Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Εἰς τὴν ἀνάληψιν

Διάδοχος Φωτικῆς

Προφητικές και αποστολικές μαρτυρίες

Παράθεση ψαλμικών και αποστολικών χωρίων που προτυπώνουν και επιβεβαιώνουν την κάθοδο του Χριστού στον άδη, την ενανθρώπηση και την ένδοξη ανάβασή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 2 από 4

βʹ. Οἱ δὲ πατέρα τὸν πιστότατον Ἀβραὰμ καυχώμενοι ἐγηγέρθαι τὸν πάντων ἡμῶν σωτῆρα οὐ θέλουσιν ἐκ νεκρῶν, ἀνυποστάτῳ φήμῃ καθ’ ἑκάστην, οἱ δείλαιοι, νομίζοντες τὸ κάλλος τῆς τοσαύτης μολύνειν ἀληθείας (Διεφημίσθη γάρ, φησίν, παρὰ Ἰουδαίοις ὁ λόγος οὖτος ἄχρι τῆς σήμερον)· ἥντινα δαίμονες μὲν ἐπέγνωσαν· οἱ δὲ τὰς ἐντολὰς τοῦ Θεοῦ ὑποδεδέχθαι ὁμολογήσαντες οὔτε ἄχρι λόγου τιμῆσαι προαιροῦνται, καὶ ταῦτα τοῦ προφήτου λέγοντος· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· καὶ πάλιν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Ἅπερ οὔτε πως οἱ τῆς κακίας σοφισταὶ διαστρέψαι εὑρήσουσιν, κἂν ὅπως τὸ ψεῦδος τοῦ πατρὸς αὐτῶν φιλοσοφήσωσιν· ὁ γὰρ ἐπαρθεὶς καὶ ὑψωθεὶς ἐπάνω τῶν οὐρανῶν Κύριος πάντως, ὅτι πρῶτον καταβὰς ἐπὶ τῆς γῆς ἀναβέβηκεν εἰς τοὺς οὐρανούς.

Διόπερ ἀλλαχοῦ προανεφώνησεν ὁ προφήτης λέγων· Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται· ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς. Τοῦτο δὲ ἔλεγεν τῶν τοῦ ᾅδου δυνάμεων τὴν συντριβὴν προευαγγελιζόμενος τοὺς ὑπὸ τὴν σκιὰν ἔτι τοῦ θανάτου καθημένους· ἥντινα ἐνεργεῖσθαι ἐκ τῆς τοῦ Κυρίου ταφῆς καὶ ἀναστάσεως διὰ πολλῶν πεπληροφορήμεθα.

Διόπερ ἐν ἑτέρῳ πάλιν κεφαλαίῳ τὸν ψαλμῳδὸν ἔχομεν λέγοντα· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα ἐν ἀνθρώποις. Ἐκ γὰρ τῆς αἰχμαλωσίας τοῦ θανάτου διὰ τῆς ἑαυτοῦ ἀναστάσεως λαβὼν τὴν ἀνθρωπότητα ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ, καὶ ἀνελθὼν ὑπεράνω τῶν οὐρανῶν, ὅπλα τοῖς θέλουσι δικαιοσύνην (βασιλεὺς γάρ ἐστι δόξης) ηὐτρεπίσατο, λογικοῖς θώραξι τοὺς παρ’ αὐτοῦ ἐν σφραγῖδι ταπεινοφροσύνης στρατολογουμένους καθ’ ἡμέραν ἀσφαλιζόμενος· ἔπρεπεν γὰρ αὐτὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσασθαι αἶνον, τοὺς τῇ οἰήσει τελεῖσθαι νομίζοντας ἀποδοκιμάσαι εἰς τέλος. Σφραγὶς γὰρ ὄντως εὐσεβείας ταπείνωσις· διόπερ ἐκεῖνοι μὲν ἀπειθοῦντες τὸ κατασκηνῶσαι κατὰ τὴν προφητείαν διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐν τῷ φωτὶ τῶν ζώντων, τῆς ἑαυτῶν κομιοῦνται ἀνοίας τοὺς καρπούς.

γʹ. Ἡμεῖς δὲ τὰ τοῦ ψαλμῳδοῦ καὶ πάλιν, ἀδελφοί, φιλοσοφήσωμεν ῥήματα, ἵνα ἴδωμεν καὶ πάλιν τοῖς ὀφθαλμοῖς τοῦ λόγου τὸν ἐπὶ νεφέλης εἰς οὐρανοὺς ἀναβάντα Κύριον· τὴν γὰρ τῶν ἀποστόλων μαρτυρίαν τέως σιωπᾶν με προτρέπεται ὁ λόγος, ἵνα μὴ δόξω παρὰ τοῖς ἄφροσιν ἐμαυτῷ συνηγορεῖν, ὁπότε πᾶς ἀποστολικὸς λόγος ὑπὸ τῆς προφητικῆς μαρτυρεῖται ἀληθείας· γεννήματα γὰρ ὄντες οἱ αὐτῶν λόγοι γνωρίζονται τῶν προφητικῶν ῥήσεων. Ἃ γὰρ οἱ προφῆται κατὰ πρόγνωσιν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ᾐνίξαντο, ταῦτα οἱ ἀπόστολοι κατ’ ἐπίγνωσιν ὑπὸ τοῦ αὐτοῦ ἐμπνευσθέντες ἁγίου πνεύματος διετράνωσαν. Ἐν τῷ ἐγγίζειν γάρ, φησίν, τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.

Εἴπωμεν οὖν πάλιν· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν, ἵνα γνῶμεν σαφῶς ὅτι ἡ ἐνανθρώπησις τοῦ Κυρίου καὶ ἡ ἀπὸ γῆς αὐτοῦ εἰς οὐρανοὺς ἐπάνοδος, ἧστινος τὴν μνήμην σήμερον ἑορτάζομεν, Θεοῦ γνώσεως τὸν κόσμον ἐπλήρωσεν. Ἕως μὲν γάρ που ἦν ἐπὶ τῆς γῆς, μικρὰ περὶ τοῦ μεγαλείου τῆς αὐτοῦ δόξης οἱ πολλοὶ ὑπελάμβανον· ἐπειδὴ δὲ ἐμφανῶς ἀνῆλθεν εἰς τοὺς οὐρανούς, πᾶσαν τὴν τοῦ πατρός, ὡς ἔπρεπεν, ἀποπληρώσας βούλησιν, θαύματος ἡ πᾶσα καὶ γνώσεως ἐπληρώθη κτίσις, ἀναβαίνοντα ἤτοι ἀναλαμβανόμενον τὸν τῶν ὅλων Κύριον θεωροῦσα. Ἐπήρθη μὲν ἤτοι ὑψώθη ὑπεράνω πάντων τῶν οὐρανῶν, κατὰ τὴν προφητείαν, ὡς ἄνθρωπος, ἀνέβη δὲ ὡς Θεός· Ἀνέβη γάρ, φησίν, ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.