ἐξαίρειν ἡμᾶς ἀπὸ τῶν γεηρῶν τούτων, τῶν ἐν τοῖς τέσσαρσι κλίμασι τῆς οἰκουμένης, καὶ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπείγεσθαι διακελεύονται. Διὰ δὲ τῶν δύο σαλπίγγων αἱ τέσσαρες σημασίαι, ὅτι καὶ διὰ τοῦ διπλοῦ Χριστοῦ τοῦ θεανθρώπου τὰ σημαινόμενα τοῖς εὐαγγελισταῖς ἐνηχήθησαν. Ἢ καὶ ἄλλως, τὰ τέσσαρα τῶν σημασιῶν εἴδη σύμβολον ἦσαν τῶν τεσσάρων εἰδῶν τοῦ ἠθικοῦ λόγου. Ὧν τὸ μὲν ἐνηχεῖ τοῖς ἔτι κατηχουμένοις· τὰ τρία δὲ τοῖς τῆς ἀγαθῆς γῆς ἥτις ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατόν. Ἄλλως γὰρ καὶ ἄλλως τούτους διδακτέον.

Τοῖς μὲν γὰρ τὸν ἐν γάμῳ βίον προελομένοις ἐρεῖς· «Δέδεσαι γυναικὶ, μὴ ζήτει λύσιν.» Τοῖς δὲ τὸν ἐν παρθενίᾳ· «Λέλυσαι ἀπὸ γυναικὸς, μὴ ζήτει γυναῖκα.» Τοῖς δὲ τὸν ἐν ἀσκήσει· «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς.» Καὶ ἑκάστῃ ἰδέᾳ βίου τὸ προσῆκον εἶδος ἁρμόσεις τῆς προτροπῆς καὶ διδασκαλίας.

Τοῖς ἱερεῦσι δὲ σαλπίζειν ἀφώρισεν ὁ νόμος, ὅτι καὶ τῶν ἱερέων ἴδιον τὸ διδάσκειν. Αἱ δὲ πυκναὶ τῶν Ἰσραηλιτῶν ἐξάρσεις, τὰς πυκνὰς κατ᾽ ἀρετὴν προκοπὰς τοῦ νέου λαοῦ τῶν πιστῶν, καὶ καθ᾽ ἡμέραν ὀφειλομένας ἐπεκτάσεις ἐπὶ τὰ ἔμπροσθεν, ὑπεσήμαινον.

Ἅγιον ὠνόμασεν ὁ νόμος τὸν ὑποσχόμενον τῷ Θεῷ τὴν ἑαυτοῦ κόμην. Λαμβάνεται γὰρ ἡ κεφαλὴ μὲν εἰς τύπον τοῦ νοῦ, ὡς ἐνδιαίτημα νοῦ· αἱ δὲ τρίχες εἰς τὰς ἐννοίας. Νοῦ γὰρ αὗται γεννήματα. Χρὴ τοίνυν ἡμᾶς μὴ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἔχειν τὸν νοῦν, ἀλλὰ βρύοντα ταύταις καὶ κομῶντα Θεῷ.

Περὶ τῆς πυῤῥᾶς δαμάλεως. Ὁ καταπιπρῶν τὴν δάμαλιν καὶ ἀναμιγνὺς τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, καὶ μέντοι καὶ ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι γὰρ, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια καὶ ὑπάρχοντες καθαροί, ὑποδηλοῦντος τοῦ νόμου τὸ τῆς ἀνθρωπείας φύσεως ἀσθενὲς, καὶ ὅτιπερ, εἰ ἀκριβῶς ἐρευνῷτο τὰ καθ᾽ ἡμᾶς, οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν παντελῶς καθαρός. Ἄξιος γὰρ οὐδεὶς ἀποθίγειν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων· καὶ λοιπὸν εἰ συγκρίνοιτο τὰ καθ᾽ ἡμᾶς καθαρὰ τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτά ἐστι καὶ μεμολυσμένα, οὗπερ ἐνώπιον οὐδὲ τὰ ἄστρα καθαρὰ, κατὰ τὸν εἰπόντα. Ἀπέκειτο δὲ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ ἔξω τῆς παρεμβολῆς δηλοῦν ὅτι ἔξω τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἡ ἐν Χριστῷ κάθαρσις. Ἀποπεφοίτηκε γὰρ αὐτῆς ἡ ἀφαγνίζουσα χάρις. «Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ νεκρότης μὲν σώματος, σύμβολον φθορᾶς καὶ ἀκαθαρσίας. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, τύπος τοῦ ἁγίου βαπτίσματος. Κατεῤῥαίνοντο δὲ τρίτην καὶ ἑβδόμην ἡμέραν. Τὸ γὰρ βάπτισμα πίστιν ἔχει τῆς τε κατὰ τὴν τρίτην ἡμέραν ἀναστάσεως τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τὴν συντέλειαν τοῦ ἑβδόμου αἰῶνος ἐπιδημίας αὐτοῦ, καθ᾽ ἣν κρίνων, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἰ δὲ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ.

Βδελυρὸν δὲ καὶ σκεῦος ἅπαν καὶ ἀγγεῖον οὐ πεπωμασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ, καὶ ταῦτα διακαθαίρειν ἐκέλευσεν ὁ νόμος.

Οἶκος μὲν οὖν μεμιασμένος, ἡ Συναγωγὴ τῶν κυριοκτόνων Ἰουδαίων, τεθνεῶτος ἐν αὐτοῖς τοῦ Σωτῆρος· ὅτε καὶ μᾶλλον ἐμιάνθησαν τῷ φόνῳ αὐτοῦ. Καὶ ὅσοι δὲ προσήλυτοι εἰσβαίνουσιν εἰς αὐτὴν, ἀκάθαρτοι καὶ οὗτοι σὺν αὐτῇ. Σκεύη δὲ ἐν αὐτῇ οἱ κατὰ μέρος Ἰουδαῖοι, ἀγγεῖα οὐ πεπωμασμένα, διὰ τὸ ἀφαιρεθῆναι τὴν ἀσφάλειαν τοῦ νοῦ καὶ τῆς ἀκοῆς, καὶ εἶναι προχείρους εἰς πᾶσαν κακίαν. Γνωμοδοτεῖ μὲν ὁ Ἰοθὸρ, ὑπακούει δὲ ὁ Μωσῆς, ἵνα γνῶμεν ὡς ὁ ἐξ ἐθνῶν λαὸς σοφώτερος τοῦ Ἰουδαϊκοῦ λαοῦ διὰ τῆς πίστεως γέγονε· καὶ πολλάκις ἐξ ἐθνῶν τὸν Ἰουδαῖον νομοθετήσας, πειθόμενον λαμβάνει ταῖς κατὰ Χριστὸν ἐντολαῖς.

Τὸ μὲν τοῦ Μωσέως πρόσωπον ἐπέχει Χριστός· νομοθέτης γὰρ καὶ οὗτος, καὶ μεσίτης τοῦ Θεοῦ καὶ ἀνθρώπων· τὸ δὲ τοῦ Ἀαρὼν, οἱ ἱερεῖς καὶ ἀρχιερεῖς τῶν Ἰουδαίων· τὸ δὲ τῆς Μαρίας, ἡ Συναγωγὴ τῶν Ἰουδαίων. Οἵ τε γὰρ ἱερεῖς καὶ ὁ λαὸς τῶν Ἑβραίων κατηγόρησαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παράβασιν τοῦ νόμου, καὶ ὅτι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐμνηστεύσατο, τὴν μέλαιναν τῷ ζόφῳ τῆς ἁμαρτίας. Εἰκὸς καρυΐνην εἶναι τὴν ῥάβδον Ἀαρὼν, εἰς σύμβολον ἐγρηγόρσεως. Τῷ Ἱερεμίᾳ γὰρ ὁρῶντι ῥάβδον καρυΐνην φησὶν ὁ Θεός· «Ἰδοὺ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου.» Ἐβλάστησε δὲ κάρυα, σημεῖον καὶ τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἔνδον ἔχοντος τὸ ταύτης ἐδώδιμον ἐν ἕξει ψυχῆς, οὐκ ἐν ὕψει σώματος.

Ἐκ παντὸς πλήθους μόνας δώδεκα χιλιάδας ἐπιλεξάμενος πολεμιστῶν ὁ Μωσῆς, τοῦ Θεοῦ προστάξαντος, ἐπαφῆκε τοῖς Μαδιηναίοις, καὶ δι᾽ αὐτῶν πάντας ἐξωλόθρευσεν. Ἐπανελθόντων δὲ τῶν ἀριστέων τούτων, καὶ πολλῆς αἰχμαλωσίας, ἐκέλευσεν αὐτοῖς παρεμβαλεῖν ἔξω τῆς παρεμβολῆς τοῦ λαοῦ, μέχρις ἑπτὰ ἡμερῶν· ἁγνισθέντας δὲ αὐτοὺς σὺν πᾶσι τοῖς τῆς αἰχμαλωσίας, τῇ τε τρίτῃ ἡμέρᾳ καὶ τῇ ἑβδόμῃ, οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν.

Μετὰ δὲ Μωσέα προσεφώνησεν αὐτοῖς ὁ τότε ἀρχιερεὺς Ἐλεάζαρ, κελεύων μὲν αὐτοὺς πλῦναι τὰ ἑαυτῶν ἱμάτια· τῆς αἰχμαλωσίας δὲ τὸν μὲν χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ ὅσα τῆς στεῤῥᾶς ὕλης διὰ πυρὸς ἀγαγεῖν· τὴν δὲ ἐσθῆτα, καὶ ὅσα τῆς ἀσθενοῦς ὕλης δι᾽ ὕδατος ἐφαγνίσαι, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ καθαρισθῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν.

Ὅρα τοίνυν τὰ μυστικῶς ὑποδηλούμενα. Δεῖνται μὲν ἁγνισμοῦ τινος οἱ ἀριστεύσαντες· οὐδὲ γὰρ οἱ κατὰ δαιμόνων καὶ παθῶν ἀριστεύσαντες, ἀμώμητοι παντελῶς. Τὸ γὰρ τελείως ἁγνὸν εἰς τὸν αἰῶνα τετήρηται τὸν μέλλοντα. Οὗ σύμβολον ἡ ἑβδόμη ἡμέρα. Ἑβδόμη μὲν ἡμέρα τὸ Σάββατον· κατάπαυσις δὲ τοῦτο ἑρμηνεύεται. Κατάπαυσις δὲ πάσης ἐργασίας ὁ μέλλων αἰών. Ὁ δὲ τῆς τρίτης ἡμέρας ἁγνισμὸς, τὴν διὰ Χριστοῦ νομοθετηθεῖσαν κάθαρσιν ὑπετύπου, δοθεῖσαν κατὰ τὸν τρίτον καιρὸν τῆς τριπλῆς πολιτείας τῶν Ἰουδαίων. Μετὰ γὰρ τὸν καιρὸν τῶν βασιλέων, καὶ τὸν τῶν κριτῶν, ὑπὸ τῶν ἀρχιερέων ἤγοντο. Ἐν ᾧ καιρῷ τὴν διὰ τοῦ ἱεροῦ βαπτίσματος ὁ Χριστὸς ἐνομοθέτησε κάθαρσιν· ἀλλ᾽ ὁ μὲν Μωσῆς τὸν τοῦ ἁγνισμοῦ καιρὸν μόνον ἐδήλωσε τοῖς ἀριστεῦσιν· ὁ δὲ Ἐλεάζαρ καὶ τὸν τοῦ ἁγνισμοῦ τρόπον. Καὶ γὰρ ὁ μὲν κατὰ Μωσῆν νόμος τὸν καιρὸν μόνον τῆς διὰ Χριστοῦ καθάρσεως προηγόρευσε. Τὸ δὲ κατὰ Χριστὸν Εὐαγγέλιον καὶ τὸν τρόπον τῆς τοιαύτης καθάρσεως ὑποδείκνυσι. Τὰ μέντοι τῆς αἰχμαλωσίας ἡμεῖς ἐσμεν· οὓς οἱ ἀριστεύσαντες δώδεκα ἀπόστολοι καὶ οἱ διάδοχοι τούτων ποιμένες καὶ διδάσκαλοι ᾐχμαλώτευσαν ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων, καὶ καθήγνισαν πυρὶ τοῦ ἁγίου Πνεύματος, καὶ ὕδατι τοῦ θείου βαπτίσματος· τῆς μὲν ἑκάστου ψυχῆς εἰς τὴν στεῤῥὰν ὕλην λαμβανομένης διὰ τὴν ἀθανασίαν· τοῦ δὲ σώματος εἰς τὴν ἀσθενῆ διὰ τὸ θνητόν.

Πλύσις δὲ τῶν ἱματίων ἡ παρασκευὴ τῆς καθάρσεως, ἢ καὶ αὐτὴ ἡ κάθαρσις τῶν ἁγίων. Οὗτοι γὰρ ἱμάτια κατὰ Χριστὸν, οὓς τρόπον τινα περιβάλλεται, ἐνοικῶν αὐτοῖς.

Τῶν λαφύρων τῆς αἰχμαλώσεως διανεμηθέντων εἴς τε τοὺς ἀριστεῖς καὶ εἰς τὴν ἄλλην συναγωγὴν τοῦ λαοῦ, προσέταξεν ὁ Θεὸς ἀποδιελεῖν τῷ Θεῷ καὶ τοῖς Λευΐταις μοίρας ἀπὸ τῆς αἰχμαλωσίας, ἔκ τε ἀνθρώπων, καὶ ἐκ τετραπόδων· καὶ τοὺς μὲν ἀριστεῖς προσαγαγεῖν τῷ Θεῷ, ἐκ πεντακοσίων ἕν· τὸν δὲ λοιπὸν λαὸν προσαγαγεῖν τοῖς Λευΐταις, ἐκ πεντήκοντα ἕν. Οἱ μὲν γὰρ ὀλίγα ἔχοντες ἁμαρτήματα, ὀλίγα ὀφείλουσιν. Οἱ δὲ πλείοσιν ὑπεύθυνοι πλημμελήμασι, πάντως πλείονα. Καίτοι ἐν τῇ διανομῇ οἱ μὲν ἀριστεῖς μόνοι, τὸ ἥμισυ τῆς ὅλης αἰχμαλωσίας ἔλαβον· ἡ δὲ ἄλλη συναγωγὴ πᾶσα, τὸ ἥμισυ. Τοῖς γὰρ εὐδοκιμωτέροις πλείονα χαρίσματα δίδωσιν ὁ Θεός.

Ἀλλ᾽ οἱ μὲν ἀριστεῖς τῷ Θεῷ προσάγουσι τὸ λάχος, ἡ δὲ λοιπὴ συναγωγὴ τοῖς Λευΐταις, ὡς εἴρηται. Καὶ γὰρ οἱ μὲν εὐδοκιμώτεροι ἀμέσως καρποφοροῦσι τῷ Θεῷ τὰ ἑαυτῶν κατορθώματα· οἱ δὲ μετ᾽ ἐκείνους εὐδόκιμοι, διὰ μέσων τῶν ἀνακειμένων Θεῷ ἁγίων δωροφοροῦσι Θεῷ, τοῖς προσεδρεύουσιν αὐτῷ τὰ πρὸς τὴν χρείαν παρέχοντες, καὶ ταῖς ἁγίαις Ἐκκλησίαις ἐπικουροῦντες. Ἀλλὰ ταῦτα μὲν ἐκ θείου προστάγματος. Οἴκοθεν δὲ καὶ ἀφ᾽ ἑαυτῶν οἱ τῶν ἀριστέων ἀφηγούμενοι προσήγαγον τῷ Θεῷ χρυσοῦς χλιδόνας καὶ ψέλλια, καὶ δακτύλια, καὶ περιδέξια, καὶ ἐμπλόκια. Οἱ γὰρ ἐν Χριστῷ καθηγούμενοι τοῦ λαοῦ καὶ προὔχοντες ὑπερβαίνουσι πολλάκις τὰς εὐαγγελικὰς ἐντολὰς εἰς κατορθώματα, παρθενίαν οἴκοθεν ἐπιτηδεύοντες τὴν μὴ νενομοθετημένην, καὶ ἄλλα τοιαῦτα. Καὶ γὰρ καὶ Παῦλος κελευσθεὶς ἀπὸ τοῦ Εὐαγγελίου τρέφεσθαι, ταῖς ἰδίαις ἐτρέφετο χερσί. Διὰ δὲ τῶν ἀπηριθμημένων χρυσῶν σκευῶν, τὰ διάφορα τῆς τιμίας καὶ λαμπροτάτης ἀρετῆς εἴδη ὑποσημαίνεται. Ταῦτα δὲ πάντα εἰς τὴν σκηνὴν τοῦ Θεοῦ εἰσήχθησαν, φησὶν, εἰς μνημόσυνον αὐτῶν. Τὰ γὰρ τοιαῦτα κατορθώματα τῶν ἁγίων τῇ Ἐκκλησίᾳ θησαυρίζονται κόσμος, εἰς μνημόσυνον τῶν κατορθωσάντων. Ἀλλὰ καὶ ὅτε ἡ σκηνὴ πρότερον κατεσκευάζετο, προσέταξε μὲν ὁ Θεὸς ἐπισκοπηθῆναι τὸν λαόν· καὶ προσαγαγεῖν ἕκαστον ἄρσενα τῷ Θεῷ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τὸ ἥμισυ τοῦ διδράχμου.

Οἱ δὲ ἄρχοντες οἴκοθεν καὶ ἀφ᾽ ἑαυτῶν προσήγαγον τοὺς τιμίους λίθους, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν τοῦ θυμιάματος σύνθεσιν. Λίθοι μὲν οὖν τίμιοι, αὐτοὶ οἱ ἐκλεκτοὶ καθηγούμενοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, διὰ τὸ στεῤῥὸν καὶ καθαρὸν καὶ λαμπρὸν καὶ πρὸς τοὺς ἄλλους διαφορώτατον· περὶ ὧν εἴρηται τῷ προφήτῃ, ὅτι «Λίθοι κυλίονται ἐπὶ τῆς γῆς.» Οἱ δ᾽ αὐτοὶ καὶ ἔλαιον βασιλικόν τε καὶ ἱερατικὸν, οὐ μόνον χύοντες [f. χρίοντες] βασιλεῖς καὶ ἱερεῖς, ἀλλὰ καὶ πιαίνοντες τὰς ψυχὰς πανσόφοις διδασκαλίαις, καὶ καθιλαρύνοντες. Οἱ αὐτοὶ δὲ καὶ θυμίαμα διὰ τὴν εὐωδίαν τῶν ἀρετῶν· σύνθετον δὲ ὡς ἐκ πράξεως καὶ θεωρίας εὐωδιάζοντες. Περὶ μέν τοι τῶν εἰκοσαετῶν καὶ ἐπάνω, προειρήκαμεν ἐν τοῖς προλαβοῦσι.

Κτηνοτρόφοι ὄντες οἱ τῆς φυλῆς Ῥουβεὶμ, καὶ οἱ τῆς φυλῆς Νὰδ, ἐπεὶ χώραν ἐθεάσαντο καλὴν εἰς κτηνοτροφίαν, πρὸ τοῦ Ἰορδάνου, ἐάλωσαν αὐτῆς καὶ παρεκάλεσαν τὸν Μωσῆν, λαβεῖν αὐτὴν εἰς κλῆρον. Ὀργιζομένου δὲ καὶ ὀνειδίζοντος Μωσέως, ἐπηγγείλαντο, εἰ λάβοιεν ταύτην, ἀφεῖναι μὲν ἐπὶ ταύτης τὴν ἑαυτῶν ἀποσκευήν· αὐτοὶ δὲ ἔνοπλοι διαπεράσαι καὶ συμπολεμεῖν τῷ λαῷ· μὴ μέντοι καὶ κληρονομίαν ἄλλην ἐπιζητῆσαι. Τοιοῦτοι τὸν τρόπον εἰσὶν οἱ πολυκτήμονες καὶ τοῦ γεηροῦ πλούτου ἐπιθυμοῦντες.

Ὅλον γὰρ τὸν νοῦν τείνοντες εἰς τοῦτον, ὀκνοῦσι μὲν πρὸς τοὺς ὑπὲρ ἀρετῆς ἄθλους, καὶ τὰς ὑπὲρ τοῦ κληρονομῆσαι τῶν ἐπηγγελμένων ἀγαθῶν κακοπαθείας. Ὀνειδίζοντος δὲ τοῦ θείου νόμου, καὶ ὀργῇ τούτοις ἐπανατεινομένου, μόγις διαβαίνουσιν εἰς παράταξιν, καὶ προσβοηθοῦσι τοῖς ἀνδραγαθοῦσι κατὰ τῶν ἀοράτων ἐχθρῶν, καὶ πολεμουμέναις ταῖς Ἐκκλησίαις ἐπικουροῦσιν. Οὐ συγκληρονομοῦσι δὲ τούτοις, ὡς τὴν πρὸ τοῦ Ἰορδάνου κληρονομίαν προτιμήσαντες, ὡς δεδήλωται· λέγω δὴ τὴν παρακειμένην τῷ ῥέοντι καὶ ἀστατοῦντι βίῳ ἀπόλαυσιν, καὶ κτηνῶν, καὶ γυναικῶν, καὶ παίδων ἕνεκα, καὶ ἐπαύλεων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι.