Ἔργον
Διάδοχος Φωτικῆς – Εἰς τὴν ἀνάληψιν
Ενότητα υποστάσεως και ασύγχυτο των φύσεων
Θεολογική ανάλυση της αδιαίρετης υποστάσεως του σεσαρκωμένου Λόγου, της διατήρησης των φυσικών ιδιωμάτων και της εσχατολογικής Του ελεύσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ενότητα υποστάσεως και ασύγχυτο των φύσεων
Θεολογική ανάλυση της αδιαίρετης υποστάσεως του σεσαρκωμένου Λόγου, της διατήρησης των φυσικών ιδιωμάτων και της εσχατολογικής Του ελεύσεως.
δʹ. Οὐκ ἂν δὲ τούτοις ὁ προφήτης ἐχρήσατο τοῖς ῥήμασιν, εἰ μὴ τὴν κάθοδον αὐτοῦ ἦν προθεωρήσας τοῖς ὀφθαλμοῖς ἀπλανῶς τῆς προγνώσεως. Ποῦ γὰρ ἦν ἀκόλουθον εἰπεῖν αὐτόν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἢ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, εἰ μὴ καὶ τὴν κατάβασιν αὐτοῦ καὶ τὴν ἀνάβασιν ἦν θεωρήσας ὁ θεολόγος τῇ προγνώσει τοῦ πνεύματος; Διὰ τοῦτο μέν, ὡς προέφην, ποῦ μὲν αὐτὸν ἐπαρθέντα λέγει, ποῦ δὲ ἀναβάντα, ἵνα Θεὸν καὶ ἄνθρωπον τὸν αὐτὸν εἶναι πιστεύσωμεν Κύριον ἐν μιᾷ ὑποστάσει. Διὰ μὲν γὰρ θεότητα ἀνέβη, διὰ δὲ τὸ σῶμα ἐπῆρθαι λέγεται, τοῦτ’ ἔστιν ἀνειλῆφθαι. Οὐκοῦν διὰ πάντων δεῖ νοεῖν ὅτι ὁ κατελθὼν αὐτός ἐστιν καὶ ὁ ἀνελθὼν ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα τὰ πάντα τῆς αὐτοῦ πληρώσῃ χρηστότητος, τοὺς ἀποστόλους αὐτοῦ πρῶτον ἐκ τῶν παθῶν τῆς ἁμαρτίας διὰ τῆς τοῦ ἁγίου πνεύματος καθόδου ῥυσάμενος εἰς τέλος ὑψώσῃ. Τί γάρ φησιν; Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. Ἀγαπητοὶ γὰρ ὄντως εἰσὶ τοῦ Κυρίου κατὰ πρῶτον λόγον οἱ τὸ αὐτοῦ πάθος διὰ πάντων κοινωνήσαντες, καὶ αὐτόπται καὶ κήρυκες γενόμενοι τῆς αὐτοῦ μεγαλειότητος.
εʹ. Ὥστε ἕνα μὲν καὶ τὸν αὐτὸν οἱ προφῆται ἐκήρυττον Κύριον, τῆς δὲ σαρκώσεως αὐτοῦ τὸ σχῆμα εἰς μίαν, ὥς τινες εἰσηγοῦνται νῦν, οὐ συνέχεαν φύσιν· ἀλλὰ τὰ μὲν τῇ θεότητι αὐτοῦ διαφέροντα ῥήματα θεοπρεπῶς ἔλεγον, τὰ δὲ τῷ σώματι αὐτοῦ ἀνθρωποπρεπῶς, ἵνα διδάξωσι σαφῶς ὅτι ὁ ἀναβὰς ἤτοι ἐπαρθεὶς ἐπὶ τοὺς οὐρανοὺς Κύριος, ὃ μὲν ἔστιν, ἐκ τοῦ πατρὸς ὑπάρχει, ὃ δὲ γέγονεν ἐκ τῆς παρθένου, μένει ἄνθρωπος, εἷς ὢν ἐν εἴδει καὶ εἷς ἐν ὑποστάσει. Ὁ γὰρ ἀσώματος, ἑαυτὸν τῇ προσλήψει τῆς σαρκὸς εἰδοποιήσας, ἐμφανῶς ἀνέβη διὰ τοῦτο ὅθεν ἀφανῶς καταβὰς ἐσαρκώθη. Διόπερ ἀνελήφθη μὲν ἐν δόξῃ, ἐπιστεύθη δὲ ἐν δυνάμει, προσδοκᾶται δὲ ἐν φόβῳ, τὴν νεφέλην πάλιν προσδοκώμενος σχεῖν τὴν προφητικὴν εἰς τὴν ἑαυτοῦ κάθοδον ὑπηρέτην. Καὶ γὰρ τότε νεφέλην αὐτῷ ὑπηρετήσασθαι οἱ προφῆται προεῖπον, ἵνα σωματώδης τις καὶ ἐλαφρὴ οὐσία τὸν ἐσωματωμένον φανείη πάλιν βαστάζουσα Κύριον. Βαστάζει μὲν γὰρ ἐν τῇ αὐτοῦ βουλήσει, ὡς ἔφην, τὰ σύμπαντα ὡς Θεός· ὑπὸ δὲ τῆς νεφέλης βασταχθήσεται ὡς καὶ ἄνθρωπος, ἵνα μήτε τότε τοὺς νόμους ἧς προσέλαβεν ἀρνήσηται ὁ φιλόψυχος φύσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.