Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Ὅρασις

Διάδοχος Φωτικῆς

Εισαγωγή στο όραμα και η θεοφάνεια της βάπτισης

Ο διάλογος για την παραμονή στην έρημο, το κήρυγμα του Ιωάννη και η φανέρωση της Αγίας Τριάδας κατά τη βάπτιση του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 1 από 4

Ὅρασις τοῦ ἁγίου Διαδόχου, ἐπισκόπου Φωτικῆς τῆς Ἠπείρου. αʹ Ἐρώτ. Τί δὴ τοσοῦτον τὴν ἔρημον ἐθαύμασας, εἰπέ μοι, δέομαί σου; νύκτωρ ἠρεμούσης μου τῆς ψυχῆς ἠρώτουν ὡσανεὶ παρόντα τὸν σοφὸν Ἰωάννην. Ὦ πολύφημε καὶ μήτηρ Ἐκκλησία, τί περὶ τὸ ἄγριον ἐκεῖνο καὶ ἀνεπιμέλητον οὕτω θερμῶς, πάλιν ἔλεγον, διέκεισο πρόσωπον; ἢ τί τὴν ἀνθρωπίνας ἀκοὰς τέρπουσαν βοὴν ἀψύχῳ οὕτως ἡδέως ἐβόας ἐν ἐρήμῳ; καὶ αὐτός, μᾶλλον δὲ ὡς αὐτός μοι παρεισελθὼν διελέχθη λόγοις·

Ἀπόκρ. Καὶ πῶς, ἔφη, σοι λαλῆσαι δυνήσομαι, ὁ ἔξω που ὢν τοῦ φθαρτοῦ αἰῶνος τῷ τέως ἐν αὐτῷ ἕως ὁ Θεὸς θέλει ἐνδιάγοντι, φίλε; βʹ Ἐρ. Δυνήσῃ, ἔφην, θαυμάσιε, τὸν ἔρωτά σου τῆς σοφίας εἰ θελήσεις ὀφθῆναί μοι ἐν ἐρωτήσεσι λόγων, καὶ εἰ βούλει συντάξομαι, εἰς αὐτὸ φθάσας τὸ χωρίον τῶν λόγων, ἵνα σὺ μὲν διδάξῃς ἐγὼ δὲ μάθω τίνος δὴ χάριν ἔτερψας οὕτως τοῖς λόγοις καὶ τῷ βίῳ τὴν ἐρημίαν, ἀνδρεῖε, πόλιν ἀρετῶν ἐκεῖσε συστησάμενος;

Ἀπ. Βίου μέν, ἔφη, καθαρότητος ἴχνος, ἐρημίας ὀσμή, πολιτικῶν δὲ ἠθῶν ἀπαλλαγὴ ἡ τῆς ἐκεῖ σιωπῆς εὔσχημος ὁμιλία, καὶ διὰ τοῦτο τὴν ζάλην τῶν ἀνθρωπίνων ἐκεῖσε διαλύων λογισμῶν τῇ δυνάμει τῆς ὑπομονῆς διετέλουν, ἐν πνεύματι τὸ ῥῆμα περιμένων ἧς ἐμνήσθης βοῆς. γʹ Ἐρ. Καλῶς. Τί οὖν τὸ σχῆμα τῆς βοῆς; τοῦτο γὰρ τέως παρὰ σοῦ μαθεῖν ὀρέγομαι.

Ἀπ. Τὴν τοῦ Ἰσραήλ, ἔφη, ὡμίλει κουφότητα· ἐπειδὴ γὰρ ἐκεῖνοι κηρῷ ὥσπερ ἀγνωμοσύνης ἐσφράγισαν τὰς ἑαυτῶν ἀκοάς, ἀπωθούμενοι τὸν ἦχον τῆς γνώσεως τοῦ Ὑψίστου, τὰ θηριώδη ἔθνη ἐκ τῶν ἐρήμων τόπων εἰς ἀπάντησιν προσεκαλούμην τῆς αὐτοῦ πίστεως, αἰνίγματι σαφεῖ μορφῶν τὴν θεωρίαν. δʹ Ἐρ. Καὶ τίς, ἔφην ἐγώ, ὁ τοῦ κηρυττομένου σημάνας τὴν δύναμιν;

Ἀπ. Ῥῆμα, ἔφη, πατρικόν, ἐν πνεύματι ἐνεχθέν. εʹ Ἐρ. Πιστῶς. Ἀλλὰ πῶς ὃν οὐκ ᾔδεις ἐπεγίνωσκες, εἰπέ μοι; Ἀπ. Ἐν μορφῇ ἀνθρώπου κράτος ἑώρων θεῖον. ϛʹ Ἐρ. Ἐγὼ δέ σε καὶ τῆς τόλμης, ἔφην, ἐθαύμασα, θεσπέσιε.

Ἀπ. Ποίας; ἔφη. ζʹ Ἐρ. Ὅτι δὴ ἄνθρωπος ὢν υἱὸν ἐβάπτιζες Θεοῦ. Ἀπ. Τῇ ὑπακοῇ, ἔφη, τὴν τόλμαν ἰασάμην· ὑπακοῆς γὰρ οὐδὲν ταπεινότερον. ηʹ Ἐρ. Πάνυ γ’ ἐκ καρδίας ὄντως συντετριμμένης ὑπακοὴ τίκτεται. Ἀπ. Ὀρθῶς, ἔφη, λέγεις. θʹ Ἐρ. Ἐγὼ δὲ πάλιν· Πῶς τὴν μακαριότητα, ἔφην, ἐπέγνως τοῦ ἁγίου πνεύματος, καὶ ταῦτα ἐν σχήματι καταπτάντος αὐτοῦ ἐκ τῶν οὐρανῶν ἐπὶ τὸν Κύριον; ἐν περιστερᾶς γὰρ αὐτὸ ἐμαρτύρησας ἑωρακέναι εἴδει.

Ἀπ. Ἄνεμοί τινες, ἔφη, χαρᾶς τὴν αὐτοῦ προελάμβανον ἄφραστον παρουσίαν καὶ ἡ ἐκ τῶν οὐρανῶν δὲ λοιπὸν ἀπηχηθεῖσα φωνή, ἥτις ὡσανεὶ δακτύλῳ τὸν υἱὸν ὑπεδείκνυεν ὑπὸ τοῦ πατρὸς μαρτυρούμενον, σαφῶς ὑπέδειξέ μοι τῆς περιστερᾶς ἐκείνης τὸ ἄπειρον. ιʹ Ἐρ. Ἱκανῶς. Ἆρα δέ, ἔφην, αὐτοῦ τοῦ πατρὸς ἦν ἡ ἀπηχηθεῖσα φωνή, ἢ δυνάμεώς τινος ἐκ προσώπου τοῦ Θεοῦ κεκραγυίας;

Ἀπ. Αὐτοῦ τοῦ πατρός, ἔφη. ιαʹ Ἐρ. Καὶ πῶς, ἔφην, εἰπέ μοι, αἰσθητῇ φωνῇ εἶχε χρήσασθαι ὁ ἐν ἀσωμάτῳ ὢν καὶ ἀορατῷ φύσει; Ἀπ. Οὐχ ὡς δι’ ὀργάνου τινὸς φωνητικοῦ τὸ θεῖον, ἔφη, φθέγγεται· ἀλλ’ ὅτε θελήσει τὴν ἑαυτοῦ βούλησιν ἀκουστὴν γενέσθαι, ὡς φωνὴ ἡ βούλησις φθέγγεται τῷ ὑπὸ τῆς θείας νυττομένῳ ἐνεργείας. Διὸ οὓς μὲν θέλει ἀκοῦσαι, ἀκούουσι, κἂν ὁμοῦ που ὦσιν οἱ ἀκοῦσαι ὀφείλοντες καὶ οἱ μὴ τῆς ἀκοῆς ἐκείνης ἄξιοι ὄντες. Διόπερ εἰς ἐκεῖνον μόνον τὸν τόπον ὅπου ἐβαπτίσθη ὁ Κύριος ἠκούσθη ἡ φωνή· εἰ δὲ μὴ τοῦτο ἦν, πᾶς ἂν ὁ κόσμος ᾔσθετο τῆς ἐκ τοσούτου ὕψους φωνῆς ἀπηχηθείσης, κἂν ἀγγέλου ἦν ἡ φωνή. Τοῦτο δὲ ἐκ τοῦ εὐαγγελίου μάλιστα τοῦ κατὰ τὸν θεσπέσιον Μάρκον ἔξεστι τῷ θέλοντι μανθάνειν· τῆς γὰρ ἐπὶ τοῦ ὄρους, ὅτε μετεμορφώθη ὁ Κύριος, ἐνεχθείσης φωνῆς μεμνημένος λέγει· Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοὺς καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. ιβʹ Ἐρ. Ὀρθῶς, ἔφην, ἐδίδαξας. Καὶ τὸ ἐν εἴδει ὦφθαι τὸ ἅγιον καὶ ζωοποιὸν πνεῦμα πῶς δεῖ νοεῖν; ἀίδιος γὰρ καὶ ἀμετάβολος, ὡς εἶπας. Τίς οὖν οἶδεν οἵα ὑπάρχει ἡ μακαρία φύσις;

Ἀπ. Καὶ τοῦτο, ἔφη, τῆς ἐπὶ τῇ φωνῇ τοῦ Πατρὸς προσήκει θαυμάζειν θεωρίας· οὐ γὰρ τοῦ Πνεύματος ἡ ἀόρατος καὶ ἀμετάβλητος φύσις εἰς τὸ τῆς περιστερᾶς μετεβλήθη εἶδος, ἵν’ οὕτως ὡς ἤθελεν ὁραθῇ· ἀλλ’ ὁ τούτου καταξιωθεὶς τοῦ κάλλους τοῦτο εἶδεν, ἐν ᾧπερ ὁραθῆναι ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα καταβαῖνον ἐκ τῶν οὐρανῶν ἠθέλησεν, ὥστε βουλήσει, ἔφη, ἐδείχθη τῷ θεασαμένῳ τὸ εἶδος· οὐ μὴν τὴν ἄρρητον καὶ ἀπερινόητον φύσιν ἐκείνην φαίη τις ἂν εἰς ἐκεῖνο τὸ μέτριον ὡς κατὰ συστολὴν σχηματισθεῖσαν τεθεωρηκέναι εἶδος. Τοῦτον τοίνυν, ἔφη, τὸν τρόπον ὡς ἐν ὁράσει εἴδους εἶδον καὶ οἱ προφῆται τὸν Θεόν· οὐ γὰρ αὐτὸς εἰς σχῆμα μεταβαλλόμενος αὐτοῖς ἐφαίνετο, ἀλλ’ αὐτοὶ ὡς ἐν εἴδει δόξης ἑώρων τὸν ἀσχημάτιστον, βουλήσεως αὐτοῖς οὐ φύσεως ἐν εἴδει δεικνυμένης· ἡ γὰρ τῆς βουλήσεως ἐνέργεια ὡς εἶδος αὐτοῖς ἐν ταῖς ὀπτασίαις δηλαδὴ δόξης ἐφαίνετο, διὰ τὸν ἐν εἴδει βουλῆς ἑαυτὸν ὅλως ὀφθῆναι θελήσαντα. ιγʹ Ἐρ. Πῶς οὖν ἄρα ὁραθήσεται, ἔφην, ἐν τῷ ἀφθάρτῳ αἰῶνι ἀνθρώποις Θεός;