Εἰ δὲ τελείαν ὤδινε τὴν εἰς Χριστὸν πίστιν, ὅσον εἰς χαρακτῆρα καὶ μόρφωσιν· τοῦτο γὰρ δηλοῖ τὸ «ἐξεικονισμένον·» λοιπὸν, ὡς ἤδη τελείαν ψυχὴν φονεύσας, τὴν ἑαυτοῦ ζημιωθήσεται ψυχὴν, ἀπαιτούμενος τὴν ἐσχάτην δίκην. «Ἐὰν κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποκτείνῃ, λίθοις λιθοβοληθήσεται, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ. Ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται.» Ἐὰν ὑπεξούσιός τινος, θυμώδης καὶ ὑβριστὴς, ἢ ἑτέρως αἱρετικὸς ἀνέλῃ ψυχὴν, αἴτιος αὐτῇ ψυχικοῦ θανάτου γενόμενος, αὐτὸς μὲν τὴν ἐσχάτην ὑποστήσεται κόλασιν· τῶν δὲ πράξεων καὶ λόγων αὐτοῦ, οὐδεὶς μεταλήψεται. Ὁ δὲ τούτου κατεξουσιάζων ἀνεύθυνος· ὡς ἀγνοῶν τὴν πονηρίαν καὶ κακίαν αὐτοῦ. «Ἐὰν δὲ, φησὶ, διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ οὐκ ἀφανίσῃ αὐτὸν, καὶ αὐτὸς προσαποθανεῖται. Εἰδὼς γὰρ καὶ ἀνεχόμενος, κοινωνὸς γίνεται τοῦ φόνου. Ἐὰν δὲ λύτρα, φησὶν, ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἂν ἐπιβάλωσιν αὐτῷ.» Τοῦτ᾽ ἔστιν, Ἐὰν ἐξομολογησάμενος ἐπιτιμίοις ὑποπέσῃ, πληρώσει ὅσα ἂν κελευσθῇ. «Ἐὰν δὲ, φησὶν, υἱὸν ἢ θυγατέρα κερατίσῃ, ὁ ταῦρος καὶ ἀνέλῃ, γενήσεται κατὰ τὸ δηλωθὲν δικαίωμα τοῦ νόμου. Ἐὰν δὲ παῖδα ἢ παιδίσκην, ἀργυρίου λʹ δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἐπεὶ γὰρ διάφοροι οἱ ἀναιρούμενοι, ἄνδρα μὲν καὶ γυναῖκα νοήσεις τοὺς παλαιοτέρους εἰς ἀρετήν.