Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Ενοίκηση της χάριτος μέσω του βαπτίσματος και δαιμονικές προσβολές

Διδασκαλία περί της αποκλειστικής ενοικήσεως της χάριτος στον νου των βαπτισμένων, η εξωτερική δράση των δαιμόνων μέσω της σαρκός και η κατάρριψη της πλάνης περί συνοικήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 7 από 10

Ἐχρῆν οὖν ἡμᾶς ἀεὶ τὴν πρόθεσιν ἐκ πάσης τῆς ἰσχύος πρὸς τὴν ζωοποιὸν καὶ καθαριστικὴν αὔραν ἐπιστρέφειν τοῦ ἁγίου πνεύματος, τοῦτ’ ἔστιν πρὸς ὃ εἶδεν ἀπὸ βορρᾶ πνεῦμα ἐρχόμενον ἐν φωτὶ γνώσεως ὁ προφήτης Ἰεζεκιήλ, ἵνα αἴθριον ἡμῶν ἀεὶ τῆς ψυχῆς τὸ θεωρητικὸν μάλιστα διαμένοι μέρος πρὸς τὸ ἀπλανῶς ἡμᾶς τοῖς θείοις ἐπιβάλλειν θεωρήμασιν ἐν ἀέρι φωτὸς τὰ τοῦ φωτὸς ὁρῶντας· τοῦτο γάρ ἐστι φῶς ἀληθινῆς γνώσεως. {οϛʹ.} Τινὲς ὑπενόησαν τὴν χάριν ἅμα καὶ τὴν ἁμαρτίαν, τοῦτ’ ἔστι τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης, ἐπὶ τῶν βαπτιζομένων ἐγκρύπτεσθαι εἰς τὸν νοῦν. Ὅθεν, φησίν, τὸ μὲν ἓν πρόσωπον εἰς τὰ καλὰ παρακαλεῖ τὸν νοῦν, τὸ δὲ ἕτερον εὐθὺς πρὸς τὰ ἐναντία. Ἐγὼ δὲ ἐκ τῶν θείων γραφῶν καὶ ἐξ αὐτῆς δὲ τῆς τοῦ νοῦ αἰσθήσεως κατείληφα ὅτι πρὸ μὲν τοῦ ἁγίου βαπτίσματος ἔξωθεν ἡ χάρις πρὸς τὰ καλὰ προτρέπεται τὴν ψυχήν, ὁ δὲ Σατανᾶς ἐν τοῖς αὐτῆς ἐμφωλεύει βάθεσιν ὅλας τὰς τοῦ νοῦ ἀποφράττειν δεξιὰς πειρώμενος διεξόδους· ἀπὸ δὲ αὐτῆς τῆς ὥρας ἐν ᾗπερ ἀναγεννώμεθα, ἔξωθεν μὲν ὁ δαίμων γίνεται, ἔσωθεν δὲ ἡ χάρις. Ὅθεν εὑρίσκομεν ὅτι, ὡς πάλαι ἐκυρίευεν ἡ πλάνη τῆς ψυχῆς, οὕτως μετὰ τὸ βάπτισμα αὐτῆς κυριεύει ἡ ἀλήθεια.

Ἐνεργεῖ μέντοι καὶ ὁ Σατανᾶς μετὰ τοῦτο τῇ ψυχῇ καθάπερ τὸ πρὶν καὶ χείρω δὲ τὰ πολλά, οὐχ ὡς συμπαρὼν δὲ τῇ χάριτι, μὴ γένοιτο, ἀλλὰ καπνίζων ὥσπερ τὸν νοῦν διὰ τῆς ὑγρότητος τοῦ σώματος τὴν ἡδύτητα τῶν ἀλόγων ἡδονῶν· παραχωρήσει δὲ τοῦ θεοῦ τοῦτο γίνεται, ἵνα διὰ τῆς ζάλης καὶ τοῦ πυρὸς τῆς δοκιμασίας διερχόμενος ὁ ἄνθρωπος οὕτως ἐν ἀπολαύσει, εἰ θέλει, γένηται τοῦ ἀγαθοῦ. Διήλθομεν γάρ, φησίν, διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. {οζʹ.} Ἡ χάρις, ὡς ἔφην, ἀπ’ αὐτῆς τῆς ῥοπῆς ἐν ᾗ βαπτιζόμεθα, ἐν αὐτῷ τῷ βάθει τοῦ νοῦ ἐγκρύπτεται, αὐτὴν τὴν αἴσθησιν αὐτοῦ κρύπτουσα τὴν ἑαυτῆς παρουσίαν· ἐπειδὰν δὲ ἄρξηταί τις ἐκ πάσης προθέσεως ἐρᾶν τοῦ θεοῦ, τότε ἀρρήτῳ τινὶ λόγῳ διὰ τῆς τοῦ νοῦ αἰσθήσεως προσομιλεῖ τῇ ψυχῇ μέρος τι τῶν ἑαυτῆς ἀγαθῶν. Ὅθεν εἰς ἐπιθυμίαν λοιπὸν ὁ τοῦτο ὅλως θέλων ἀσφαλῶς τὸ εὕρημα κρατεῖν ἔρχεται τοῦ πάντα τὰ παρόντα μετὰ πολλῆς χαρᾶς ἀποκτήσασθαι ἀγαθά, ἵνα τὸν ἀγρὸν ὄντως κτήσηται ἐν ᾧπερ εὗρε τὸν θησαυρὸν κεκρυμμένον τῆς ζωῆς. Ὅταν γὰρ πάντα τις ἀποκτήσηται τὸν βιωτικὸν πλοῦτον, τότε εὑρίσκει τὸν τόπον ἐν ᾧ ἡ χάρις κατεκέκρυπται τοῦ θεοῦ.

Κατὰ γὰρ τὴν προκοπὴν τῆς ψυχῆς καὶ τὸ θεῖον δῶρον τὴν ἑαυτοῦ τῷ νοῒ ἐμφανίζει χρηστότητα· πλέον μέντοι τότε ὑπὸ τῶν δαιμόνων τὴν ψυχὴν ὀχλεῖσθαι παραχωρεῖ ὁ κύριος, ἵνα καὶ τὴν διάκρισιν αὐτὴν δεόντως ἐκδιδάσκῃ καλοῦ τε καὶ κακοῦ καὶ ταπεινοτέραν αὐτὴν ἀπεργάζηται διὰ τὸ πολλὴν αὐτῇ, ὅτε καθαίρεται, αἰσχύνην ἐκ τῆς τῶν δαιμονικῶν λογισμῶν ἐγγίνεσθαι αἰσχρότητος. {οηʹ.} Κατ’ εἰκόνα ἐσμὲν τοῦ θεοῦ τῷ νοερῷ τῆς ψυχῆς κινήματι· τὸ γὰρ σῶμα ὥσπερ οἶκος αὐτῆς ἐστιν. Ἐπειδὴ οὖν διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ οὐ μόνον αἱ γραμμαὶ τοῦ χαρακτῆρος τῆς ψυχῆς ἐρρυπώθησαν, ἀλλὰ καὶ τὸ σῶμα ἡμῶν τῇ φθορᾷ ὑπέπεσεν, διὰ τοῦτο ὁ ἅγιος τοῦ θεοῦ λόγος ἐσαρκώθη, ὕδωρ ἡμῖν σωτηρίου διὰ τοῦ οἰκείου ὡς θεὸς βαπτίσματος εἰς ἀναγέννησιν χαρισάμενος. Ἀναγεννώμεθα δὲ διὰ τοῦ ὕδατος τῇ ἐνεργείᾳ τοῦ ἁγίου καὶ ζωοποιοῦ πνεύματος, ὅθεν εὐθέως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα, εἴπερ ἐξ ὁλοκλήρου διαθέσεως προσέρχεταί τις τῷ θεῷ, καθαριζόμεθα τοῦ μὲν ἁγίου πνεύματος εἰς ἡμᾶς κατασκηνοῦντος, τῆς δὲ ἁμαρτίας ὑπ’ αὐτοῦ φυγαδευομένης. Οὐ γάρ ἐστι δυνατὸν ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ χαρακτῆρος τῆς ψυχῆς δύο πρόσωπα εἰς αὐτήν, ὡς ἐνόμισάν τινες, ἐμπαρεῖναι.

Τῆς γὰρ θείας χάριτος προσαρμοζούσης ἑαυτὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἐν στοργῇ τινι ἀπείρῳ ταῖς γραμμαῖς τοῦ κατ’ εἰκόνα ἐπὶ ἀρραβῶνι τῆς ὁμοιώσεως, ποῦ δύναται χωρηθῆναι τὸ τοῦ πονηροῦ πρόσωπον μηδεμιᾶς μάλιστα οὔσης κοινωνίας τῷ φωτὶ πρὸς τὸ σκότος; Ἐκβάλλεσθαι οὖν πιστεύομεν ἐκ τῶν ταμιείων τοῦ νοῦ διὰ τοῦ λουτροῦ τῆς ἀφθαρσίας οἱ τῶν ἱερῶν ἀγώνων δρομεῖς τὸν πολύμορφον ὄφιν, καὶ μὴ θαυμάζωμεν τίνος ἕνεκεν μετὰ τὸ βάπτισμα πάλιν φαῦλα μετὰ τῶν καλῶν λογιζόμεθα. Τὸ γὰρ λουτρὸν τῆς ἁγιότητος τὸν μὲν ἐκ τῆς ἁμαρτίας περιαίρει ἐξ ἡμῶν ῥύπον, τὸ δὲ διπλοῦν τῆς θελήσεως ἡμῶν οὐκ ἀλλάσσει νῦν οὔτε μὴν τοὺς δαίμονας τοῦ πολεμεῖν ἡμῖν ἢ ἀπάτης προσλαλεῖν ῥήματα κωλύει, ἵνα, ἅπερ οὐκ ἐφυλαξάμεθα ψυχικοὶ ὑπάρχοντες, τὰ ὅπλα τῆς δικαιοσύνης λαβόντες ἐν τῇ δυνάμει τηρήσωμεν τοῦ θεοῦ. {οθʹ.} Ὁ Σατανᾶς, ὡς εἶπον, διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ἐκβάλλεται ἀπὸ τῆς ψυχῆς, συγχωρεῖται δὲ αὐτῷ ἕνεκεν τῶν προειρημένων αἰτιῶν ἐνεργεῖν αὐτῇ διὰ τοῦ σώματος· ἡ μὲν γὰρ χάρις τοῦ θεοῦ εἰς αὐτὸ τὸ βάθος τῆς ψυχῆς, τοῦτ’ ἔστιν εἰς τὸν νοῦν, κατασκηνοῖ. Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, οὐ φαινομένη τοῖς δαίμοσιν.

Διόπερ ἐξ αὐτοῦ τοῦ βάθους τῆς καρδίας ἡμῶν αἰσθανόμεθα τοῦ θείου ὥσπερ ἀναβλύζοντος πόθου, ὅτε θερμῶς τοῦ θεοῦ μεμνήμεθα· τὰ δὲ πονηρὰ πνεύματα λοιπὸν ταῖς αἰσθήσεσι τοῦ σώματος ἐνάλλεταί τε καὶ ἐμφωλεύει διὰ τῆς εὐχερείας τῆς σαρκὸς ἐνεργοῦντα ἐπὶ τῶν ἔτι νηπιαζόντων τῇ ψυχῇ. Οὕτως οὖν ὁ μὲν νοῦς ἡμῶν ἀεὶ κατὰ τὸν ἀπόστολον συνήδεται τοῖς νόμοις τοῦ πνεύματος, τὰ δὲ αἰσθητήρια τῆς σαρκὸς τῷ λείῳ τῶν ἡδονῶν συναπάγεσθαι θέλει. Ὅθεν ἡ μὲν χάρις διὰ τῆς τοῦ νοῦ αἰσθήσεως τὸ σῶμα εἰς ἀγαλλίασιν ἄρρητον ἐπὶ τῶν προκοπτόντων τῇ γνώσει κατευφραίνει. Οἱ δὲ δαίμονες διὰ τῶν αἰσθήσεων τοῦ σώματος, ὅταν ἡμᾶς εὕρωσι μάλιστα ὀλιγώρως τὸν δρόμον τῆς εὐσεβείας τρέχοντας, τὴν ψυχὴν αἰχμαλωτίζουσι βιαίως, αὐτὴν εἰς ἃ μὴ θέλει παρακαλοῦντες οἱ φόνιοι. {πʹ.} Οἱ λέγοντες ὁμοῦ τὰ δύο πρόσωπα τῆς τε χάριτος καὶ τῆς ἁμαρτίας ταῖς τῶν πιστῶν ἐμπαρεῖναι καρδίαις ἐκ τοῦ εἰρηκέναι τὸν εὐαγγελιστήν· Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν, συνίστασθαι τὴν ἑαυτῶν θέλουσιν ὑπόνοιαν λέγοντες μηδαμῶς τὴν θείαν λαμπρότητα ὑπὸ τῆς τοῦ πονηροῦ συνδιατριβῆς μολύνεσθαι, κἂν ὁπωσοῦν πλησιάζοι, φησίν, ἐν τῇ ψυχῇ τὸ φῶς τὸ θεῖον τῇ σκοτίᾳ τοῦ δαίμονος. Ὑπὸ δὲ αὐτοῦ τοῦ εὐαγγελικοῦ ῥητοῦ ἔξω τῶν ἁγίων γραφῶν φρονοῦντες ἐλέγχονται.

Ἐπειδὴ γὰρ ὁ λόγος τοῦ θεοῦ τὸ φῶς τὸ ἀληθινὸν τῇ ἐαυτοῦ ἐν σαρκὶ ἐπιφανῆναι κατηξίωσε κτίσει, ἀμέτρῳ φιλανθρωπίᾳ τὸ φῶς αὐτοῦ παρ’ ἡμῖν ἀνάψας τῆς ἁγίας γνώσεως, τὸ δὲ φρόνημα τοῦ κόσμου τὴν βουλὴν οὐ κατέλαβε τοῦ θεοῦ, τοῦτ’ ἔστιν οὐκ ἔγνω, ἐπειδὴ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τούτου χάριν τοιούτῳ ὁ θεολόγος ἐχρήσατο ῥήματι· ἀμέλει ὀλίγα εἰρηκὼς μέσα ὁ θεσπέσιος ἐπάγει· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀντὶ τοῦ ὁδηγεῖ καὶ ζωοποιεῖ· ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Λέγει δὲ καὶ ὁ σοφώτατος Παῦλος ἑρμηνεύων τὸ οὐ κατέλαβεν· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δέ, εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ.

Ὥστε οὐ τὸν Σατανᾶν λέγει ὁ εὐαγγελιστὴς μὴ κατειληφέναι τὸ φῶς τὸ ἀληθινόν· ἀπ’ ἀρχῆς γὰρ ἀλλότριος αὐτοῦ ἐστιν, ἐπειδὴ οὐδὲ ἐν αὐτῷ φαίνει· ἀλλὰ τοὺς ἀκούοντας μὲν ἀνθρώπους τὰς δυναστείας καὶ τὰ θαυμάσια τοῦ υἱοῦ τοῦ θεοῦ, μὴ θέλοντας δὲ προσεγγίσαι διὰ τὴν ἐσκοτισμένην αὐτῶν καρδίαν τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ, διὰ τοῦ λόγου ἀξίως ἀτιμάζει. {παʹ.} Δύο ὥσπερ γένη εἶναι ὁ λόγος ἡμᾶς διδάσκει τῆς γνώσεως τῶν πονηρῶν πνευμάτων. Τὰ μὲν γὰρ αὐτῶν εἰσιν ὥσπερ λεπτότερα, τὰ δὲ ὑλωδέστερα. Τὰ οὖν λεπτότερα τῇ ψυχῇ πολεμεῖ, τὰ δὲ ἄλλα τὴν σάρκα διὰ λιπαρῶν τινων παρακλήσεων αἰχμαλωτίζειν εἴωθεν. Διόπερ ἐναντίως ἔχουσιν ἀεὶ πρὸς ἑαυτοὺς οἵ τε τῇ ψυχῇ προσπαλαίοντες δαίμονες καὶ οἱ τῷ σώματι κἂν εἰς τὸ βλάπτειν τοὺς ἀνθρώπους τὴν ἴσην ἔχωσι πρόθεσιν. Ὅτε οὖν ἡ χάρις οὐ κατοικεῖ εἰς τὸν ἄνθρωπον, εἰς τὰ βάθη τῆς καρδίας δίκην ὄντως ὄφεων ἐμφωλεύουσι, μὴ συγχωροῦντες ὅλως διαβλέψαι τὴν ψυχὴν πρὸς τὴν ἐπιθυμίαν τοῦ καλοῦ. Ὅτε δὲ εἰς τὸν νοῦν ἡ χάρις ἐγκέκρυπται, ὡσανεὶ νεφέλαι τινὲς ζοφώδεις λοιπὸν διὰ τῶν μερῶν τῆς καρδίας διατρέχουσιν εἰς τὰ πάθη τῆς ἁμαρτίας καὶ εἰς μετεωρισμοὺς ποικίλους σχηματιζόμενοι, ἵνα τὴν μνήμην μετεωρίζοντες τοῦ νοῦ τῆς πρὸς τὴν χάριν αὐτὸν ὁμιλίας ἀποσπῶσιν.

Ὅτε τοίνυν ὑπὸ τῶν τῇ ψυχῇ διοχλούντων δαιμόνων εἰς τὰ ψυχικὰ ἐκπυρούμεθα πάθη καὶ μάλιστα εἰς τὴν οἴησιν, ἥτις ἐστὶ μήτηρ πάντων τῶν κακῶν, τὴν ἀνάλυσιν τοῦ σώματος ἡμῶν λογιζόμενοι τὸν ὄγκον μάλιστα τῆς φιλοδοξίας καταισχύνομεν. Τὸ αὐτὸ δὲ δεῖ ποιεῖν καὶ ὅταν οἱ τῷ σώματι προσπαλαίοντες δαίμονες εἰς αἰσχρὰς ἐπιθυμίας τὴν καρδίαν ἡμῶν ἀναζέειν παρασκευάζωσιν· αὕτη γὰρ μόνη ἡ ἐνθύμησις πάσας τὰς διαφορὰς τῶν πονηρῶν πνευμάτων καταργεῖν δύναται ἐν τῇ μνήμῃ τοῦ θεοῦ. Εἰ δὲ ἀπὸ ταύτης τῆς ἐνθυμήσεως ἐξουδένωσιν ἡμῖν ἄπειρον τῆς ἀνθρωπείας φύσεως οἱ ψυχικοὶ ὑποβάλλουσι δαίμονες ὡς οὐδενὸς οὔσης αὐτῆς ἀξίας διὰ τὴν σάρκα λόγου (τοῦτο γὰρ φιλοῦσι ποιεῖν ὅταν αὐτούς τις βασανίσαι θέλῃ τῇ τοιαύτῃ ἐννοίᾳ), τὴν τῆς ἐπουρανίου λοιπὸν βασιλείας τιμήν τε καὶ δόξαν ἐνθυμώμεθα μήτε τὸ πικρὸν καὶ ζοφῶδες παρορῶντες τῆς κρίσεως, ἵνα τῷ μὲν τὴν ἀθυμίαν ἡμῶν παραμυθώμεθα, τῷ δὲ τὸ εὔκολον τῆς καρδίας ἡμῶν ἐπιστύφωμεν. {πβʹ.} Ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ἡμᾶς διδάσκει ὅτι, ὅταν ὑποστρέψας εὕρῃ σεσαρωμένον καὶ σχολάζοντα τὸν ἑαυτοῦ οἶκον, τοῦτ’ ἔστιν τὴν ἄκαρπον καρδίαν, ὁ Σατανᾶς, τότε παραλαμβάνει ἕτερα ἑπτὰ πνεύματα καὶ εἰσέρχεται εἰς αὐτὴν καὶ ἐμφωλεύει χείρονα τῶν πρώτων τὰ τοῦ ἀνθρώπου ἔσχατα ποιῶν.

Ὅθεν δεῖ νοεῖν ὅτι, ἐφ’ ὅσον ἐστὶ τὸ ἅγιον πνεῦμα ἐν ἡμῖν, οὐ δύναται εἰσελθὼν ὁ Σατανᾶς ἐν τῷ βάθει τῆς ψυχῆς καταμεῖναι, ἀλλὰ καὶ ὁ θεσπέσιος Παῦλος φανερῶς ταύτης ἡμᾶς διδάσκει τὸν νοῦν τῆς θεωρίας· ἐκ μὲν γὰρ τῆς ἀγωνιστικῆς γνώσεως θεωρήσας τὸ σχῆμα τῆς ὑποθέσεως, οὕτως λέγει· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου· ἐκ δὲ τῆς τελειότητος· Οὐδὲν ἄρα νῦν, φησίν, κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Λέγει δὲ καὶ ἀλλαχοῦ, ἵνα πάλιν διδάξῃ ἡμᾶς, ὅτι ἐκ τοῦ σώματος πολεμεῖ ὁ Σατανᾶς τὴν ψυχὴν τὴν μετέχουσαν τοῦ ἁγίου πνεύματος· Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ. Ἄλλο δέ τι αἰχμαλωτισμὸς καὶ ἄλλο πάλη· ἐπειδὴ τὸ μὲν βιαίας ἀπαγωγῆς ἐστι σημαντικόν, τὸ δὲ ἰσοσθενοῦς τινος ἀγῶνος δηλωτικόν.

Διόπερ ὅλως καὶ βέλεσι πεπυρωμένοις ταῖς χριστοφόροις ψυχαῖς ἐπέρχεσθαι λέγει ὁ ἀπόστολος τὸν διάβολον. Ὁ γὰρ μὴ ὢν ἐγκρατὴς τοῦ ἑαυτοῦ ἀνταγωνιστοῦ βέλεσι πάντως κατ’ αὐτοῦ κέχρηται, ἵνα τὸν ἐκ μήκους αὐτῷ μαχόμενον τῷ πτερῷ δυνηθῇ θηράσαι τῶν βελῶν· οὕτως καὶ ὁ Σατανᾶς, ἐπειδὴ οὐ δύναται διὰ τὴν παρουσίαν τῆς χάριτος ἐμφωλεῦσαι ὡς τὸ πρὶν τῷ τῶν ἀγωνιζομένων νοΐ, τῇ ὑγρότητι λοιπὸν ἐφίπταται καὶ ἐμφωλεύει τῷ σώματι, ἵνα διὰ τῆς αὐτοῦ εὐχερείας τὴν ψυχὴν δελεάζῃ· διόπερ δεῖ ἐκτήκειν αὐτὸ συμμέτρως, ἵνα μὴ διὰ τῆς αὐτοῦ ὑγρότητος ὀλισθαίνῃ ὁ νοῦς εἰς τὸ λεῖον τῶν ἡδονῶν. Ὑπ’ αὐτοῦ γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ προσήκει πείθεσθαι ὅτι ὁ μὲν νοῦς τῶν ἀγωνιζομένων ὑπὸ τοῦ θείου φωτὸς ἐνεργεῖται· διόπερ καὶ τῷ θείῳ νόμῳ δουλεύει καὶ συνήδεται. Ἡ δὲ σὰρξ τὰ πονηρὰ ἥδιον διὰ τὴν ἑαυτῆς εὐχέρειαν προσίεται πνεύματα· διόπερ τῇ αὐτῶν ποτε ἐξέλκεται δουλεύειν πονηρίᾳ. Ὅθεν μάλιστα φαίνεται μὴ εἶναι κοινόν τι κατοικητήριον τὸν νοῦν θεοῦ τε καὶ διαβόλου· ἐπεὶ πῶς τῷ μὲν νοΐ μου δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας, εἰ μὴ ὁ μὲν νοῦς μου ἐν πάσῃ ἐλευθερίᾳ πρὸς μάχην ἵστατο τῶν δαιμόνων τῇ χρηστότητι τῆς χάριτος ἡδέως δουλούμενος, τὸ δὲ σῶμα ἥδιον τὴν ὀσμὴν προσίεται τῶν ἀλόγων ἡδονῶν;

διὰ τὸ ἐν αὐτῷ, ὡς ἔφην, παραχωρεῖσθαι ἐμφωλεύειν ἐπὶ τῶν ἀγωνιζομένων τὰ πονηρὰ τῆς ἀπάτης πνεύματα· Οἶδα γάρ, φησίν, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· ὥστε ἐπὶ τῶν κατὰ μέσον τινὰ ἀγῶνα ἀνθισταμένων τῇ ἁμαρτίᾳ. Οὐ γὰρ ἐξ ἑαυτοῦ τοῦτο ὁ ἀπόστολος λέγει· τῷ μὲν νοῒ μάχονται οἱ δαίμονες, τὴν δὲ σάρκα λιπαραῖς ὑπεκλύειν πρὸς τὸ λεῖον τῶν ἡδονῶν ἐπιχειροῦσι παρακλήσεσιν.

Παραχωροῦνται γὰρ ἅπαξ κατὰ δίκαιον κρίμα ἐνδιατρίβειν περὶ τὰ βάθη τοῦ σώματος καὶ ἐπὶ τῶν συντόνως ἀγωνιζομένων κατὰ τῆς ἁμαρτίας διὰ τὸ ὑπὸ δοκιμὴν εἶναι ἀεὶ τὸ αὐτεξούσιον τοῦ ἀνθρωπίνου φρονήματος.

Εἰ δέ τις δυνηθείη ζῶν ἔτι διὰ τῶν πόνων ἀποθανεῖν, ὅλος λοιπὸν γίνεται οἶκος τοῦ ἁγίου πνεύματος· πρὶν γὰρ ἀποθάνῃ ὁ τοιοῦτος, ἀνέστη, ὥσπερ ἦν αὐτὸς ὁ μακάριος Παῦλος καὶ ὅσοι τελείως ἠγωνίσαντο καὶ ἀγωνίζονται κατὰ τῆς ἁμαρτίας. {πγʹ.} Φέρει μὲν ἡ καρδία καὶ ἐξ ἑαυτῆς λογισμοὺς καλούς τε καὶ οὐ καλούς, οὐ φύσει δὲ καρποφοροῦσα τὰς μὴ καλὰς ἐννοίας, ἀλλ’ ὥσπερ εἰς ἕξιν ἔχουσα διὰ τὴν πρώτην ἅπαξ ἀπάτην τὴν μνήμην τοῦ μὴ καλοῦ· τοὺς δὲ πλείστους καὶ πονηροὺς ἐκ τῆς τῶν δαιμόνων συλλαμβάνει πικρίας. Πάντων δὲ ἡμεῖς ὡς ἐκ τῆς καρδίας προϊόντων αἰσθανόμεθα· καὶ διὰ τοῦτό τινες ὑπενόησαν εἰς τὸν νοῦν εἶναι σὺν τῇ χάριτι καὶ τὴν ἁμαρτίαν. Διόπερ λέγουσι καὶ τὸν κύριον εἰρηκέναι· Τὰ δὲ ἐξερχόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον· ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, μοιχεῖαι καὶ τὰ ἑξῆς. Οὐκ ἴσασι δὲ ὅτι ὁ νοῦς ἡμῶν λεπτοτάτης τινὸς αἰσθήσεως ἔχων ἐνέργειαν αὐτῶν τῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ὑποβαλλομένων αὐτῷ λογισμῶν οἰκειοῦται ὥσπερ διὰ τῆς σαρκὸς τὴν ἐνέργειαν, τῆς εὐχερείας τοῦ σώματος πλέον εἰς τοῦτο φερούσης διὰ τῆς συγκράσεως τὴν ψυχήν, ὡς οὐκ οἴδαμεν.

Ἐπειδὴ ἀμέτρως φιλεῖ ἀεὶ ἡ σὰρξ τὸ ὑπὸ τῆς ἀπάτης κολακεύεσθαι, καὶ διὰ τοῦτο ἐκ τῆς καρδίας καὶ οἱ ἐκ τῶν δαιμόνων ἐνσπειρόμενοι τῇ ψυχῇ λογισμοὶ ἐξερχόμενοι φαίνονται· ἰδιοποιούμεθα δὲ αὐτοὺς ὄντως, ὅταν αὐτοῖς συνήδεσθαι θέλωμεν. Ὅπερ ὁ κύριος μεμφόμενος, ὡς αὐτὸ τὸ θεῖον δηλοῖ λόγιον, τῷ προειρημένῳ ῥητῷ ἐχρήσατο. Ὁ γὰρ συνηδόμενος τοῖς ἐκ τῆς πονηρίας τοῦ Σατανᾶ αὐτῷ ὑποβαλλομένοις λογισμοῖς καὶ τὴν μνήμην αὐτῶν ὥσπερ ἐγγράφων τῇ ἑαυτοῦ καρδίᾳ, οὐκ ἄδηλον ὅτι ἐκ τῆς ἑαυτοῦ αὐτοὺς λοιπὸν καρποφορεῖ ἐννοίας. {πδʹ.} Λέγει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος μὴ δύνασθαι ἐκβληθῆναι τὸν ἰσχυρὸν ἐκ τοῦ οἴκου αὐτοῦ, ἐὰν μὴ ὁ ἰσχυρότερος αὐτοῦ δήσας αὐτὸν καὶ σκυλεύσας ἐκβάλῃ. Πῶς οὖν δύναται ὁ μετὰ τοσαύτης αἰσχύνης ἐκβαλλόμενος πάλιν εἰσιέναι καὶ τῷ ἀληθινῷ συνδιατρίβειν οἰκοδεσπότῃ ἐν τῷ ἑαυτοῦ, ὡς ἐὰν καὶ θέλοι, ἀναπαυομένῳ οἴκῳ; Οὔτε γὰρ βασιλεὺς τὸν ἀντιστάντα αὐτῷ ποτε καταγωνισάμενος τύραννον συμπαρεῖναι αὐτῷ τοῦτον ἐν ταῖς βασιλικαῖς αὔλαις ἐνθυμηθήσεται· ἀποσφάξει δὲ μᾶλλον εὐθέως ἢ δήσας πρὸς μακρὰν τιμωρίαν καὶ θάνατον οἴκτιστον παραδώσει τοῖς ἰδίοις στρατεύμασιν. {πεʹ.}