Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Πνευματική αίσθηση, απλότητα της πίστεως και διάκριση των λογισμών

Η σημασία του καθαρτικού φόβου, η λειτουργία της νοεράς αισθήσεως, ο καθαρισμός του νου και η διάκριση της θείας παρακλήσεως από τη δαιμονική απάτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 2 από 10

Ἀνενδότως γὰρ λοιπὸν διὰ τοῦ πυρὸς τῆς ἀγάπης τὴν καρδίαν καιόμενος ἀνάγκῃ τινὶ πόθου κεκόλληται τῷ θεῷ, ὡς ἐκστὰς ἅπαξ τῆς ἑαυτοῦ φιλίας τῇ ἀγάπῃ τοῦ θεοῦ. Εἴτε γὰρ ἐξέστημεν, φησίν, θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν. {ιεʹ.} Ὅταν ἄρξηταί τις αἰσθάνεσθαι πλουσίως τῆς ἀγάπης τοῦ θεοῦ, τότε ἄρχεται ἐν αἰσθήσει πνεύματος καὶ τὸν πλησίον ἀγαπᾶν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη περὶ ἧς πᾶσαι αἱ γραφαὶ διαλέγονται. Ἡ γὰρ κατὰ σάρκα φιλία εὐχερῶς ἄγαν διαλύεται βραχείας τινὸς εὑρεθείσης αἰτίας· αἰσθήσει γὰρ οὐ δέδεται πνεύματος. Διὰ τοῦτο οὖν, κἂν συμβῇ τινα παροξυσμὸν γενέσθαι ἐπὶ τῆς ἐνεργουμένης ὑπὸ τοῦ θεοῦ ψυχῆς, οὐ λύεται παρ’ αὐτῇ ὁ δεσμὸς τῆς ἀγάπης· τῇ γὰρ θέρμῃ τῆς ἀγάπης τοῦ θεοῦ ἀναζωπυροῦσα ἑαυτὴν εὐθέως εἰς τὸ ἀγαθὸν ἐπανακαλεῖται θᾶττον καὶ μετὰ πολλῆς χαρᾶς τὴν τοῦ πλησίου ἀγάπην, κἂν μεγάλως ὑπ’ αὐτοῦ ἢ καθύβρισται ἢ ἐζημίωται. Ἐν γὰρ τῇ γλυκύτητι τοῦ θεοῦ τὸ πικρὸν πάντως ἀναλίσκει τῆς ἔριδος. {ιϛʹ.} Οὐδεὶς δύναται μὴ φοβούμενος τὸν θεὸν ἐν αἰσθήσει τῆς καρδίας ἀγαπῆσαι αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ· διὰ γὰρ τῆς ἐνεργείας τοῦ φόβου ἁγνιζομένη καὶ ἁπαλυνομένη ὥσπερ ἡ ψυχὴ εἰς ἀγάπην ἐνεργουμένην ἔρχεται.

Οὐκ ἂν δέ τις εἰς φόβον ὅλως ἔλθοι τοῦ θεοῦ τῷ εἰρημένῳ τρόπῳ, εἰ μὴ πασῶν τῶν βιωτικῶν ἔξω γένηται φροντίδων· ὅτε γὰρ ἐν ἡσυχίᾳ πολλῇ καὶ ἀμεριμνίᾳ γένηται ὁ νοῦς, τότε αὐτῷ ὀχλεῖ ὁ φόβος τοῦ θεοῦ καθαρίζων αὐτὸν ἐν αἰσθήσει πολλῇ ἀπὸ πάσης τῆς γεώδους παχύτητος, ἵν’ οὕτως αὐτὸν εἰς πολλὴν ἀγάπην ἀγάγοι τῆς ἀγαθότητος τοῦ θεοῦ. Ὥστε ὁ μὲν φόβος τῶν ἔτι καθαριζομένων ἐστὶ μετὰ μεσότητος ἀγάπης· ἡ δὲ ἀγάπη ἡ τελεία τῶν ἤδη καθαρισθέντων ἐστίν, ἐν οἷς οὐκέτι ἐστὶ φόβος. Ἡ γὰρ τελεία, φησίν, ἀγάπη, ἔξω βάλλει τὸν φόβον. Ἀμφότερα δὲ δικαίων ἐστὶ μόνον, οἵτινες ἐνεργείᾳ τοῦ ἁγίου πνεύματος τὰς ἀρετὰς κατεργάζονται. Καὶ διὰ τοῦτο ποῦ μὲν λέγει ἡ θεία γραφή· Φοβήθητε τὸν κύριον πάντες οἱ ἅγιοι αὐτοῦ· ποῦ δέ·

Ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ἵνα μάθωμεν σαφῶς ὅτι τῶν μὲν ἔτι καθαριζομένων δικαίων ὁ φόβος ἐστὶ μετὰ μεσότητος, ὡς εἴρηται, ἀγάπης· τῶν δὲ καθαρισθέντων ἡ τελεία ἀγάπη, ἐν οἷς οὐκέτι ἐστὶν ἔννοια φόβου τινός, ἀλλ’ ἔκκαυσις ἄπαυστος καὶ κόλλησις τῆς ψυχῆς πρὸς τὸν θεὸν διὰ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος κατὰ τὸν λέγοντα· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. {ιζʹ.} Ὥσπερ τὰ συμβαίνοντα τῷ σώματι τραύματα, ὅταν μὲν κεχερσωκότα ὥσπερ ᾖ καὶ ἀνεπιμέλητα, τοῦ προσαγομένου αὐτοῖς φαρμάκου ὑπὸ τῶν ἰατρῶν οὐκ αἰσθάνεται, καθαρισθέντα δὲ τῆς ἐνεργείας αἰσθάνεται τοῦ φαρμάκου εἰς ἴασιν ταχεῖαν ἐντεῦθεν ἐρχόμενα· οὕτως καὶ ἡ ψυχή, ἕως μὲν ἀνεπιμέλητός ἐστι καὶ ὑπὸ τῆς λέπρας τῆς φιληδονίας ὅλη κεκαλυμμένη, αἰσθάνεσθαι τοῦ φόβου οὐ δύναται τοῦ θεοῦ, κἂν ἀπαύστως αὐτῇ τις τὸ φοβερὸν καὶ δυνατὸν καταγγέλλῃ κριτήριον τοῦ θεοῦ. Ἐπειδὰν δὲ ἄρξηται καθαίρεσθαι διὰ τῆς πολλῆς προσοχῆς, τότε ὡς φαρμάκου τινὸς ὄντος ζωῆς τοῦ θείου φόβου αἰσθάνεται καίοντος αὐτὴν ὥσπερ τῇ ἐνεργείᾳ τῶν ἐλέγχων ἐν πυρὶ ἀπαθείας.

Ὅθεν κατὰ μέρος λοιπὸν καθαριζομένη εἰς τὸ τέλειον τοῦ καθαρισμοῦ φθάνει, τοσοῦτον τῇ ἀγάπῃ προστιθεῖσα ὅσον ἐλαττοῦται τῷ φόβῳ, ἵνα οὕτως εἰς τὴν τελείαν καταφθάσῃ ἀγάπην, ἐν ᾗ φόβος, ὡς εἴρηται, οὐκ ἔστιν, ἀλλὰ πᾶσα ἀπάθεια διὰ δόξης ἐνεργουμένη θεοῦ. Ἔστω οὖν ἡμῖν εἰς καύχημα καυχημάτων ἄπαυστον πρῶτον μὲν ὁ φόβος τοῦ θεοῦ, λοιπὸν δὲ ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου τῆς ἐν Χριστῷ τελειότητος. {ιηʹ.} Ψυχὴ μὴ τῶν κοσμικῶν ἀπαλλαγεῖσα φροντίδων, οὔτε τὸν θεὸν ἀγαπήσει γνησίως οὔτε τὸν διάβολον βδελύξεται ἀξίως· κάλυμμα γὰρ ἅπαξ ἔχει φορτικὸν τὴν μέριμναν τοῦ βίου. Ὅθεν τὸ ἑαυτοῦ ἐπιγνῶναι ὁ νοῦς ἐπὶ τῶν τοιούτων οὐ δύναται δικαστήριον, ἵνα παρ’ ἑαυτῷ δοκιμάζοι ἀπλανῶς τὰς ψήφους τῆς κρίσεως. Διὰ πάντα οὖν ἡ ἀναχώρησις χρήσιμος. {ιθʹ.} Ψυχῆς καθαρᾶς ἴδιον λόγος μὲν ἄφθονος, ζῆλος δὲ ἄκακος, ἔρως δὲ ἄπαυστος τοῦ κυρίου τῆς δόξης. Τότε δὴ καὶ τὰς οἰκείας ὁ νοῦς ἀκριβῶς διαρρυθμίζει πλάστιγγας ὡς ἐν καθαρωτάτῳ κριτηρίῳ τῇ ἑαυτοῦ διανοίᾳ ἐμπαρών. {κʹ.} Πίστις ἄεργος καὶ ἔργον ἄπιστον τὸν αὐτὸν τρόπον ἀποδοκιμασθήσονται· δεῖ γὰρ τὸν πιστὸν πίστιν ἐπιδεικνυμένην τὰ πράγματα τῷ κυρίῳ προσφέρειν. Οὐδὲ γὰρ τῷ πατρὶ ἡμῶν Ἀβραὰμ εἰς δικαιοσύνην λελόγιστο ἡ πίστις, εἰ μὴ καρπὸν αὐτῆς τὸν παῖδα προσήνεγκεν. {καʹ.}

Ὁ ἀγαπῶν τὸν θεὸν καὶ πιστεύει γνησίως καὶ τὰ ἔργα τῆς πίστεως ἐπιτελεῖ ὁσίως· ὁ δὲ πιστεύων μόνον καὶ μὴ ὢν ἐν τῇ ἀγάπῃ οὐδὲ αὐτὴν τὴν πίστιν ἣν δοκεῖ ἔχειν ἔχει· ἐλαφρότητι γάρ τινι πιστεύει νοὸς ὡς ὑπὸ τοῦ βάρους τῆς δόξης τῆς ἀγάπης μὴ ἐνεργούμενος. Πίστις οὖν δι’ ἀγάπης ἐνεργουμένη τὸ μέγα τῶν ἀρετῶν. {κβʹ.} Ὁ τῆς πίστεως βυθὸς ἐρευνώμενος μὲν κυμαίνεται· ἁπλῇ δὲ διαθέσει θεωρούμενος γαληνιᾷ. Λήθης γὰρ κακῶν ὕδωρ ὂν τὸ βάθος τῆς πίστεως οὐ φέρει παρὰ περιέργων ἐννοιῶν θεωρεῖσθαι. Ἁπλότητα οὖν διανοίας τοῖς αὐτῆς ἐμπλέωμεν ὕδασιν, ἵνα εἰς τὸν λιμένα τοῦ θελήματος οὕτω φθάσωμεν τοῦ θεοῦ. {κγʹ.} Οὐδεὶς δύναται ἢ ἀγαπᾶν ἢ πιστεύειν γνησίως, εἰ μὴ ἑαυτὸν ἑαυτοῦ μὴ ἔχοι κατήγορον. Ὅταν γὰρ ἡ συνείδησις ἡμῶν ἑαυτὴν τοῖς ἐλέγχοις ταράττῃ, οὐκέτι τῆς ὀσμῆς ὁ νοῦς τῶν ὑπερκοσμίων ἀγαθῶν παραχωρεῖται αἰσθάνεσθαι, ἀλλ’ εὐθὺς εἰς ἀμφιβολίαν μερίζεται, θερμῇ μὲν κινήσει διὰ τὴν προλαβοῦσαν πεῖραν τῆς πίστεως ὀρεγόμενος, μηκέτι δὲ αὐτῆς ἐπιλαβέσθαι ἐν αἰσθήσει τῆς καρδίας διὰ τῆς ἀγάπης δυνάμενος διὰ τοὺς πυκνούς, ὡς ἔφην, νυγμοὺς τῆς ἐλεγχούσης συνειδήσεως. Πλὴν καθαρίσαντες ἑαυτοὺς θερμοτέρᾳ προσοχῇ μετὰ πλείονος πείρας ἐν θεῷ τοῦ ποθουμένου τευξόμεθα. {κδʹ.}

Ὥσπερ πρὸς τὰ φαινόμενα ἡμᾶς καλὰ βιαίως πως αἱ τοῦ σώματος προτρέπονται αἰσθήσεις, οὕτω πρὸς τὰ ἀόρατα ἡμᾶς ἀγαθὰ ἡ τοῦ νοῦ εἴωθε χειραγωγεῖν αἴσθησις, ὅταν τῆς θείας γεύσηται χρηστότητος.

Ἕκαστον γὰρ τῆς οἰκείας συγγενείας πάντως ὀρέγεται· ἡ μὲν ψυχὴ ὡς ἀσώματος τῶν οὐρανίων καλῶν, τὸ δὲ σῶμα ὡς χοῦς τῆς ἐπιγείου τροφῆς. Τῆς ἀΰλου οὖν εἰς πεῖραν ἐλευσόμεθα ἀπλανῶς αἰσθήσεως, εἴπερ τὴν ὕλην τοῖς πόνοις λεπτύνομεν. {κεʹ.} Μίαν μὲν αἴσθησιν εἶναι λογικὴν τῆς ψυχῆς αὐτὴ ἡ τῆς ἁγίας ἡμᾶς γνώσεως ἐκδιδάσκει ἐνέργεια, εἰς δύο λοιπὸν διὰ τὴν παρακοὴν τοῦ Ἀδὰμ διαιρουμένην ἐνεργείας· μίαν δὲ ἁπλῆν τὴν ἐκ τοῦ ἁγίου πνεύματος αὐτῇ ἐγγινομένην, ἥντινα οὐδεὶς δύναται εἰδέναι εἰ μὴ μόνοι οἱ τῶν τοῦ βίου καλῶν διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν ἀπαλλαττόμενοι ἡδέως καὶ πᾶσαν τὴν τῶν σωματικῶν αἰσθήσεων διὰ τῆς ἐγκρατείας καταμαραίνοντες ὄρεξιν. Ἐπὶ γὰρ τούτων μόνον εὐρώστως ὁ νοῦς διὰ τὴν ἀμεριμνίαν κινούμενος τῆς θείας ἀρρήτως αἰσθάνεσθαι χρηστότητος δύναται, ὅθεν καὶ τῷ σώματι τότε κατὰ τὸ μέτρον τῆς ἑαυτοῦ προκοπῆς τῆς οἰκείας μεταδίδωσι χαρᾶς ἀπείρῳ τινὶ λόγῳ τῇ ἀγάπῃ τῆς ἐξομολογήσεως ἀγαλλιώμενος. Ἐπ’ αὐτῷ γάρ, φησίν, ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. Ἡ γὰρ τότε ὄντως ἐγγινομένη χαρὰ τῇ ψυχῇ καὶ τῷ σώματι ὑπόμνησίς ἐστιν ἀπλανὴς τῆς ἀφθάρτου βιότητος. {κϛʹ.}

Ἀκύμαντον ἀεὶ δεῖ φυλάττειν τοὺς ἀγωνιζομένους τὴν διάνοιαν, ἵνα τοὺς εἰς αὐτὴν διαθέοντας λογισμοὺς ὁ νοῦς διακρίνων τοὺς μὲν καλοὺς καὶ θεοπέμπτους ἐν τοῖς ταμιείοις τῆς μνήμης ἐναποτίθηται, τοὺς δὲ σκαιοὺς καὶ δαιμονιώδεις ἔξω που τῶν ἀποθηκῶν ἀπορρίπτοι τῆς φύσεως. Καὶ γὰρ ἡ θάλασσα γαληνιῶσα μὲν ἄχρις αὐτοῦ αὐτῆς τοῦ βυθίου κινήματος ὑπὸ τῶν τοὺς ἰχθύας ἀγρευόντων καθορᾶται ὡς μηδὲν αὐτοὺς σχεδὸν λανθάνειν τότε τῶν τὰς ἐκεῖσε διαπορευομένων ζῴων τρίβους· ὅτε δὲ ὑπὸ τῶν πνευμάτων ταράττεται, κρύπτει τῇ τῆς ταραχῆς στυγνότητι ἅπερ ἐν τῷ γέλωτι τῆς γαλήνης ὁρᾶσθαι φιλοτιμεῖται.

Ὅθεν ἀργὴν οὖσαν τότε τὴν τέχνην ὁρῶμεν τοῖς τοὺς ἁλιευτικοὺς μηχανωμένοις δόλους· ὅπερ καὶ τὸν νοῦν πάντως συμβαίνει πάσχειν τὸν θεωρητικόν, ὅταν μάλιστα ἐξ ὀργῆς ἀδίκου ὁ βυθὸς τῆς ψυχῆς ταράττηται. {κζʹ.} Ὀλίγων ἐστὶ λίαν πάντα τὰ οἰκεῖα ἀκριβῶς ἐπιγινώσκειν πταίσματα καὶ ὧν οὐδεπώποτε ὁ νοῦς τῆς μνήμης ἐξαρπάζεται τοῦ θεοῦ. Ὃν γὰρ τρόπον οἱ ὀφθαλμοὶ ἡμῶν οἱ σωματικοί, ὅταν μὲν ὑγιαίνωσι, πάντα ὁρᾶν ἄχρι καὶ τῶν διιπταμένων κωνώπων ἢ ἐμπίδων τὸν ἀέρα δύνανται· ὅτε δὲ ὑπὸ θολώσεως ἢ ὑπὸ χυμάτων τινῶν σκεπάζονται, εἰ μέν τι μέγα εἴη τῶν ἀπαντώντων αὐτοῖς, τοῦτο ἀμυδρῶς ὁρῶσι, τῶν δὲ μικρῶν οὐκ αἰσθάνονται τῇ αἰσθήσει τῆς βλέψεως· οὕτω καὶ ἡ ψυχή, ἐὰν μὲν τὴν ἐκ τῆς φιλοκοσμίας αὐτῇ συμβαίνουσαν πήρωσιν τῇ προσοχῇ λεπτύνῃ, καὶ τὰ ἄγαν βραχέα αὐτῆς πταίσματα ὡς μεγάλα ἄγαν ἡγουμένη δάκρυον ἐπὶ δακρύῳ ἐν πολλῇ εὐχαριστίᾳ ἀδιαλείπτως φέρει. Δίκαιοι γάρ, φησίν, ἐξομολογήσονται τῷ ὀνόματί σου. Ἐὰν δὲ τῇ τοῦ κόσμου ἐμμένῃ διαθέσει, εἰ μέν τι φονικὸν ἢ πολλῆς ἄξιον τιμωρίας διαπράξοιτο, τούτου ἠρέμα αἰσθάνεται, τῶν δὲ ἄλλων πταισμάτων οὐδὲ ἐπισημήνασθαι δύναται, ἀλλὰ καὶ ὡς κατορθώματα αὐτὰ πολλάκις ἡγεῖταί τινα· διὸ καὶ ὑπὲρ αὐτῶν θερμῶς λογοποιουμένη ἡ ἀθλία οὐκ αἰσχύνεται. {κηʹ.}

Νοῦν καθαρίσαι μόνου τοῦ ἁγίου πνεύματός ἐστιν· ἐὰν γὰρ μὴ εἰσέλθῃ ὁ δυνατὸς καὶ σκυλεύσῃ τὸν ἅρπαγα, οὐδαμῶς τὸ λάφυρον ἐλευθερωθήσεται. Δεῖ οὖν διὰ πάντων πλέον δὲ τῇ εἰρήνῃ τῆς ψυχῆς ἀναπαύειν τὸ πνεῦμα τὸ ἅγιον, ἵνα τὸν λύχνον τῆς γνώσεως ἔχωμεν διὰ παντὸς παρ’ ἑαυτοῖς φαίνοντα· ἐξαστράπτοντος γὰρ αὐτοῦ ἀπαύστως ἐν τοῖς ταμιείοις τῆς ψυχῆς οὐ μόνον κατάδηλοι τῷ νοῒ αἱ πικραὶ ἐκεῖναι καὶ σκοτειναὶ τῶν δαιμόνων πᾶσαι γίνονται προσβολαί, ἀλλὰ καὶ ἐξασθενοῦσι λίαν ὑπὸ τοῦ ἁγίου ἐκείνου καὶ ἐνδόξου ἐλεγχόμεναι φωτός. Διὰ τοῦτο ὁ ἀπόστολος λέγει· Τὸ πνεῦμα μὴ σβέννυτε, ἀντὶ τοῦ μὴ κακοεργοῦντες ἢ κακολογιζόμενοι λυπεῖτε τὴν τοῦ ἁγίου πνεύματος ἀγαθότητα, ἵνα μὴ τῆς ὑπερμάχου ἐκείνης στερηθῆτε λαμπάδος. Οὐ γὰρ τὸ ἀΐδιον καὶ ζωοποιὸν σβέννυται, ἀλλ’ ἡ ἐκείνου λύπη, τοῦτ’ ἔστιν ἡ ἀποστροφή, στυγνὸν καὶ ἀφεγγῆ τὸν νοῦν καταλιμπάνει τῆς γνώσεως. {κθʹ.} Μίαν, ὡς ἔφην, αἴσθησιν εἶναι φυσικὴν τῆς ψυχῆς, αἱ γὰρ πέντε ἅπαξ ταῖς τοῦ σώματος ἡμῶν διαφέρουσι χρείαις, τὸ ἅγιον ἡμᾶς καὶ φιλάνθρωπον πνεῦμα διδάσκει τοῦ θεοῦ.

Συνδιαιρεῖται δὲ αὐτὴ διὰ τὸν ἐκ τῆς παρακοῆς προσγενόμενον ὄλισθον τῷ νοῒ ταῖς αὐτῆς τῆς ψυχῆς κινήσεσιν· διόπερ τὸ μὲν αὐτῆς τῷ ἐμπαθεῖ συναπάγεται μέρει, ὅθεν τῶν τοῦ βίου καλῶν ἡδέως αἰσθανόμεθα· τὸ δὲ τῷ λογικῷ αὐτῆς καὶ νοερῷ πολλάκις συνήδεται κινήματι, ὅθεν πρὸς τὰ οὐράνια τρέχειν ὁ νοῦς ἡμῶν κάλλη, ὅτε σωφρονοῦμεν, ὀρέγεται. Ἐὰν οὖν εἰς ἕξιν ἔλθωμεν τοῦ καταφρονεῖν τῶν ἐν τῷ κόσμῳ καλῶν, δυνησόμεθα καὶ τὴν γεώδη τῆς ψυχῆς ὄρεξιν τῇ λογικῇ αὐτῆς συνάψαι διαθέσει, τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος τοῦτο οἰκονομούσης εἰς ἡμᾶς. Ἐὰν γὰρ μὴ ἡ αὐτοῦ θεότης ἐνεργητικῶς τὰ τῆς καρδίας ἡμῶν ταμιεῖα καταυγάσῃ, οὐκ ἂν δυνησώμεθα ἐν ἀδιαιρέτῳ τῇ αἰσθήσει, τοῦτ’ ἔστιν ἐν ὁλοκλήρῳ διαθέσει, γεύσασθαι τοῦ ἀγαθοῦ. {λʹ.} Αἴσθησίς ἐστι νοὸς γεῦσις ἀκριβὴς τῶν διακρινομένων. Ὃν γὰρ τρόπον τῇ γευστικῇ ἡμῶν αἰσθήσει τοῦ σώματος τὰ καλὰ ἐκ τῶν φαύλων ἀπλανῶς ἐν τῷ καιρῷ τῆς ὑγιείας διακρίνοντες τῶν χρηστῶν ὀρεγόμεθα, οὕτω καὶ ὁ νοῦς ἡμῶν, ὅταν εὐρώστως καὶ ἐν πολλῇ ἀμεριμνίᾳ κινεῖσθαι ἄρξοιτο, δύναται καὶ τῆς θείας παρακλήσεως πλουσίως αἰσθάνεσθαι καὶ ὑπὸ τῆς ἐναντίας μηδεπώποτε συναρπάζεσθαι.

Ὡς γὰρ τὸ σῶμα τῶν γεωδῶν γευόμενον ἡδυσμάτων ἔχει τὴν πεῖραν τῆς αἰσθήσεως ἄπταιστον, οὕτω καὶ ὁ νοῦς, ὅτε ἐπάνω τοῦ τῆς σαρκὸς καυχᾶται φρονήματος, δύναται γεύεσθαι τῆς παρακλήσεως ἀπλανῶς τοῦ ἁγίου πνεύματος (γεύσασθε γάρ, φησίν, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος) καὶ ἔχειν τὴν μνήμην τῆς γεύσεως διὰ τῆς ἐνεργείας τῆς ἀγάπης ἀνεπίληστον ἐν τῷ δοκιμάζειν ἀπταίστως τὰ διαφέροντα κατὰ τὸν λέγοντα ἅγιον· Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα. {λαʹ.} Ὅταν ὁ νοῦς ἡμῶν ἄρξηται τῆς τοῦ ἁγίου πνεύματος αἰσθάνεσθαι παρακλήσεως, τότε καὶ ὁ Σατανᾶς ἐν ἡδυφανεῖ τινι αἰσθήσει ἐν ταῖς νυκτεριναῖς ἡσυχίαις, ὅτε τις ὥσπερ εἰς ὕπνου τινὸς λεπτοτάτου ἔρχεται ῥοπήν, τὴν ψυχὴν παρακαλεῖ. Ἐὰν οὖν εὑρεθῇ ἐν θερμῇ λίαν μνήμῃ κρατῶν ὁ νοῦς τὸ ὄνομα τὸ ἅγιον τοῦ κυρίου Ἰησοῦ καὶ ὥσπερ ὅπλῳ κέχρηται κατὰ τῆς ἀπάτης τῷ ἁγίῳ καὶ ἐνδόξῳ ἐκείνῳ ὀνόματι, ἀναχωρεῖ μὲν ὁ πλάνος τοῦ δόλου, εἰς πόλεμον δὲ λοιπὸν ἐνυπόστατον ἐξάπτεται τῆς ψυχῆς. Ὅθεν ἐπιγινώσκων ὁ νοῦς τὴν ἀπάτην ἀκριβῶς τοῦ πονηροῦ πλέον εἰς τὴν πεῖραν προκόπτει τῆς διακρίσεως. {λβʹ.}

Ἡ ἀγαθὴ παράκλησις ἐγρηγορότος τοῦ σώματος γίνεται ἢ καὶ εἰς ὕπνου τινὸς μέλλοντος ἔρχεσθαι ἔμφασιν, ὅτε τις ἐν θερμῇ μνήμῃ τοῦ θεοῦ τῇ αὐτοῦ ὥσπερ κεκόλληται ἀγάπῃ· ἡ δὲ τῆς πλάνης εἰς λεπτόν τινα ἀεί, ὡς εἶπον, ὕπνον ἐλθόντος τοῦ ἀγωνιστοῦ μετὰ μέσης μνήμης τοῦ θεοῦ· ἡ μὲν γὰρ ὡς ἐκ θεοῦ οὖσα φανερῶς τὰς ψυχὰς τῶν τῆς εὐσεβείας ἀγωνιστῶν ἐν ἐκχύσει πολλῇ τῆς ψυχῆς παρακαλεῖν πρὸς τὴν ἀγάπην θέλει· ἡ δέ, ἐπειδὴ ἐν ἀνέμῳ τινὶ πλάνης ῥιπίζειν τὴν ψυχὴν εἴωθεν, κλέπτειν διὰ τοῦ ὕπνου τοῦ σώματος τὴν πεῖραν τῆς αἰσθήσεως τοῦ ὑγιαίνοντος νοῦ περὶ τὴν μνήμην τοῦ θεοῦ ἐπιχειρεῖ. Ἐὰν οὖν εὑρεθῇ ὁ νοῦς, ὡς εἶπον, μεμνημένος προσεχῶς τοῦ κυρίου, σκορπίζει μὲν τὴν αὔραν ἐκείνην τὴν ἡδυφανῆ τοῦ ἐχθροῦ, χαίρων δὲ εἰς τὸν κατ’ αὐτοῦ κινεῖται πόλεμον ὡς ὅπλον ἔχων δεύτερον μετὰ τὴν χάριν τὸ ἐκ τῆς πείρας καύχημα. {λγʹ.} Ἐὰν ἀναμφιβόλῳ καὶ ἀφαντάστῳ κινήσει ἡ ψυχὴ πρὸς τὴν ἀγάπην ἐξάπτηται τοῦ θεοῦ ἕλκουσα ὥσπερ καὶ τὸ σῶμα εἰς τὸ βάθος τῆς ἀγάπης ἐκείνης τῆς ἀρρήτου ἢ ἐγρηγορότος ἢ ᾧ εἴρηκα τρόπῳ εἰς ὕπνον ἐρχομένου τοῦ ὑπὸ τῆς ἁγίας χάριτος ἐνεργουμένου, μηδὲν ἄλλο τότε ὅλως ἐννοῦσα ἢ τοῦτο μόνον εἰς ὅπερ κινεῖται, εἰδέναι δεῖ τοῦ ἁγίου πνεύματος εἶναι τὴν ἐνέργειαν.

Ἡδυνομένη γὰρ ὅλη ὑπ’ ἐκείνης τῆς ἀφράστου γλυκύτητος οὐδὲν ἕτερον δύναται τότε ἐννοεῖν, ἐπειδὴ ἀνενδότῳ τινὶ εὐφραίνεται χαρᾷ. Ἐὰν δὲ ἀμφιβολίαν ὅλως ἢ ῥυπαράν τινα ἔννοιαν ὁ νοῦς ἐν τῷ ἐνεργεῖσθαι συλλάβῃ, εἰ καὶ τῷ ἁγίῳ κέχρηται ὀνόματι πρὸς ἄμυναν τοῦ κακοῦ καὶ οὐχὶ δὴ μᾶλλον πρὸς ἀγάπην μόνον τοῦ θεοῦ, δεῖ νοεῖν ὅτι ἐκ τοῦ ἀπατεῶνός ἐστιν ἐκείνη ἡ παράκλησις χαρᾶς ἐμφάσει· ἡ δὲ χαρὰ ἐκείνη ἄποιός ἐστι καὶ ἀδιάθετος ὅλη μοιχεύεσθαι θέλοντος τοῦ ἐχθροῦ τὴν ψυχήν. Ὅταν γὰρ ἴδῃ τὸν νοῦν τῇ πείρᾳ τῆς ἑαυτοῦ αἰσθήσεως ἀκριβῶς καυχώμενον, τότε παρακλήσεσί τισιν, ὡς ἔφην, χρηστοφανέσι προσκαλεῖται τὴν ψυχήν, ἵνα διαφορουμένης αὐτῆς ὑπὸ τῆς χαύνης ἐκείνης καὶ καθύγρου ἡδύτητος ἀγνώριστος αὐτῇ γένοιτο ἡ μίξις τοῦ δολίου. Ἐκ τούτου οὖν γνωσόμεθα τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.