Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία Ε': Η αποφυγή της εμπιστοσύνης στην προσωπική κρίση

Ο κίνδυνος της αυτοδικαίωσης και του ιδίου θελήματος, και η ασφάλεια που παρέχει η εξαγόρευση των λογισμών στον πνευματικό οδηγό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 5 από 17

Εʹ. ΠΕΡΙ ΤΟΥ ΜΗ ΟΦΕΙΛΕΙΝ ΤΙΝΑ ΣΤΟΙΧΕΙΝ ΤΗ ΙΔΙΑ ΣΥΝΕΣΕΙ Ἐν ταῖς Παροιμίαις λέγει· Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. Βλέπετε τὴν δύναμιν τοῦ λόγου, ἀδελφοί, βλέπετε τί διδάσκει ἡμᾶς ἡ ἁγία Γραφή· ἀσφαλίζεται ἡμᾶς, ἵνα μὴ στοιχῶμεν ἑαυτοῖς, ἵνα μὴ ἔχωμεν ἑαυτοὺς συνετούς, ἵνα μὴ πιστεύωμεν ὅτι δυνάμεθα ἑαυτοὺς διοικῆσαι. Χρῄζομεν βοηθείας, χρῄζομεν τῶν μετὰ Θεὸν κυβερνώντων ἡμᾶς.

Οὐδέν ἐστιν ἀθλιώτερον, οὐδὲν εὐαλωτότερον τῶν μὴ ἐχόντων τινὰ ὁδηγοῦντα αὐτοὺς εἰς τὴν ὁδὸν τοῦ Θεοῦ. Τί γὰρ λέγει· Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα; Τὸ φύλλον ἐξ ἀρχῆς ἀεί ἐστι χλωρόν, εὐθαλές, τερπνόν, εἶτα κατὰ μικρὸν ξηραίνεται καὶ πίπτει, καὶ λοιπὸν περιφρονεῖται καὶ καταπατεῖται. Οὕτως ἐστὶ καὶ ὁ ἄνθρωπος ὁ μὴ κυβερνώμενος ὑπό τινος. Ἐξ ἀρχῆς μὲν ἀεὶ ἔχει θέρμην εἰς νηστείαν, εἰς ἀγρυπνίαν, εἰς ἡσυχίαν, εἰς ὑπακοήν, εἰς ἄλλα τινὰ ἀγαθά· εἶτα κατὰ μικρὸν τῆς θέρμης ἐκείνης σβεννυμένης καὶ μὴ ἔχοντος αὐτοῦ τὸν κυβερνῶντα αὐτόν, τὸν πιαίνοντα καὶ ἐξάπτοντα τὴν θέρμην ἐκείνην, ξηραίνεται οὕτως ἀνεπαισθήτως καὶ πίπτει καὶ γίνεται λοιπὸν ὑποχείριος τοῖς ἐχθροῖς, καὶ ποιοῦσιν εἰς αὐτὸν εἴ τι θέλουσι.

Περὶ δὲ τῶν ἐξαγγελλόντων τὰ καθ’ ἑαυτοὺς καὶ μετὰ βουλῆς πάντα ποιούντων λέγει· Σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. Οὐ λέγει πολλῇ βουλῇ, ὡς ἵνα μετὰ ἑκάστου βουλεύηταί τις, ἀλλ’ ἵνα εἰς πάντα βουλεύηται, δῆλον ὅτι μεθ’ οὗ ὀφείλει ἔχειν πληροφορίαν, καὶ μὴ τὰ μὲν σιωπᾷ, τὰ δὲ λέγει, ἀλλὰ πάντα ἐξαγγέλλει, καὶ εἰς πάντα, ὡς εἶπον, βουλεύεται. Τῷ γὰρ τοιούτῳ ἀκριβῶς σωτηρία ὑπάρχει ἐν πολλῇ βουλῇ.

Ἐὰν γὰρ μὴ πάντα ἀνατίθεται ἄνθρωπος τὰ καθ’ ἑαυτὸν καὶ μάλιστα ἐὰν εὑρεθῇ τις ἀπὸ κακῆς συνηθείας ἢ καὶ ἀνατροφῆς, εὑρίσκει ὁ διάβολος ἐν αὐτῷ ἓν θέλημα ἢ ἓν δικαίωμα, καὶ δι’ αὐτοῦ καταβάλλει αὐτόν. Ὅταν γὰρ βλέπει ὁ διάβολός τινα μὴ θέλοντα ἁμαρτῆσαι, οὐχ οὕτως ἐστὶν ἀφυὴς περὶ τὸ κακοποιῆσαι, ὥστε ὑποβάλλειν αὐτῷ τί ποτε οὕτως ἀφαρῆ τῶν προφανῶν ἁμαρτημάτων· οὐ λέγει αὐτῷ· Ὕπαγε πόρνευσον, οὐδέ· Ὕπαγε κλέψον.

Οἶδε γὰρ ὅτι οὐ θέλομεν ταῦτα, καὶ οὐκ ἀνέχεται εἰπεῖν ἡμῖν ἃ οὐ θέλομεν· ἀλλὰ εὑρίσκει ἡμᾶς ἔχοντας, ὡς εἶπον, ἓν θέλημα ἢ ἓν δικαίωμα, καὶ δι’ ἐκείνου μετὰ εὐλογοφανείας βλάπτει ἡμᾶς· ὅθεν πάλιν λέγει· Πονηρὸς κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα. Ὁ πονηρός ἐστιν ὁ διάβολος· τότε δὲ κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα, τοῦτ’ ἔστι τῷ δικαιώματι ἡμῶν. Τότε γὰρ πλέον ἰσχύει, τότε πλέον βλάπτει, τότε πλέον ἐνεργεῖ. Ὅταν γὰρ κρατῶμεν τὸ ἴδιον θέλημα καὶ στοιχῶμεν τοῖς δικαιώμασιν ἡμῶν, τότε λοιπὸν ὡς καλὸν πρᾶγμα ποιοῦντες ἑαυτοῖς ἐπιβουλεύομεν καὶ οὔτε οἴδαμεν πῶς ἀπολλύμεθα. Πῶς γὰρ δυνάμεθα γνῶναι τὸ θέλημα τοῦ Θεοῦ ἢ ὅλως ζητῆσαι αὐτὸ πιστεύοντες ἑαυτοῖς καὶ κρατοῦντες τὸ ἴδιον θέλημα;

Διὰ τοῦτο ὁ ἀββᾶς Ποιμὴν ἔλεγεν ὅτι· Τὸ θέλημα τεῖχός ἐστι χαλκοῦν ἀναμέσον ἀνθρώπου καὶ τοῦ Θεοῦ. Βλέπετε δύναμιν λόγου. Καὶ πάλιν προσέθηκε λέγων· Πέτρα ἐστὶν ἀντιδέρουσα, οἱονεὶ ἐναντιουμένη, ἀντικρούουσα τῷ θελήματι τοῦ Θεοῦ. Ἐὰν οὖν καταλείπῃ αὐτὸ ἄνθρωπος, λέγει καὶ αὐτός· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.

Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ. Πάνυ θαυμασίως εἶπε. Τότε γὰρ βλέπει τις τὴν ὁδὸν τοῦ Θεοῦ μὴ ἔχουσαν μῶμον, ὅταν καταλείψῃ τὸ ἴδιον θέλημα· ὅταν δὲ συμπεισθῇ τῷ ἰδίῳ θελήματι, οὐ βλέπει ἄμωμον τὴν ὁδὸν τοῦ Θεοῦ· ἀλλ’ εἴτι δ’ ἂν ἀκούσῃ περὶ ἀσφαλείας, εὐθέως μέμφεται, καταπτύει, ἀποστρέφεται, ἀντικρούει. Πῶς γὰρ ἔχει ἀνασχέσθαι τινὸς ἢ πεισθῆναι οἱᾳδήποτε συμβουλίᾳ ὁ κρατῶν τὸ ἴδιον θέλημα;

Εἶτα λέγει ὁ γέρων καὶ περὶ τοῦ δικαιώματος· Ἐὰν δὲ καὶ τὸ δικαίωμα συνεργήσῃ τῷ θελήματι, οὐκ εὐσυστροφῇ ὁ ἄνθρωπος. Βαβαί, ποίαν ἀκολουθίαν ἔχουσιν οἱ λόγοι τῶν ἁγίων. Θάνατος ἰδικῶς ἐστι τὸ εὑρεθῆναι δικαίωμα μετὰ τοῦ θελήματος, μέγας κίνδυνος, μέγας φόβος. Τότε πίπτει τελείως ὁ ἄθλιος· τίς γὰρ πείθει τὸν τοιοῦτον πιστεῦσαι ὅτι οἶδεν ἄνθρωπος πλέον αὐτοῦ τὸ συμφέρον αὐτῷ; Τότε τελείως ἐκδίδωσιν ἑαυτὸν ἀκολουθῆσαι τῷ ἰδίῳ λογισμῷ· καὶ λοιπόν, ὡς θέλει ὁ ἐχθρός, πτωματίζει αὐτόν. Διὰ τοῦτο λέγει· Πονηρὸς κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα· μισεῖ δὲ ἦχον ἀσφαλείας.

Μισεῖν δὲ ἦχον ἀσφαλείας λέγει, ἐπειδὴ οὐ μόνον αὐτὴν τὴν ἀσφάλειαν μισεῖ ὁ πονηρός, ἀλλὰ οὐδὲ τὴν φωνὴν αὐτῆς δύναται ἀκοῦσαι, ἀλλὰ καὶ αὐτὸν τὸν ἦχον τῆς ἀσφαλείας μισεῖ, τοῦτ’ ἔστιν αὐτὸ τὸ λαλεῖσθαί τί ποτε περὶ ἀσφαλείας· οἷόν τι λέγω· Πρὸ τοῦ ἐνεργῆσαί τι τὸν ἐπερωτῶντα περὶ ὠφελείας, πρὸ τοῦ γνῶναι τὸν ἐχθρὸν εἰ φυλάττει ὃ ἀκούει, ἢ οὐ φυλάττει, μισεῖ αὐτὸ τὸ ὅλως ἐπερωτῆσαί τινα καὶ ἀκοῦσαί τίποτε τῶν συμφερόντων· αὐτὴν τὴν φωνήν, αὐτὸν τὸν ἦχον τῶν τοιούτων λόγων μισεῖ καὶ ἀποστρέφεται. Καὶ λέγω διὰ τί· Οἶδεν ὅτι τέως νοεῖται ἡ κακουργία αὐτοῦ δι’ αὐτοῦ τοῦ ἐπερωτᾷν καὶ γυμνάζειν λόγον περὶ ὠφελείας, καὶ οὐδὲν οὕτως μισεῖ καὶ φοβεῖται ὡς τὸ γνωσθῆναι, ἐπειδὴ οὐκ ἔτι εὑρίσκει ἐπιβουλεῦσαι ὡς θέλει. Ἐὰν γὰρ ἀσφαλίζηται ἡ ψυχὴ διὰ τοῦ ἀναγγεῖλαι πάντα καὶ ἀκοῦσαι παρά τινος εἰδότος· Τοῦτο ποίησον, τοῦτο μὴ ποιησῇς, τοῦτο καλόν ἐστιν, τοῦτο οὐκ ἔστι καλόν, τοῦτο δικαίωμά ἐστι, τοῦτο θέλημά ἐστι, πάλιν ἀκούει·

Οὐκ ἔστι καιρὸς τούτου τοῦ πράγματος, ἄλλοτε ἀκούει· Ἄρτι καιρός ἐστιν· οὐχ εὑρίσκει ὁ διάβολος διὰ ποίας προφάσεως βλάψαι αὐτήν, οὐδὲ πῶς ῥίψαι αὐτήν, ἐπειδὴ πάντοτε, ὡς εἶπον, κυβερνᾶται καὶ πανταχόθεν ἠσφάλισται, καὶ γίνεται ἐν αὐτῇ τὸ Σωτηρία ὑπάρχει ἐν πολλῇ βουλῇ.

Ὁ πονηρὸς δὲ οὐ θέλει τοῦτο, ἀλλὰ μισεῖ. Θέλει γὰρ κακοποιῆσαι καὶ μᾶλλον ἐκείνοις χαίρει οἷς μὴ ὑπάρχει κυβέρνησις. Διὰ τί; ἐπειδὴ πίπτουσιν ὥσπερ φύλλα. Ἴδε ἐκεῖνον τὸν ἀδελφὸν ἠγάπα ὁ πονηρὸς περὶ οὗ ἔλεγε τῷ ἀββᾷ Μακαρίῳ· Ἔχω ἕνα ἀδελφόν, καὶ ὅτε βλέπει με, στρέφεται ὡς ἀνέμη. Τοὺς τοιούτους ἀγαπᾷ, τοῖς τοιούτοις ἀεὶ χαίρει, τοῖς ἀκυβερνήτοις, τοῖς μὴ ἀνατιθεμένοις τῷ δυναμένῳ μετὰ Θεὸν βοηθῆσαι καὶ δοῦναι αὐτοῖς χεῖρα. Μὴ γὰρ οὐ πρὸς πάντας τοὺς ἀδελφοὺς ἀπῆλθεν τότε ὁ δαίμων ἐκεῖνος, ὃν εἶδεν ὁ ἅγιος βαστάζοντα ὅλα τὰ γεύματα ἐκεῖνα ἐν τοῖς ληκυθίοις; μὴ οὐ προσέβαλεν ὅλοις; ἀλλ’ ἕκαστος αὐτῶν αἰσθανόμενος τῆς ἐπιβουλῆς αὐτοῦ, ἔτρεχε καὶ ἀνήγγειλε τοὺς ἰδίους λογισμοὺς καὶ ηὕρισκε βοήθειαν ἐν τῷ καιρῷ τοῦ πειρασμοῦ, καὶ λοιπὸν οὐκ ἴσχυε κατ’ αὐτῶν ὁ πονηρός. Τὸν ἄθλιον ἐκεῖνον μόνον ηὕρισκεν ἑαυτῷ στοιχοῦντα καὶ μὴ ἔχοντα παρά τινος ἀντίληψιν, καὶ εἶχεν αὐτὸν παίγνιον καὶ ἀνεχώρει εὐχαριστῶν αὐτῷ καὶ καταρώμενος τοὺς ἄλλους. Ἀμέλει ὅτε εἶπε τῷ ἁγίῳ Μακαρίῳ τὸ πρᾶγμα καὶ τὸ ὄνομα τοῦ ἀδελφοῦ, καὶ ἔδραμεν ὁ ἅγιος πρὸς αὐτόν, εὗρεν ὅτι αὕτη ἦν ἡ αἰτία τῆς ἀπωλείας αὐτοῦ, εὗρεν αὐτὸν μὴ θέλοντα ὁμολογῆσαι, εὗρεν αὐτὸν μὴ ἔχοντα συνήθειαν τοῦ ἐξαγγέλλειν· διὰ τοῦτο γὰρ καὶ ἔστρεφεν αὐτὸν ὅπου ἤθελεν ὁ ἐχθρός. Ἐρωτώμενος γὰρ ὑπὸ τοῦ ἁγίου· Πῶς τὰ κατὰ σέ, ἄδελφε;

ἔλεγεν· Εὐχαῖς σου καλῶς· καὶ πάλιν αὐτοῦ λέγοντος· Οὐ πολεμοῦσί σε οἱ λογισμοί; ἀπεκρίνατο· Τέως καλῶς εἰμι· καὶ οὐδὲν ἤθελεν ὁμολογῆσαι, ἕως οὗ μετὰ τέχνης ἔπεισεν αὐτὸν ὁ ἅγιος ἐξειπεῖν τὰ καθ’ ἑαυτόν, καὶ λαλήσας αὐτῷ τὸν λόγον τοῦ Θεοῦ ἠσφαλίσατο αὐτὸν καὶ ὑπέστρεψεν. Ἦλθεν οὖν πάλιν κατὰ τὴν συνήθειαν ὁ ἐχθρὸς θέλων ῥίψαι αὐτόν, καὶ ἠσχημόνησεν. Εὗρε γὰρ αὐτὸν ἐστηριγμένον, εὗρεν αὐτὸν μηκέτι χλευαζόμενον. Ἀπῆλθεν λοιπὸν ἄπρακτος, ἀπῆλθε κατῃσχυμμένος καὶ παρ’ αὐτοῦ. Διὰ τοῦτο ἐπερωτηθεὶς πάλιν ὑπὸ τοῦ ἁγίου· Πῶς ἔχει ἐκεῖνος ὁ ἀδελφὸς ὁ φίλος σου; οὐκ ἔτι εἶπεν αὐτὸν φίλον, ἀλλ’ ἐχθρόν, καὶ κατηράσατο αὐτὸν λέγων ὅτι· Καὶ αὐτὸς διεστράφη καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἐγένετο ἀγριώτερος.

Ἴδε διὰ τί μισεῖ ὁ ἐχθρὸς τὸν ἦχον τῆς ἀσφαλείας· ἐπειδὴ θέλει πάντοτε τὴν ἀπώλειαν ἡμῶν. Ἴδε διὰ τί ἀγαπᾷ τοὺς στοιχοῦντας ἑαυτοῖς· ἐπειδὴ τῷ διαβόλῳ συνεργοῦσιν, αὐτοὶ ἑαυτοῖς ἐπιβουλεύοντες. Ἐγὼ ἄλλην πτῶσιν οὐκ οἶδα μοναχοῦ, ἀλλ’ ἢ ἐκ τοῦ πιστεύειν τῇ ἰδίᾳ καρδίᾳ. Τινὲς λέγουσι· Διὰ τόδε πίπτει ὁ ἄνθρωπος ἢ διὰ τόδε. Ἐγὼ δέ, καθὼς εἶπον, ἄλλην πτῶσιν γινομένην τινὶ οὐκ οἶδα εἰ μὴ ἐκ τούτου. Εἶδές τινα πεσόντα; Μάθε ὅτι ἑαυτῷ ἐστοίχησεν.

Οὐδὲν βαρύτερον τοῦ στοιχεῖν ἑαυτῷ, οὐδὲν τούτου ὀλεθριώτερον. Ἐσκέπασέ με ὁ Θεός, καὶ ἀεὶ ἐφοβήθην τὸν κίνδυνον τοῦτον. Ὅτε ἤμην εἰς τὸ κοινόβιον, πάντα ἀνετιθέμην τῷ γέροντι τῷ ἀββᾷ Ἰωάννῃ· οὐδέποτε γάρ, καθὼς εἶπον, ἠνεσχόμην ποιῆσαί τι δίχα γνώμης αὐτοῦ. Καὶ ἔστιν ὅτε ἔλεγέ μοι ὁ λογισμός· Οὐ τόδε σοι ἔχει εἰπεῖν ὁ γέρων.

Τί θέλεις ὀχλῆσαι αὐτῷ; καὶ ἔλεγον τῷ λογισμῷ· Ἀνάθεμά σοι καὶ τῇ διακρίσει σου καὶ τῇ συνέσει σου καὶ τῇ φρονήσει σου καὶ τῇ εἰδήσει σου, ὅτι ὃ οἶδας, ἀπὸ δαιμόνων οἶδας. Καὶ ἀπηρχόμην καὶ ἠρώτουν τὸν γέροντα, καὶ ἐνίοτε ἀπεκρίνετό μοι τὸν λόγον ἐκεῖνον ὃν ἐνεθυμήθην, καὶ λοιπὸν ἔλεγέ μοι ὁ λογισμός· Τί ἔνι; ἰδοὺ αὐτό ἐστιν ὃ εἶπον, μὴ οὐκ ἀκαίρως ὤχλησας τῷ γέροντι; Καὶ ἔλεγον τῷ λογισμῷ·

Ἀλλ’ ἄρτι καλόν ἐστιν, ἄρτι ἀπὸ Πνεύματος ἁγίου ἐστί. Τὸ σὸν γὰρ πονηρόν ἐστιν, ἀπὸ δαιμόνων ἐστίν, ἀπὸ ἐμπαθοῦς καταστάσεώς ἐστι. Καὶ οὕτως οὐδέποτε συνεχώρουν ἐμαυτῷ πεισθῆναι τῷ λογισμῷ μου ἄνευ ἐπερωτήσεως· καὶ πιστεύσατέ μοι, ἀδελφοί, ὅτι ἤμην ἐν μεγάλῃ ἀναπαύσει, ἐν μεγάλῃ ἀμεριμνίᾳ, ὥστε με καὶ δυσχεραίνειν ἐπὶ τούτῳ, καθὼς καὶ ἄλλοτε οἶδα εἶπον ὑμῖν. Ἤκουον γὰρ ὅτι· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἔβλεπον ἐμαυτὸν μὴ ἔχοντα μηδεμίαν θλίψιν, καὶ ἐφοβούμην καὶ ἐν ἀπορίᾳ ἤμην, μὴ γινώσκων τὴν αἰτίαν τῆς τοιαύτης ἀναπαύσεως, ἕως οὗ ἐδήλωσέ μοι ὁ γέρων ὅτι· Μὴ θλιβῇς.

Ἕκαστος γὰρ βάλλων ἑαυτὸν εἰς ὑπακοὴν Πατέρων, ταύτην τὴν ἀνάπαυσιν καὶ τὴν ἀμεριμνίαν ἔχει. Σπουδάσατε καὶ ὑμεῖς ἐπερωτᾷν, ἀδελφοί, καὶ μὴ στοιχεῖν ἑαυτοῖς· μάθετε ποίαν ἀμεριμνίαν ἔχει τὸ πρᾶγμα, ποίαν χαράν, ποίαν ἀνάπαυσιν.

Ἀλλ’ ἐπειδὴ εἶπον ὅτι οὐδέποτε ἐθλίβην, ἀκούσατε καὶ περὶ τούτου ποῖόν μοι συνέβη τότε. Ἔτι ὄντος μου ἐκεῖ ἐν τῷ κοινοβίῳ, ἅπαξ ἐγένετό μοι μεγάλη καὶ ἀφόρητος λύπη, καὶ ἤμην ἐν τοιούτῳ κόπῳ καὶ στενώσει, ὡς ὑπάγων σχεδὸν παραδοῦναι αὐτὴν τὴν ψυχήν μου. Ἦν δὲ ἡ θλίψις ἐκείνη ἐξ ἐπιβουλῆς δαιμόνων, καὶ ἔστιν ὁ τοιοῦτος πειρασμὸς ἐκ τοῦ φθόνου τῶν δαιμόνων ἐπιφερόμενος· βαρύτατος μέν, ὀλιγοχρόνιος δέ, βαρύς, σκοτεινός, ἀπαράκλητος, μὴ ἔχων ποθὲν μηδεμίαν ἀνάπαυσιν· ἀλλὰ πανταχόθεν στένωσις, πανταχόθεν πνιγμός. Ταχέως δὲ ἔρχεται ἡ χάρις τοῦ Θεοῦ εἰς τὴν ψυχήν, ἐπεὶ οὐδεὶς ἠδύνατο βαστάσαι. Ἤμην οὖν, ὡς εἶπον, ἐν τοιούτῳ πειρασμῷ καὶ ἐν τοιαύτῃ στενοχωρίᾳ.

Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐν ὅσῳ ἱστάμην εἰς τὸ αἴθριον τοῦ μοναστηρίου ὀλιγωρῶν καὶ παρακαλῶν περὶ τούτου τὸν Θεόν, αἰφνίδιον προσέχω ἔσω εἰς τὴν ἐκκλησίαν καὶ βλέπω τινὰ ἐν σχήματι ἐπισκόπου φοροῦντα ὡς μυίνον, εἰσερχόμενον εἰς τὸ ἱερατεῖον. Οὐδέποτε δὲ ἐπλησίαζον ξένῳ δίχα ἀνάγκης ἢ ἐπιτροπῆς, ἀλλ’ ὥς τί ποτε ἔσυρέ με τότε, καὶ εἰσέρχομαι ὀπίσω αὐτοῦ· καὶ μένει ἱστάμενος ἐπὶ ἱκανόν, ἔχων τὰς χεῖρας αὐτοῦ ἐκτεταμένας εἰς τὸν οὐρανόν, κἀγὼ ὀπίσω αὐτοῦ ἱστάμην μετὰ πολλοῦ φόβου εὐχόμενος· ἐγένετο γάρ μοι δειλία πολλὴ ἐκ τῆς θέας αὐτοῦ. Μετὰ δὲ τὸ παῦσαι αὐτὸν τὴν εὐχήν, στρέφεται καὶ ἔρχεται πρός με, καὶ καθόσον ἤγγιζέ μοι, ᾐσθανόμην ὡς ὑποχωρούσης καὶ τῆς λύπης καὶ τῆς δειλίας. Εἶτα ὡς ἐστάθη ἔμπροσθέν μου, ἐκτείνει τὴν χεῖρα αὐτοῦ καὶ ἅπτεται τοῦ στήθους μου καὶ κρούει τοῖς δακτύλοις αὐτοῦ εἰς τὸ στῆθός μου λέγων· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν. Καὶ λέγει ὅλους τοὺς στίχους ἐκ τρίτου, κρούων, ὡς εἶπον, εἰς τὸ στῆθός μου, καὶ οὕτως ἐξέρχεται. Καὶ γίνεται εὐθέως εἰς τὴν καρδίαν μου φῶς, χαρά, παράκλησις, γλυκύτης, καὶ εὑρίσκομαι ἄλλος ἐξ ἄλλου.

Ὡς οὖν ἐξῆλθον τρέχων ὀπίσω αὐτοῦ θέλων αὐτὸν εὑρεῖν, καὶ οὐχ εὗρον, ἀλλ’ ἐγένετο ἀφανής.

Ἐξ ἐκείνης τῆς ὥρας, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, οὐκ ἔτι οἶδα ὀχληθεὶς οὔτε ὑπὸ λύπης οὔτε ὑπὸ δειλίας, ἀλλ’ ἐσκέπασέ με ὁ Κύριος μέχρι τοῦ νῦν διὰ τῶν εὐχῶν ἐκείνων τῶν ἁγίων γερόντων. Ταῦτα εἶπον ὑμῖν, ἀδελφοί, θέλων παραστῆσαι ὑμῖν πόσην ἔχει ἀνάπαυσιν καὶ ἀμεριμνίαν μετὰ καὶ πάσης ἀσφαλείας τὸ μὴ στοιχεῖν τινα ἑαυτῷ, ἀλλ’ ἐπιρρίπτειν τὰ καθ’ ἑαυτὸν ἐπὶ τὸν Θεὸν καὶ ἐπὶ τοὺς δυναμένους μετὰ Θεὸν ὁδηγῆσαι αὐτόν· μάθετε οὖν καὶ ὑμεῖς ἐρωτᾷν, ἀδελφοί, μάθετε μὴ στοιχεῖν ἑαυτοῖς· καλόν ἐστι· ταπείνωσίς ἐστιν, ἀνάπαυσίς ἐστι, χαρά ἐστι. Τίς χρεία τοῦ συντρίβεσθαί τινα εἰς μάτην; Οὐκ ἐνδέχεται ἄλλως σωθῆναι εἰ μὴ οὕτως.

Ἴσως δὲ ἐνθυμεῖταί τις ὅτι ἐὰν μὴ ἔχει τίς τινα ἐπερωτῆσαι, τί ἔχει ποιῆσαι. Ὄντως ἐὰν ἐν ἀληθείᾳ θελήσῃ τις τὸ θέλημα τοῦ Θεοῦ ἐν ὅλῃ καρδίᾳ, οὐδέποτε ἀφῇ αὐτὸν ὁ Θεός, ἀλλὰ πάντως ὁδηγεῖ αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ.

Ὄντως ἐὰν κατευθύνῃ τις τὴν καρδίαν ἑαυτοῦ πρὸς τὸ θέλημα τοῦ Θεοῦ, παιδίον μικρὸν φωτίζει ὁ Θεὸς εἰπεῖν αὐτῷ τὸ θέλημα αὐτοῦ. Ἐὰν δὲ μὴ θέλῃ τις μετὰ ἀληθείας τὸ θέλημα τοῦ Θεοῦ καὶ πρὸς προφήτην ἐὰν ἀπέλθῃ, πρὸς τὴν καρδίαν αὐτοῦ τὴν στρεβλὴν διδεῖ ὁ Θεὸς εἰς τὴν καρδίαν τοῦ προφήτου ἀποκριθῆναι αὐτῷ, καθὼς λέγει ἡ Γραφή· Ἐὰν πλανηθῇ καὶ λαλήσῃ ὁ προφήτης, ἐγὼ ὁ Κύριος ἐπλάνησα τὸν προφήτην ἐκεῖνον. Διὰ τοῦτο ὀφείλομεν πάσῃ δυνάμει κατευθύνειν ἑαυτοὺς πρὸς τὸ θέλημα τοῦ Θεοῦ καὶ μὴ πιστεύειν τῇ ἰδίᾳ καρδίᾳ, ἀλλὰ καὶ καλὸν πρᾶγμα ἐάν ἐστιν, καὶ ἀκούσωμεν παρά τινος ἁγίου ὅτι καλόν ἐστιν, ὀφείλομεν ἔχειν μὲν ὅτι καλόν ἐστι, μὴ πιστεύειν δὲ ἑαυτοῖς ὅτι ἤδη καὶ καλῶς ποιοῦμεν αὐτὸ καὶ ὡς δικαίως ὀφείλει γενέσθαι. Ἀλλὰ ὀφείλομεν ποιεῖν μὲν τὴν δύναμιν ἡμῶν, πάλιν δὲ ἀνατίθεσθαι καὶ τὸ πῶς ἐποιοῦμεν, καὶ μανθάνειν εἰ καλῶς αὐτὸ ἐποιήσαμεν, καὶ μετὰ ταῦτα μήτε οὕτως ἀμεριμνεῖν, ἀλλ’ ἐκδέχεσθαι καὶ τὴν τοῦ Θεοῦ κρίσιν, ὥσπερ ὁ ἅγιος ἐκεῖνος ὁ ἀββᾶς Ἀγάθων, ὅτε ἠρωτήθη·

Καὶ σὺ φοβῇ, Πάτερ; ἀπεκρίνατο ὅτι· Τέως ἐγὼ τὴν δύναμίν μου ἐποίησα, οὐκ οἶδα δὲ εἰ ἤρεσε τὸ ἔργον μου τῷ Θεῷ. Ἄλλο γάρ ἐστι τὸ κρῖμα τοῦ Θεοῦ καὶ ἄλλο τὸ τῶν ἀνθρώπων. Ὁ Θεὸς σκεπάσει ἡμᾶς ἀπὸ τοῦ κινδύνου τῶν στοιχούντων ἑαυτοῖς καὶ ἀξιώσει κρατῆσαι τὴν ὁδὸν τῶν πατέρων ἡμῶν.