Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Ὅρασις

Διάδοχος Φωτικῆς

Αγγελιολογία και η κατάσταση της ψυχής μετά την έξοδο

Ανάλυση της φύσης, του αυτεξουσίου και της τοπικής παρουσίας των αγγέλων, καθώς και των αντιλήψεων της ψυχής μετά τον χωρισμό της από το σώμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 3 από 4

Ἀπ. Ποῖον τοῦτο; ἔφη. κγʹ Ἐρ. Οἱ ἄγγελοι ἐν αἰσθήσει εἰσὶν ἢ οὔ; Ἀπ. Κατὰ μὲν τὸν τῆς γνώσεως, ἔφη, λόγον ἐν αἱρετῇ τινι ἐτύγχανον αἰσθήσει κατὰ τὸν αὐτεξούσιον λόγον· διὸ καί τινες ἐξ αὐτῶν πάθει δουλεύσαντες ἔπεσον. Ἐπειδὴ δὲ ὑπὸ τῆς τοῦ θείου καὶ ἐνδόξου πνεύματος δοξολογίας οἱ μὴ συναπαχθέντες τῇ ἀποστασίᾳ ἀσινεῖς διεφυλάχθησαν εἰς ἀπάθειαν, κρείττονές εἰσι καὶ αἰσθήσεων, ἐν ἡδονῇ δέ τινι ἀτρέπτου δόξης ὑπάρχουσιν· ὅθεν καὶ ὅμοια αὐτοῖς ἐστι διὰ παντὸς τὰ νοήματα· οὐ γὰρ μόνον ὁμοίως γινώσκουσι τὰ καλά, ἀλλὰ καὶ ὁμοίως ἀγνοοῦσι τὰ τούτοις ἐναντία· ὅπερ καὶ ἐπὶ τῶν δικαίων ἐν τῇ ἀναστάσει· γενήσεσθαι ἐλπίζεται, ὅταν ὁ καρπὸς τῶν αὐτεξουσίων ἐν ὑποταγῇ τελείᾳ παρ’ αὐτῶν προσενεχθῇ τῷ Θεῷ. κδʹ Ἐρ. Ὀρθῶς. Ἆρα δέ, ἔφην, φωνῇ ποιοῦνται τὴν ὑμνῳδίαν αἱ ἐπουράνιαι ἐκεῖναι καὶ ἅγιαι δυνάμεις, ἢ ἐνδιαθέτῳ, ὥς τινες ὑπονοοῦσι, λόγῳ;

Ἀπ. Φωνῇ, ἔφη· εἰ γὰρ φλόγες πυρός, ὡς αἱ γραφαὶ δηλοῦσιν, ὁμολογοῦνται εἶναι, δῆλον ὅτι φωνῇ τινι ἐξόχῳ ὑμνοῦσι τὸν Θεόν· διόπερ καὶ πολλοὶ τῶν ἁγίων πολλάκις τῆς φωνῆς αὐτῶν ἐν ὀπτασίᾳ αἰσθάνονται, ὡς αἱ γραφαὶ δηλοῦσι. κεʹ Ἐρ. Δῆλον, ἔφην. Ἀλλ’ ἴσως τινὲς ἐροῦσιν ὅτι κατὰ τὸν περὶ τῆς θείας φωνῆς ἀποδοθέντα λόγον καὶ ὁ περὶ τῆς τῶν ἀγγέλων φωνῆς λόγος ὀφείλει θεωρεῖσθαι.

Ἀπ. Θεῷ μέν, ἔφη, ἐπειδὴ πάντα δυνατά, διὰ τοῦτο καὶ ὡς λαλῶν, ὅτε θέλει, δείκνυται, ἐπάνω τούτων μένων, ὡς μόνον ὢν ἄϋλος. Ἀγγέλοις δὲ τοῦτο ἀδύνατον ποιῆσαι· εἰ γὰρ μὴ λαλοῦντες καὶ αὐτοὶ ὡς λαλοῦντες ἠδύναντο, ὅτε ἐβούλοντο, δείκνυσθαι, ἠδύναντο καὶ ὅπερ ἂν ἤθελον ἐξ οὐκ ὄντων ποιεῖν. κϛʹ Ἐρ. Μάλα καλῶς. Τί δὲ καὶ περὶ τῆς ψυχῆς, ἔφην, τῆς χωριζομένης τοῦ σώματος δεῖ νοεῖν;

Ἀπ. Ἡ ψυχή, ἔφη, χωρισθεῖσα τοῦ σώματος, ἕως ὅτε διὰ τῆς ἀναστάσεως ἀπολάβοι τὸ σῶμα, ἐνδιαθέτῳ λόγῳ ὁμολογουμένως ὑμνεῖ τὸν Θεόν, ἐπειδὴ ἐν σώματι ὅλως τὸ λαλεῖν εἴληφεν· οἱ δὲ ἄγγελοι, ἐπειδὴ ἐν ἁπλῇ τινί εἰσι καὶ φιλήχῳ φύσει δεδημιουργημένοι, ἀκαταπαύστοις φωναῖς, ὡς ἐγνώκαμεν, κέχρηνται, οὐχ ὡς δι’ ὀργάνου τινὸς σωματικοῦ φθεγγόμενοι, ἀλλ’ αὐτὴν ὥσπερ τὴν ἀεικινησίαν πρὸς αἰτίαν ἤχου τινος ἔχοντες ἐξαίσιον· τὸ γὰρ ἀερῶδες αὐτῶν τῆς φύσεως λίαν φιλῳδὸν τυγχάνον εἰς ἄπαυστον ἀεὶ αὐτοὺς προτρέπεται καὶ τρανοτάτην βοήν. κζʹ Ἐρ. Σαφῶς. Ποίῳ δ’ ἄρα, ἔφην, τρόπῳ δεῖ νοεῖν εἰς εἶδος αὐτοὺς μεταβάλλεσθαι, ὅταν παρὰ Θεοῦ πρός τινα τῶν ἁγίων ἀποστέλλωνται;

Ἀπ. Ξένον μέν, ἔφη, ἀκοῆς τὸ ἐρώτημα καὶ ἀποκρίσεως διὰ τοῦτο ἀστοχοῦν· πλὴν δεῖ λογίζεσθαι ὅτι, εἰς ὅπερ ἂν ἐλθεῖν κελευσθέντες ἐνθυμηθῶσιν εἶδος, ἑτοίμως εἰς τοῦτο τῇ φαντασίᾳ ἔρχονται, εὐχερῶς τῆς φύσεως αὐτῶν τῇ θελήσει ὑπουργούσης διὰ πολλὴν ἀραιότητα· πυκνουμένης γὰρ ὥσπερ τῇ δυνάμει τῆς θελήσεως, ἐκ τοῦ μὴ φαινομένου εἰς τὸ φαινόμενον ἀνεμποδίστως τῇ φαντασίᾳ ἔρχονται, ἐν ᾧπερ ἄν, ὡς ἔφην, σχήματι ὀφθῆναι τῇ καθαρᾷ ψυχῇ θέλωσι· καθαρᾶς γάρ ἐστι μόνον ψυχῆς τῆς πνευματικῆς ἰδεῖν δυνηθῆναι γνωστῶς τὸ εἶδος τῆς φαντασίας· ἐὰν γὰρ μὴ τὸ πρὸς φαντασίαν καλούμενον τῇ τοῦ φαντάζοντος συντρέχει διαθέσει, οὐδαμῶς δύναται ἀγγέλου καὶ ἀνθρώπου φανερῶς γενέσθαι συνουσία.

Διόπερ καὶ αἰσθητῇ τότε κέχρηνται φωνῇ, τὸ σχῆμα τῆς φαντασίας καὶ τῆς φωνῆς διὰ τὴν εἰρημένην, ἐμοὶ δοκεῖ, αἰτίαν μιμουμένης. κηʹ Ἐρ. Πιθανῶς. Ἔτι δέ μοι τοῦτο, ἔφην, παρακαλῶ σε, ὦ διδάσκαλε Λόγε, πρὶν ἐπιστῆναι τὴν ἡμέραν φράσον (οἶδα γὰρ ὅτι ἐπελθούσης αὐτῆς εὐθέως ἀποστήσῃ· οὐ φέρεις γὰρ παρεστάναι ψυχῇ πρὸς τὸ λαλεῖν λοιπὸν ἢ ὁρᾶν τὰ τοῦ βίου πτερυσσόμενα σχήματα)· εἰ ἀποστελλόμενοι παρὰ Θεοῦ οἱ ἄγγελοι ἐπὶ τῆς γῆς, ἐν ὧπέρ εἰσι χρόνῳ ἐν τῷ κόσμῳ, οὐ τῆς ἐν οὐρανοῖς αὐτῶν διατριβῆς ἀπολιμπάνονται.

Ἀπ. Ἀδύνατον μέν, ἔφη, ἐν ὧπέρ εἰσι χρόνῳ ἐν τῷ κόσμῳ, εἶναι αὐτοὺς τῷ αὐτῷ τρόπῳ καὶ ὑπεράνω τοῦ οὐρανοῦ· τοῦτο γὰρ μόνον τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου ὑπάρχει ἴδιον τοῦ καὶ ἐν τῇ γῇ ταύτῃ φαινομένου ἀφαντάστως καὶ τῶν ἐπουρανίων μὴ ἀπολειπομένου ἀλλὰ πάντα περιέχοντος διὰ τὸ τῆς φύσεως αὐτοῦ ἀπερίγραπτον. Δεῖ δὲ εἰδέναι ὅτι, ὅπου ἐὰν ὦσι πᾶσαι ἐκεῖναι αἱ ἀγγελικαὶ δυνάμεις, οὕτω τὰ ἐπουράνια πάντα καὶ τὰ ἐν κόσμῳ ἐνορῶσι πράγματα, ὡσανεὶ περὶ αὐτὰς δι’ ὅλου κείμενα. Τὸ γὰρ διαυγὲς αὐτῶν τῆς φύσεως καὶ τὸ ὥσπερ ὄψιν αὐτοῦ πανταχόθεν ὑπάρχειν διὰ τὴν χάριν μάλιστα τοῦ ἁγίου πνεύματος, οὕτως ἅπαντα ποιεῖ αὐτὰς καθορᾶν.

Ὁ Θεὸς δὲ μόνος καὶ τὰ μέλλοντα ἐγγὺς καθορᾷ, ὡς ὑπὲρ τὰ πάντα ὤν, καὶ οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ ὁτεδήποτε ἐσόμενα ὡς ἤδη παρόντα τῇ δόξῃ περιέχων· διόπερ καὶ μόνος βουλὰς καρδιῶν οἶδεν. κθʹ Ἐρ. Οὐκοῦν καὶ ἡ ψυχή, ἔφην, χωρισθεῖσα τοῦ σώματος κατὰ τὸν περὶ τῶν ἀγγέλων ἀποδοθέντα λόγον οὐ μόνον τὴν τῶν ἀσωμάτων ἐνοπτρίζεται χώραν, ἀλλὰ καὶ πάντα τὰ ἐν κόσμῳ ὁμοίως ὁρᾷ;

Ἀπ. Ἥκιστα, ἔφη· οἱ μὲν γάρ, ἐπειδὴ ἐν ἁπλῇ ἅπαξ ἐδημιουργήθησαν φύσει, οὐ μόνον τὰ ὑπὲρ τόπον ἀλλὰ καὶ τὰ ἐν τόπῳ δύνανται πάντως ὁρᾶν· ἀραιᾶς γὰρ φύσεως ἴδιον μὴ ὁρᾶσθαι μὲν παρὰ τῶν ἐν πυκνότητι φύσεως ὄντων, ὁρᾶν δὲ πᾶσαν τὴν τοιαύτην φύσιν. Ἡ δὲ ψυχή, ἐπειδὰν χωρισθῇ τοῦ σώματος, οὐκέτι τὰ ἐν τόπῳ δύναται ὁρᾶν· ὅτι πνεῦμα γάρ, φησί, διῆλθεν ἐν αὐτῷ, καὶ οὐκ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ· ἐπειδὴ γὰρ διὰ τῇς συγκράσεως τοῦ σώματος ἐν τόπῳ γίνεται, ἀνάγκη πᾶσα χωρισθεῖσαν αὐτὴν τοῦ σώματος μηκέτι ταῦτα ὁρᾶν ἅπερ ἑώρα διὰ τοῦ σώματος· ὅτι ὁ μὲν ἄνθρωπος ἐν τῇ συγκράσει τὸ ὁλόκληρον ἔχει, οἱ δὲ ἄγγελοι ἐν ἁπλότητι φύσεως.