Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία γεγονότων και προσώπων της Γενέσεως

Εισαγωγή στο έργο και πνευματική προσέγγιση διηγήσεων κυρίως από το βιβλίο της Γενέσεως, όπως η ιστορία του Κάιν, του Αβραάμ, του Λωτ, του Μελχισεδέκ και του Ιακώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 9

ΣΥΝΑΓΩΓΗ ΤΩΝ ΑΝΑΓΩΓΙΚΩΣ ΕΡΜΗΝΕΥΟΜΕΝΩΝ ΡΗΤΩΝ ΤΗΣ ΠΑΛΑΙΑΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ Ἐρανισθεῖσα κατὰ σύνοψιν καὶ σαφεστέραν ἀπαγγελίαν, ἔκ τε τῶν τοῦ θεσπεσίου Κυρίλλου, καὶ τῶν τοῦ μεγάλου Μαξίμου, καὶ λοιπῶν ἐξηγητῶν. ΒΙΒΛΟΣ ΓΕΝΕΣΕΩΣ. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.

Κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ, ἡ σάρξ ἐστι τοῦ γεωθέντος νοῦ· οὗ ἔργα τὰ πάθη τῆς ἀτιμίας. Διὸ καὶ κατήραται. Ἥτις σὰρξ ἀναδίδωσιν αὐτῷ, ὡς μὲν ἀκάνθας, μερίμνας, καὶ φροντίδας· ὡς δὲ τριβόλους, πειρασμοὺς, καὶ κινδύνους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν. Τὸ δὲ, «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου,» λαμβάνοιτ᾽ ἂν καὶ περὶ πράξεως καὶ θεωρίας· ἐν πόνῳ γὰρ τῆς πρακτικῆς φάγῃ τὸν ἄρτον τῆς θεωρητικῆς.

Κάϊν μὲν, τὸ φρόνημα τῆς σαρκὸς, ὃ πρῶτον ἐγέννησεν ὁ Ἀδὰμ, διὰ τῆς παρακοῆς· Ἄβελ δὲ, τὸ φρόνημα τοῦ πνεύματος, ὅπερ ὕστερον ἐγέννησεν ὁ αὐτὸς Ἀδὰμ, διὰ τῆς μετανοίας. Τὸ τοίνυν κατὰ τὸν Ἄβελ φρόνημα τοῦ πνεύματος πρὸ τῆς τελείας ἕξεως συνεξελθεῖν τῷ κατὰ τὸν Κάϊν φρονήματι τῆς σαρκὸς εἰς τὸ πεδίον, λέγω δὲ τὸ πλάτος τῆς φυσικῆς θεωρίας, ἀποκτείνεται παρ᾽ αὐτοῦ. Καλὸν γὰρ πρὸ τῆς τελείας ἕξεως, μὴ ἅπτεσθαι φυσικῆς θεωρίας, ἵνα μὴ λόγους πνευματικοὺς ἐκ τῶν αἰσθητῶν ἐπιζητοῦντες ..... πάθη συλλέγοντες. Ἐν γὰρ τοῖς ἀτελέσι, πλέον τὰ φαινόμενα τῶν αἰσθητῶν σχήματα δυναστεύει πρὸς τὴν αἴσθησιν, ταῖς πρὸς τὴν ψυχὴν, οἱ ἐγκεκρυμμένοι φαινομένοις σχήμασι, λόγοι τῶν γεγονότων.

Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Κάϊν μὲν ὁ τῆς γαστριμαργίας λογισμός. Ἑπτὰ δὲ ἐκδικούμενα, τοῦτ᾽ ἔστι, κολάσεως ἄξια. Ὁ τῆς πορνείας λογισμὸς καὶ τῆς φιλαργυρίας, καὶ ὁ τῆς λύπης, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς ἀκηδίας, καὶ ὁ τῆς κενοδοξίας καὶ ὁ τῆς ὑπερηφανίας. Ὁ τοίνυν τὴν γαστριμαργίαν ἀποκτείνας δι᾽ ἐγκρατείας συναπέκτεινεν αὐτῇ καὶ τὰ παρεπόμενα αὐτῇ· πάθη, παραλύσας τὰς συναφείας.

Περὶ τῆς πυργοποιΐας. Οἱ τὸν τῆς Χαλάνης πύργον οἰκοδομοῦντες, τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς θεογνωσίας, ἦλθον εἰς τὴν γῆν Σενὰρ τὴν ἑρμηνευομένην Βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ Θεοῦ δόξας καταπεσόντες, τὸν ἑκάστης λόγον δόξης οἱονεὶ πλίνθους τινὰς συνθέντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν.

Ὥσπερ τῷ Ἀβραὰμ οἰκοῦντι μὲν ἐν τῇ ἰδίᾳ γῇ οὐκ ὤφθη Κύριος· κληθέντι δὲ καὶ ἐξελθόντι, καὶ εἰς τὴν ὑποδειχθεῖσαν γῆν ἀφικομένῳ ὤφθη καὶ τὰς μεγάλας ἐπαγγελίας δέδωκε, καὶ θυσιαστήριον ἀφῆκεν οἰκοδομεῖν καὶ θῦσαι· οὕτω καὶ ἡμῖν παραμένουσι τῷ κόσμῳ, καὶ ταῖς οἰκοδομικαῖς ἡδοναῖς, οὐδεμία γίνεται θεόθεν ἔλλαμψις· πειθομένοις δὲ τοῖς θείοις προστάγμασι, καὶ ἔνθα κελεύει Κύριος ἀφικνουμένοις, ἐμφανίζει μὲν τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ἐγχωρεῖ· παρέχει δὲ μεγάλας ἐλπίδας, ῥωννύει δὲ τὸν νοῦν ἡμῶν· ὡς ἐγεῖραι μὲν αὐτῷ θυσιαστήριον, τὴν καρδίαν· θύειν δὲ πράξεις ἀγαθὰς, καὶ θεωρίας πνευματικάς.

Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον. Ὅταν ὁ νοῦς ἑκάστου λιμῷ περιπέσῃ θείων ἐννοιῶν καὶ τῆς διατρεφούσης τὴν ψυχὴν πνευματικῶς βρώσεως, ἀναγκάζεται καταβαίνειν εἰς τὴν ἀλλοτρίαν ἕξιν· εἴ τινα δὲ συμπερινοστοῦσαν αὐτῷ ἀγαθὴν σύνεσιν ἴδοιεν οἱ δαίμονες, σπεύδουσιν ὑπαγαγεῖν αὐτὴν τοῖς σπερματισμοῖς τοῦ ἄρχοντος αὐτῶν· ὡς τῷ Φαραὼ τὴν Σάῤῥαν οἱ Αἰγύπτιοι. Θεοῦ δὲ μόνου ἐστὶν ἐξελέσθαι καὶ τοῦτον καὶ ταύτην, ὡς τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν, τῆς τοῦ τυράννου χειρὸς καταδυναστευομένους καὶ κινδυνεύοντας.

Ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ᾽ αὐτοῦ, εἰς τὴν ἔρημον. Χρὴ γὰρ τὸν ἐξ ἄκρας κοσμικῆς καὶ ἐφαμάρτου ζωῆς εἰς ἱερὰν πολιτείαν ἀνατρέχοντα, μηδέν τι τῶν ἑαυτοῦ καταλιπεῖν ὀπίσω, μὴ διάνοιαν, μὴ φαντασίαν, μή ποτε δι᾽ ἐκεῖνο παλινοστεῖν ἀναγκάζοιτο. Μεθαρμόζεσθαι δὲ πρῶτον εἰς κατάστασιν ἔρημον κακίας καὶ ἀπαρενόχλητον ἐπιμιξίας φαυλότητος.

Ὥσπερ Ἀβραὰμ, αἰχμαλωτισθέντος ὑπὸ τῶν πολεμίων τοῦ συγγενοῦς αὐτοῦ Λὼτ, παραλαβὼν τοὺς οἰκογενεῖς αὐτοῦ καί τινας ἀλλογενεῖς μὲν, φίλους δὲ, κατεδίωξεν ὀπίσω αὐτοῦ· καὶ συμμαχῶν καὶ τροπωσάμενος ἀπέστρεψε τὸν συγγενῆ, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν· οὕτω καὶ οἱ ἀπόστολοι πνευματικῶς ἐξοπλίσαντες τοὺς τροφίμους τῆς Ἐκκλησίας, συμπαραλαβόντες δὲ καί τινας τῶν κοσμικὰ μὲν φρονούντων ἔτι, φίλων δὲ τῇ εὐσεβείᾳ, κατέδραμον τῶν αἰχμαλωτισάντων ἡμᾶς δαιμόνων, καὶ καταγωνισάμενοι τούτους, ἐπέστρεψαν τοὺς αἰχμαλωτισθέντας συγγενεῖς αὐτῶν κατὰ τὸν λόγον τῆς ἀνθρωπότητος.

Τῆς δὲ τοιαύτης ἀνδραγαθίας ἀμοιβὴν λαμβάνουσι κοσμικὸν μὲν οὐδὲν, εὐφημίας δὲ παρὰ τῶν σεσωσμένων, καὶ εὐλογίας παρὰ Χριστοῦ, καθάπερ καὶ Ἀβραάμ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Μελχισεδὲκ, ὃς ἦν Χριστοῦ τύπος, καθὼς ὁ μέγας Παῦλος ἐδίδαξε· καὶ μηδέ τι λάφυρον λαβόντα, ἄρτῳ καὶ οἴνῳ διέθρεψεν.

Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Οἱ μέντοι φίλοι μερίδας λαφύρων ἔλαβον, αὔξοντος τοῦ Θεοῦ κἀνταῦθα πολλάκις τὰς οὐσίας τῶν συναθλούντων τοῖς ἁγίοις. Εἰς τὸν Μελχισεδέκ. Ἀπάτωρ μὲν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, ὡς κατὰ τὴν ἀρετὴν ὑπὲρ τὴν φύσιν, καὶ τὰ ἐν τῇ φύσει γενόμενος· μήτε δὲ ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ὡς κατὰ τὴν γνῶσιν ὑπεριπτάμενος τὰ ὑπὸ χρόνον καὶ αἰῶνα, καὶ εἰς αὐτὸν εἰσδὺς τὸν Θεόν.

Ἀφωμοιωμένος δὲ Θεῷ τῷ ὑψίστῳ, κατὰ τὴν ἐκ πράξεων καὶ θεωριῶν πρὸς Θεὸν ὁμοίωσιν, καὶ ὡς τῷ Θεῷ ποιηθείς τε καὶ μεταποιηθεὶς εἰς Θεόν. Μένει δὲ ἱερεὺς εἰς τὸν αἰῶνα, ὡς μηδενὶ θανάτῳ κακίας παυόμενος τοῦ λειτουργεῖν καὶ παρίστασθαι τῷ Θεῷ.

Μόνος δὲ ταῦτα κεκτῆσθαι λέγεται, ὡς πρῶτος ταῦτα κτησάμενος. Τῶν ἀγγέλων ἐντειλαμένων τῷ Λὼτ, σώζεσθαι εἰς τὸ ὄρος, εἶπεν αὐτός· «Οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ σωθήσεται ἡ ψυχή μου.» Οἱ γὰρ ἄρτι τῆς κακίας ἐκβαίνοντες, οὐ δύνανται πρὸς ὕψος εὐθέως πολιτείας ἀναδραμεῖν, ἀλλὰ ἀποφοιτῶσι μὲν τῶν πονηρῶν τέως ἐθῶν, μεταθέουσι δὲ πρὸς τὰ οὐ πόῤῥω καλὰ, καὶ τὴν ὑποκαθημένην τῷ τελείως ἔχοντι ἀγωγήν.

Καὶ οὕτως ἐκεῖθεν ἀναβαίνουσιν εἰς τὴν ὑπερκειμένην ζωὴν, ἐκ πράξεως εἰς θεωρίαν ὑψούμενοι. Ἀνέβη δὲ Λὼτ ἐκ Σηγώρ. Καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ μετ᾽ αὐτῶν. Ἄνεισι μὲν ὥσπερ διὰ βαθμῶν ὁ νοῦς ἐπὶ τὸ μετεωρότερον, ἔχων μεθ᾽ ἑαυτοῦ τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν ὡς θυγατέρας. Ἡ γὰρ ἡδυπάθεια ἐξέπεσεν καὶ ἀπεβλήθη δίκην τῆς γυναικὸς τοῦ Λώτ.

Οἰκεῖ δὲ ὡς ἐν σπηλαίῳ τῇ παγιότητι καὶ ἑδραιότητι τοῦ καλοῦ. Γέγραπται γὰρ ὅτι κατοικήσει ὁ δίκαιος ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Εἴη δ᾽ ἂν πέτρα μὲν ἰσχυρὰ ὁ Χριστὸς, διὰ τὸ πανσθενές· σπήλαιον δὲ αὐτοῦ ἡ Ἐκκλησία, ἡ περιβολὴ καὶ σκέπη τῶν ἁγίων. Πέτραν γὰρ, φησὶ, περιεβάλοντο ἣν οἰκοῦσιν, οἱ τὸ πῦρ τῆς ἁμαρτίας φεύγοντες, καὶ τὸ πῦρ τῆς γεέννης διαδιδράσκοντες.

Ἡ μὲν δάμαλις πρώτη ληφθεῖσα τὴν πρώτην ἐσήμαινε γενεάν. Ὥσπερ γὰρ ἡ δάμαλις, ἀποδυσπετεῖ πρὸς τὸν ζυγὸν, οὕτω καὶ ἡ τοῦ κατελθόντος εἰς Αἴγυπτον λαοῦ πρώτη φορὰ, ἀπεδυσπέτει πρὸς τὴν δουλείαν. Ἡ δ᾽ αἲξ δευτέρα ληφθεῖσα τὴν δευτέραν γενεὰν ᾐνίττετο. Ὥσπερ γὰρ ἡ αἲξ ὀλίγην παρέχει τοῖς δεσπόταις πρόσοδον, οὕτω καὶ ἡ δευτέρα γενεὰ ὀλίγην ἀπένειμε δουλείαν τοῖς Αἰγυπτίοις. Ὁ δὲ κριὸς τρίτος ληφθεὶς τὴν τρίτην προεμήνυε γενεάν. Ὥσπερ γὰρ οὗτος πλείονα δίδωσι πρόσοδον, οὕτω καὶ αὕτη πλείονα δοῦλον παρέσχεν. Ἡ μὲν οὖν διαίρεσις τῶν τριῶν γενεῶν· ἡ δ᾽ ἀντιπρόσωπος θέσις τῶν διχοτομημάτων, τὴν κοινωνίαν τῆς κακουχίας.

Καὶ ἡ πρώτη γὰρ γενεὰ ἐδυσφόρει παροικοῦσα τοῖς Αἰγυπτίοις. Συνεχώρησε δὲ τὴν ἐν Αἰγύπτῳ κάκωσιν ὁ Θεὸς, ἵνα δυσχερῶν τοσούτων ὕστερον ἀπαλλαγέντες, γνῶσι μειζόνως τὸν ἀπαλλάξαντα· γνωσθῇ δὲ καὶ αὐτὸς ἐν πάσῃ τῇ γῇ δι᾽ ὧν ἐποίει σημείων.

Ἀσύμφωνος τῷ νέῳ λαῷ, ὁ κατὰ χρόνον πρωτότοκος. Τοῦτο γὰρ ᾐνίττετο τὰ ἐν τῇ νηδύϊ τῆς Ῥεβέκας διασκιρτῶντα, καὶ ταρασσόμενα βρέφη, τὴν ἐσομένην ἔχθραν ὑποσημαίνοντα. Τῆς πτέρνης τοῦ Ἡσαῦ ὁ Ἰακὼβ ἐπείληπτο τικτόμενος.

Ἐδήλου δὲ τὸ γενόμενον, ὡς ὁ νοῦς ὁ βλέπων Θεὸν διὰ καθαρότητα (τοῦτο γὰρ ἑρμηνεύεται Ἰσραὴλ) πτερνίζει τὰ πάθη τῆς γαστριμαργίας, ἀφ᾽ ὦν καὶ τἄλλα ψυχικὰ νοσήματα τίκτονται. Ἐρίφων δέρματα νεκρὰ περιθέμενος ὁ Ἰακὼβ, ἐτύπου Χριστὸν σάρκα περιθέμενον νεκρὰν ὅτι πρὸς ἁμαρτίαν, δι᾽ ἧς τὴν ἡμετέραν σωτηρίαν βρῶσιν ἡδίστην τῷ Πατρὶ προσεκόμισε, καὶ τὴν ἀναφαίρετον εὐλογίαν, ὡς ἀπόδεκτος γενόμενος, ἐκομίσατο καὶ τοῖς Χριστιανοῖς ἐχαρίσατο.

Ἀλείφων τὸν λίθον Ἰακώβ. Δείκνυσιν ὡς ἡ σκληροκάρδιος ψυχὴ τῶν ἐθνῶν χρισθήσεται μὲν τῷ ἁγίῳ Πνεύματι, ἀφορισθήσεται δὲ τῷ Θεῷ. ᾘνίξατο δὲ καὶ ὅτι χρισθήσεται τῇ θεότητι ἡ προσληφθεῖσα σάρξ· λίθος γὰρ ὁ Χριστὸς ἀκρογωνιαῖος συνάπτων δι᾽ ἑαυτοῦ τοὺς δύο λαούς.

Καὶ εἶπε Φαραὼ πρὸς Ἰωσήφ· Εἶπον τοῖς ἀδελφοῖς σου, Παραλαβόντες τὸν Πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου. Ὁ διάβολος εἰ μόνον λάβοι τινὰς ὑπηκόους, πάσης φιληδονίας αὐτοὺς ἐμπίπλησιν. Αἴγυπτος μὲν γὰρ ἡ ἁμαρτία, ἀγαθὰ δὲ αὐτῆς αἱ κατ᾽ αὐτὴν ἡδοναί.

Ἀλλὰ καὶ ἁμάξας δίδωσιν εἰς μετακομιδὴν τῶν ὑπαρχόντων αὐτοῖς, εὔοδον τιθεὶς τὴν πρὸς αὐτὸν πορείαν, καὶ ἄπονον. Πατὴρ μὲν οὖν τῶν ἁλισκομένων, ὁ νοῦς. Ὑπάρχοντα δὲ οἱ λογισμοὶ καὶ αἱ πράξεις. Ὁμοίως δὲ πάλιν ὁ βασιλεὺς Ἀσσυρίων τοῖς ἐν Ἱερουσαλὴμ ἐπηγγέλλετο λέγων· «Ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὑτοῦ, καὶ τὴν συκῆν αὑτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν. Ἐπειδὴ γὰρ διττὸς ὁ τρόπος τῆς ἁμαρτίας, καὶ ἢ τῶν ἐμφύτων ἡδονῶν, ἢ τῶν θύραθεν ἡττώμενοι πλημμελοῦμεν, εἶεν ἂν ἄμπελος μὲν καὶ συκῆ αἱ θύραθεν ἡδοναὶ, ὕδωρ δὲ τοῦ λάκκου ἡμῶν αἱ ἔμφυτοι, τοῦ σώματος ἡμῶν ἀναβλύζουσαι. Καὶ αἱ μὲν θύραθεν, εἰσὶ πρόσκαιροι, αἱ δὲ ἔμφυτοι μακροχρονιώτεραι. Ὧν ἁπάντων τὴν ἀπόλαυσιν ὁ διάβολος ὑπισχνεῖται τοῖς ἀπὸ τῆς ἁγιοπρεποῦς πολιτείας, ὡς ἐξ Ἱερουσαλὴμ, αὐτομολοῦσι πρὸς αὐτὸν, καὶ δουλεύειν αὐτῷ καταδεχομένοις.