Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ζητήματα πρὸς Κύριλλον

Κύριλλος Ἀλεξανδρείας

Δογματικές έριδες και εκκλησιαστικές ταραχές

Περιγραφή των ταραχών, των καθαιρέσεων και των αναθεματισμών που προκλήθηκαν από δογματικές διαφωνίες στην Αβηλινή και στην Αίγυπτο, καθώς και η απόφαση των πατέρων της Παλαιστίνης να ζητήσουν την επίλυση των θεμάτων από τον Κύριλλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

Τὸ μὲν γὰρ καὶ πόῤῥω γῆς κατησχημένους ἀναγινώσκειν τὰς βίβλους καὶ τὰ πονήματα τῆς σῆς ὁσιότητος, καλὸν ἅμα καὶ ὠφέλιμον καὶ εἰς τὰ πρόσω φέρον τοὺς προσέχοντας· τὸ δ᾽ ἐξ αὐτῶν τῶν θείαν χάριν καὶ πνευματικὴν γλυκύτητα πηγαζόντων χειλέων τὴν διδασκαλίαν ἀρδεύεσθαι, βεβαιότερον ἅμα καὶ ζωτικώτερον ὑπάρχει. ἥκομεν τοίνυν αὖθις διὰ τὴν εἰς σὲ καὶ τὴν εὐσέβειαν ἐπιθυμίαν, προκοπήν θ᾽ ἡμετέραν ἅμα καὶ ἑτέρων διόρθωσιν. δεξάμενοι γὰρ πρόσθεν ἐκ τῶν σῶν ἁγίων χειρῶν τὴν περὶ τῶν καθ᾽ ἡμᾶς ὀρθῶν δογμάτων ζήτησιν ἐπιλύουσαν βίβλον, οὐκ ὀλίγην τὴν ὄνησιν ἀπηνεγκάμεθα. ἡμῖν μὲν γὰρ γέγονεν εἰς βεβαίωσιν ὁ λόγος, ἑτέροις δὲ εἰς διόρθωσιν· ὀλίγοι δ᾽ εἰσὶν οἱ μὴ προσελθόντες τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ὧν ἐνεφράγη τὰ στόματα. ἀλλ᾽ οἱ τῆς Ἀβηλινῆς χώρας κακῶς πρὸς ἀλλήλους διατεινόμενοι δογματικῶν ἕνεκα τινῶν ζητημάτων εἰς τοσοῦτον μανίας ἤλασαν ὡς καὶ καθαιρέσεις καὶ ἀναθεματισμοὺς κατ᾽ ἀλλήλων ὁρίζειν καὶ διωγμοὺς πρὸς ἀλλήλους φέρειν καὶ διαρπαγὰς ὑπομένειν καὶ μητ᾽ ἐπισκόποις μήτε πατράσιν εἴκειν τοῖς αὐτόθι, μήτε μὴν τοῖς παρ᾽ ἡμῖν, μητ᾽ ἄλλοις τισὶν ἁγίων παραχωρεῖν, τὸ μείζονος μέτρου γνώσεως ἠξιῶσθαι, οὕτω κατακράτος ἡ σατανικὴ ἀκαταστασία πόῤῥω τῆς θείας εἰρήνης αὐτοὺς ἐξῃχμαλώτισε.

πρὸς τούτοις αὖθις καὶ τῶν Αἰγυπτίων τινὲς οὐκ ὀρθῶς φρονεῖν περὶ Θεοῦ δεδιδαγμένοι, τὴν αὐτὴν ἐκείνοις νοσοῦντες μανίαν, τοῖς ἴσοις τῆς πλεονεξίας σπουδάσμασι κατ᾽ ἀλλήλων προσφέρονται, ἀλλὰ θειόθεν μέρος ἑκάτερον νυγέντες πρὸς τοὺς ἐν παλαιστίνῃ ἁγίους ἥκασι, καὶ τούτοις τὰς ζητουμένας πεύσεις προσήγαγον. ἡμεῖς δὲ τὴν ἑαυτῶν μετρήσαντες δύναμιν ἐκρίναμεν μὴ δεῖν ἡμᾶς αὐτοὺς περὶ τούτων ὁρίζειν, μήτε μὴν ἱκανῶς ἔχειν τὸν περὶ τῶν τοιούτων ἐξετάσεων ἀποδοῦναι λόγον. μαθόντες τοίνυν οἱ προειρημένοι παῤῥησίαν πρὸς τὴν σὴν ἡμᾶς ἔχειν ὁσιότητα, ἐξελιπάρησαν διὰ τῆς ἡμῶν βραχύτητος πέρας δέξασθαι τῆς πρὸς ἀλλήλους μάχης τὸν τῆς ὑμετέρας διδασκαλίας λόγον. συναινεσάντων οὖν τῶν καθ᾽ ἡμᾶς ἁγίων πατέρων, αὐθαίρετοι τὴν παράκλησιν ἐδεξάμεθα, ἑαυτοῖς μᾶλλον ἢ ἐκείνοις χαριζόμενοι τῷ καὶ αὐτῶν τῶν ὄψεων ἀπολαῦσαι καὶ παρόντι συνευφρανθῆναι καὶ λόγῳ ζῶντι καὶ οὐ γράμματι δι᾽ ἑτέρων πεμπομένῳ καὶ πλέον τὴν ἐπιθυμίαν ἐξάπτοντι.