Ἔργον
Διάδοχος Φωτικῆς – Κατήχησις (Νόθος)
Το θείο φως, το σκότος της αμαρτίας και οι οδοί σωτηρίας
Η εμπειρία του Θεού ως φωτός από τους κεκαθαρμένους, η διακοπή της κοινωνίας εξαιτίας της αμαρτίας και οι ποικίλες οδοί μετανοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το θείο φως, το σκότος της αμαρτίας και οι οδοί σωτηρίας
Η εμπειρία του Θεού ως φωτός από τους κεκαθαρμένους, η διακοπή της κοινωνίας εξαιτίας της αμαρτίας και οι ποικίλες οδοί μετανοίας.
Ἀπ. Ἐπειδὴ ὁ Θεὸς φῶς ἐστι καὶ φῶς τὸ ἀκρότατον, ἕτερον οὐδὲν ὁρῶσιν οἱ αὐτὸν βλέποντες, εἰ μὴ φῶς· καὶ τοῦτο δῆλον ἔκ τε τῶν ἰδόντων λάμψαν τὸ πρόσωπον τοῦ Χριστοῦ ὡς τὸν ἥλιον, τὰ δὲ ἱμάτια αὐτοῦ γενόμενα ὡς τὸ φῶς· καὶ ἐκ Παύλου τοῦ ἀποστόλου, φῶς ἰδόντος τὸν Θεὸν καὶ εἰς τὴν αὐτοῦ ἐπίγνωσιν ἐπιστρέψαντος· καὶ ἐκ μυρίων ἑτέρων ἁγίων. η Ἐρ. Πῶς οὖν οὐ πᾶσιν ὁρᾶται, ἐπεὶ ἀΐδιον καὶ ἀειλαμπὲς φῶς ἐστιν ὁ Θεός;
Ἀπ. Ἐπειδὴ οὕτως ᾠκονόμησεν ἐξ ἀρχῆς ὁ Θεός· ἵνα μηδεμίαν ἔχῃ κοινωνίαν τὸ σκότος ἐν τῷ φωτὶ μηδὲ ἐναγὴς καὶ βέβηλος μετὰ τοῦ ἁγίου καὶ καθαροῦ. Διὸ καὶ ὡς μέγα χάσμα καὶ τοῖχος διείργουσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ αἱ ἁμαρτίαι ἡμῶν· μᾶλλον δὲ αἱ πονηραὶ ἐνθυμήσεις καὶ οἱ μάταιοι ἡμῶν διαλογισμοὶ οἶα δὴ τεῖχος ὑψηλὸν γίνονται καὶ διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ φωτὸς τῆς ὄντως ζωῆς· ὁ γὰρ Θεὸς φῶς ἐστι καὶ ζωή ἐστιν· ὅσοι τοιγαροῦν ἐστέρηνται τούτου, νεκροί εἰσι τῇ ψυχῇ καὶ τοῦ αἰωνίου πυρὸς καὶ σκότους συγκληρονόμοι τε καὶ συμμέτοχοι. θ Ἐρ. Καὶ οὐκ ἔστι σωτηρίας τυχεῖν τὸν μὴ εἰς ταῦτα πεφθακότα τὰ μέτρα;
Ἀπ. Τοῦ Κυρίου λέγοντος· πολλαὶ μοναὶ παρὰ τῷ πατρί μού εἰσιν, εὔδηλον ὅτι καὶ πολλαὶ σωτηρίας ὁδοί· πᾶσαι δὲ ἐν μιᾷ τῇ τῆς μετανοίας ὁδῷ τελειοῦνται διὰ τῆς τοῦ κακοῦ ἀποχῆς, εἴτε τὴν τῆς ἐλεημοσύνης εἴποις εἴτε τὴν τῆς ξενιτείας εἴτε πάσης ἑτέρας τοῦ ἀγαθοῦ πράξεως ἐκπλήρωσιν, πρὸς τὴν τῶν κρειττόνων ἐπιτυχίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.