Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Εἰς τὴν ἀνάληψιν

Διάδοχος Φωτικῆς

Ανακαίνιση της ανθρώπινης φύσεως

Η θεραπεία της αμαρτίας μέσω της σαρκώσεως του Λόγου, η θέωση της ανθρώπινης φύσεως και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 4 από 4

ϛʹ. Διόπερ καὶ τοὺς ἁγίους ἐν νεφέλαις ἁρπαχθήσεσθαι προσεδίδαξεν ἡμᾶς ὁ θεσπέσιος Παῦλος, ὅταν ἔρχηται ὁ ἐπὶ νεφέλης ἐλθεῖν προσδοκώμενος Κύριος. Ὃ γὰρ ἁρμόττει τῷ σαρκωθέντι Θεῷ διὰ τὸ σῶμα, τοῦτο καὶ τοῖς θεωθησομένοις διὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, θεοὺς τοὺς ἀνθρώπους ποιῆσαι φιλοτιμησαμένου Θεοῦ. Μηδεὶς οὖν ὑπολαμβανέτω τὴν πυκνότητα τῆς ἀνθρωπίνου φύσεως, ἥνπερ οὐσιωδῶς κοινωνήσας ὁ ἅγιος τοῦ Θεοῦ Λόγος ἐγνώρισται, ἐκ τῶν μαρμαρυγῶν τῆς θείας αὐτοῦ καὶ ἐνδόξου οὐσίας, ἀδελφοί, ἠλλοιῶσθαι τὴν τῶν ἑκατέρων ἐν αὐτῷ ἀχωρίστως ἀλήθειαν φύσεων.

Οὐ γὰρ ἵνα τὸ ἑαυτοῦ πλάσμα φαντάσῃ ἐσαρκώθη ὁ ἔνδοξος, ἀλλ’ ἵνα τὴν ἐνσπαρεῖσαν ἐν αὐτῷ ἕξιν ἐκ τοῦ ὄφεως τῇ ἑαυτοῦ κοινωνίᾳ ἀναλώσῃ εἰς τέλος. Ὥστε ἕξιν, οὐ γὰρ φύσιν, ἤλλαξεν ἡ σάρκωσις τοῦ Λόγου, ἵνα τὴν μὲν μνήμην ἐκδυσώμεθα τοῦ κακοῦ, τὴν δὲ ἀγάπην ἐνδυσώμεθα τοῦ Θεοῦ· οὐκ εἰς ὅπερ μὴ ἦμεν ἀλλασσόμενοι, ἀλλ’ εἰς ὅπερ ἦμεν τῇ ἀλλαγῇ μετὰ δόξης ἀνακαινιζόμενοι. Αὐτῷ τοίνυν ἡ δόξα καὶ τὸ κράτος τῷ κατελθόντι ἐξ οὐρανῶν ἀφανῶς, ἀνελθόντι δὲ εἰς οὐρανοὺς ἐμφανῶς, τῷ πρὸ τῶν αἰώνων καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.