Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Πνευματική αξιοποίηση του θυμού, ακτημοσύνη και θεολογία

Η ορθή χρήση του θυμού κατά της αμαρτίας, η μακροθυμία απέναντι στις αδικίες, η εκούσια πτωχεία και η προετοιμασία της ψυχής για το χάρισμα της θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 5 από 10

Διόπερ ἐν αὐτῷ, ὡς αὐτὸς πάλιν ὁ θεσπέσιος Παῦλος λέγει, κράζομεν, ὅτε ὑπ’ αὐτοῦ θεὸν πατέρα ῥυθμιζόμεθα καλεῖν ἀκαταπαύστως· Ἀββᾶ ὁ πατήρ. {ξβʹ.} Ὁ θυμὸς πλέον τῶν ἄλλων παθῶν ταράττειν εἴωθε καὶ συγχέειν τὴν ψυχήν· ἔστι δ’ ὅτε καὶ τὰ μέγιστα αὐτὴν ὠφελεῖ. Ἡνίκα γὰρ κατὰ τῶν ἀσεβούντων ἢ ὁπωσδήποτε ἀσελγαινόντων αὐτῷ ἀταράχως, ἵνα ἢ σωθῶσιν ἢ καταισχυνθῶσιν, κεχρήμεθα, προσθήκην αὐτῇ προξενοῦμεν πραΰτητος· τῷ γὰρ σκοπῷ πάντως τῆς δικαιοσύνης καὶ τῆς ἀγαθότητος συντρέχομεν τοῦ θεοῦ, ἀλλὰ καὶ τὸ θηλυδριῶδες αὐτῆς βαρέως ὀργισθέντες κατὰ τῆς ἁμαρτίας ἀπαρρενοῦμεν πολλάκις. Ὅτι δὲ καὶ αὐτῷ τῷ τῆς φθορᾶς πνευματικῶς ἐμβριμώμενοι, ὅταν ἐν πολλῇ ὦμεν ἀθυμίᾳ, δαίμονι ἐπάνω τῆς τοῦ θανάτου φρονοῦμεν καυχήσεως, οὐ δεῖ ἀμφιβάλλειν. Ὅπερ ἵνα διδάξῃ ἡμᾶς ὁ κύριος δὶς ἐν τῷ πνεύματι τῷ Ἅιδῃ ἐμβριμησάμενος καὶ ταράξας ἑαυτόν, καίτοιγε ἀταράχως βουλήσει μόνῃ πάντα ὅσα θέλει ποιῶν, οὕτω τὴν Λαζάρου ψυχὴν ἀπέδωκε τῷ σώματι, ὥστε μοι δοκεῖν εἰς ὅπλον μᾶλλον δικαιοσύνης τῇ φύσει ἡμῶν τὸν σώφρονα θυμὸν παρὰ τοῦ κτίσαντος ἡμᾶς παρασχεθῆναι θεοῦ.

Ὧιπερ εἰ κατὰ τοῦ ὄφεως ἐχρήσατο ἡ Εὔα, οὐκ ἂν ὑπ’ ἐκείνης τῆς ἐμπαθοῦς ἐνήργητο ἡδονῆς. Ὥστε μοι φαίνεσθαι ὅτι ὁ διὰ ζῆλον τῆς εὐσεβείας τῷ θυμῷ σωφρόνως κεχρημένος δοκιμώτερος πάντως παρὰ τῇ τῶν ἀνταποδόσεων εὑρεθήσεται πλάστιγγι τοῦ οὐδ’ ὅλως διὰ δυσκινησίαν νοῦ εἰς θυμὸν κινουμένου· ὁ μὲν γὰρ ἀγύμναστον τὸν τῶν ἀνθρωπίνων φρενῶν ἡνίοχον ἔχων φαίνεται, ὁ δὲ ἀεὶ ἐπὶ τῶν ἵππων τῆς ἀρετῆς ἐναγώνιος γίνεται καὶ φέρεται ἐν μέσῳ τῆς τῶν δαιμόνων παρατάξεως τὸ τῆς ἐγκρατείας καταγυμνάζων ἐν φόβῳ θεοῦ τέθριππον.

Ὅπερ ἅρμα Ἰσραὴλ ἐν τῇ ἀναλήψει τοῦ θεσπεσίου Ἠλίου παρὰ τῇ γραφῇ εἰρημένον εὑρίσκομεν, ἐπειδὴ πρώτοις τοῖς Ἰουδαίοις περὶ τῶν τεσσάρων ἀρετῶν διαφόρως φαίνεται ὁμιλήσας ὁ θεός. Διόπερ ὅλως καὶ ἐπὶ ἅρματος πυρὸς ἀνελήφθη ὁ τοσοῦτος τῆς σοφίας τρόφιμος, ὡς ἵπποις ταῖς οἰκείαις ἐμοὶ δοκεῖν ὁ σώφρων χρησάμενος ἀρεταῖς ἐν τῷ ἁρπάξαντι αὐτὸν ἐν αὔρᾳ πυρὸς πνεύματι. {ξγʹ.} Ὁ γνώσεως μετασχὼν ἁγίας καὶ γλυκύτητος θεοῦ γευσάμενος οὔτε δικάζειν ὀφείλει οὔτε δίκην ὅλως κινεῖν πρός τινα, κἂν αὐτὰ ἅπερ ἠμφίασται ἀφέληταί τις. Ἡ γὰρ τῶν ἀρχόντων τοῦ κόσμου τούτου δικαιοσύνη ἥττηται πάντως τῇ δικαιοσύνῃ τοῦ θεοῦ, μᾶλλον δὲ οὐδέν ἐστι πρὸς τὸ δίκαιον τοῦ θεοῦ. Ἐπεὶ ποία διαφορὰ μεταξὺ τῶν τροφίμων τοῦ θεοῦ καὶ τῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων, εἰ μὴ τὸ τούτων δίκαιον ἀτελὲς πρὸς τὴν ἐκείνων δικαιοσύνην φαίνοιτο, ὥστε τὸ μὲν λέγεσθαι ἀνθρώπινον δίκαιον, τὸ δὲ θείαν δικαιοσύνην; Οὕτως οὖν ὁ μὲν κύριος ἡμῶν οὔτε λοιδορούμενος ἀντελοιδόρει οὔτε πάσχων ἠπείλει, ἀλλὰ καὶ τὴν ἀφαίρεσιν τῆς ἐσθῆτος σιωπῶν ὑπέμεινεν καὶ ὑπὲρ τῆς σωτηρίας δέ, ἵνα τὸ μεῖζον εἴπω, τῶν κακούργων τὸν πατέρα ἠξίου.

Οἱ δὲ τοῦ κόσμου ἄνθρωποι οὐκ ἂν τοῦ δικάζεσθαι παύσονται, εἰ μὴ μετὰ προσθήκης ἐνίοτε τὰ τῶν ἐναγωγῶν ἀπολάβωσι πράγματα, ὅταν μάλιστα πρὸ τοῦ χρέους τοὺς τόκους κομίζωνται, ὥστε αὐτῶν γενέσθαι τὸ δίκαιον ἀρχὴν πολλάκις ἀδικίας μεγάλης. {ξδʹ.} Οὐ δεῖ, φησίν, ἤκουσά τινων λεγόντων εὐλαβῶν, παραχωρεῖν τοῖς τυχοῦσι διαρπάζειν ἅπερ πρὸς τὴν ἑαυτῶν διοίκησιν ἢ καὶ πρὸς τὴν τῶν πενήτων ἀνάπαυσιν ἔχομεν, μάλιστα εἰ παρὰ Χριστιανῶν τοῦτο πάσχομεν, ἵνα μὴ ἁμαρτίας πρόξενοι τοῖς ἀδικοῦσιν ἡμᾶς, δι’ ὧν ἀνεξικακοῦμεν, γινώμεθα. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ θέλειν τὰ ἑαυτοῦ ὑπὲρ ἑαυτὸν μετὰ ἀλόγου προφάσεως. Εἰ γὰρ καταλιπὼν τὸ εὔχεσθαι καὶ προσέχειν τῇ ἐμαυτοῦ καρδίᾳ δίκας ἀγορεύειν πρὸς τοὺς θέλοντάς με ἐπηρεάζειν κατὰ μικρὸν ἄρξομαι καὶ δικαστηρίων παρεδρεύειν προαυλίοις, δῆλον ὅτι τὰ ἐκδικούμενα κρείττονα τῆς ἐμαυτοῦ ἡγοῦμαι σωτηρίας, ἵνα μὴ εἴπω καὶ αὐτοῦ τοῦ σωτηρίου ἐντάλματος. Πῶς γὰρ ἂν ὅλως τῷ εὐαγγελικῷ ἀκολουθήσω προστάγματι τῷ κελεύοντί μοι· Καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει, εἰ μὴ μετὰ χαρᾶς ὑπομείνω κατὰ τὸ ἀποστολικὸν λόγιον τὴν τῶν προσόντων μοι διαρπαγὴν πραγμάτων, ὁπότε οὐδὲ δικασάμενός τις καὶ ἀπολαβὼν ὅσαπερ ἠβουλήθη, τῆς ἁμαρτίας τὸν πλεονέκτην ἐλευθεροῖ;

Ἐπειδὴ τὰ φθαρτὰ δικαστήρια τὸ ἄφθαρτον τοῦ θεοῦ κριτήριον ὁρίζειν οὐ δύναται· τούτους γὰρ πάντως ὁ αἴτιος τοὺς νόμους πληροφορεῖ παρ’ οἷς καὶ ὑπὲρ τῆς αἰτίας αὐτὸν ἀπολογεῖσθαι συμβαίνει. Ὥστε καλὸν τὸ τὴν τῶν θελόντων ἡμᾶς ἀδικεῖν φέρειν βίαν καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διὰ μετανοίας, οὐ μὴν διὰ τῆς ἀποδόσεως ὧν ἡμῶν ἥρπαξαν, ἀπολυθῶσι τοῦ τῆς πλεονεξίας ἐγκλήματος. Τοῦτο γὰρ θέλει ἡ δικαιοσύνη τοῦ θεοῦ, ἵνα τὸν πλεονέκτην, οὐχὶ τὸ πλεονεκτηθέν, ἀπολάβωμέν ποτε τῆς ἁμαρτίας διὰ τῆς μετανοίας ἐλεύθερον. {ξεʹ.} Λίαν ἁρμόδιον καὶ διὰ πάντων ἐπωφελὲς τὸ ἐπιγνόντας ἡμᾶς τὴν ὁδὸν τῆς εὐσεβείας εὐθέως πάντα τὰ προσόντα ἡμῖν διαπωλεῖν καὶ τὰ ἀπὸ τούτων χρήματα διοικεῖν κατὰ τὴν ἐντολὴν τοῦ κυρίου καὶ μὴ προφάσει τοῦ διὰ παντὸς θέλειν ἐντολὰς ποιεῖν παρακούειν τοῦ σωτηρίου κελεύσματος. Ἔσται γὰρ ἡμῖν ἐκ τούτου πρῶτον μὲν ἡ καλὴ ἀμεριμνία καὶ ἡ ἐντεῦθεν λοιπὸν ἀνεπιβούλευτος πενία, ἥτις πάσης ἀδικίας καὶ πάσης δίκης ἐπάνω φρονεῖ διὰ τὸ μὴ ἔχειν ἡμᾶς μηκέτι τὴν τὸ πῦρ τῶν πλεονεκτῶν ὕλην ἀνάπτουσαν.

Περιθάλψει δὲ ἡμᾶς τότε πλέον τῶν ἄλλων ἡ ταπεινοφροσύνη τῶν ἀρετῶν καὶ εἰς τοὺς οἰκείους ὡς γυμνοὺς ὑπάρχοντας ἀναπαύσει κόλπους, οἷα μήτηρ τὸ ἑαυτῆς παιδίον εἰς τὰς οἰκείας προσλαμβανομένη καταθάλπει ἀγκάλας, ὅταν διὰ τὴν νηπιώδη ἁπλότητα τὴν ἑαυτοῦ ἐκδυσάμενον πόρρω που ἀπορρίψῃ ἐσθῆτα τῇ γυμνότητι μᾶλλον διὰ πολλὴν ἀκακίαν ἢ τῇ ποικιλίᾳ τῆς ἐσθῆτος τερπόμενον. Φυλάσσων γάρ, φησίν, τὰ νήπια ὁ κύριος· ἐταπεινώθην καὶ ἔσωσέ με. {ξϛʹ.} Καθ’ ὃ ἔχομεν πάντως ὁ κύριος ἡμᾶς ἀπαιτήσει τὸν λόγον τῆς ἐλεημοσύνης, οὐ καθ’ ὃ οὐκ ἔχομεν. Ἐὰν οὖν, ὅπερ εἶχον δοῦναι εἰς πολλοὺς χρόνους, ἐν ὀλίγῳ χρόνῳ διὰ τὸν φόβον τοῦ θεοῦ χρηστῶς διασπείρω κελεύσματι, περὶ τίνος ἔτι ὁ μηδὲν ἔχων ἐγκληθήσομαι;

Ἀλλ’ ἐρεῖ τις· Πόθεν οὖν ἐλεηθήσονται τοῦ λοιποῦ οἱ ἐκ τῶν ἡμετέρων μετρίων ἐθισθέντες κατ’ ὀλίγον διοικεῖσθαι πένητες; Μανθανέτω δὲ ὁ τοιοῦτος μὴ προφάσει τῆς ἰδίας φιλοχρηματίας ὀνειδίζειν τῷ θεῷ· οὐχ ὑστερήσει γὰρ ὁ θεὸς τὸ οἰκεῖον οἰκονομῶν ὡς ἀπ’ ἀρχῆς κτίσμα· οὔτε γὰρ πρὶν οὗτος ἢ ἐκεῖνος εἰς τὴν ἐλεημοσύνην ἐξηγείροντο, ὑστεροῦντο τροφῆς ἢ σκεπασμάτων οἱ πτωχοί. Καλὸν οὖν τὸ παρ’ αὐτὴν τὴν ἐπίγνωσιν μετὰ χρηστῆς διακονίας ἀπορρῖψαι τὸ ἐκ τοῦ πλούτου ἀλόγιστον καύχημα τὰς οἰκείας ἐπιθυμίας μισήσαντα, ὅπερ ἐστὶ μισῆσαι τὴν ἑαυτοῦ ψυχήν, ἵνα μηκέτι χαίροντες ἐπὶ τῇ τῶν χρημάτων διασπορᾷ ἐξουδενώσωμεν ἡμῶν τὴν ψυχὴν σφόδρα ὡς μηδὲν τῶν καλῶν ἐργαζόμενοι. Ἕως μὲν γάρ που χρημάτων εὐποροῦμεν, χαίρομεν μεγάλως, εἴπερ ἐστὶν εἰς ἡμᾶς τοῦ ἀγαθοῦ ἐνέργεια, ἐπὶ τῷ τούτων διασκορπισμῷ, ὡς ἱλαρῶς ὑπηρετούμενοι τῷ θείῳ κελεύσματι· ἐπειδὰν δὲ πάντα ἐξαντλήσωμεν, λύπη ἡμῖν ἄπειρος καὶ ταπείνωσις ὑπεισέρχεται ὡς μηδὲν δικαιοσύνης ἄξιον διαπραττομένοις. Ὅθεν λοιπὸν ἐφ’ ἑαυτὴν ἐπιστρέφει ἡ ψυχὴ ἐν πολλῇ ταπεινώσει, ἵνα, ὅπερ οὐκ ἔχει κτᾶσθαι καθ’ ἡμέραν διὰ τῆς ἐλεημοσύνης, τοῦτο ἐκ τῆς ἐπιπόνου εὐχῆς καὶ τῆς ὑπομονῆς καὶ τῆς ταπεινοφροσύνης ἑαυτῇ περιποιῇ. Πτωχὸς γάρ, φησίν, καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου, κύριε.

Οὔτε γὰρ τὸ τῆς θεολογίας χάρισμα ἑτοιμάζεταί τινι ὑπὸ τοῦ θεοῦ, εἰ μή τις ἑτοιμάσῃ ἑαυτόν, ὥστε πάντα τὰ προσόντα αὐτῷ ἀποκτήσασθαι αὐτὸν ἕνεκεν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ θεοῦ, ἵνα ἐν θεοφιλεῖ πενίᾳ τὸν πλοῦτον εὐαγγελίζηται τῆς βασιλείας τοῦ θεοῦ. Ὁ γὰρ εἰρηκώς· Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ θεός, καὶ ἐπαγαγών· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, τοῦτο σαφῶς σημαίνει. {ξζʹ.} Πάντα μὲν τὰ χαρίσματα τοῦ θεοῦ ἡμῶν καλὰ λίαν καὶ πάσης ἀγαθότητος παρεκτικά, οὐδὲν δὲ οὕτως ἡμῶν ἀναφλέγει καὶ κινεῖ τὴν καρδίαν εἰς τὴν ἀγάπην τῆς αὐτοῦ ἀγαθότητος ὡς ἡ θεολογία. Γέννημα γὰρ οὖσα αὕτη πρώϊμον τῆς τοῦ θεοῦ χάριτος πρῶτα πάντως καὶ δῶρα τῇ ψυχῇ χαρίζεται. Πρῶτον μὲν γὰρ παρασκευάζει ἡμᾶς πάσης τῆς τοῦ βίου χαίροντας καταφρονεῖν φιλίας ὡς ἔχοντας ἀντὶ φθαρτῶν ἐπιθυμιῶν ἀνεκλάλητον πλοῦτον τὰ λόγια τοῦ θεοῦ. Ἔπειτα δὲ τῷ πυρὶ τὸν νοῦν ἡμῶν περιαυγάζει τῆς ἀλλαγῆς, ὅθεν αὐτὸν καὶ κοινωνικὸν τῶν λειτουργικῶν πνευμάτων ποιεῖ.