Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία Δ': Ο φόβος του Θεού

Διάκριση μεταξύ εισαγωγικού και τέλειου φόβου, η πορεία προς την πνευματική υιοθεσία και η αποφυγή της αυθάδειας στις διαπροσωπικές σχέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 4 από 17

Δʹ. ΠΕΡΙ ΘΕΙΟΥ ΦΟΒΟΥ Λέγει ἐν ταῖς Καθολικαῖς ὁ ἅγιος Ἰωάννης· Ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Ἄρα τί θέλει διὰ τούτου σημᾶναι ἡμῖν ὁ ἅγιος; ποίαν ἄρα λέγει ἀγάπην καὶ ποῖον φόβον; Ὁ μὲν Προφήτης ἐν τῷ ψαλμῷ λέγει·

Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ· καὶ ἄλλα δὲ μυρία τοιαῦτα εὑρίσκομεν ἐν ταῖς ἁγίαις Γραφαῖς. Εἰ οὖν καὶ οἱ ἅγιοι οὕτως ἀγαπῶντες τὸν Κύριον φοβοῦνται αὐτόν, πῶς λέγει· Ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον; Δεῖξαι ἡμῖν θέλει ὁ ἅγιος ὅτι δύο εἰσὶ φόβοι, εἷς εἰσαγωγικὸς καὶ εἷς τέλειος, καὶ ὅτι ὁ μὲν εἷς τῶν ἀρχομένων ἐστίν, ὡς ἂν εἴποι τις, τοῦ θεοσεβεῖν, ὁ δὲ ἄλλος τῶν ἁγίων ἐστὶ τῶν τελειωθέντων, τῶν φθασάντων εἰς τὸ μέτρον τῆς ἁγίας ἀγάπης.

Οἷόν τι λέγω· Ποιεῖ τις τὸ θέλημα τοῦ Θεοῦ διὰ τὸν φόβον τῶν κολάσεων· οὗτος, ὡς εἴπομεν, ἀκμὴν ἀρχάριός ἐστιν, οὗτος οὐ ποιεῖ ἀκμὴν δι’ αὐτὸ τὸ καλόν, ἀλλὰ διὰ τὸν φόβον τῶν πληγῶν. Ἄλλος δὲ ποιεῖ τὸ θέλημα τοῦ Θεοῦ ἀγαπῶν αὐτὸν τὸν Θεόν, ἀγαπῶν ἰδικῶς τὸ εὐαρεστεῖν τῷ Θεῷ.

Οὗτος οἶδε τί ἐστιν αὐτὸ τὸ καλόν, οὗτος ἔγνω τί ἐστι τὸ εἶναι μετὰ τοῦ Θεοῦ. Ἰδοὺ οὗτός ἐστιν ὁ ἔχων τὴν ἀληθινὴν ἀγάπην, ἣν λέγει ὁ ἅγιος τελείαν, καὶ αὕτη ἡ ἀγάπη φέρει αὐτὸν εἰς τὸν τέλειον φόβον. Φοβεῖται γὰρ ὁ τοιοῦτος καὶ φυλάττει τὸ θέλημα τοῦ Θεοῦ, οὐκ ἔτι διὰ τὰς πληγάς, οὐκ ἔτι διὰ τὸ μὴ κολασθῆναι, ἀλλ’ ὥσπερ εἴπομεν, γευσάμενος αὐτῆς τῆς γλυκύτητος τοῦ εἶναι μετὰ τοῦ Θεοῦ, φοβεῖται μὴ ἐκπέσῃ αὐτῆς, φοβεῖται μὴ στερηθῇ αὐτῆς. Οὗτος οὖν ὁ τέλειος φόβος ὁ ἐκ τῆς ἀγάπης ταύτης γινόμενος ἔξω βάλλει τὸν εἰσαγωγικὸν φόβον. Καὶ διὰ τοῦτο λέγει ὅτι· Ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Ἀδύνατον δέ ἐστιν ἐλθεῖν τὸν τέλειον φόβον, εἰ μὴ διὰ τοῦ εἰσαγωγικοῦ.

Τρεῖς γάρ εἰσι διαθέσεις, ὡς λέγει ὁ ἅγιος Βασίλειος, δι’ ὧν δυνάμεθα εὐαρεστῆσαι τῷ Θεῷ. Ἢ γὰρ φοβούμενοι τὴν κόλασιν εὐαρεστοῦμεν καὶ ἐσμὲν ἐν τῇ καταστάσει τοῦ δούλου· ἢ τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, τῆς ἑαυτῶν ἕνεκεν ὠφελείας πληροῦμεν τὰ προστεταγμένα καὶ κατὰ τοῦτο προσεοίκαμεν τοῖς μισθίοις· ἢ δι’ αὐτὸ τὸ καλὸν καὶ ἐσμὲν ἐν τῇ καταστάσει τοῦ υἱοῦ. Ὁ γὰρ υἱὸς ὅταν ἔλθῃ εἰς φρόνησιν, ποιεῖ τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ, οὐ φοβούμενος μὴ δαρῇ, οὐδὲ διὰ τὸ λαβεῖν μισθὸν παρ’ αὐτοῦ, ἀλλὰ ἀγαπῶν αὐτόν, φυλάττων αὐτῷ ἰδικῶς αὐτὴν τὴν ἀγάπην καὶ τὴν τιμὴν τὴν πατρικήν, καὶ πεπεισμένος ἐστὶν ὅτι πάντα τὰ ὑπάρχοντα τοῦ πατρός, αὐτοῦ ἐστιν. Ὁ τοιοῦτος ἀξιοῦται ἀκοῦσαι· Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ· ὁ τοιοῦτος οὐκ ἔτι φοβεῖται, ὡς εἴπομεν, τὸν Θεὸν κατ’ ἐκεῖνον δῆλον ὅτι τὸν εἰσαγωγικὸν φόβον, ἀλλὰ ἀγαπᾷ, ὡς λέγει ὁ ἅγιος Ἀντώνιος· Ἐγὼ οὐκ ἔτι φοβοῦμαι τὸν Θεόν, ἀλλὰ ἀγαπῶ αὐτόν. Καὶ ὁ Κύριος λέγων τῷ Ἀβραὰμ μετὰ τὸ προσενέγκαι τὸν υἱὸν αὐτοῦ, τὸ Νῦν ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεόν, ἐκεῖνον σημαίνει τὸν τέλειον φόβον τὸν ἐκ τῆς ἀγάπης ἐγγινόμενον. Πῶς γὰρ εἶχεν εἰπεῖν τὸ Νῦν ἔγνων;

Ἐλέησον, τοσαῦτα ἐποίησεν, ὑπήκουσε τοῦ Θεοῦ καὶ ἀφῆκε τὰ ἴδια πάντα καὶ παρῴκησεν εἰς γῆν ἀλλοτρίαν καὶ εἰς ἔθνος εἰδωλολατρῶν, ὅπου οὐκ ἦν οὐδὲ ἴχνος θεοσεβείας, καὶ ἐπὶ τούτοις ὑπήνεγκε καὶ τὸν τοιοῦτον φοβερὸν πειρασμὸν τῆς θυσίας τοῦ υἱοῦ, καὶ μετὰ ταῦτα πάντα ἔλεγεν αὐτῷ· Νῦν ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεόν· δῆλον ὅτι τὸν τέλειον φόβον ἔλεγε τὸν τῶν ἁγίων.

Οὐκ ἔτι γὰρ διὰ φόβον κολάσεως ἢ διὰ τὸ λαβεῖν μισθὸν ποιοῦσι τὸ θέλημα τοῦ Θεοῦ, ἀλλὰ ἀγαπῶντες, καθὼς πολλάκις εἴπομεν, φοβούμενοι ποιῆσαί τι παρὰ τὸ θέλημα τοῦ ἀγαπητοῦ. Καὶ διὰ τοῦτο λέγει· Ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον. Οὐκ ἔτι γὰρ ἀπὸ φόβου ποιοῦσιν, ἀλλ’ ἐκ τοῦ ἀγαπᾷν φοβοῦνται.

Οὗτός ἐστιν ὁ τέλειος φόβος, ἀλλ’ οὐ δυνατὸν τὸν τέλειον ἐλθεῖν, ὡς προείπομεν, εἰ μὴ σχῇ τις πρῶτον τὸν εἰσαγωγικὸν φόβον. Λέγει γάρ· Ἀρχὴ σοφίας φόβος Κυρίου· καὶ πάλιν λέγει· Ἀρχὴ καὶ τέλος ἐστὶν ὁ φόβος τοῦ Θεοῦ. Ἀρχὴν λέγει τὸν εἰσαγωγικὸν φόβον, μεθ’ ὅν ἐστιν ὁ τέλειος ὁ τῶν ἁγίων. Ὁ οὖν εἰσαγωγικὸς φόβος τῆς καταστάσεως ἡμῶν ἐστιν· οὗτος φυλάττει τὴν ψυχὴν ὥσπερ ἡ γάνωσις ἀπὸ πάσης κακίας. Λέγει γάρ· Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ἐὰν οὖν ἐκκλίνῃ τις ἀπὸ κακοῦ διὰ τὸν φόβον τῆς κολάσεως, ὡς ὁ δοῦλος φοβούμενος τὸν δεσπότην, ἔρχεται κατὰ μέρος καὶ εἰς τὸ ποιῆσαι τὸ ἀγαθόν, καὶ ποιῶν τὸ ἀγαθὸν κατὰ μικρὸν μικρὸν ἄρχεται καὶ ἀνταπόδοσίν τινα τῆς ἐργασίας τοῦ ἀγαθοῦ ἐλπίζειν, καθάπερ ὁ μισθωτός. Ὅταν οὖν ἐμμείνῃ φεύγων τὸ κακόν, ὡς εἴπομεν, διὰ τὸν φόβον ὥσπερ ὁ δοῦλος, καὶ πάλιν ποιῶν τὸ ἀγαθὸν διὰ τὴν ἐλπίδα ὥσπερ ὁ μισθωτός, χρονίζων σὺν Θεῷ ἐν τῷ ἀγαθῷ καὶ κατὰ ἀναλογίαν συναπτόμενος τῷ Θεῷ γεύεται λοιπὸν καὶ εἰς αἴσθησίν τινα ἔρχεται αὐτοῦ τοῦ ὄντως ἀγαθοῦ καὶ οὐκέτι θέλει χωρισθῆναι ἀπ’ αὐτοῦ.

Τίς γὰρ αὐτὸν ἔτι δύναται χωρίσαι, ὡς εἶπεν ὁ Ἀπόστολος, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; τότε φθάνει εἰς τὸ μέτρον τοῦ υἱοῦ καὶ ἀγαπᾷ δι’ αὐτὸ τὸ καλὸν καὶ φοβεῖται ἐπειδὴ ἀγαπᾷ. Καὶ οὗτός ἐστιν ὁ μέγας καὶ τέλειος φόβος.

Διὰ τοῦτο καὶ ὁ Προφήτης διδάσκων ἡμᾶς τὴν διαφορὰν τούτων τῶν φόβων ἔλεγε· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Θέτε τὸν νοῦν ὑμῶν εἰς ἕκαστον ῥῆμα τοῦ Προφήτου, πῶς ἑκάστη λέξις αὐτοῦ ἔχει δύναμιν. Πρῶτον λέγει· Δεῦτε πρός με, προσκαλούμενος ἡμᾶς ἐπὶ τὴν ἀρετήν. Προστιθεῖ καὶ τέκνα· τέκνα καλοῦσιν οἱ ἅγιοι τοὺς διὰ τοῦ λόγου αὐτῶν μεταμορφουμένους ἀπὸ τῆς κακίας εἰς τὴν ἀρετήν, ὡς λέγει ὁ Ἀπόστολος· Τεκνία οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἶτα μετὰ τὸ προσκαλέσασθαι ἡμᾶς καὶ προτρέψασθαι ἐπὶ τὴν τοιαύτην μεταμόρφωσιν, λέγει·

Φόβον Κυρίου διδάξω ὑμᾶς. Βλέπετε τὴν παρρησίαν τοῦ ἁγίου. Ἡμεῖς ὅταν θέλωμεν εἰπεῖν τί ποτε καλόν, ἀεὶ λέγομεν· Θέλετε διαλεχθῶμεν μικρὸν καὶ γυμνάσωμεν περὶ φόβου Θεοῦ ἢ περὶ ἄλλης ἀρετῆς; Ὁ δὲ ἅγιος οὐχ οὕτως, ἀλλὰ μετὰ παρρησίας ἔλεγε· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Εἶτα, ὥς τινος ἀποκρινομένου ὅτι· Ἐγὼ θέλω, δίδαξόν με πῶς ζῆσαι καὶ ἰδεῖν ἡμέρας ἀγαθάς, διδάσκει καὶ λέγει· Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.

Ἰδοὺ τέως τὴν ἐνέργειαν ἀνακόπτει τοῦ κακοῦ διὰ τοῦ φόβου τοῦ Θεοῦ· τὸ Παῦσαι τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, ἐστὶ τὸ μὴ πλῆξαι διά τινος τὴν συνείδησιν τοῦ πλησίον, τὸ μὴ κακολογῆσαι, τὸ μὴ παροξῦναι· τὸ δὲ Τὰ χείλη μὴ λαλῆσαι δόλον, ἐστὶ τὸ μὴ δολιεύσασθαι τὸν πλησίον.

Εἶτα ἐπάγει· Ἔκκλινον ἀπὸ κακοῦ. Εἶπε πρῶτον μερικάς τινας ἁμαρτίας, τὴν καταλαλιάν, τὴν δολιότητα, καὶ οὕτως ἐπήγαγε περιεκτικῶς περὶ πάσης κακίας τὸ Ἔκκλινον ἀπὸ κακοῦ· οἷον, φύγε ἁπλῶς πᾶν κακόν, ἔκκλινον ἀπὸ παντὸς πράγματος φέροντος ἁμαρτίαν. Καὶ οὐκ εἶπε τοῦτο μόνον καὶ ἐσιώπησεν, ἀλλὰ προσέθηκε·

Καὶ ποίησον ἀγαθόν· ἔστι γὰρ ὅτε οὐ κακοποιεῖ τις, οὐ μέντοι καὶ ἀγαθοποιεῖ· ἔστι πάλιν ὅτε οὐκ ἀδικεῖ τις, οὐ μέντοι καὶ ἐλεεῖ· ἔστιν ὅτε οὐ μισεῖ τις, οὐ μέντοι καὶ ἀγαπᾷ. Καλῶς οὖν εἶπεν ὁ προφήτης· Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.

Ἰδοὺ δεικνύει ἡμῖν τὴν ἀκολουθίαν ἐκείνην τῶν τριῶν καταστάσεων ὧν προείπομεν, πῶς διὰ τοῦ φόβου τοῦ Θεοῦ ἐχειραγώγησεν εἰς τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, καὶ οὕτως προτρέπεται ἐπιβῆναι καὶ τοῦ ἀγαθοῦ. Ἐὰν γὰρ ἀξιωθῇ τις ἀργῆσαι ἀπὸ τοῦ κακοῦ καὶ φυγεῖν ἀπ’ αὐτοῦ, φυσικῶς λοιπὸν ἐνεργεῖ τὸ ἀγαθὸν ὁδηγούμενος ὑπὸ τῶν ἁγίων.

Ταῦτα εἰπὼν πάνυ καλῶς καὶ ἀκολούθως ἐπιφέρει τὸ Ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν· καὶ οὐκ εἶπεν· ζήτησον μόνον, ἀλλὰ δρομαίως καταδίωξον, ἵνα καταλάβῃς αὐτήν. Θέτε πάνυ τὸν νοῦν ὑμῶν εἰς τὸ ῥητὸν τοῦτο καὶ βλέπετε ἀκρίβειαν τοῦ ἁγίου. Ὅταν ἀξιωθῇ τις ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ καὶ σπουδάσῃ σὺν Θεῷ λοιπὸν ἐνεργῆσαι τὸ ἀγαθόν, εὐθέως ἐπιφέρονται αὐτῷ οἱ πόλεμοι τοῦ ἐχθροῦ.

Λοιπὸν ἀγωνίζεται, κοπιᾷ, συντρίβεται, οὐ μόνον φοβούμενος ἀποστρέψαι πάλιν εἰς τὸ κακόν, ὡς εἴπομεν περὶ τοῦ δούλου, ἀλλὰ καὶ ἐλπίζων, ὡς προείπομεν, τὸν μισθὸν τοῦ ἀγαθοῦ καθάπερ μισθωτός. Ἐν τῷ οὖν πολεμεῖσθαι καὶ πολεμεῖν καὶ πυκτεύειν μετὰ τοῦ ἐχθροῦ, ποιεῖ τὸ ἀγαθόν, ἀλλὰ μετὰ πολλῆς θλίψεως, μετὰ πολλῆς συντριβῆς. Ὅταν δὲ γένηται αὐτῷ βοήθεια παρὰ τοῦ Θεοῦ, καὶ ἄρξηται λοιπὸν ἐν ἕξει τινὶ γίνεσθαι περὶ τὸ ἀγαθόν, τότε βλέπει τὴν ἀνάπαυσιν, τότε κατὰ πρόσβασιν γεύεται τῆς εἰρήνης, τότε αἰσθάνεται τί ἐστιν ἡ θλίψις τοῦ πολέμου καὶ τί ἐστιν ἡ χαρὰ καὶ ἡ εὐφροσύνη τῆς εἰρήνης· λοιπὸν ζητεῖ αὐτήν, σπουδάζει λοιπὸν καὶ τρέχει καταδιώκων, ἵνα καταλάβῃ αὐτήν, ἵνα τελείως κτήσηται αὐτήν, ἵνα εἰσοικήσῃ αὐτὴν ἐν ἑαυτῷ.

Καὶ τί λοιπὸν μακαριώτερον τῆς ψυχῆς ἐκείνης τῆς ἀξιωθείσης τούτου τοῦ μέτρου; Ὁ τοιοῦτος, καθὼς πολλάκις εἴπομεν, εἰς τὸ μέτρον ἐστὶν τοῦ υἱοῦ. Μακάριοι γὰρ ὄντως οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τίς ποιεῖ τὴν ψυχὴν ἐκείνην ἔτι δι’ ἄλλο τί ποτε ποιεῖν τὸ ἀγαθόν, εἰ μὴ διὰ τὴν ἀπόλαυσιν αὐτοῦ τοῦ ἀγαθοῦ; Τίς οἶδε τὴν χαρὰν ἐκείνην, εἰ μὴ ὁ ἔχων αὐτῆς πεῖραν; Τότε καὶ τὸν τέλειον φόβον ὁ τοιοῦτος γνωρίζει, καθὼς πολλάκις εἴπομεν.

Ἰδοὺ ἠκούσαμεν τί ἐστιν ὁ τέλειος φόβος τῶν ἁγίων καὶ τί ἐστιν ὁ εἰσαγωγικὸς φόβος ὁ τῆς καταστάσεως ἡμῶν καὶ πόθεν φεύγει τις καὶ ποῦ ἔρχεται διὰ τοῦ φόβου τοῦ Θεοῦ. Θέλομεν λοιπὸν μαθεῖν ἄρτι καὶ τὸ πῶς ἔρχεται ὁ φόβος τοῦ Θεοῦ, θέλομεν εἰπεῖν τί ἐστιν τὰ ἀφορίζοντα ἡμᾶς ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ.

Εἶπον οἱ Πατέρες ὅτι κτᾶται ἄνθρωπος τὸν φόβον τοῦ Θεοῦ ἐκ τοῦ ἔχειν τὴν μνήμην τοῦ θανάτου καὶ τὴν μνήμην τῶν κολάσεων, καὶ ἐκ τοῦ καθ’ ἑσπέραν ἐρευνᾷν ἑαυτὸν πῶς παρῆλθε τὴν ἡμέραν καὶ κατὰ πρωὶ πάλιν ἐρευνᾷν πῶς παρῆλθε τὴν νύκτα, καὶ ἐκ τοῦ μὴ παρρησιάζεσθαι καὶ ἐκ τοῦ προσκολληθῆναι ἀνθρώπῳ φοβουμένῳ τὸν Θεόν. Λέγει γὰρ ὅτι ἠρώτησεν ἀδελφός τινα τῶν γερόντων·

Τί ποιήσω, Πάτερ, ἵνα φοβοῦμαι τὸν Θεόν; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε κολλήθητι ἀνθρώπῳ φοβουμένῳ τὸν Θεόν, καὶ ἐκ τοῦ φοβεῖσθαι αὐτὸν τὸν Θεόν, διδάσκει καὶ σὲ φοβεῖσθαι αὐτόν. Ἐκδιώκομεν δὲ τὸν φόβον τοῦ Θεοῦ ἀφ’ ἡμῶν ἐκ τοῦ ποιεῖν ἡμᾶς τὰ ἐναντία τούτων, ἐκ τοῦ μὴ ἔχειν μνήμην θανάτου μηδὲ κολάσεων, ἐκ τοῦ μὴ προσέχειν ἑαυτοῖς, ἐκ τοῦ μὴ ἐρευνᾷν πῶς παρήλθομεν, ἀλλὰ ἀδιαφόρως ζῇν καὶ μετὰ ἀδιαφόρων ἀναστρέφεσθαι, ἐκ τοῦ παρρησιάζεσθαι· τοῦτό ἐστιν χεῖρον πάντων, τοῦτό ἐστιν ἡ τελεία ἀπώλεια.

Τί γὰρ οὕτως ἐκδιώκει τὸν φόβον τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς ὡς ἡ παρρησία; Διὰ τοῦτο ὅτε ἠρωτήθη ὁ ἀββᾶς Ἀγάθων περὶ τῆς παρρησίας, εἶπεν ὅτι ἔοικε καύσωνι μεγάλῳ, ὅστις ὅταν γένηται, πάντες φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ καὶ τῶν δένδρων δὲ τὸν καρπὸν διαφθείρει. Βλέπεις, κῦρι, δύναμιν πάθους; βλέπεις ὀργήν; Καὶ πάλιν ἐρωτηθείς·

Ναί, οὕτως χαλεπή ἐστιν ἡ παρρησία; λέγει· Οὐκ ἔστι πάθος χαλεπώτερον τῆς παρρησίας· γεννήτρια γάρ ἐστι πάντων τῶν παθῶν. Πάνυ καλῶς εἶπεν καὶ μετὰ συνέσεως πολλῆς τὸ γεννήτριά ἐστι πάντων τῶν παθῶν, ἐπειδὴ αὕτη ἐκδιώκει τὸν φόβον τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς. Εἰ γὰρ τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, πάντως ὅπου οὐκ ἔστι φόβος Θεοῦ, ἐκεῖ ἕκαστον πάθος. Ὁ Θεὸς ῥύσεται τὰς ψυχὰς ἡμῶν ἀπὸ τοῦ ὀλεθρίου πάθους τῆς παρρησίας.

Ἔστι δὲ καὶ πολύτροπος ἡ παρρησία. Παρρησιάζεταί τις καὶ διὰ λόγου καὶ δι’ ἁφῆς καὶ διὰ βλέμματος. Ἔρχεταί τις ἀπὸ παρρησίας καὶ εἰς τὸ ἀργολογεῖν καὶ εἰς τὸ λαλεῖν τὰ κοσμικὰ καὶ εἰς τὸ ποιεῖν γελοῖα καὶ κινεῖν γέλωτας ἀσέμνους· παρρησία ἐστὶ καὶ τὸ ἅψασθαί τινος δίχα ἀνάγκης, τὸ ἐκτεῖναι χεῖρα κατά τινος γέλωτος χάριν, τὸ ὠθῆσαί τινα ἢ ἁρπάσαι τι παρ’ αὐτοῦ, τὸ προσέχειν τινὶ ἀναιδῶς. Ταῦτα πάντα ἡ παρρησία ποιεῖ· ταῦτα πάντα ἐκ τοῦ μὴ εἶναι φόβον Θεοῦ ἐν τῇ ψυχῇ· ἔρχεται δὲ ἐκ τούτων κατὰ μικρόν τις καὶ εἰς τελείαν καταφρόνησιν. Διὰ τοῦτο ὅτε παρεδίδου ὁ Θεὸς τὰς ἐντολὰς τοῦ νόμου, ἔλεγεν· Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. Δίχα γὰρ εὐλαβείας οὐδὲ αὐτὸν τὸν Θεὸν τιμᾷ τις, οὐδὲ προσέχει ἅπαξ οἱᾳδήποτε ἐντολῇ. Διὰ τοῦτο οὐδὲν δεινότερον τῆς παρρησίας· διὰ τοῦτο γεννήτριά ἐστι πάντων τῶν παθῶν, ἐπειδὴ ἐκβάλλει τὴν εὐλάβειαν, ἐπειδὴ διώκει τὸν φόβον τοῦ Θεοῦ, ἐπειδὴ γεννᾷ τὴν καταφρόνησιν.

Ἐκ τοῦ ἔχειν ὑμᾶς παρρησίαν μετὰ ἀλλήλων, καὶ ἀναιδεύεσθε πρὸς ἀλλήλους καὶ λαλεῖτε ἀλλήλοις κακῶς καὶ πλήσσετε ἀλλήλους. Καὶ ἐὰν ἴδῃ τις ἐξ ὑμῶν τί ποτε μὴ ὠφελοῦν, ἀπέρχεται, φλυαρεῖ αὐτὸ καὶ βάλλει εἰς τὴν καρδίαν ἄλλου ἀδελφοῦ· καὶ οὐ μόνον ὅτι αὐτὸς βλάπτεται, ἀλλὰ βλάπτει καὶ τὸν ἀδελφὸν αὐτοῦ, βάλλων εἰς τὴν καρδίαν αὐτοῦ ἰὸν πονηρόν. Καὶ πολλάκις εἶχε τὸν νοῦν εἰς προσευχὴν ἢ εἰς ἄλλο καλὸν πρᾶγμα, καὶ ἀπέρχεται ἐκεῖνος, παρέχει αὐτῷ εἴς τι ἀδολεσχῆσαι, καὶ οὐ μόνον ἐμποδίζει τῇ ὠφελείᾳ αὐτοῦ, ἀλλὰ καὶ πειρασμὸν φέρει αὐτῷ. Καὶ οὐδὲν τούτου βαρύτερον, οὐδὲν ὀλεθριώτερον τοῦ τινα μὴ μόνον ἑαυτόν, ἀλλὰ καὶ τὸν πλησίον βλάπτειν.

Ἵνα ἔχωμεν εὐλάβειαν, ἀδελφοί, ἵνα φοβώμεθα τὴν βλάβην ἑαυτῶν καὶ ἀλλήλων, ἵνα τιμῶμεν ἀλλήλους καὶ ἵνα σπουδάζωμεν μηδὲ ἀνανεύειν εἰς τὰ πρόσωπα ἀλλήλων· καὶ τοῦτο γάρ, ὡς εἶπέ τις τῶν γερόντων, εἶδός ἐστι παρρησίας.

Καὶ ἐὰν συμβῇ τινα βλέπειν τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα, μήτε καταπτύσῃ αὐτοῦ καὶ σιωπήσῃ καὶ ἀφήσῃ αὐτὸν ἀπολέσθαι, μήτε πάλιν λοιδορήσῃ αὐτὸν καὶ καταλαλήσῃ αὐτοῦ, ἀλλὰ μετὰ συμπαθείας καὶ φόβου Θεοῦ εἴπῃ τῷ δυναμένῳ διορθώσασθαι αὐτὸν ἢ αὐτὸς λαλήσῃ αὐτῷ μετὰ ἀγάπης καὶ ταπεινώσεως λέγων· Συγχώρησόν μοι, ἄδελφέ μου, ὅτι ὡς ἀσύστροφος βλέπω ὅτι τάχα οὐ καλῶς ποιοῦμεν τόδε τὸ πρᾶγμα. Καὶ ἐὰν μὴ ἀκούσῃ, εἴπῃ ἄλλῳ, εἰς ὃν βλέπει ὅτι ἔχει πληροφορίαν, ἢ εἴπῃ τῷ ἐπιστάτῃ αὐτοῦ ἢ τῷ ἀββᾷ πρὸς τὴν δύναμιν τοῦ σφάλματος, καὶ ἀμερίμνῃ· ἀλλ’ ὡς εἴπομεν, σκοπῷ τοῦ διορθωθῆναι τὸν ἀδελφὸν αὐτοῦ εἴπῃ καὶ μὴ κατὰ φλυαρίαν, μὴ καταλαλῶν, μὴ ἐξουδενῶν αὐτόν, μὴ θέλων αὐτόν, φησίν, παραδειγματίσαι, μὴ κατακρίνων αὐτόν, μὴ σχηματιζόμενος ὡς δῆθεν διὰ διόρθωσιν, ἔσωθεν δὲ ἔχων τίποτε τούτων ὧν εἶπον· ὄντως γὰρ αὐτῷ τῷ ἀββᾷ αὐτοῦ ἐὰν λέγῃ τις καὶ μὴ λέγῃ διὰ τὴν διόρθωσιν τοῦ πλησίον ἢ διὰ ἰδίαν βλάβην, ἁμαρτία ἐστί· καταλαλιὰ γάρ ἐστιν. Ἀλλὰ ψηλαφήσει τὴν καρδίαν ἑαυτοῦ καὶ εἰ ἔχῃ κίνησίν τινα ἐμπαθῆ, μὴ εἴπῃ.

Ἐὰν δὲ καὶ βλέπει ἑαυτὸν μετὰ ἀκριβείας ὅτι διὰ συμπάθειαν καὶ ὠφέλειαν θέλει εἰπεῖν, ὀχλεῖ δὲ καὶ λογισμός τις ἔσωθεν ἐμπαθής, ἀναγγείλῃ τῷ ἀββᾷ μετὰ ταπεινώσεως καὶ τὸ ἴδιον καὶ τὸ τοῦ πλησίον λέγων ὅτι· Ἡ μὲν συνείδησίς μου μαρτυρεῖ μοι ὅτι διὰ διόρθωσιν θέλω εἰπεῖν, ἀλλ’ αἰσθάνομαι ὅτι καὶ ἔσωθέν τί ποτε ὡς λογισμὸς μέμικται· εἴτε ἐπειδὴ ἔσχον ποτὲ κατὰ τοῦ ἀδελφοῦ, οὐκ οἶδα· εἴτε συκοφαντία ἐστὶ θέλουσα ἐμποδίσαι με εἰπεῖν καὶ γενέσθαι διόρθωσιν, οὐκ οἶδα. Καὶ λοιπὸν ὁ ἀββᾶς λέγει αὐτῷ εἰ ὀφείλει εἰπεῖν ἢ μὴ εἰπεῖν.

Ἔστι δὲ ὅτε λέγει τις οὔτε διὰ ὠφέλειαν τοῦ ἀδελφοῦ αὐτοῦ, οὔτε διὰ ἰδίαν βλάβην, οὔτε δὲ κατὰ μνησικακίαν τινά, ἀλλ’ οὕτως ἁπλῶς διηγούμενος ὡς ἀπὸ ἀργολογίας. Καὶ τίς χρεία τῆς φλυαρίας ταύτης; Πολλάκις δὲ καὶ μανθάνει ὁ ἀδελφὸς ὅτι εἶπε περὶ αὐτοῦ, καὶ ταράσσεται, καὶ γίνεται ἐκ τούτου θλίψις, γίνεται καὶ ἄλλη προσθήκη βλάβης. Ὅταν γὰρ λέγῃ τις δι’ αὐτὴν τὴν ὠφέλειαν, ὡς εἴπομεν, καὶ μόνην, οὐ συγχωρεῖ ὁ Θεὸς γενέσθαι ταραχήν, οὐκ ἀφῇ παρακολουθῆσαι θλίψιν ἢ βλάβην.

Σπουδάσατε δέ, ὡς εἴπομεν, καὶ τηρεῖν τὴν γλῶσσαν ὑμῶν, ἵνα μὴ λαλῇ τις κακῶς τῷ πλησίον, μήτε πλήσσῃ τινὰ ἢ λόγῳ ἢ ἔργῳ ἢ σχήματι ἢ οἱῳδήποτε τρόπῳ· μήτε δὲ ἔσεσθε εὔκνιστοι, ἵνα μὴ ὅταν ἀκούσῃ τις ὑμῶν παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ ῥῆμα, εὐθέως κνίζηται ἢ ἀποκρίνηται καὶ αὐτὸς κακῶς ἢ μένῃ θλιβόμενος κατ’ αὐτοῦ. Οὐκ εἰσὶ ταῦτα ἀγωνιζομένων· οὐκ εἰσὶ ταῦτα θελόντων σωθῆναι.

Κτήσασθε τὸν φόβον τοῦ Θεοῦ, ἀλλὰ μετὰ εὐλαβείας, ἵνα ἀλλήλοις ἀπαντᾶτε, ἕκαστος κλίνων τὴν κεφαλὴν αὐτοῦ ἔμπροσθεν τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς εἴπομεν, ἕκαστος ταπεινούμενος ἐνώπιον τοῦ Θεοῦ καὶ ἐνώπιον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ κόπτων αὐτῷ τὸ θέλημα αὐτοῦ. Ὄντως καλόν, ἐάν τις ποιῇ πρᾶγμα καὶ παραχωρήσῃ τῷ ἀδελφῷ αὐτοῦ καὶ προτιμήσῃ αὐτόν· ὠφελεῖται αὐτὸς ὁ παραχωρήσας πλέον ἐκείνου. Ἐγὼ οὐκ οἶδα ἐμαυτὸν ποιήσαντά τί ποτε ἀγαθόν, ἀλλὰ εἰ ὅλως ἐσκεπάσθην, ἐκ τούτου οἶδα ὅτι ἐσκεπάσθην, ὅτι οὐδέποτε προέκρινα ἐμαυτὸν τοῦ ἀδελφοῦ μου, ἀλλ’ ἀεὶ τὸν ἀδελφὸν ἔβαλον ἔμπροσθέν μου.

Ποτὲ ὄντος μου ἔτι ἐν τοῖς τοῦ ἀββᾶ Σερίδου, ἠσθένησεν ὁ ὑπηρέτης τοῦ γέροντος τοῦ ἀββᾶ Ἰωάννου τοῦ κατὰ τὸν ἀββᾶν Βαρσανούφιον, καὶ ἐπέτρεψέ μοι ὁ ἀββᾶς ὑπηρετῆσαι τῷ γέροντι. Οὕτως δὲ ἠσπαζόμην τὴν θύραν τοῦ κελλίου αὐτοῦ ἔξωθεν, ὥσπερ προσκυνεῖ τις τὸν τίμιον σταυρόν. Πόσῳ μᾶλλον τὸ ὑπηρετῆσαι αὐτῷ; τίς γὰρ οὐκ ἤθελεν ἀξιωθῆναι τοιούτου ἁγίου; Εἶχε δὲ καὶ λόγον θαυμάσιον, καὶ καθ’ ἑκάστην ἀεὶ μετὰ τὸ πληρῶσαί με τὴν ὑπηρεσίαν αὐτοῦ, ἔβαλλον αὐτῷ μετάνοιαν ἵνα λάβω παράθεσιν παρ’ αὐτοῦ καὶ ἀναχωρήσω, καὶ ἐλάλει μοι πάντως τί ποτε. Εἶχε γὰρ ὁ γέρων τέσσαρα ῥήματα καί, ὡς εἶπον, καθ’ ἑσπέραν ὡς ἤμελλον ἀναχωρεῖν, ἔλεγέ μοι πάντως ἓν ἐκ τῶν τεσσάρων, καὶ ἔλεγεν οὕτως φησίν· Ἅπαξ, οὕτως γὰρ ἦν ἡ συνήθεια τοῦ γέροντος ἐν ἑκάστῳ ῥήματι λέγειν φησίν·

Ἅπαξ, ἄδελφε, ὁ Θεὸς φυλάξῃ τὴν ἀγάπην. Εἶπον οἱ Πατέρες· Τὸ φυλάξαι τὴν συνείδησιν τοῦ πλησίον τίκτει τὴν ταπεινοφροσύνην. Εἰς τὴν ἄλλην ἑσπέραν ἔλεγέ μοι φησίν· Ἅπαξ, ἄδελφε, ὁ Θεὸς φυλάξῃ τὴν ἀγάπην. Εἶπον οἱ Πατέρες· Οὐδέποτε ἔβαλον τὸ θέλημά μου ἔμπροσθεν τοῦ ἀδελφοῦ μου. Ἄλλοτε πάλιν ἔλεγε φησίν· Ἅπαξ, ἄδελφε, ὁ Θεὸς φυλάξῃ τὴν ἀγάπην. Φεῦγε τὰ ἀνθρώπινα καὶ σώζῃ.

Πάλιν ἔλεγε φησίν· Ἅπαξ, ἄδελφε, ὁ Θεὸς φυλάξῃ τὴν ἀγάπην. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Πάντως εἶχεν ὁ γέρων δοῦναί μοι μίαν παραγγελίαν ἐκ τῶν τεσσάρων τούτων, ὡς ἀνεχώρουν καθ’ ἑσπέραν, ὥς τί ποτε παρέχων τινὶ ἐφόδια· καὶ οὕτως εἶχον αὐτὰ εἰς φυλακὴν ὅλης τῆς ζωῆς μου. Καὶ ὅμως καίπερ τοιαύτην πληροφορίαν ἔχων εἰς τὸν ἅγιον καὶ οὕτως διακείμενος περὶ τὴν ὑπηρεσίαν αὐτοῦ, ἵνα αἴσθωμαι μόνον ὅτι τίς ποτε τῶν ἀδελφῶν ἐθλίβετο ζητῶν ἵνα αὐτὸς ὑπηρετήσῃ αὐτῷ, ἀπῆλθον πρὸς τὸν ἀββᾶν καὶ παρεκάλεσα αὐτὸν λέγων ὅτι·

Τῷδε τῷ ἀδελφῷ μᾶλλον πρέπει τοῦτο ἐὰν συνορᾷς, κῦρι. Καὶ οὐ συνεχώρησέ μοι οὔτε ὁ ἀββᾶς οὔτε αὐτὸς ὁ γέρων. Πλὴν τέως ἐγὼ ἐπλήρωσα τὴν δύναμίν μου εἰς τὸ προτιμηθῆναι τὸν ἀδελφόν. Καὶ ὅτι ἐποίησα ἐκεῖ ἐννέα ἔτη, οὐκ οἶδα λαλήσας τινὶ ῥῆμα σαπρόν, καίτοι ἔχων διακονίαν, ἵνα μή τις εἴπῃ ὅτι οὐκ εἶχον.

Καὶ πιστεύσατε, οἶδα ὅτι ἐποίησεν εἷς ἀδελφὸς ἀπὸ τοῦ νοσοκομείου ἕως τῆς ἐκκλησίας περιπατῶν ὀπίσω μου ὑβρίζων με, κἀγὼ ἔμπροσθεν αὐτοῦ μὴ φθεγγόμενος αὐτῷ ῥῆμα· ἀλλὰ καὶ ὅτε ἔμαθεν ὁ ἀββᾶς, οὐκ οἶδα τίνος εἰπόντος αὐτῷ, καὶ ἠθέλησεν ἐπιτιμῆσαι αὐτῷ, ἐγὼ ἔμεινα κρατῶν τοὺς πόδας αὐτοῦ, λέγων· Μή, διὰ τὸν Κύριον, ἐγὼ ἐσφάλην, τί πρᾶγμα ἔχει ὁ ἀδελφός; Καὶ ἄλλος πάλιν εἴτε ἀπὸ πειρασμοῦ εἴτε ἀπὸ ἁπλότητος, ὁ Θεὸς οἶδεν πόθεν, ἐποίησε χρόνον κατὰ νύκτα ποιῶν τὸ ὕδωρ αὐτοῦ πρὸς κεφαλήν μου, ὥστε καὶ αὐτὴν τὴν στρωμνήν μου βρέχεσθαι. Ὁμοίως καὶ ἄλλοι τινὲς τῶν ἀδελφῶν ἤρχοντο ἡμέριον καὶ ἐτίνασσον τὰ ψιάθια αὐτῶν ἔμπροσθεν τοῦ κελλίου μου, καὶ ἔβλεπον τοσοῦτον πλῆθος κορίδων εἰσερχομένων εἰς τὸ κελλίον μου, ὡς μήτε περιγενέσθαι τοῦ φονεύειν αὐτάς· ἦσαν γὰρ ἄπειροι ἐκ τῶν καυμάτων. Λοιπὸν ὡς ἀπηρχόμην κοιμηθῆναι, συνήγοντο ὅλαι ἐκεῖναι ἐπάνω μου, καὶ ἤρχετο μὲν ὁ ὕπνος μου ἐκ τοῦ πολλοῦ κόπου· ἐγειρομένου δέ μου ἀπὸ τοῦ ὕπνου, ηὕρισκον ὅλον τὸ σῶμά μου καταβεβρωμένον· καὶ οὐδέποτε εἶπόν τινι αὐτῶν· Μὴ ποιήσῃς οὕτως, ἤ·

Διὰ τί οὕτως ποιεῖς; Οὔτε οἶδα ἐμαυτόν, καθὼς εἶπον, λαλήσαντά ποτε ῥῆμα πλῆττον ἢ λυποῦν τινα. Μάθετε καὶ ὑμεῖς βαστάζειν τὰ βάρη ἀλλήλων, μάθετε εὐλαβεῖσθαι ἀλλήλους. Καὶ ἐὰν ἀκούσῃ τις ὑμῶν ῥῆμα παρά τινος ἀπαρέσκον αὐτῷ ἢ ἐὰν πάθῃ τί ποτε παρὰ προαίρεσιν, μὴ εὐθέως ὀλιγωρήσῃ, μὴ εὐθέως κνισθῇ, μὴ εὑρεθῇ ἐν καιρῷ ἀγῶνος καὶ ὠφελείας ἔχων καρδίαν ἐκλελυμένην, ἀμελέτητον, ἄτονον, μὴ δυναμένην δέξασθαι οἱανδήποτε προσβολήν, ὥσπερ ἐπὶ τοῦ πέπονος, ὅτι μικρὸν βιζάκιν ἐὰν ἐγγίσῃ αὐτῷ, εὐθέως ποιεῖ τραῦμα καὶ σήπεται· ἀλλὰ μᾶλλον ἵνα ἔχητε καρδίαν στερεάν, ἵνα ἔχητε μακροθυμίαν, ἵνα νικᾷ πάντα τὰ συμβαίνοντα ἡ ἀγάπη ὑμῶν ἡ εἰς ἀλλήλους.

Καὶ ἐὰν ἔχῃ τις διακονίαν ἢ καὶ ἐὰν εὑρεθῇ τις ἐξ ὑμῶν ἔχων οἱανδήποτε ἀπόκρισιν εἴτε πρὸς τὸν κηπουρὸν εἴτε πρὸς τὸν κελλαρίτην εἴτε πρὸς τὸν μάγειρον εἴτε ἁπλῶς πρὸς εἴ τινα δήποτε τῶν συνδιακονούντων ὑμῖν, ἵνα σπουδάζῃ καὶ αὐτὸς ὁ τὴν ἀπόκρισιν ζητῶν καὶ αὐτὸς ὁ διακονητὴς ὁ παρέχων πρὸ παντὸς πράγματος φυλάξαι τὴν ἰδίαν κατάστασιν, καὶ μηδέποτε ἀφιέτω ἑαυτὸν εἴτε εἰς ταραχὴν εἴτε εἰς ἀντιπάθειαν ἢ προσπάθειαν ἢ οἱονδήποτε ἴδιον θέλημα ἢ δικαίωμα ἐκκλῖναι ἀπὸ τῆς ἐντολῆς τοῦ Θεοῦ· ἀλλὰ οἷον εὑρεθῇ τὸ πρᾶγμα εἴτε μικρὸν εἴτε μέγα, καταφρονήσῃ αὐτοῦ καὶ ἀμελήσῃ. Κακὴ γάρ ἐστιν ἡ ἀδιαφορία. Μήτε πάλιν προτιμήσει αὐτὸ τῆς ἰδίας καταστάσεως εἰς τὸ καταβλαβῆναι, εἰ τύχῃ, τὴν ψυχὴν αὐτοῦ, διὰ τὸ περιγενέσθαι τοῦ πράγματος. Εἰς οἷον γὰρ πρᾶγμα ἐὰν εὑρεθῆτε, κἂν πάνυ κατεπεῖγόν ἐστιν καὶ σπουδαῖον, οὐ θέλω ὑμᾶς ποιεῖν ποτε μετὰ φιλονεικίας τί ποτε ἢ μετὰ ταραχῆς· ἀλλ’ ἵνα ἐστὲ πεπληροφορημένοι ὅτι πᾶν ἔργον ὃ ἐὰν ποιεῖτε, κἂν μέγα, ὡς εἶπον, ἐστί, κἂν μικρόν, τὸ ὄγδοόν ἐστι τοῦ πράγματος τοῦ ζητουμένου· τὸ δὲ φυλάξαι τὴν ἰδίαν κατάστασιν, κἂν συμβῇ διὰ τοῦτο ἀποτυχεῖν τοῦ διακονήματος, τὸ ἥμισυ τέταρτον ὄγδοόν ἐστι. Βλέπετε πόσον ἐστὶ τὸ διάφορον.

Ὅταν οὖν ποιεῖτε πρᾶγμα, ἐὰν θέλητε αὐτὸ τέλειον καὶ ὁλόκληρον ποιῆσαι, ἵνα σπουδάζητε καὶ αὐτὸ τὸ πρᾶγμα ποιῆσαι, ὅπερ ἐστίν, ὡς εἶπον, τὸ ὄγδοον, καὶ τὴν ἰδίαν κατάστασιν φυλάξαι ἀβλαβῆ, ὅπερ ἐστὶ τὸ ἥμισυ τέταρτον ὄγδοον. Εἰ δὲ παρακολουθήσει ἀνάγκη τοῦ παρασυρῆναι καὶ ἐξελθεῖν τῆς ἐντολῆς καὶ βλαβῆναι ἢ βλάψαι διὰ τὸ τὴν χρείαν πληρωθῆναι τῆς διακονίας, οὐκ ἔστι καλὸν ἵνα τὸ ἥμισυ τέταρτον ὄγδοον ἀπολέσῃ τις, διὰ τὸ φυλάξαι τὸ ὄγδοον. Ἐπεὶ ἐὰν οἴδατε ὅτι τοῦτο ποιεῖ τις, οὐ ποιεῖ ἐν γνώσει τὴν ἰδίαν διακονίαν ὁ τοιοῦτος· ἢ γὰρ διὰ κενοδοξίαν ἢ διὰ ἀνθρωπαρέσκιαν ἐπιμένει φιλονεικῶν καὶ κολάζων καὶ ἑαυτὸν καὶ τὸν πλησίον, ὡς ἵνα μετὰ ταῦτα ἀκούσῃ ὅτι οὐδεὶς ἠδυνήθη νικῆσαι αὐτόν. Βαβαί, μεγάλη ἀνδραγαθία· οὐκ ἔστιν αὕτη νίκη, ἀδελφοί, αὕτη ζημία ἐστίν, αὕτη ἀπώλειά ἐστιν. Ἰδοὺ ἐγὼ λέγω ὑμῖν ὅτι ἐγὼ ἐὰν πέμψω τινὰ ἐξ ὑμῶν εἰς οἱανδήποτε χρείαν, καὶ ἴδῃ ταραχὴν ἀνακύπτουσαν ἢ οἱανδήποτε ἄλλην βλάβην, κόψῃ· καὶ μηδέποτε βλάψετε ἑαυτοὺς ἢ καὶ ἄλλους· ἀλλὰ ἀπέλθῃ ἡ χρεία, μὴ γένηται, καὶ μόνον μὴ ταράσσετε ἀλλήλους.

Ἐπεί, ὡς εἶπον, τὸ ἥμισυ τέταρτον ὄγδοον ἀπόλλετε, ἵνα ποιήσητε τὸ ὄγδοον· ἔστι δὲ τοῦτο προφανὴς ἀλογία. Ταῦτα δὲ λέγω ὑμῖν, οὐχ ἵνα εὐθέως μικροψυχῆτε καὶ κόπτητε τὰ πράγματα, ἢ ἵνα ἀδιαφορῆτε καὶ ῥίπτητε ἀφαρῆ τὰς ὕλας καὶ καταπατῆτε τὴν συνείδησιν ὑμῶν θέλοντες ἀμεριμνεῖν, οὐδὲ πάλιν ἵνα παρακούητε, καὶ λέγῃ ἕκαστος ὑμῶν· Οὐ δύναμαι τόδε ποιῆσαι, βλάπτομαι· οὐκ ἀπαντᾷ μοι· ἐπεὶ τῷ λόγῳ τούτῳ οὐδέποτε ποιεῖτε οἱανδήποτε διακονίαν, οὐδὲ δύνασθέ ποτε πληρῶσαι ἐντολὴν Θεοῦ. Ἀλλ’ ἵνα παρέχητε πᾶσαν τὴν δύναμιν ὑμῶν εἰς τὸ ποιῆσαι μετὰ ἀγάπης ἑκάστην διακονίαν ὑμῶν, μετὰ ταπεινοφροσύνης ὑποκλινόμενοι ἀλλήλοις, τιμῶντες, παρακαλοῦντες.

Οὐδὲν δυνατώτερον τῆς ταπεινοφροσύνης· εἰ μέντοι ἴδῃ τις τὸν πλησίον πρὸς τὴν ὥραν θλιβόμενον ἢ ἑαυτόν, κόψατε, παραχωρήσατε ἀλλήλοις, μὴ ἐπιμείνητε ἕως οὗ καὶ βλάβη παρακολουθήσει. Κρεῖσσον γάρ ἐστιν, ἰδοὺ μυριάκις λέγω, μὴ γενέσθαι τὴν χρείαν ὡς θέλετε, ἀλλ’ ὡς ἀπαντᾷ πρὸς τὴν ἀνάγκην καὶ μὴ διὰ μονοτομίαν ἢ διὰ δικαίωμα, κἄν ἐστιν εὐλογοφανὲς ταράξαι ὑμᾶς ἢ θλίψαι ἀλλήλους, καὶ ἀπολέσαι τὸ ἥμισυ τέταρτον ὄγδοον.

Πολλὴ γάρ ἐστιν ἡ διαφορὰ τῆς ζημίας. Συμβαίνει δὲ ὅτι πολλάκις καὶ αὐτὸ τὸ ὄγδοον ἀπόλλει τις καὶ οὐδὲν ὅλως ποιεῖ· τοιαῦτα γάρ εἰσι τὰ τῶν φιλονεικιῶν. Αὐτὴν τὴν ἀρχὴν πάντα τὰ ἔργα ἃ ποιοῦμεν, διὰ τὸ ὠφεληθῆναι ἐξ αὐτῶν ποιοῦμεν· ποία δὲ ὠφέλεια, ἐὰν μὴ ταπεινούμεθα ἀλλήλοις; ἀλλὰ τὸ ἐναντίον καὶ ταράσσομεν καὶ θλίβομεν ἀλλήλους. Καὶ οἴδατε ὅ τι λέγει εἰς τὸ Γεροντικὸν ὅτι·

Ἐκ τοῦ πλησίον ἐστὶν ἡ ζωὴ καὶ ὁ θάνατος. Ἵνα μελετᾶτε ταῦτα ἀεὶ καθ’ ἑαυτούς, ἀδελφοί, ἵνα γυμνάζητε τοὺς λόγους τῶν ἁγίων γερόντων, ἵνα σπουδάζητε μετὰ ἀγάπης καὶ φόβου Θεοῦ ζητεῖν τὴν ὠφέλειαν ἑαυτῶν καὶ ἀλλήλων. Οὕτως δύνασθε ἐκ πάντων τῶν συμβαινόντων ὠφελεῖσθαι καὶ προκόπτειν διὰ τῆς βοηθείας τοῦ Θεοῦ.

Αὐτὸς δὲ ὁ Θεὸς ἡμῶν ὁ φιλάνθρωπος χαρίσεται ἡμῖν τὸν φόβον αὐτοῦ· λέγει γάρ· Τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε ὅτι τοῦτο πᾶς ἄνθρωπος.