Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία του Δευτερονομίου

Πνευματική εφαρμογή των διατάξεων του Μωσαϊκού νόμου περί δούλων, πολεμικών συγκρούσεων, κοινωνικών σχέσεων, ατυχημάτων και των πόλεων καταφυγής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 9

ΤΗΣ ΒΙΒΛΟΥ ΤΟΥ ΔΕΥΤΕΡΟΝΟΜΙΟΥ. Ἐκέλευσε μὲν ὁ νόμος Ἑβραίους μὲν παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν, τῷ δὲ ἑβδόμῳ ἐλευθέρους ἀφίεσθαι· ἀλλοφύλους δὲ εἰς τὸν αἰῶνα δουλεύειν, δι᾽ οὗ τὸ πεντηκοστὸν ἔτος ὑποσημαίνεται.

Παντὶ πρακτικῷ παιδὸς ὁμοφύλου καὶ παιδίσκης δίκην ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ ἀντιταττόμενοι τοῖς ἀντικειμένοις τῇ πρακτικῇ πνεύμασι τῆς πονηρίας, πληρώσαντες δὲ τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός. Ἐν ἡμέραις γὰρ ἓξ ὁ Θεὸς ἔκτισε τὸν κόσμον, τῆς ἀπαθείας παραγινομένης. ἣν αἰνίττεται τὸ ἕβδομον ἔτος. Ἐλεύθεροι λοιπὸν τῆς ἐπὶ τοῖς σωματικοῖς τρόποις ὑπουργίας τῶν ἀρετῶν, πρὸς τὴν τῶν συγγενῶν νοητῶν ἐπανέρχονται θεωρίαν.

Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· οὓς ὑποζεύγνυσι διὰ παντὸς τῇ δεσποτείᾳ τοῦ λόγου, πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν, δι᾽ ἀνδρείας καὶ σωφροσύνης, ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς ἐλευθερίαν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος ὁ νόμος τῆς φύσεως, ὡς ὑπὸ ζωῆς θάνατος. Τοιγαροῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ, καὶ ἡ πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιος σχέσις, οὐ δεῖ παρέχειν τούτοις ἐλευθερίαν· μήπως μιγέντες τοῖς αἰσθητοῖς ὁμοφύλοις, πολεμήσωσι τῇ ψυχῇ, καὶ λάβωσιν αὐτὴν δορυάλωτον τοῖς πάθεσιν. Ὅταν δὲ περάσωμεν εἰς τὸν αἰῶνα, καὶ φθάσωμεν εἰς ἀπάθειαν, ἐλευθέρους ἀφήσομεν αὐτοὺς, μετασκευασθέντος λοιπὸν τοῦ θυμοῦ μὲν πρὸς ζέσιν πνευματικὴν, καὶ σώφρονα μανίαν· τῆς ἐπιθυμίας δὲ, πρὸς ἔρωτα θεῖον, καὶ ἡδονὴν ἄχραντον.

Ἐάν τις ἐκτυφλώσῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὑτοῦ ἢ τῆς θεραπαίνης αὑτοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτούς· καὶ ἐὰν τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τῆς θεραπαίνης αὑτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτούς. Οἰκέτης μὲν καὶ θεράπαινα, οἱ τινὸς ὑπεξούσιοι, ὧν οἱ μὲν ἄνδρες, οἱ δὲ γυναῖκες. Τούτων δὲ τῶν ὑπεξουσίων, ὀφθαλμὸς μὲν ὁ νοῦς, φωτίζων τὰς ψυχὰς αὐτῶν· ὀδοὺς δὲ ἡ διάνοια, δι᾽ ἧς λεπτύνουσι τὴν πνευματικὴν τροφήν. Εἴ τις τοιγαροῦν ἢ τὸν νοῦν ἐκτυφλώσῃ τῶν ὑπεξουσίων πληγῇ ἀσεβείας, ἢ ἑτέρας ἁμαρτίας, ἢ τὴν διάνοιαν αὐτῶν καταβλάψῃ, ἐκπίπτειν καταδικάζεται τῆς κατ᾽ αὐτῶν ἐξουσίας, καὶ ἀνάξιον τοῦ ἄρχειν ἑαυτὸν ἀποδείκνυσιν.

Ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους. Ὁ τὴν ψυχὴν συνημμένην τῷ Θεῷ διὰ πίστεως καὶ ἁγιασμοῦ τολμῶν καταμιᾶναι τῷ σπερματισμῷ τῆς ἐν αὐτῷ δυσσεβοῦς αἱρέσεως, τὴν ἐσχάτην ὑφέξει δίκην σὺν αὐτῇ· ὁ μὲν, ὡς ἐπιβουλεύσας ἀλλοτρίῳ γάμῳ· ἡ δὲ, ὡς ἀτιμάσασα τὴν εἰς τὸν ἄνδρα συνάφειαν. «Ἐὰν δὲ, φησὶ, τὴν μεμνηστευμένην ἀνδρὶ παρθένον εὑρών τις ἐν πόλει κοιμηθῇ μετ᾽ αὐτῆς, ἀποθανοῦνται καὶ ἄμφω. Ἡ νεᾶνις, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει· καὶ ὁ ἄνθρωπος, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ.» Παρθένος ἐστὶ μεμνηστευμένη ἀνδρὶ, ἡ κεκλημένη μὲν εἰς εὐσέβειαν ψυχὴ, καὶ κατηχουμένη, μήπω δὲ συναφθεῖσα τελείως τῷ Χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος.

Ἀῤῥαβῶνος γὰρ ἐπέχει λόγον ὁ λόγος τῆς κατηχήσεως. Ὁ τοίνυν διαφθείρων ταύτην διὰ μίξεως ἀσεβῶν δογμάτων, τὴν ἐσχάτην καὶ αὐτὸς ἀποτίσει δίκην σὺν αὐτῇ, καὶ ὑποπεσοῦνται τῇ κολάσει τῶν, ὡς εἴρηται, μοιχευσάντων· ὁ μὲν, ὡς πλημμελήσας εἰς τὴν γυναῖκα τὴν ὑπὸ χεῖρα λοιπὸν τοῦ μεταβραχὺ νυμφίου τοῦ πλησίον αὑτοῦ, κατά γε τὸν λόγον τῆς ἀνθρωπότητος· ἡ δὲ, ὡς ἐν πόλει τοῦτο παθοῦσα, λέγω δὴ τῇ Ἐκκλησίᾳ, ἔνθα πολλοὶ οἱ ἐξελέσθαι δυνάμενοι· καὶ διὰ τοῦ μὴ βοῆσαι καταδεξαμένη. «Ἐὰν δὲ, φησὶν, ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην ἑτέρῳ, καὶ βιασάμενος κοιμηθῇ μετ᾽ αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμηθέντα μετ᾽ αὐτῆς μόνον. Τῇ δὲ νεάνιδι οὐκ ἔσται ἁμάρτημα θανάτου· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν.

Ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων· οὐκ ἦν.» Ἀγρὸς γὰρ ἡ ἐρημία τῶν ἐπαμῦναι δυναμένων, καὶ ἡ σπάνις τῶν διδασκάλων· ἐνταῦθα τὸ πάθος βίαιον καὶ ἀνεπικούρητον. Διὸ καὶ ὡς ἀβούλητον, ἀκατάγνωστον. «Ἐὰν δὲ, φησὶν, εὕρῃ τις παῖδα παρθένον, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ᾽ αὐτῆς, καὶ εὑρεθῇ, δώσει τῷ πατρὶ τῆς νεάνιδος νʹ δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή.» Παρθένον ἐνταῦθα λέγει, τὴν μήπω κατεγγυηθεῖσαν Χριστῷ διὰ πίστεως, ἀσυναφῆ δὲ πρὸς αὐτὸν ἔτι παντελῶς μένουσαν. Εἴ τις οὖν ἀπατεὼν ἑνωθῇ τῇ τοιαύτῃ δι᾽ ὁμιλίας ἀσεβῶν δογμάτων· ὁποῖόν τι δρῶσιν οἱ αἱρετικοὶ, Ἕλληνας πολλάκις καὶ Ἰουδαίους ἀπατῶντες, καὶ ἐξ ἀσεβείας ἄλλης εἰς ἑτέραν ἀσέβειαν μεταφέροντες· οὐκ ἀζήμιον οὐδ᾽ οὕτως εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ Πατρὶ τῶν πνευμάτων Θεῷ δίκην τοῦ πλημμελήματος, αὐτοῦ δὲ ἔσται γυνὴ, ὡς ἤδη συναφθεῖσα αὐτῷ, καὶ ἀναξίαν τοῦ καθαροῦ νυμφίου ἑαυτὴν καταστήσασα. «Γυνὴ, ἥτις προσελεύσεται πρὸς κτῆνος βιασθῆναι ὑπ᾽ αὐτοῦ, ἀποθανεῖται μετὰ τοῦ κτήνους.» Αἱῤῥοητικαὶ [ἴσ. αἱρετικαὶ] γὰρ ὁμιλίαι καὶ μίξεις αἱ πρὸς τὰ δόγματα τῶν εἰς ἀλογίαν καὶ κτηνωδίαν ἐμπεσόντων αἱρετικῶν, θάνατον ψυχῆς ἐπάγουσι, τῷ τε μεταδιδόντι τῆς λύμης, καὶ τῷ μεταλαμβάνοντι, θηλυνθέντι πρὸς τὴν ὁμιλίαν, διὰ μαλακίαν ψυχῆς. «

Ἐὰν μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ζημιωθήσεται ὁ πατάξας καθ᾽ ὅ τι ἂν ἐπιβάλλῃ ὁ ἀνὴρ τῆς γυναικός. Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει τὴν ψυχὴν ἀντὶ ψυχῆς.» Καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, ἡ εἰς Χριστὸν πίστις, ἥτις τοὺς θείους ἐνσημαίνεται χαρακτῆρας, καὶ τὴν τοῦ Χριστοῦ μεταμόρφωσιν ἐπιτίθησι ταῖς ψυχαῖς.

Ἐὰν οὖν, τινῶν δύο ἀντιθέτων λογομαχούντων περὶ δόγματα, σκανδαλισθῇ ψυχή τις ἀκροωμένη, ἐγκυμονοῦσα ἔτι τὴν εἰς Χριστὸν πίστιν, καὶ ἀποβάληται ταύτην· εἰ μὲν ἀτελὴς ἦν ἔτι καὶ ἀκαλλὴς, ἀποδώσει δίκην ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἐπιβάλλῃ ὁ νυμφίος τῆς τοιαύτης ψυχῆς, Χριστός. Ἀποδώσει δὲ, φησὶ, μετὰ ἀξιώματος, τοῦτ᾽ ἔστι, μετὰ καὶ τοῦ ὁμολογεῖν χάριν, ὅτι μὴ καὶ τὴν ἐσχάτην ἀπαιτεῖται δίκην.

Εἰ δὲ τελείαν ὤδινε τὴν εἰς Χριστὸν πίστιν, ὅσον εἰς χαρακτῆρα καὶ μόρφωσιν· τοῦτο γὰρ δηλοῖ τὸ «ἐξεικονισμένον·» λοιπὸν, ὡς ἤδη τελείαν ψυχὴν φονεύσας, τὴν ἑαυτοῦ ζημιωθήσεται ψυχὴν, ἀπαιτούμενος τὴν ἐσχάτην δίκην. «Ἐὰν κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποκτείνῃ, λίθοις λιθοβοληθήσεται, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ. Ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται.» Ἐὰν ὑπεξούσιός τινος, θυμώδης καὶ ὑβριστὴς, ἢ ἑτέρως αἱρετικὸς ἀνέλῃ ψυχὴν, αἴτιος αὐτῇ ψυχικοῦ θανάτου γενόμενος, αὐτὸς μὲν τὴν ἐσχάτην ὑποστήσεται κόλασιν· τῶν δὲ πράξεων καὶ λόγων αὐτοῦ, οὐδεὶς μεταλήψεται. Ὁ δὲ τούτου κατεξουσιάζων ἀνεύθυνος· ὡς ἀγνοῶν τὴν πονηρίαν καὶ κακίαν αὐτοῦ. «Ἐὰν δὲ, φησὶ, διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ οὐκ ἀφανίσῃ αὐτὸν, καὶ αὐτὸς προσαποθανεῖται. Εἰδὼς γὰρ καὶ ἀνεχόμενος, κοινωνὸς γίνεται τοῦ φόνου. Ἐὰν δὲ λύτρα, φησὶν, ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἂν ἐπιβάλωσιν αὐτῷ.» Τοῦτ᾽ ἔστιν, Ἐὰν ἐξομολογησάμενος ἐπιτιμίοις ὑποπέσῃ, πληρώσει ὅσα ἂν κελευσθῇ. «Ἐὰν δὲ, φησὶν, υἱὸν ἢ θυγατέρα κερατίσῃ, ὁ ταῦρος καὶ ἀνέλῃ, γενήσεται κατὰ τὸ δηλωθὲν δικαίωμα τοῦ νόμου. Ἐὰν δὲ παῖδα ἢ παιδίσκην, ἀργυρίου λʹ δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἐπεὶ γὰρ διάφοροι οἱ ἀναιρούμενοι, ἄνδρα μὲν καὶ γυναῖκα νοήσεις τοὺς παλαιοτέρους εἰς ἀρετήν.

Ὧν ὁ μὲν ἰσχυρότερος εἰς φρόνησιν, ὁ δὲ ἀσθενέστερος. Υἱὸν δὲ καὶ θυγατέρα τοὺς νεωτέρους εἰς ἀρετήν· ὧν αὖθις ὁ μὲν ἰσχυρότερος, δεδουλωμένος ταῖς ἁμαρτίαις, ὧν ὁμοίως ὁ μὲν ἰσχυρότερος, ὁ δὲ ἀσθενέστερος. Διὰ δὲ τῆς ἀποτίσεως τοῦ ἀργυρίου, τὴν ἐλάττονα ζημίαν ᾐνίξατο. Οὐ γὰρ ἴσον εἰς ζημίαν ἁμαρτωλοῦ καὶ δικαίου θάνατος.

Ἐάν τινος ταῦρος κερατίσῃ τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτῇ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνεῶτα διελοῦνται. Ἐὰν παρ᾽ οὐχ ἑκόντος τινὸς ζημία γενήσεται πρὸς τινὰ, ὁ μὲν ζημιωθεὶς συμμετασχέτω τοῦ παραμείναντος κέρδους τῷ ζημιώσαντι, ὃ δηλοῦται διὰ τοῦ ζῶντος ἔτι ταύρου. Ὁ δ᾽ ἀβουλήτως ζημιώσας, πάλιν συμμετασχέτω τῆς ζημίας· τῷ ζημιωθέντι.

Ὃ γενήσεται διὰ τοῦ συλλυπεῖσθαι αὐτῷ. «Ἐὰν δὲ, φησὶ, διαμαρτυρηθείη περὶ τοῦ ταύρου, καὶ μὴ ἀφανίσῃ αὐτὸν, καὶ ἀνέλῃ τὸν ταῦρον τοῦ πλησίον, ἀποτίσει ταῦρον ἀντὶ τοῦ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Εἰδὼς γὰρ καὶ μὴ ἀσφαλισάμενος, δοκεῖ συγκατεργάσασθαι τὴν ἀναίρεσιν τοῦ ἀλλοτρίου· διὸ καὶ ἀπαιτεῖται μὲν δίκην ὑπὲρ τῆς ἀναιρέσεως, αὐτὸς δὲ μόνος ζημιοῦται κατὰ ψυχήν.

Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τό· «Ὁ δὲ τετελυτηκὼς αὐτῷ ἔσται.» Ἐὰν ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὑτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καταδυναστεύσας ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος. Ὁ δι᾽ ἀπάτης ὑφελὼν τὸν ὀρθὰ φρονεῖν ἑλόμενον, καὶ μετερχόμενον βίον ἐλεύθερον κακίας, καὶ καταδυναστεύσας καὶ ἀποδόμενος εἰς δουλείαν ἀσεβῶν δογμάτων, ἢ σωματικῶν παθῶν, ἀποθανεῖται θάνατον ψυχικόν.

Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, εʹ μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου. Καὶ ὁ μόσχος καὶ τὸ πρόβατον καθαρὰ ὁμοίως καὶ τῷ Θεῷ προσαγόμενα, καὶ ἄμφω τύπος τῶν καθαρθέντων διὰ τῆς εἰς Χριστὸν πίστεως καὶ τοῦ ἀγίου βαπτίσματος, καὶ Θεῷ προσαγομένων. Διχηλοῦντες γὰρ καὶ οὗτοι ὡς διὰ πράξεως καὶ θεωρίας βαδίζοντες, καὶ μηρυκισμὸν ἀνάγοντες, ὡς τὴν παχυτέραν τοῦ λόγου τροφὴν καταλεπτύνοντες εἰς θεωρίαν ὑψηλοτέραν, καὶ ταῖς θείαις αὐλαῖς τῆς Ἐκκλησίας ἐνσεσηκισμένοι. Ἀλλ᾽ ὁ μὲν μόσχος σύμβολον τῶν ὑψηλοτέρων· τὸ δὲ πρόβατον τῶν ὑποβεβηκότων· μείζων μὲν γὰρ ὁ μόσχος, μεῖον δὲ τὸ πρόβατον.

Ἐάν τις τοιγαροῦν αἱρετικὸς κλέψῃ τινὰ τούτων λεληθότως, καὶ ἀπαγαγὼν τῆς εὐσεβείας ἀποκτείνῃ τῇ μαχαίρᾳ τῶν ἀσεβῶν δογμάτων, ἣ ἀποδῶται πάθεσι καταδουλοῦσιν αὐτὸν, ἀνάλογον τῇ προτέρᾳ ἀρετῇ τοῦ κλαπέντος, ἀποτίσει δίκην. Τοῦτο γὰρ δηλοῦται διὰ τῆς μείζονος ζημίας καὶ μείονος. «Ἐὰν δὲ ἐν τῷ διορύγματι, φησὶν, εὑρεθῇ ὁ κλέπτης, [f. d. καὶ] πληγεὶς ἀποθάνῃ, οὐ λογισθήσεται φόνος.» Τὸν γὰρ εὑρισκόμενον διορύττοντα τὴν Ἐκκλησίαν, ἵνα κλέψῃ ψυχὴν, εἰ τύχῃ τις ἀνελὼν, οὐκ ἐνέχεται φόνῳ, ὅσον ἐπὶ τῷ πολιτικῷ νόμῳ, ὡς φανερώτερον καὶ ἀναισχύντως λῃστεύοντα. «Ἐὰν δὲ ἀνατείλῃ, φησὶν, ἐπ᾽ αὐτὸν ὁ ἥλιος, ἔνοχος ἔσται ὁ ἀνελών.» Εἰ γὰρ ἐπὶ τὸν, ὡς εἴρηται, κλέπτοντα ἀνατείλῃ ὁ ἥλιος τῆς μετανοίας καὶ τῆς εὐσεβείας, ἔνοχος ἔσται ὁ ἀνελὼν, ὡς εὐσεβῆ καὶ ὁμόπιστον ἀνῃρηκώς. «Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, φησὶ, πραθήτω ἀντὶ τοῦ κλέμματος.» Τὸν γὰρ μὴ ἔχοντα λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα κλέπτην, λέγω δὴ τρόπους μετανοίας καὶ ἀντισηκώσεως τῶν ἡμαρτημένων, ἄτιμον οἶδεν ὁ λόγος· ὁ γὰρ πιπρασκόμενος, ἄτιμος. «Ἐὰν δὲ καταληφθῇ, φησὶ, καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, διπλοῦν ἀποτίσει.» Μή πω γὰρ ἀποκομίσας εἰς ὄλεθρον, ὀλίγην ὑποστήσεται ζημίαν· ἀναλήψεται γὰρ πάλιν τὸ οἰκεῖον ὁ δεσπότης, καὶ προσαπαιτήσει τὸν κλέπτην λόγους τῆς κλοπῆς.

Ἐκέλευσεν ὁ διὰ Μωσέως νόμος μὴ ἐξελθεῖν εἰς πόλεμον, μήτε τὸν οἰκοδομήσαντα οἰκίαν καινὴν, καὶ μὴ ἐγκαινίσαντα αὐτὴν, μήτε τὸν φυτεύσαντα ἀμπελῶνα, καὶ μὴ εὐφρανθέντα ἀπ᾽ αὐτοῦ, μήτε τὸν μνηστευσάμενον γυναῖκα, καὶ μὴ λαβόντα αὐτὴν, μήτε τὸν δειλὸν τῇ καρδίᾳ. Τύπος δὲ τοῦ μὲν κατοικίαν, ἀλλ᾽ οὐ παροικίαν, τὸν παρόντα βίον ἡγουμένου, τὴν καινὴν οἰκίαν οἰκοδομήσανται· τοῦ δὲ φιλοκερδοῦς ὁ τὸν ἀμπελῶνα φυτεύσας· τοῦ φιλοσάρκου ὁ τὴν γυναῖκα μνηστευσάμενος. Ἢ καὶ ἑτέρως· Ὁ πρῶτος μὲν τοῦ φιλοδόξου. Ὁ δεύτερος δὲ τοῦ φιλαργύρου. Ὁ τρίτος δὲ τοῦ φιληδόνου. Διὰ τῶν τριῶν δὲ τούτων τὰ τρία γενικὰ εἴδη τῆς κακίας ἐφαίνετο. Ὁ γὰρ δειλὸς τοῖς τρισὶ τούτοις ἐπιμερίζεται.

Δειλοὶ γὰρ πάντες οἱ τούτοις ἐνεχόμενοι, καὶ οὐ μόνον ἀδόκιμοι πρὸς νοητὸν πόλεμον, ἀλλὰ καὶ ἄλλοις αἴτιοι γένοιντ᾽ ἂν δειλίας καὶ φυγῆς. Ἐπιστρέφει γὰρ αὐτοὺς ἡ τῶν εἰρημένων παθῶν σχέσις, καὶ φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Διὸ καὶ ὁ μέγας Παῦλος ἐπιτιμῶν τοῖς κωλύουσιν αὐτὸν ἀναβαίνειν εἰς Ἱεροσόλυμα, ἕλεγε· «Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἐὰν δέ τις λάβη γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς πόλεμον· ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὑτοῦ, ἢν ἔλαβεν. Οὐ χρὴ γὰρ τὸν ἄρτι σύνοικον ἑαυτῷ λαβόντα τὴν ἀρετὴν εἰς πόνους καὶ διωγμοὺς ἐξάγεσθαι, μέχρις ἂν καταδεσμηθείη ταῖς φιλοστοργίαις αὐτῆς· τοῦτο γὰρ ἡ ἐνιαύσιος ὑπεδήλωσεν εὐφροσύνη. Τοιοῦτόν τι πεπράχασι καὶ οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν ἄρτι πρὸς τὴν εὐσέβειαν ἐλθοῦσιν ἐπιστέλλοντες. «Ἔδοξε γὰρ, φησὶ, τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος, καὶ εἰδωλοθύτου.» Ἐάν τις ἀνοίξῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν πώματι, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον τῷ κυρίῳ αὐτοῦ· τὸ δὲ τετελευτηκὸς ἔσται αὐτῷ.

Ὁ ἐμβαθύνων τοῖς περὶ τῆς ἁγίας Τριάδος δόγμασιν, ἢ τοῖς περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ ἐξευρίσκων ἰδίαν πηγὴν γνώσεως ἐκεῖθεν, ἀσφαλιζέσθω, μή πως ἑτέροις ὄλεθρος τὸ τοιοῦτον βάθος γένηται καὶ σκανδάλου πρόφασις. Χρὴ γὰρ φροντίζειν καὶ τῶν εἰς ὕστερον ἐντυγχανόντων τῇ ἐξευρεθείσῃ πηγῇ. Ἀλλὰ διὰ μὲν τοῦ μόσχου τὸ καθαρὸν γένος ὑπεμφαίνεται· διὰ δὲ τοῦ ὄνου τὸ ἀκάθαρτον, ἤγουν τὸ ἐν ἁμαρτίᾳ. Ὀφλήσει τε γὰρ δίκην τῷ Κυρίῳ αὐτῶν Θεῷ, καὶ αὐτῷ λογισθήσεται τοῦ πεπονθότος ὁ θάνατος, τοῦτο γὰρ δίδωσι νοεῖσθαι τὸ, «Καὶ τὸ τετελευτηκὸς αὐτῷ ἔσται.» Ἐὰν ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμπρήσῃ ἅλωνας ἢ ἀστάχυας, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας.

Ὁ τὸ πῦρ τοῦ λόγου ἐπαφεὶς τοῖς ἀκανθώδεσι δόγμασι τῶν αἱρετικῶν, φροντισάτω μή ποτε παραβλάψῃ καὶ ἅλων τῆς Ἐκκλησίας, ἢ στάχυας τῶν εὐσεβῶν δογμάτων τρέφοντας ψυχὰς, ἢ πεδίον τῆς θείας Γραφῆς, λεῖον τοῖς ὁδεύουσιν ὀρθῶς, καὶ μηδὲν ἔχον τραχὺ καὶ ἄναντες. Πάντα γὰρ, φησὶν, ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Οὐ χρὴ δὲ τοῖς βλαβεροῖς συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδαπανᾶσθαι τὸ ἥμερον.

Κρέας θηριάλωτον οὐκ ἔδεσθε, ἀλλὰ τῷ κυνὶ ὑποῤῥίψατε αὐτό. Βρῶμα πνευματικὸν διασπαραχθὲν ἀγρίοις στόμασιν αἱρετικῶν ἀπαγορεύει φαγεῖν, ἀποῤῥίπτειν δὲ τοῦτο τῷ ἀναιδεῖ καὶ ὑλακτικῷ καὶ ἀκαθάρτῳ συντάγματι τῶν ἄλλων αἱρετικῶν. «Ἐάν τις ἀφῇ τὸ κτῆνος αὐτοῦ, καὶ καταβοσκηθῇ ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ. Ἑὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκηθῇ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ κάλλιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.» Ἐάν τις συγχωρήσῃ τῷ μαθητῇ αὐτοῦ λυμήνασθαι λήϊον Ἐκκλησίας Χριστοῦ. εἰ μὲν ἐκ μέρους ἡ λύμη γίνεται, ἀνάλογον ὁ διδάσκαλος ὑποστήσεται ζημίαν, οἴκοθεν· εἰ δὲ καθ᾽ ὁλόκληρον, ὅλην ἀπολέσει τὴν ἑαυτοῦ ψυχήν· αὕτη γὰρ τὰ βέλτιστα, καὶ τὰ κάλλιστα αὐτοῦ· πάντως καὶ ὁ καταλυμαινόμενος ὑφέξει τὴν δίκην.

Ἐὰν εἰσέλθῃς εἰς τὸν ἄμητον τοῦ πλησίον σου, συλλέξεις ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέπανον οὐκ ἐπιβαλεῖς. Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα αὐτοῦ, φάγῃ σταφυλὴν, ὅσον ψυχὴν ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐπιβαλεῖς.

Οὐ χρὴ γὰρ κατακεχρῆσθαι ταῖς τῶν ἀδελφῶν ἀγάπαις, τιμᾷν δὲ αὐτάρκειαν, τὸ φιλάλληλον. Καὶ ἑτέρως δὲ παραινεῖ ὁ νόμος, κερδαίνειν μὲν καὶ ὠφελεῖσθαι ἀπὸ τῆς ὁμιλίας τῶν ἐν ταῖς Ἐκκλησίαις διδασκάλων· αἱ γὰρ Ἐκκλησίαι, λήϊά τε καὶ ἀμπελῶνες· μὴ ἐπιβουλῆς [f. ἐπιβάλλῃς] τοῦ δρεπάνου, μηδὲ τὸ φαινόμενον ὑπὲρ τὴν χρείαν καὶ περιττὸν, ἐναπογράφεσθαι βίβλῳ, καθάπερ ἐμβάλλοντας εἰς ἄγγος. Ἴσως γὰρ εὑρεθήσονται ἐν αὐτῷ ἀδόκιμοι φωναὶ, καθάπερ τινὲς ἄχρηστοι ῥάγες, μὴ ἐπισκοπηθεῖσαι, μηδὲ τῆς προσηκούσης ἐπιμελείας ἀξιωθεῖσαι, διὰ τὸ αὐτοσχέδιόν τε καὶ πρόχειρον· καὶ γενήσονται σκανδάλου πρόφασις. Εἰς τοῦτο δὲ φέρει καὶ τό· «Ἐὰν συναντήσῃς νοσσιᾷ ὀρνέων, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ.» Πᾶσα μὲν γὰρ ἀρετὴ μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων. Νοσσιὰ δὲ αὐτῆς, ἡ ψυχὴ ἐν ᾗ κατοικεῖ. Χρὴ δὲ τοῖς μὲν κατορθώμασι τῆς ἀρετῆς ὠφελεῖσθαι τοὺς ἐντυγχάνοντας καὶ ἀπολαύειν αὐτῶν, μὴ ἐπιβουλεύειν δὲ τῇ ἀρετῇ τοῦ κατορθοῦντος, μηδὲ ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀποσβέσαι αὐτὴν, διά τινος τρόπου.

Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενον ἐν τῇ ὀδῷ, παρίδῃς αὐτὰ, ἀλλ᾽ ἀπόστρεψον αὐτὰ τῷ ἀδελφῷ σου. Κελεύει μὴ παριδεῖν τοὺς ὑπερουσίους [ἴσ. ὑπεξουσίους] τοῦ κατὰ πίστιν ἀδελφοῦ, πλανωμένους ἐν τῇ ὁδῷ τῆς πολιτείας τῶν δογμάτων· ἀλλ᾽ ἀποστρέφειν αὐτοὺς τῆς πλάνης, καὶ ἐπανασώζειν τῷ ἀδελφῷ, καὶ τὸ ὑστέρημα ἐκείνου ἀναπληροῦν διὰ τὴν ἀδελφίαν. «Ἐὰν δὲ, φησὶ, συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ.» Ὁ αὐτὸς μὲν γὰρ κἀνταῦθα περὶ τῶν ὑπεξουσίων λόγος. «Ἀγαπᾶτε δὲ, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, εὖ ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.» Ἐὰν δὲ ἴδῃς, φησὶ, τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ᾽ αὐτοῦ. Πίπτει γὰρ ὁ καταβαρούμενος τῷ ἄχθει τῶν πειρασμῶν, καὶ τῶν θλίψεων· ὃν δεῖ συνεγείρειν, καὶ διὰ παρακλήσεως καὶ ψυχαγωγίας. Εἰ δὲ [f. d. δεῖ] τὸν βοῦν τοῦ ἐχθροῦ σου καὶ τὸ ὑποζύγιον αὐτοῦ ἐπιμελείας ἀξιοῦν· πολλῷ μᾶλλον αὐτὸν δή που τὸν ἐχθρὸν, τὸν τῆς αὐτῆς κεκοινωνηκότα φύσεως.

Οὐκ ἐρεῖς κακῶς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον. Παραινεῖ μὴ καταλαλεῖν τοῦ ἀπόντος, καὶ διὰ τοῦτο μὴ ἀκούοντος, μηδ᾽ ἐπιβουλεύειν τῷ ἀγνοοῦντι. Διὰ μὲν γὰρ τῆς κωφότητος τὸ μὴ ἀκούειν, διὰ δὲ τῆς τυφλότητος, τὸ μὴ γινώσκειν ὑποδηλοῦται.

Ἐκέλευσεν ὁ νόμος τοῖς μαστιγοῦσι τοὺς ἁμαρτήσαντας, μὴ ὑπερβαίνειν τὸν τεσσαρακοστὸν ἀριθμὸν τῶν πληγῶν· αἰνιττόμενος ὅτι αἱ μάστιγες τῶν ἁμαρτησάντων ἄχρις τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, τὸ ἐνεργὸν εἶχον, περαιτέρω δὲ οὐ προέβησαν· δωρησαμένου πᾶσι τοῖς θέλουσι πιστεύειν εἰς αὐτὸν διὰ τοῦ ἁγίου βαπτίσματος ἐλευθερίαν τῶν ἐπὶ τοῖς πεπλημμελημένοις κολάσεων. Ἐπεὶ γὰρ ἐνηνθρώπησε μὲν τὸν πέμπτον καιρὸν, ὡς ἐν τῇ περὶ τοῦ Πάσχα λεπτομερεῖ θεωρίᾳ, ἐν τῇ βίβλῳ τοῦ Λευϊτικοῦ προδιείληπται· ἀνέστη κατὰ τὴν ηʹ ἡμέραν. Μετὰ γὰρ τὴν ζʹ, ἤτοι τὸ σάββατον, ηʹ πάντως ἡ μετ᾽ ἐκείνην Κυριακή· πεντάκις ὀκτὼ μετρήσεις, καὶ εὑρήσεις τὸν τεσσαράκοντα, ὃν οὐχ ὑπερβαίνουσιν αἱ μάστιγες τῶν ἁμαρτημάτων. «Εἰ δ᾽ ὑπερβήσονται, φησὶν, ἀσχημονήσει ὁ μαστιζόμενος.» Ἀσχήμων γὰρ ὄντως καὶ ἄτιμος ὁ μαστιζόμενος ἔτι· λέγω δὴ μετὰ τὴν χάριν τῆς εἰρημένης ἀφέσεως. Ἢ γὰρ ὡς μὴ πιστεύσας μαστίζεται, ἢ ὡς μετὰ τὴν ἄφεσιν ἁμαρτήσας.

Οὐ καταστήσεις ἐπὶ σεαυτῷ ἄρχοντα ἄνθρωπον ἀλλότριον. Διὰ τοῦ ἀλλοτρίου ἀνθρώπου, τὸν διάβολον ὑποδηλοῖ· ὂν παρανόμως καθιστῶσιν ἑαυτοῖς ἄρχοντα, οἱ πειθαρχοῦντες ἀνοήτως ταῖς πονηραῖς αὐτοῦ εἰσηγήσεσιν· «Ἀλλ᾽ ἐκ τῶν ἀδελφῶν σου, φησὶν, ἐκλέξῃ σεαυτῷ ἄρχοντα.» Οὗτος δέ ἐστιν ὁ Χριστὸς, ἀδελφὸς ἡμῶν, κατὰ τὴν ἐνανθρώπησιν γενόμενος, καὶ ἄρχων τῶν πειθομένων ταῖς ἐντολαῖς αὐτοῦ.

Νόμιμον ἦν τοὺς ἀκουσίως φονεύσαντας εἰς τοὺς τόπους τῶν ὁρισθέντων φυγαδευτηρίων ἀπάγεσθαι καὶ φυλάττεσθαι, τοῦ ἀρχιερέως δὲ τελευτήσαντος ἀπολύεσθαι. Εἶεν δ᾽ ἂν τοιοῦτοι φονεῖς αἱ ψυχαὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ τετελευτηκότων, φονεύσασαι μὲν ἑαυτὰς διὰ τὰς ἁμαρτίας· ἀκουσίως δὲ, ὡς παρ᾽ αὐτῆς ἐκβιασθείσας εἰς τοῦτο. Αἳ τῆς ἰδίας γῆς διωχθεῖσαι, καὶ εἰς τὸν ᾅδην ἀπαχθεῖσαι, καθάπερ εἰς φυγαδευτήριον, ἀσφαλῶς κατείχοντο. Τοῦ δὲ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ ἀποθανόντος, ἀφείθησαν ἐκ τῆς κατὰ τὸν ᾅδην εἱρκτῆς.

Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ, ὁ δὲ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος. Οὐ βρωθήσεται, καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος τῷ Κυρίῳ.

Ἐν δὲ τῷ πέμπτῳ ἔτει, φάγεσθε τὸν καρπὸν αὐτοῦ. Ὁ παράδεισος μὲν ἡ Μωσαϊκὴ συγγραφὴ, καθάπερ τισὶ φυτοῖς πολυειδέσι καὶ ὡραίοις βρύουσα τοῖς καλλίστοις καὶ ποικίλοις νομοθετήμασι. Κελεύει δὲ ὁ Θεὸς περιελεῖν τὴν ἑκάστου φυτοῦ ἀκαθαρσίαν· τοῦτ᾽ ἔστι, τὸ ἑκάστου νόμου σωματικόν τε καὶ αἰσθητόν.

Ἀκαθαρσία γὰρ τοῦτο τοῖς πνευματικοῖς φυτοκόμοις, ὡς ἄχρηστόν τε καὶ βλαβερόν. Πρὸς τούτους γὰρ ὁ λόγος. Τρία μὲν οὖν ἔτη, καθ᾽ οὓς ἦν ὁ καρπὸς τῶν φυτῶν ἀπερικάθαρτος, οἱ τρεῖς καιροί· ὁ κατὰ Μωσέα, ὁ κατὰ τὸν Ἰησοῦν τοῦ Ναυῆ, ὁ κατὰ τοὺς κριτὰς, καθ᾽ οὓς ἦν ὁ καρπὸς τῶν νόμων ἀσυμφανής· ἤτοι τὸ κεκρυμμένον αὐτοῦ, καὶ πνευματικῶς νοούμενον, τῷ πάχει τῆς ἱστορίας καὶ τῇ σκιᾷ καλυπτόμενον.

Τέταρτον δὲ ἔτος ὁ καιρὸς τῶν προφητῶν, καθ᾽ ὃν ὁ δηλωθεὶς καρπὸς ἅγιος γέγονε τῷ Κυρίῳ, λοιπὸν ἀναφερόμενος εἰς τὸν Χριστὸν, διὰ τῆς μαρτυρίας τῶν προφητικῶν φωνῶν. Πέμπτον δὲ ἕτος, ὁ πέμπτος καιρός· καθ᾽ ὃν ὁ Χριστὸς ἐνηνθρώπησεν, ὡς ἀνωτέρω δεδήλωται. Ἔκτοτε γὰρ περιαιρεθέντος τοῦ καλύμματος, μεταλαμβάνομεν οἱ πιστοὶ χρησίμως τοῦ καρποῦ τῆς Μωσαϊκῆς νομοθεσίας.