Οἱ Πατέρες οὖν, καθὼς εἴπομεν, σταυρώσαντες ἑαυτοῖς τὸν κόσμον, ἐσπούδασαν δι’ ἀγώνων σταυρῶσαι καὶ ἑαυτοὺς τῷ κόσμῳ. Ἡμεῖς μὲν ἐδόξαμεν σταυροῦν ἑαυτοῖς τὸν κόσμον, ὅτι ἀφήκαμεν αὐτὸν καὶ ἤλθομεν εἰς τὸ μοναστήριον, ἑαυτοὺς δ’ οὐ θέλομεν σταυρῶσαι τῷ κόσμῳ· ἔτι γὰρ ἔχομεν τὰς ἡδονὰς αὐτοῦ, ἀκμὴν ἔχομεν τὰς προσπαθείας αὐτοῦ, προσπάσχομεν τῇ δόξῃ αὐτοῦ, προσπάσχομεν βρώμασιν, ἱματίοις. Ἐργαλεῖον καλὸν ἐάν ἐστι, προσπάσχομεν αὐτῷ καὶ ἀφίεμεν τὸ μικρὸν ἐργαλεῖον ἐκεῖνο ποιῆσαι ἐν ἡμῖν, ὡς εἶπεν ὁ ἀββᾶς Ζωσιμᾶς, τόπον κεντηναρίου. Καὶ ἐδόξαμεν ἐξελθεῖν τοῦ κόσμου καὶ ἀφεῖναι τὰ αὐτοῦ, καὶ ἐρχόμεθα εἰς τὸ μοναστήριον, καὶ δι’ εὐτελῶν πραγμάτων πληροῦμεν τὴν προσπάθειαν αὐτοῦ· τοῦτο δὲ πάσχομεν ἀπὸ πολλῆς ἀφροσύνης, ὅτι ἀφέντες μεγάλα καὶ πολύτιμα πράγματα, εἰς ἐλάχιστά τινα πληροῦμεν τὰ πάθη ἡμῶν. Ἕκαστος γὰρ ἡμῶν ὃ εἶχεν, ἀφῆκεν, ὁ ἔχων μεγάλα, τὰ μεγάλα, καὶ ὁ ἔχων εἴ τι δήποτε, καὶ αὐτὸς ὃ εἶχεν ἀφῆκεν, ἕκαστος πρὸς τὴν δύναμιν αὐτοῦ, καὶ ἐρχόμεθα εἰς τὸ μοναστήριον, καὶ καθὼς εἶπον, δι’ εὐτελῶν πραγμάτων καὶ μηδαμινῶν, πληροῦμεν τὴν προσπάθειαν ἡμῶν.