Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Εἰς τὴν ἀνάληψιν

Διάδοχος Φωτικῆς

Εισαγωγή στο μυστήριο της Αναλήψεως

Έξαρση του θαύματος της Αναλήψεως του Κυρίου και έλεγχος της ιουδαϊκής απιστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 1 από 4

Διαδόχου ἐπισκόπου Φωτικῆς τῆς Ἠπείρου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λόγος. αʹ. Φέρε μοι νῦν τοὺς Ἰουδαικοὺς ἱερεῖς· ὥρα γὰρ ἐπινικίων λόγων· φέρε ὧδε, ἐκκλησιαστὰ καὶ Χριστοῦ κῆρυξ, λέγε καὶ ζωγράφει τῇ σῇ δυνατῶς ἀληθείᾳ· πῶς μὲν ἐκεῖνοι τὸ ἀργύριον τῆς αὑτῶν κακοβουλίας ἐπὶ τοὺς στρατιώτας κατέβαλον, ψεύδει τὴν ἀπερίβλεπτον νομίζοντες καλύπτειν ἀλήθειαν· πῶς δὲ νῦν οἱ τοῦ Χριστοῦ λειτουργοὶ τὸν ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα καὶ ἀναβάντα εἰς τοὺς οὐρανοὺς ἀπεκδεχόμεθα Κύριον, σωτῆρα τοῦτον ἀπαύστως καυχώμενοι ὃν οὐρανοὶ μὲν ἐδέξαντο, θεοπρεπεῖ αὐτοῖς ἐπιστάντι θαύματι, γῆ δὲ βαστάξαι, ὡς ὑπὸ τῆς αὐτοῦ θελήσεως βασταζομένη, ὑπομένειν οὐκ ἴσχυεν· ὃν νεφέλη μὲν ὑπέλαβεν φωτός, ἐμφανῶς τὸ σχῆμα πληρώσασα τῆς προφητείας· ἄγγελοι δὲ τοῖς ὕμνοις ἄχρι τῶν πατρικῶν ἀπεκατέστησαν θρόνων, Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης ἀπαύστως βοῶντες· οὗτινος ὁ ψαλμῳδὸς τὴν ἀπὸ γῆς εἰς οὐρανὸν ἐπάνοδον ἐν τῷ ἁγίῳ προθεωρῶν πνεύματι, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, ἔψαλλεν. Προέβλεπεν γὰρ καὶ τὴν τῶν ἁγίων εὐαγγελίων ὁ θεσπέσιος ᾠδήν.