Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία της εποχής των βασιλέων Οζία και Εζεκία

Πνευματική εξήγηση των έργων του Οζία και της πολιορκίας της Ιερουσαλήμ από τον Σενναχηρείμ, καθώς και ανάλυση της πνευματικής υπερηφάνειας και της παιδαγωγίας του νου μέσα από τη ζωή του Εζεκία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 9

ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. Περὶ Ὀζίου. «Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας, καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος, καὶ ἐπὶ τῶν γωνιῶν, καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ.» Ὥσπερ Σολομὼν μέχρι τινὸς ὑπῆρχε Χριστοῦ· οὕτω καὶ Ὀζίας ἕως τινός.

Ὀζίας γὰρ ἰσχὺς Θεοῦ ἑρμηνεύεται, ἰσχὺς δὲ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, οἰκοδομῶν ἐν μὲν τῇ ὁράσει τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλὴμ, λέγω δὴ τοῖς τελειοτέροις εἰς θεωρίας κατάστασιν· πύργους τῶν περὶ τῆς θεότητος αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ γωνία ἐστὶν ἡ Ἐκκλησία τῶν πιστῶν, καθάπερ βʹ τοίχους ἑνοῦσα καὶ συνέχουσα, τόν τε ἐξ Ἰουδαίων λαὸν, καὶ τὸν ἐξ ἐθνῶν· πύλαι ἂν αὐτῆς νοηθεῖεν, οἱ εἰσαγωγικοὶ καὶ τῶν θεωρητικωτέρων ὑποδεέστεροι· ἐφ᾽ οὓς αὖθις οἰκοδομεῖ πύργους τῶν περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ νοεῖται φάραγξ ἡ σὰρξ ἡμῶν, διὰ τὸ εἶναι κάτωθεν, εἴη ἂν γωνία ταύτης, ἡ πρὸς τὴν ψυχὴν ἐν πνεύματι συνάφεια· ἐφ᾽ ἣν οἰκοδομεῖ πύργους τῶν εὐαγγελικῶν ἐντολῶν.

Πύργοι δὲ τά τε ῥηθέντα δόγματα καὶ εὐαγγελικαὶ ἐντολαί· ὡς ὑψηλὰ, καὶ φρουροῦντα καὶ φυλάττοντα καὶ ἀσφαλιζόμενα. Ἐπεὶ δὲ καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους, γωνίας νοήσομεν, τὰς διὰ Χριστοῦ γενομένας διαφόρους ἑνώσεις τῶν διῃρημένων· λέγω δὴ τῆς κτιστῆς καὶ ἀκτίστου φύσεως· ἔτι δὲ τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων καὶ ὅσα τοιαῦτα, ἐφ᾽ ὧν οἰκοδομεῖ πύργους τῶν ἐφ᾽ ἑκάστῃ ἑνώσει λόγων καὶ τρόπων. Ἔρημος δέ ἐστιν, ἡ τῶν φαινομένων φύσις, ἤτοι ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους ᾠκοδόμησε τοὺς λόγους τῶν ὄντων, τὴν γνῶσιν τῆς φυσικῆς ἐν πνεύματι θεωρίας.

Καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ, ἐν Σεφιλᾷ ἐν τῇ πεδινῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῇ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν· ἵνα ποτίζωσι τὰ κτήνη τοῦ Χριστοῦ· τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.

Λάκκους καλεῖ ἡ Γραφὴ τὰς δεκτικὰς τῶν οὐρανίων χαρισμάτων τῆς αὐτοῦ γνώσεως καρδίας, λαμπομένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν, καὶ ἀποβαλλομένας καθάπερ πωρώματα, τήν τε πρὸς τὰ πάθη φιλίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν, καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως. Ἐπεὶ δὲ τὸ Σεφιλὰ στενὴν λεκάνην ἑρμηνεύει· κτήνη τοῦ Σεφιλὰ εἶεν ἂν οἱ διὰ τῆς στενοχωρίας τῶν ἀκουσίων πειρασμῶν ἀποκαθαιρόμενοι τῶν ψυχικῶν κηλίδων, καὶ δεόμενοι ποτισθῆναι τὸν περὶ καρτεριᾶς καὶ ὑπομονῆς λόγον. Ἐν τῇ πεδινῇ δὲ οἱ εὐδρομοῦντες κατ᾽ ἀρετὴν, ἢ οἱ ἐμπλατυνόμενοι τῇ κατὰ τὸν βίον εὐπραγίᾳ, δεόμενοι ποτισθῆναι, οἱ μὲν, τὸν περὶ ἐλεημοσύνης καὶ μεταδόσεως. Ἀμπελουργοὶ δὲ τῆς εἰρήνης εἰσὶν οἱ ἐν τῷ ὕψει τῆς θεωρίας γεωργοῦντες τὸν θεῖον λόγον τῆς γνώσεως, εὐφραίνοντα ψυχὴν, καὶ ἐξιστῶντα τῆς ὑλικῆς σχέσεως. Ἐπεὶ δὲ καὶ ὁ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται, ἀμπελουργοὺς αὐτοῦ φήσομεν, τοὺς κατ᾽ ἐπίγνωσιν τῆς περιτομῆς τῶν ὑλικῶν πραγμάτων, γεωργοῦντας τὸν λόγον τὸν περιτέμνοντα τὴν ψυχὴν τῶν περιττῶν καὶ ἀνωφελῶν φροντίδων καὶ τῆς φιληδονίας. Χρήζουσι δὲ καὶ οὗτοι κἀκεῖνοι διδασκαλίας τῶν παλαιοτέρων τε καὶ τελεωτέρων. Γεωργὸς δὲ ἀληθινὸς ὁ Χριστὸς, γεωργῶν διὰ τοῦ Εὐαγγελίου τοὺς σωζομένους.

Ἀλλὰ πῶς Ὀζίας ἠδύνατο ἀμπελουργοὺς ἔχειν ἐν τῷ Καρμήλῳ, αὐτὸς μὲν τὴν τοῦ Ἰούδα βασιλείαν διέπων, τοῦ Καρμήλου δὲ κειμένου ὑπὸ τὴν βασιλείαν τοῦ Ἰσραήλ; Οὐδαμῶς ἑτέρως ἢ κατὰ λόγον ἀναγωγῆς.

Καὶ ἦν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου· καὶ εὐώδωσεν αὐτῷ ὁ Κύριος. Ἐπείπερ Ὀζίας ἰσχὺς Θεοῦ ἑρμηνεύεται, λοιπὸν πᾶς νοῦς ἰσχὺν ἐκ Θεοῦ λαβὼν εἰς θεωρίαν ἐκζητεῖ τὸν Θεὸν δι᾽ αὐτῆς. Ἐκζητεῖ δὲ αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς μνήμης τοῦ Θεοῦ, ἐν αἷς μνημονεύει Θεοῦ. Ζαχαρίας γὰρ μνήμη Θεοῦ ἑρμηνεύεται· ἥτις μνήμη συνετίζει τοὺς ἔχοντας αὐτήν.

Συνετίζει δὲ αὐτοὺς ἐν φόβῳ τοῦ Κυρίου, τοῦτ᾽ ἔστιν, ἐν τῇ πράξει τῶν ἐντολῶν. «Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου.» ᾯ καὶ εὐοδοῖ ὁ Κύριος εἰς εὕρεσιν, τούς τε τῶν ἐντολῶν τρόπους διδάσκων, καὶ τοὺς τῶν ὄντων λόγους ἀποκαλύπτων. Τοιγαροῦν ὁ δίχα πράξεως τῶν θείων ἐντολῶν ἐκζητῶν τὸν Θεὸν, οὐχ εὑρίσκει αὐτὸν, μὴ εὐοδούμενος εἰς τοῦτο.

Ὁ τοιοῦτος νοῦς ἀποτειχίζει τὴν γινομένην πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθητῶν εἴσοδον τοῦ διαβόλου, πηξάμενος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῇ φυσικῇ θεωρίᾳ, καθάπερ πύργους ἀσφαλεῖς τὰ εὐσεβῆ περὶ τῶν ὄντων δόγματα. Εἰς ἃ ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, φημὶ δὴ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως, καὶ πρὸς ἀπώλειαν κατασύροντας. Ὁ τοιοῦτος νοῦς καὶ ἀληθής ἐστι γεωργὸς, καθαρὰ ζιζανίων, διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας, τὰ θεῖα τῶν ἀγαθῶν σπέρματα συντηρῶν.

ΕΚ ΤΗΣ ΑΥΤΗΣ ΒΙΒΛΟΥ. Περὶ Ἐζεχίου. Καὶ εἶδεν Ἐζεχίας ὅτι ἥκει Σεναχηρεὶμ τοῦ πολεμῆσαι ἐν Ἱερουσαλήμ· καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως. Καὶ συνεπίσχυσαν αὐτὸν, καὶ συνήγαγε λαὸν πολὺν, καὶ ἐξέφραξε τὰ ὕδατα τῶν πηγῶν, καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως.

Ἐπεὶ Ἐζεχίας κράτος Θεοῦ ἑρμηνεύεται, πᾶς νοῦς διὰ πρακτικῆς φιλοσοφίας κτησάμενος κράτος θεῖον, ἐπειδὰν γνῷ κινούμενον κατ᾽ αὐτοῦ τὸν νοητὸν Σεναχηρεὶμ, ὃς ἑρμηνεύεται πειρασμὸς ξηραίνων, ἢ ὀδόντες ἠκονημένοι, ὁποῖός ἐστιν ὁ διάβολος, βουλεύεται μετὰ τῶν πρεσβυτέρων καὶ δυνατῶν τῶν ἀμφ᾽ αὐτόν. Οὗτοι δέ εἰσιν ἥ τε λογιστικὴ δύναμις, καὶ ἡ θυμικὴ, καὶ ἡ ἐπιθυμητική· ἃς εἴληχεν, ὡς πρεσβυτέρους μὲν, ὅτι πρῶται δυνάμεις αὗται τῆς ψυχῆς, καὶ συμπληρωτικαὶ τῆς οὐσίας αὐτῆς, ὡς δυνατοὺς δὲ, ὅτι καὶ αὐτὸ τοῦτο Δυνάμεις ὀνομάζονται· καὶ ὅτι συνεργοί εἰσι τοῦ νοὸς πρὸς καθαίρεσιν κακίας, καὶ σύστασιν ἀρετῆς, καὶ ὅτι ἄρχουσιν, ἡ μὲν λογικὴ δύναμις, τῶν γνωστικῶν λογισμῶν· ἡ δὲ θυμικὴ, ὁρμῶν· καὶ ἡ ἐπιθυμητικὴ τῶν ἐπιθυμητικῶν ὀρέξεων· ἔτι δὲ ἑκάστη, τῶν κατ᾽ αὐτὴν ἀποτελεσμάτων.

Τούτους οὖν τοὺς πρεσβυτέρους ἔχων ὁ νοῦς ὑγιεῖς τε καὶ ἀνεξαπατήτους, βουλεύεται μετ᾽ αὐτῶν, ὡς συνεργῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν τὰ ἔξω τῆς πόλεως. Ταῦτα δέ εἰσιν αἱ κατὰ τὴν φυσικὴν θεωρίαν γινόμεναι φαντασίαι, καὶ τὰ νοήματα τῶν αἰσθητῶν. Ὧν φαντασιῶν καὶ νοημάτων πηγαὶ, αὐτὰ τὰ αἰσθητὰ ἔξω τῆς πόλεως κείμενα· λέγω δὴ τῆς ψυχῆς· καὶ ἔξωθεν τὰς ἐξ αὐτῶν ῥεούσας φαντασίας εἰς αὐτὴν πέμποντα. Καλῶς οὖν ἐμφράττει τὰ τοιαῦτα ὕδατα, ἵνα μὴ δι᾽ αὐτὰ παραμένων ὁ ἐχθρὸς πολεμῇ τῇ ψυχῇ. Ἐμφράττει δὲ καὶ τὸν ποταμὸν τὸν διερχόμενον διὰ τῆς ψυχῆς· οὖτος δέ ἐστιν ὁ τῆς φυσικῆς θεωρίας ἐπιστημονικὸς λόγος· ἵνα μὴ λάθῃ δι᾽ αὐτοῦ εἰσελθών. Χρὴ γὰρ τὸν μὴ τελέως ἀπαλλαγέντα παθῶν, ἐν τῷ καιρῷ τοῦ πολέμου τῶν παθῶν, μύειν τὰς αἰσθήσεις, καὶ παύειν μὲν καὶ τὰς φαντασίας, καὶ τὰ νοήματα τῶν αἰσθητῶν, καὶ τὴν φυσικὴν φιλοσοφίαν, κακοπαθείᾳ τοῦ σώματος. Ὧν μὲν τῆς προσευχῆς τύπος, ἡ τοῦ βασιλέως εἰς τὸν θεῖον ναὸν ἄνοδος· τῆς δὲ σωματικῆς κακοπαθείας, ἡ τοῦ σάκκου παραβολή. Συνεπισχύουσι δὲ καὶ συνεργοῦσιν αὐτῷ πρὸς ἔμφραξιν, οἵ τε δηλωθέντες πρεσβύτεροι καὶ ὁ συναχθεὶς λαὸς, ὅστις ἐστὶν οἱ εὐσεβεῖς λογισμοὶ ἑκάστης τῶν εἰρημένων τριῶν δυνάμεων.

Χρὴ δὲ φυλάττειν καὶ τὰ χείλη τῆς ψυχῆς, ἤτοι τὰς φρουρητικὰς αὐτῆς ἀρετὰς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν καὶ ὑπομονὴν, καὶ ταπείνωσιν· καὶ οὕτως ἀποστέλλεται θεόθεν ἄγγελος, ὁ διαφθείρων τὰ πάθη λόγος τῆς γνωστικῆς σοφίας, καὶ ἀναιρεῖ τὰς ρπεʹ χιλιάδας αὐτῶν. Ἓξ γὰρ δεκάκις ξʹ, καὶ τρὶς ξʹ καὶ ρπʹ, οἷς προστεθέντων καὶ εʹ συναπαρτίζεται ὁ τῶν ἀναιρεθεισῶν χιλιάδων ἀριθμός. Ἐπεὶ γὰρ ἡ περὶ φύσιν τῶν προειρημένων τριῶν δυνάμεων, πᾶσαν κακίαν ποιεῖ· τὸν ἓξ μὲν ἀριθμὸν λαμβάνομεν διὰ τὸ ποιητικὸν τῆς κακίας· ἐν ἓξ γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον. Δεκάκις δὲ διὰ τὴν ἐν κακίᾳ τελείαν κίνησιν ἑκάστης δυνάμεως. Τέλειος γὰρ ὁ δέκα, τελειῶν καὶ περιορίζων πάντας τοὺς κυρίως ἀριθμούς· τρισσοῦμεν τὰ ἀποτελεσθέντα διὰ τὸ τρισσὸν τῶν δηλωθεισῶν δυνάμεων. Καὶ προστιθέαμεν τὰ πέντε διὰ τὴν αἴσθησιν, περὶ ἣν ἡ κακία ἐνεργεῖται· πενταδικὴ γὰρ ἡ αἴσθησις. Χιλιάδες δὲ τὰ τῆς κακίας ἀποτελέσματα, διὰ τὸ χεῖσθαι λίαν καθ᾽ ἡμῶν. Ὅτι δὲ ταῖς φαντασίαις καὶ τοῖς νοήμασι τῶν αἰσθητῶν ἀποκέχρηται καθ᾽ ἡμῶν ὁ νοητὸς Σεναχηρεὶμ, ἐπηρεάζων καὶ ξηραίνων τὰς ψυχὰς τῶν ἁλισκομένων, τῷ χωρίζειν αὐτὰς τῆς πηγῆς τῶν ἀγαθῶν, παντί που δῆλον.

Διὰ γὰρ τῶν φαντασιῶν τυπούμενα τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν, πολλάκις ἐναπομένουσι τῇ ψυχῇ, καὶ δεσμοῦσι καὶ κατασύρουσιν εἰς τὴν σύγχυσιν τῶν παθῶν, ἧς ὁ Σεναχηρεὶμ οὗτος βασιλεύει. Ἡ Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται.

Ὑποστρέφει δὲ μετ᾽ αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν ὡς γέγραπται· πῶς ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη, τὸ ἐσθίειν, τὸ πίνειν, τὸ ὑπνοῦν, καὶ ὅσα πρὸς σύστασιν τοῦ σώματος· ἃ τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως ἄγουσιν εἰς ἡμᾶς τὸν διάβολον· τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως, δι᾽ ἑαυτῶν αὖθις ἀποστρέφουσιν αὐτὸν, φεύγοντα εἰς τὴν γῆν αὐτοῦ· ἥτις ἐστὶν ἡ παγία τῆς κακίας ἕξις, ὃν φεύγοντα ἀναιροῦσιν οἱ υἱοὶ αὐτοῦ, καὶ φεύγουσιν εἰς Ἀρμενίαν. Υἱοὺς δὲ αὐτοῦ νοήσομεν τοὺς ἐξ αὐτοῦ τικτομένους πονηροὺς λογισμοὺς, ὑφ᾽ ὧν ἀναιρεῖται, ὅτε συγχρησόμεθα τούτοις εἰς ἀγαθόν· καὶ δι᾽ ὧν ἐσπούδασεν ἑλεῖν, διὰ τούτων ἀνέλωμεν αὐτόν. Οἳ καὶ φεύγουσιν εἰς παράθεσιν ἀναπαύσεως. Ἀρμενία γὰρ ἑρμηνεύεται παράθεσις ἀναπαύσεως. Παρατιθέασι γὰρ ἡμᾶς ἀναπαύσει λοιπόν. Ἀλλὰ ταῦτα μὲν οὕτως. Ποταμὸς δὲ διορίζων διὰ τῆς πόλεως, ἡ κατὰ τὴν φυσικὴν θεωρίαν γνῶσις τῶν αἰσθητῶν, ἵνα σαφέστερον εἴπωμεν· ἥτις διερχομένη διὰ μέσης τῆς ψυχῆς, μεθόριον τῶν ἄκρων γίνεται, νοῦ καὶ αἰσθήσεως, δι᾽ ἑαυτῆς συνάπτουσα τὸν νοῦν τῇ αἰσθήσει.

Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, καθ᾽ ὃ μὲν εἰς εἶδος τυποῦται τοῖς σχήμασι τῶν αἰσθητῶν, κοινωνεῖ τῷ νῷ. Καὶ ἡ συνθήκη δὲ τῶν λέξεων δηλοῖ τὴν σύνοδον τοῦ νοῦ καὶ τῆς αἰσθήσεως. Γνῶσις γὰρ τῶν αἰσθητῶν. Καὶ ἡ μὲν γνῶσις οἰκεία τῷ νῷ· τὰ δὲ αἰσθητὰ, οἰκεῖα τῇ αἰσθήσει.

Καὶ προσηύξατο Ἐζεχίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμμῶς, καὶ ἐβόησαν εἰς τὸν οὐρανὸν, καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν καὶ πολεμιστὴν, καὶ ἄρχοντα καὶ στρατηγὸν, ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ. Καὶ ἀπέστρεψε μετ᾽ αἰσχύνης προσώπου.

Χρὴ τὸν γνωστικῶς θεωροῦντα τὴν θείαν Γραφὴν ἀσκηθῆναι καὶ τὰς τῶν ὀνομάτων ἑρμηνείας, αὐτόθεν δυναμένας πολλάκις ὅλην σαφηνίζειν τῶν γεγραμμένων διάνοιαν· εἴπερ μέλλοι μὴ πρὸς σῶμα μόνον καὶ γῆν Ἰουδαϊκῶς κατάγειν τὸ ὕψος τοῦ πνεύματος.

Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν. Ἑρμηνεύεται δὲ Ἄχαζ μὲν ἰσχύς· Ἐζεχίας δὲ κράτος θεῖον. Καὶ λαμβάνεται ἡ μὲν ἰσχὺς εἰς τὴν πρᾶξιν τῶν ἁγίων ἐντολῶν· τὸ δὲ θεῖον κράτος εἰς τὴν ἀρετήν. Καὶ ὥσπερ ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν, οὕτω καὶ ἡ πρᾶξις τὴν ἀρετήν· ὑφ᾽ ἧς διαφθείρεται ἡ κακία. Πάλιν οὖν, Ἀμμῶς ἐγέννησε τὸν Ἡσαΐαν. Ἑρμηνεύεται δὲ Ἀμμῶς μὲν λαοῦ πόνος· Ἡσαΐας δὲ ὕψος θεῖον, καὶ λαμβάνεται ὁ μὲν πόνος εἰς τοὺς ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτας, ἢ τοὺς ἐπὶ τῇ φυσικῇ θεωρίᾳ καμάτους, τὸ δὲ ὕψος εἰς τὴν γνῶσιν τῆς ἀληθείας, ἣν γεννῶσιν οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, ἢ τῆς τῶν γεγονότων θεωρίας οἱ πόνοι, διαφθείρουσαν τὴν ἀντικειμένην αὐτῇ δύναμιν τοῦ ψεύδους. Ὥσπερ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ᾽ ἐπαγγελίαν προσαγομένων καλῶν· οὕτω προσευχὴ, κατὰ τὸν εἰκότα λόγον, ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηγουμένων καλῆς διαθέσεως. Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσίς τε καὶ ἐπαύξησις· ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεὸς, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ τῆς γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν.

Οὐρανὸς δὲ πολλάκις κατὰ τὴν Γραφὴν λέγεται αὐτὸς ὁ Θεὸς, ὡς τὸ, «Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ,» ἀντὶ τοῦ, ἐκ τοῦ Θεοῦ. Καλεῖ δὲ οὐρανὸν αὕτη καὶ τὰς οὐρανίας δυνάμεις. Ὡς τὸ, «Ὁ οὐρανός μοι θρόνος.» Λέγεται δὲ οὐρανὸς καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις ἀληθοῦς γνώσεως. Ὁ γὰρ μετὰ πράξεως γινώσκων, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μὲν διὰ τὴν γνῶσιν, ᾗ ὁ Θεὸς ἐνθρονίζεται· ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν, ἐφ᾽ ἑαυτῆς δεχομένην τὰς θείας βάσεις. Τούτων οὕτω προθεωρηθέντων, λοιπὸν πᾶς εὐσεβὴς ἀρετῇ καὶ γνώσει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν καὶ ὀλέθριον δύναμιν, καθάπερ καὶ Ἐζεχίας καὶ Ἡσαΐας εἶδον ἐπερχόμενον αὐτοῖς τὸν βασιλέα τῶν Ἀσσυρίων, καταφεύγει πρὸς τὸν Θεὸν, καὶ ἀλαλήτως βοᾷ πρὸς αὐτὸν, διὰ τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἐπιδόσεως, καὶ δέχεται σύμμαχον ἄγγελον· δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον ἐκτρίβοντα τοὺς πολεμίους. Παρεμβολὴ δὲ βασιλέως Ἀσσούρ ἐστιν ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν. Πολεμιστὴς δὲ ὁ τὸ θυμικὸν διεγείρων, εἰς τὴν τῶν ἡδονῶν φυλακήν. Ἄρχων δὲ ὁ ταῖς ἐπιφανείαις τῶν ἀρετῶν τὰς αἰσθήσεις διερεθίζων. Στρατηγὸς δὲ ὁ εἰδοποιὸς τῶν παθῶν, καὶ τῆς ἐνεργείας αὐτῶν ἐπινοητικός.

Πρόσωπον δὲ τοῦ διαβόλου, τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητά. Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴν, καὶ τὰ δόματα τῷ Ἐζεχίᾳ βασιλεῖ Ἰουδαίων. Πᾶς νοῦς ἀρετῇ καὶ γνώσει κατεστεμμένος, καὶ βασιλεύων Ἱερουσαλὴμ, ἤτοι τῆς εἰρήνην ὁρώσης ἕξεως· λέγω δὴ τῆς τῶν στασιαζόντων παθῶν ἀπηλλαγμένης καταστάσεως (ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται)· πάντως ἔχει τὴν φαινομένην κτίσιν προσφέρουσαν αὐτῷ μὲν δόματα, τῷ δὲ Θεῷ δῶρα δι᾽ αὐτοῦ. Κυρίως γὰρ δόματα μὲν τὰ τοῖς ἐνδεέσι διδόμενα· δῶρα δὲ, τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα.

Διὸ τῷ μὲν Κυρίῳ δῶρα ὡς πάντων ἀπροσδεεῖ τῷ δὲ Ἐζεχίᾳ δόματα, διότι πᾶς ἄνθρωπος ἐπιδεῖται, καὶ τρόπων εἰς ἀρετὴν, καὶ λόγων εἰς γνῶσιν. Ἀλλὰ δῶρα μὲν, οἱ ἐνυπάρχοντες ἑκάστῳ εἴδει τῶν συμπληρούντων τὴν κτίσιν πνευματικοὶ λόγοι, δι᾽ ὧν ὁ τῆς κτίσεως γνωρίζεται ποιητὴς, διδασκόντων, ὅτι ἐστί τις τῶν φαινομένων κτίστης καὶ δεσπότης.

Δόματα δὲ οἱ ἐνόντες ἑκάστῳ τούτων αὖθις φυσικοὶ νόμοι· τοῦτ᾽ ἔστι, τὰ φυσικὰ πλεονεκτήματα, δι᾽ ὧν παιδεύεταί τις πρὸς ἀρετήν· ἐκλεγόμενος τοῦ μὲν τόδε, τοῦ δὲ τόδε· καὶ τοὺς φυσικοὺς αὐτῶν νόμους τοῖς προαιρετικοῖς αὐτοῦ τρόποις ἀπομιμούμενος.

Ἐγκατέσπειρε γὰρ ὁ Θεὸς τοῖς κατὰ μέρος εἴδεσι τῆς κτίσεως καὶ σοφίας λόγους πνευματικοὺς, μηνύοντας τὸν ποιητὴν αὐτῶν Θεόν· καὶ φυσικοὺς νόμους παιδαγωγοῦντας εἰς ἀρετὴν τὸν θεατὴν αὐτῶν ἄνθρωπον. Ἵνα δὲ ἐκ πολλῶν ὀλίγα παραθῶμεν, ἀετοῦ φυσικὸς νόμος, τὸ πρὸς τὴν ἡλιακὴν μαρμαρυγὴν ἰθυτενῶς ἀτενίζειν. Ὃ μιμήσεταί τις, ἀπευθύνων τὸν νοῦν εἰς τὸ θεῖον φῶς. Μιμήσεται καὶ τὴν ἔλαφον, τὰ ὕψη τῶν θείων θεωρημάτων, καθάπερ ἐκείνη τὰ ὄρη, μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τοῖς ὁρωμένοις εἴδεσι πάθη, καθάπερ ὄφεις, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ ἐναπολαμβανόμενον ἰὸν τῆς κακίας, ταῖς πολλαῖς καὶ διαφόροις κατασβεννύων πηγαῖς τῆς γνώσεως.

Μιμήσεται καὶ τῆς δορκάδος τὴν ὀξυωπτίαν, τοὺς βρόχους τῶν ἐπιβουλευόντων τῇ ἀρετῇ δαιμόνων ὑπερπηδῶν. Ἔτι δὲ καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τὰς παγίδας τῶν τῇ γνώσει πολεμούντων πονηρῶν πνευμάτων ὑπεριπτάμενος.

Οἱ μὲν θειότεροι τῆς κτίσεως λόγοι φαίνονται ἐν τῇ προνοίᾳ καὶ συνοχῇ τῆς τοῦ καθ᾽ ἕκαστον εἴδους μονιμότητος, οἱ δὲ φυσικοὶ νόμοι ταύτης, ἐν τῇ ταυτότητι τῆς τοῦ καθ᾽ ἕκαστον εἴδους φυσικῆς ἐνεργείας.

Δι᾽ ὧν ὁμοῦ πάντων δοξάζεται μὲν ὁ Θεὸς, παρ᾽ οὗ γεγόνασι· προκόπτει δὲ ὁ ἄνθρωπος δι᾽ ὃν αὖθις γεγόνασι. Καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας μεγαλυνθεὶς, ὑπεραίρεται διὰ πράξεως μὲν πάντων τῶν σαρκικῶν καὶ διαβεβλημένων παθῶν, ὑπεράνω τούτων γινόμενος τῶν δὲ φυσικῶν λεγομένων σωμάτων, ἤτοι τῶν ὑπὸ γένεσιν ὄντων καὶ φθοράν· καὶ ἁπλῶς εἰπεῖν ὅσα ὑπὸ τὴν αἴσθησιν· διὰ θεωρίας τοὺς ἐν αὐτοῖς λόγους γνωστικῶς διαπεράσας, καὶ πρὸς τὰ συγγενῆ νοητὰ καὶ θεῖα τὸν νοῦν ἀγαγών. Καὶ γὰρ ἡ πρακτικὴ μὲν φιλοσοφία τὸν πρακτικὸν ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δὲ τὸν θεωρητικὸν ὑπεράνω τῶν ὁρωμένων καθίστησι.

Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεχίας, ἀλλ᾽ ὑψώθη ἡ καρδία· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Πᾶς νοῦς φιλόσοφος ὁμοῦ καὶ φιλόθεος καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν εἰς τὴν ἕξιν τῆς ἐξομολογήσεως καὶ μετανοίας λαμβανόμενον· ἐξομολόγησις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται· τὴν δὲ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας κατάστασιν, ὡς ἀνωτέρω δεδήλωται. Καὶ τὸν μὲν ὡς πρακτικὴν φιλοσοφίαν, τὴν δὲ, ὡς θεωρητικὴν μυσταγωγίαν.

Ἡνίκα τοίνυν πᾶσαν ἀντικειμένην ἀρετῇ καὶ γνώσει διακρουσάμενος δύναμιν, καὶ τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδυσάμενος κράτος, μὴ τὴν δέουσαν εὐχαριστίαν προσαγάγῃ τῷ τῆς νίκης αἰτίῳ Θεῷ, ἀλλ᾽ ὑψωθῇ τὴν καρδίαν, ἑαυτῷ τὸ πᾶν τοῦ κατορθώματος ἐπιγραψάμενος· τηνικαῦτα ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ, δέχεται οὐ μόνον αὐτὸς τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστιν, ἥ τε τῆς πράξεως ἕξις καὶ ἡ τῆς θεωρίας· τῇ πράξει μὲν ἐπανισταμένων παθῶν ἀτιμίας, τῇ θεωρίᾳ δὲ, ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων.

Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος καὶ νόμος, κελεύων παιδεύεσθαι πρὸς εὐγνωμοσύνην διὰ τῶν ἐναντίων, τοὺς ἐπὶ τοῖς κρείττοσι φανέντας εὐγνώμονας, καὶ τῇ σπάνει τῶν ἀγαθῶν τοὺς ἐπὶ τῇ ἀφθονίᾳ τούτων ἐπαιρομένους. Ἡ γὰρ ἐπὶ κατορθώμασιν οἴησις ἀπαιδαγώγητος μένουσα, τὸ τῆς ἀντιθέου τίκτειν οἶδεν ὑπερηφανίας νόσημα· ἵνα μὴ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ γένεσιν χρώμενοι· καὶ δι᾽ ὧν ἔδει πλέον διασφαχθεῖσαν, ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾽ ἐκείνων τὴν ἄγνοιαν νοσήσαντες ταύτης. Ὁ μὲν γὰρ οἰόμενος δι᾽ ἑαυτοῦ κατορθοῦν, οὐκ ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν· ὁ δὲ τῆς ἑαυτοῦ συναισθόμενος περὶ τὰ καλὰ πενίας καὶ ἀσθενείας, τρέχει πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.

Γίνεται τοίνυν ἐπὶ τὸν εἰρημένον νοῦν ἡ σωτήριος ὀργὴ τῆς ἐγκαταλείψεως, ἵνα ταπεινωθῇ, καὶ ἐπιγνῷ τὸν χορηγὸν τῶν κατορθωμάτων· καὶ μὴ ἐπέλθῃ ἐπ᾽ αὐτὸν ἄλλη ὀργὴ τῆς ἀφαιρέσεως τῶν δοθέντων χαρισμάτων. Γέγραπται γὰρ εὐθὺς, ὅτι «Καὶ ἐταπεινώθη Ἐζεχίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεχίου.»

Πᾶς τοιγαροῦν διὰ Θεοῦ τὴν νίκην, ὡς προδεδήλωται, κτησάμενος, καὶ μὴ κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς, ἀνταποδοὺς αὐτῷ· τοῦτ᾽ ἔστι, μὴ τῷ μεγέθει τῆς σωτηρίας ἐξισώσας τὸ πλῆθος τῆς εὐχαριστίας· μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν· ἀνταπόδοσις γὰρ τοῦ σωθέντος ἐστὶν, ἡ πρὸς τὸν σώσαντα δι᾽ ἔργων ἀντιμετρουμένη διάθεσις· ἀλλ᾽ ὑψώσας ἑαυτοῦ τὴν καρδίαν, ἅτε μέγα φρονήσας ὡς μὴ παρὰ Θεοῦ λαβὼν, ἐνδίκως δέχεται γινομένην ἐπ᾽ αὐτὸν τὴν πρώτην ὀργὴν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι, καὶ τούς τε κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς· τούς τε κατὰ τὴν θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν θείαν δύναμιν, τὴν ἐν ἡμῖν τὰ πάθη καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, καὶ τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ οὕτως ἱλεωσάμενος τὸν Θεὸν ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μετανοοῦσιν ὀργὴν, τὴν ἀφαιρουμένην τὴν φρουρητικὴν χάριν τῆς ψυχῆς, καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα. Ἡμέρας δὲ Ἐζεχίου νοήσεις τοὺς διαφόρους φωτισμοὺς τοῦ δηλωθέντος νοὸς, οὓς δημιουργεῖ διὰ τῆς ἰδίας ἀνατολῆς ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης.

Ὀργὴ Θεοῦ ἐστιν ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις, ἤτοι ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι᾽ ἧς τὸν ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα, καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα. Ἑτέρα δὲ ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας· ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς, ὡς ἐπὶ ἰδίοις μεγαλαυχούμενον κατορθώμασι.

Γίνεται κατὰ πρόνοιαν ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργὴ ἐγκαταλείψεως, ἤτοι συγχώρησις τοῦ διοχληθῆναι αὐτὸν ὑπὸ δαιμόνων, κατά τε τὴν πρᾶξιν, κατά τε τὴν θεωρίαν· ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν, καὶ τὸ πάντων ἀγαθῶν κατορθούσης θείας δυνάμεώς τε καὶ χάριτος ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόῤῥω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος· ὥστε μὴ ἐπανελθεῖν ἐπ᾽ αὐτὸν τὴν ἄλλην ὀργὴν, τὴν τῶν δοθέντων χαρισμάτων ἀφαίρεσιν, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ τὰ καλὰ παρέχοντος ἐπιγνώσεως.

Ὁ μὴ σωφρονισθεὶς τῷ πρώτῳ τῆς ὀργῆς, ὑποπίπτει τῷ δευτέρῳ, καὶ ἀφαιρεῖται τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ γίνεται τῆς φρουρούσης δυνάμεως ἔρημος. Φησὶ γὰρ ἐν ἄλλοις ὁ Θεὸς, «Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ ἀναβήσεται αὐτὸν, ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν.» Ἀλλὰ πῶς, τοῦ Ἐζεχίου σφαλέντος, ἐγένετο οὐκ ἐπ᾽ αὐτὸν μόνον ἡ ὀργὴ, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλὴμ, καίτοι τοῦ Κυρίου σαφῶς ἐν ἄλλοις ἀποφηναμένου μὴ ἀποθανεῖν ἄλλον ὑπὲρ τῆς ἄλλου πλημμελείας, ἀλλ᾽ ἕκαστον ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖσθαι;

Ἐπειδὴ τὸν Ἐζεχίαν εἰς τὸν φιλόσοφον καὶ φιλόθεον προδιελάβομεν νοῦν, καὶ τὸν μὲν Ἰούδαν εἰς πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν· ὅταν τι καθ᾽ οἷον δή ποτε τρόπον πεπονθέναι τὸν νοῦν νοήσωμεν, τότε καὶ τὴν πρακτικὴν αὐτοῦ δύναμιν καὶ τὴν θεωρητικὴν συμπεπονθέναι πιστεύομεν. Τοῦ γὰρ ὑποκειμένου πάσχοντος, καὶ τὰ ἐν ὑποκειμένῳ συμπάσχουσιν.

Ὑποκείμενον μὲν γὰρ ὁ νοῦς, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικός. Ἐν ὑποκειμένῳ δὲ πρᾶξις καὶ θεωρία, αἵτινες, πρὸς τὸν νοῦν, συμβεβηκότων λόγον ἐπέχουσι. Διὸ κατὰ πάντα τρόπον καὶ συμπάσχουσι πάσχοντι, τὴν αὐτοῦ ποιὰν κίνησιν, ἀρχὴν τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι. Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, λύων τὸ φαινόμενον ἄπορον. Μόνος γὰρ ὁ νοῦς ὑψοῦται, μεγαλοφρονῶν ἐπὶ κατορθώματι. Ἡ πρᾶξις δὲ καὶ ἡ θεωρία οὐ πεφύκασι τοῦτο πάσχειν, μὴ θεωρούμεναι καθ᾽ ἑαυτὰς ὑποστατικῶς· ὅμως μέν τοι τῷ νῷ κατά τι μολυνομένῳ συγχαίρονται.

Καὶ ἔθαψε τὸν Ἐζεχίαν ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Δαβὶδ ἑρμηνεύεται μὲν ἐξουδένωσις, ἑρμηνεύεται δὲ καὶ ἱκανὸς χειρί. Εἴη δ᾽ ἂν τοιοῦτος ὁ Χριστὸς, ὃν ἀποδοκιμάσαντες ἐξουδένωσαν οἱ τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντες, γενόμενον δι᾽ ἡμᾶς ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ, καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν. Ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν αὐτοῦ προβάτων· ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκτον, τὸν θυμὸν λέγω, καὶ τὴν ἐπιθυμίαν, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν θείας εἰκόνος τὸ κάλλος. Ὁ πυῤῥάκης, διὰ τὸ πάθημα τῆς σφαγῆς. Μετὰ κάλλους ὀφθαλμῶν, τοῦτ᾽ ἔστι, μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων. Ὀφθαλμοὶ γὰρ εἶεν ἂν τοῦ λόγου ἡ πρόνοια καὶ ἡ κρίσις, δι᾽ ὧν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν.

Ἢ πυῤῥάκης μὲν διὰ τὴν φαιδρότητα τοῦ βίου. Μετὰ κάλλους δὲ ὀφθαλμῶν, διὰ τὸν ἄμεμπτον λόγον τῆς γνώσεως. Ὁ τοῦ νοητοῦ καὶ ὑπερηφάνου, φημὶ δὴ τοῦ διαβόλου σφαγεὺς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν, διὰ τὴν περὶ τὰς πέντε τοῦ σώματος αἰσθήσεις αὔξησιν τῆς αὐτοῦ κακίας· ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ, καὶ ὁρῶντος Θεὸν, ὅσον ἐφικτόν· εἰ καὶ Σαοὺλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαὸς, μαίνεται φθόνῳ, διὰ τὴν ἀπιστίαν τηκόμενος, καὶ μὴ φέρων τῆς προσκαίρου δόξης τὴν στέρησιν. Οὗ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν· τοῦτ᾽ ἔστιν, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας, εἰ καὶ ταῦτα πάλιν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι, διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον· τοῦτ᾽ ἔστι, τὸ ἦθος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἀσχημοσύνης· ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ οἰωνισμάτων περιβολῆς· οὐκ ἄξιον κρίνας ἔχειν αὐτὰ, τὸν ὡς ἐν σπηλαίῳ τῷ σκότει τῶν αἰσθητῶν, καὶ τῇ σκιᾷ τοῦ γράμματος ἐγκεκλεισμένον. Διπλοῒς γὰρ, τὸ διπλοῦν τοῦ νόμου, τὸ φαινόμενόν τε καὶ τὸ νοούμενον, τὸ σωματικόν τε καὶ τὸ πνευματικόν· ὁ ἀληθινὸς ποιμὴν, καὶ βασιλεὺς, καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων.

Ποιμὴν μὲν τῶν τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν, καὶ πόας δίκην νεμομένων φυσικὴν θεωρίαν· βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀγομένων, καὶ διὰ θεωρίας θειοτέρας πρὸς αὐτὸν ἀναγομένων. Τούτου τοῦ Δαβὶδ μὲν υἱοὶ, οἱ ἐξ αὐτοῦ γεννηθέντες ἐν πνεύματι ἅγιοι. Τάφοι δὲ τούτων αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας.

Ἀναβάσεις δὲ τῶν τάφων αὐτῶν, τὰ ὕψη τῶν ἐν ταῖς μνήμαις ταύταις κατορθωμάτων, δι᾽ ὧν ἐκεῖνοι πρὸς Θεὸν ἀνέβησαν· οἷς ἐνθάπτουσιν οἱ ἐνιδρύοντες, οἵ τε κατὰ πρᾶξιν τρόποι, καὶ οἱ κατὰ θεωρίαν λόγοι· εἰς οὓς λαμβάνονται πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν· τοῖς μὲν αἰσθητοῖς, τῇ ἀποθέσει τῆς κατ᾽ αἴσθησιν ἐνεργείας· τοῖς δὲ νοητοῖς, τῇ ἀποπαύσει τῆς νοερᾶς κινήσεως. Τὸν τοίνυν Ἐζεχίαν κράτος Θεοῦ μνημονευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα· τοῦτ᾽ ἔστιν, πάντων τῶν ὄντων κατὰ γνώμην ἀπογενόμενον, καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον. Πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, ἡ κατ᾽ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι, καὶ ἡ κατὰ γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ, ἐν τῷ ὕψει, λέγω, τῆς τῶν ἀπ᾽ αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν· δόξαν μὲν διὰ τὸ κατ᾽ εἰκόνα κάλλος, τιμὴν δὲ διὰ τὸ καθ᾽ ὁμοίωσιν μίμημα. Τὸ μὲν γὰρ ποιεῖ λόγων πνευματικῶν ἀληθὴς θεωρία· τὸ δὲ πάλιν ἀκριβὴς πρᾶξις τῶν θείων ἐντολῶν. Τὸ, ἔθαψαν, δὲ νοήσεις, ἀντὶ τοῦ ἔθηκαν. Παρατηρητέον δὲ ὅτι οὐδεὶς ἀναγέγραπται ταφεὶς ἐν τάφοις Δαβὶδ, ἢ ἐν ἀναβάσει τάφων Δαβίδ. Τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ ἀσύγκριτος καὶ ἀχώρητος ὁ ἐν σαρκὶ βίος, κατὰ τρόπον ὁμοῦ καὶ λόγον. «

Ἐκάλυψε γάρ, φησὶν, οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,» τοῦτ᾽ ἔστι, καὶ τὰς ἄνω δυνάμεις τῇ ὑπεροχῇ τῆς ὑπερβολῆς.