Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία ΙΖ': Η συνειδητή συμμετοχή στην ψαλμωδία
Ερμηνεία των πνευματικών θυσιών και ολοκαυτωμάτων, η κάθαρση του τριμερούς της ψυχής και η οικείωση με τον Θεό μέσω της τηρήσεως των εντολών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία ΙΖ': Η συνειδητή συμμετοχή στην ψαλμωδία
Ερμηνεία των πνευματικών θυσιών και ολοκαυτωμάτων, η κάθαρση του τριμερούς της ψυχής και η οικείωση με τον Θεό μέσω της τηρήσεως των εντολών.
ΙΖʹ. ΕΡΜΗΝΕΙΑ ΤΙΝΩΝ ΡΗΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΨΑΛΛΟΜΕΝΩΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΡΤΥΡΑΣ Διὰ τοῦτο καλόν ἐστιν, ἀδελφοί, τὸ ψάλλειν ἐκ τῶν λόγων τῶν ἁγίων θεοφόρων, ἐπειδὴ πανταχοῦ σπουδάζουσιν ἀεὶ διδάσκειν ἡμᾶς πάντα τὰ συντείνοντα πρὸς φωτισμὸν τῶν ψυχῶν ἡμῶν· ἐν οἷς καὶ πρόκειται ἡμῖν ἐξ αὐτῶν τῶν προσφόρων λόγων καὶ αὐτὴν τὴν δύναμιν τῆς ἐπιτελουμένης μνήμης ἀεὶ μανθάνειν, εἴτε Δεσποτική ἐστιν ἑορτή, εἴτε ἁγίων μαρτύρων, εἴτε πατέρων, εἴτε ἁπλῶς οἵα δήποτε ἁγία καὶ περιφανὴς ἡμέρα. Ὀφείλομεν οὖν καὶ ἡμεῖς μετὰ νήψεως ψάλλειν καὶ τιθέναι τὸν νοῦν ἡμῶν εἰς τὴν δύναμιν τῶν λόγων τῶν ἁγίων, ἵνα μὴ μόνον τὸ στόμα, καθὼς λέγει εἰς τὸ Γεροντικόν, ἀλλ’ ἵνα καὶ ἡ καρδία ἡμῶν μετὰ τοῦ στόματος ψάλλῃ. Ἐμάθομεν ἐκ τοῦ προτέρου ψαλμοῦ ὀλίγα κατὰ τὴν δύναμιν ἡμῶν περὶ τοῦ ἁγίου Πάσχα· ἴδωμεν πάλιν τί θέλει διδάξαι ἡμᾶς καὶ περὶ τῶν ἁγίων μαρτύρων ὁ ἅγιος Γρηγόριος. Λέγει γὰρ καὶ ὁ εἰς αὐτοὺς ψαλμὸς ὃν εἴπομεν ἄρτι ἐκ τῶν λόγων αὐτοῦ·
Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, καὶ τὰ ἑξῆς. Τί ἐστιν ἱερεῖα ἔμψυχα; Ἱερεῖόν ἐστιν πᾶν τὸ ἀφιερωμένον εἰς θυσίαν Θεοῦ, ὑπόθου πρόβατον ἢ βοῦν ἤ τι τῶν τοιούτων. Διὰ τί οὖν λέγει περὶ τῶν ἁγίων μαρτύρων·
Ἱερεῖα ἔμψυχα; Ὅτι τὸ πρόβατον τὸ εἰς θυσίαν προσφερόμενον πρῶτον σφάζεται καὶ ἀποθνήσκει· εἶθ’ οὕτως μελίζεται καὶ κατατέμνεται καὶ προσάγεται τῷ Θεῷ. Οἱ δὲ ἅγιοι μάρτυρες ζῶντες κατετέμνοντο τὰς σάρκας ξεόμενοι, βασανιζόμενοι, μελοκοπούμενοι. Ἔσθ’ ὅτε γὰρ καὶ χεῖρας αὐτῶν ἀπέκοπτον οἱ δήμιοι καὶ πόδας καὶ γλώσσας, καὶ ὀφθαλμοὺς ἐξώρυττον, καὶ ἐπὶ τοσοῦτον ἐξέοντο τὰς πλευράς, ὥστε καὶ αὐτὴν φαίνεσθαι τὴν κατασκευὴν καὶ τὴν ἁρμονίαν τῶν ἐντοσθίων αὐτῶν. Ταῦτα δὲ πάντα, ὡς εἶπον, ζῶντες ὑπέμενον οἱ ἅγιοι ἔτι ἔχοντες τὰς ἑαυτῶν ψυχάς, καὶ διὰ τοῦτο λέγονται ἱερεῖα ἔμψυχα.
Ὁλοκαυτώματα δὲ λογικά, διὰ τί; Ἐπειδὴ ἄλλο ἐστὶ θυσία καὶ ἄλλο ἐστὶν ὁλοκαύτωμα. Ἔστιν ὅτε οὐ προσφέρουσιν ὅλον τὸ πρόβατον, ἀλλὰ μόνον τὴν ἀπαρχὴν αὐτοῦ, καθὼς λέγει ἐν τῷ νόμῳ· Τὸν βραχίονα τὸν δεξιὸν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὰ ὅμοια τούτοις· ταῦτα οἱ προσφέροντες θυσίας προσῆγον, οἱονεὶ τὴν ἀπαρχὴν προσέφερον· καὶ αὕτη λέγεται θυσία. Ὁλοκαυτώματα δέ ἐστιν ὅτε ὅλον τὸ πρόβατον ἢ τὸν βοῦν ἢ εἴ τί ἐστι τὸ προσφερόμενον προσάγουσιν καὶ καίουσιν ὅλον, ὡς λέγει ἐκεῖ·
Κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις· ἔσθ’ ὅτε δὲ καὶ τὴν βύρσαν καὶ τὴν κόπρον καὶ ἅπαξ ἁπλῶς ὅλον ἐξ ὅλου κατακαίουσιν. Αὕτη λέγεται ὁλοκαύτωσις. Οὕτως ἐπετέλουν καὶ τὰς θυσίας καὶ τὰς ὁλοκαυτώσεις οἱ υἱοὶ Ἰσραὴλ κατὰ τὸν νόμον.
Σύμβολα δὲ ἦσαν αἱ θυσίαι ἐκεῖναι καὶ αἱ ὁλοκαυτώσεις τῶν ψυχῶν τῶν θελουσῶν σωθῆναι καὶ ἑαυτὰς προσενέγκαι τῷ Θεῷ. Καὶ λέγω ὑμῖν καὶ περὶ τούτων ὀλίγα ἐξ ὧν εἶπον οἱ Πατέρες, ἵνα ὅτε ἀναγινώσκετε αὐτά, ἀνάγητε μικρὸν τὰ νοήματα ὑμῶν καὶ πιαίνηται ἡ ψυχὴ ὑμῶν.
Τὸν βραχίονα λέγουσιν εἶναι τὸ σθένος· αἱ δὲ χεῖρες εἰς τὴν πρακτικὴν λαμβάνονται, καθὼς διαφόρως εἴπομεν. Ὁ οὖν βραχίων ἡ δύναμίς ἐστι τῆς χειρός. Προσέφερον τοίνυν τὴν δύναμιν τῆς δεξιᾶς χειρός, τοῦτ’ ἔστι τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν· τὴν γὰρ δεξιὰν εἰς τὸ ἀγαθὸν λαμβάνουσι. Καὶ τὰ ἄλλα πάντα ὅσα εἴπομεν, οἷον ὁ λοβὸς τοῦ ἥπατος καὶ οἱ δύο νεφροὶ καὶ τὸ στέαρ τὸ ἀπ’ αὐτῶν καὶ ἡ ὀσφὺς καὶ τὸ στέαρ τὸ ἐπὶ τῶν μηρῶν καὶ ἡ καρδία καὶ τὸ στηθήνιον καὶ ὅσα τοιαῦτα· ὁμοίως καὶ ταῦτα σύμβολά εἰσι. Ταῦτα γὰρ πάντα, ὡς λέγει ὁ Ἀπόστολος, τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Καὶ λέγω ὑμῖν πῶς· Ἡ ψυχή, ὡς λέγει ὁ ἅγιος Γρηγόριος, τριμερής ἐστιν. Ἔχει γὰρ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικὸν καὶ τὸ λογιστικόν. Προσέφερον οὖν τὸν λοβὸν τοῦ ἥπατος. Τὸ ἧπαρ λαμβάνουσιν οἱ Πατέρες εἰς τὴν ἐπιθυμίαν· ὁ δὲ λοβὸς τοῦ ἥπατός ἐστι τὸ ἄκρον αὐτοῦ.
Προσέφερον οὖν ἐκεῖνοι συμβολικῶς τὸ ἄκρον τοῦ ἐπιθυμητικοῦ μέρους, τοῦτ’ ἔστι τὴν ἀπαρχὴν αὐτοῦ, τὸ καλλιστεῦον καὶ τιμιώτερον μέρος αὐτοῦ· ὅπερ σημαίνει τὸ μηδὲν πρὸ τοῦ Θεοῦ ἀγαπᾷν, μηδὲν ἐκ πάντων τῶν ἐπιθυμητικῶν προτιμᾷν τῆς εἰς τὸν Θεὸν ἐπιθυμίας· εἴπομεν γὰρ ὅτι τὸ τιμιώτερον αὐτῷ προσέφερον. Καὶ οἱ νεφροὶ δὲ καὶ τὸ στέαρ τὸ ἀπ’ αὐτῶν καὶ ἡ ὀσφὺς καὶ τὸ στέαρ τὸ ἐπὶ τῶν μηρῶν, τὸ αὐτὸ κατὰ ἀναλογίαν τινὰ σημαίνουσιν· ἐκεῖ γὰρ λέγουσιν εἶναι τὴν ἐπιθυμίαν. Ἰδοὺ ταῦτά ἐστι τὰ σύμβολα τοῦ ἐπιθυμητικοῦ μέρους. Τοῦ δὲ θυμικοῦ σύμβολόν ἐστιν ἡ καρδία· ἐκεῖ γὰρ λέγουσιν εἶναι τὸν θυμόν, καὶ τοῦτο σημαίνει καὶ ὁ ἅγιος Βασίλειος λέγων· Θυμός ἐστι ζέσις καὶ κίνησις τοῦ περικαρδίου αἵματος. Τὸ δὲ στηθήνιον σύμβολόν ἐστι τοῦ λογιστικοῦ· τὸ γὰρ στῆθος εἰς τοῦτο λαμβάνουσι. Διὰ τοῦτο καὶ τὸν Μωϋσῆν λέγουσιν ἐνδύοντα τὸν Ἀαρὼν τὸ ἔνδυμα τὸ ἀρχιερατικόν, ἐπὶ τοῦ στήθους αὐτοῦ διδόναι τὸ λόγιον κατὰ τὴν τοῦ Θεοῦ διαταγήν.
Ταῦτα οὖν πάντα, ὡς εἴπομεν, σύμβολά εἰσι τῆς ψυχῆς τῆς διὰ τῆς πρακτικῆς σὺν Θεῷ καθαιρούσης ἑαυτὴν καὶ ἐπὶ τὸ κατὰ φύσιν ἐπανερχομένης. Λέγει γὰρ καὶ ὁ Εὐάγριος ὅτι κατὰ φύσιν ἐνεργεῖ ψυχὴ λογική, ὅταν τὸ μὲν ἐπιθυμητικὸν μέρος αὐτῆς τῆς ἀρετῆς ἐφίεται, τὸ δὲ θυμικὸν ὑπὲρ ταύτης ἀγωνίζεται, τὸ δὲ λογιστικὸν ἐπιβάλλει τῇ θεωρίᾳ τῶν γεγονότων.
Ὅτε οὖν προσέφερον πρόβατον ἢ βοῦν ἢ ἄλλο τι τοιοῦτον εἰς θυσίαν, ταῦτα ἐλάμβανον οἱ υἱοὶ Ἰσραὴλ ἐκ τοῦ προσφερομένου καὶ ἐπετίθουν ἐπὶ τὸ θυσιαστήριον ἔναντι Κυρίου, καὶ λέγεται θυσία. Ὁλοκαύτωμα δέ ἐστιν, ὅτε ὅλον ἐξ ὅλου τὸ ἱερεῖον προσέφερον καὶ κατέκαιον αὐτό· οὕτως ὡς ἐστὶ σῶον, ὁλόκληρον, τέλειον, καθὼς καὶ ἀνωτέρω εἴπομεν, τοῦτο τῶν τελείων ἐστὶ σύμβολον, τοῦτο τῶν λεγόντων ἐστὶ τὸ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Εἰς τοῦτο τὸ μέτρον ὁ Κύριος προετρέπετο ἐλθεῖν ἐκεῖνον τὸν εἰπόντα αὐτῷ ὅτι· Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητός μου. Ἀπεκρίνατο γὰρ αὐτῷ λέγων ὅτι· Ἔτι ἕν σοι λείπει. Ποῖον; Τὸ Ἆρον τὸν σταυρόν σου καὶ δεῦρο ἀκολουθεῖ μοι. Οἱ οὖν ἅγιοι μάρτυρες οὕτως προσήνεγκαν ὅλους ἑαυτοὺς τῷ Θεῷ, καὶ οὐ μόνον ἑαυτούς, ἀλλὰ καὶ τὰ ἑαυτῶν καὶ τὰ περὶ ἑαυτούς. Ἄλλο γάρ ἐσμεν ἡμεῖς, καθὼς λέγει ὁ ἅγιος Βασίλειος, καὶ ἄλλο τὰ ἡμέτερα καὶ ἄλλο τὰ περὶ ἡμᾶς· ταῦτα καὶ ἄλλοτε εἶπον ὑμῖν. Ἡμεῖς μὲν οὖν ἐσμεν ὁ νοῦς καὶ ἡ ψυχή, ἡμέτερον δὲ τὸ σῶμα· τὰ δὲ περὶ ἡμᾶς, κτήματα καὶ αἱ λοιπαὶ ὕλαι. Προσήνεγκαν οὖν ἑαυτοὺς οἱ ἅγιοι τῷ Θεῷ ὅλῃ καρδίᾳ, ὅλῃ ψυχῇ, ὅλῃ ἰσχύϊ, κατὰ τὸ γεγραμμένον· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
Οὐ μόνον γὰρ τέκνων καὶ γυναικῶν καὶ δόξης καὶ χρημάτων καὶ τῆς λοιπῆς πάσης περιουσίας κατεφρόνησαν, ἀλλὰ καὶ αὐτῶν τῶν ἰδίων σωμάτων· καὶ διὰ τοῦτο λέγονται ὁλοκαυτώματα. Λογικὰ δέ, ἐπειδὴ λογικὸν ζῶον ὁ ἄνθρωπος, καὶ θύματα τέλεια Θεῷ.
Εἶτα τὸ ἑξῆς· Θεὸν γινώσκοντα καὶ Θεῷ γινωσκόμενα πρόβατα. Πῶς Θεὸν γινώσκοντα; Ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν εἰπών· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Διὰ τί εἶπε· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι; Ἀντὶ τοῦ· Τῷ λόγῳ μου ὑπακούουσι, τὰς ἐντολάς μου φυλάττουσι καὶ διὰ τοῦτο γινώσκουσί με· διὰ γὰρ τῆς φυλακῆς τῶν ἐντολῶν ἐγγίζουσιν οἱ ἅγιοι τῷ Θεῷ, καὶ ὅσον ἐγγίζουσιν αὐτῷ, τοσοῦτον γινώσκουσιν αὐτὸν καὶ γινώσκονται ὑπ’ αὐτοῦ. Ἐπεὶ ὁ Θεὸς τὰ πάντα γινώσκει καὶ τὰ κρυπτὰ καὶ τὰ βαθέα καὶ τὰ μὴ ὄντα, διὰ τί οὖν λέγει περὶ τῶν ἁγίων·
Θεῷ γινωσκόμενα; Ὅτι, καθὼς εἶπον, διὰ τῶν ἐντολῶν ἐγγίζοντες αὐτῷ, γινώσκουσιν αὐτὸν καὶ γινώσκονται ὑπ’ αὐτοῦ. Ὅσον γὰρ ἀποστρέφεταί τις καὶ μακρύνει ἑαυτὸν ἀπό τινος, τοσοῦτον λέγεται ἀγνοεῖν αὐτὸν καὶ ἀγνοεῖσθαι ὑπ’ αὐτοῦ, ὥσπερ καὶ ὁ ἐγγίζων ὁμοίως λέγεται γινώσκειν καὶ γινώσκεσθαι· κατὰ τοῦτο οὖν λέγεται καὶ ὁ Θεὸς ἀγνοεῖν τοὺς ἁμαρτωλούς, καθὸ μακρύνουσιν ἑαυτοὺς ἀπ’ αὐτοῦ. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Κύριος τοῖς τοιούτοις λέγει·
Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οἱ οὖν ἅγιοι, καθὼς πολλάκις εἶπον, ὅσον κτῶνται διὰ τῶν ἐντολῶν τὰς ἀρετάς, τοσοῦτον προσοικειοῦνται τῷ Θεῷ, καὶ ὅσον προσοικειοῦνται αὐτῷ, τοσοῦτον γινώσκουσιν αὐτὸν καὶ γινώσκονται ὑπ’ αὐτοῦ.
Ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος. Μάνδρα λέγεται τόπος περιπεφραγμένος, ἔνθα συνάγει ὁ ποιμὴν τὰ πρόβατα καὶ φυλάττει, ἵνα μὴ διαρπαγῶσιν ὑπὸ λύκων ἢ ὑπὸ λῃστῶν συληθῶσιν. Ἐὰν δέ ἐστι μάνδρα ἀπὸ οἱουδήποτε μέρους σαθροτέρα, εὑρίσκεται εὐεπίβατος, καὶ εὐχερῶς ἐπιβουλεύεται καὶ ὑπὸ τῶν λύκων καὶ ὑπὸ τῶν λῃστῶν. Ἡ οὖν μάνδρα τῶν ἁγίων πανταχόθεν ἠσφάλισται καὶ πεφύλακται, ὥσπερ εἶπεν ὁ Κύριος· Ἔνθα κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν, οὔτε ἄλλο τι τῶν βλαβερῶν ἐπιβουλεῦσαι δύνανται. Εὐξώμεθα οὖν, ἀδελφοί, ἵνα καὶ ἡμεῖς ἀξιωθῶμεν συμποιμανθῆναι αὐτοῖς καὶ εὑρεθῆναι κἂν ἐν τῷ τόπῳ τῆς μακαρίας τρυφῆς ἐκείνης καὶ τῆς ἀναπαύσεως αὐτῶν· κἂν γὰρ οὐκ ἐφθάσαμεν τὴν κατάστασιν τῶν ἁγίων καὶ οὐκ ἄξιοί ἐσμεν τοῦ εἶναι ἐν τῇ δόξῃ αὐτῶν, ἀλλὰ δυνάμεθα μὴ ἐκπεσεῖν τοῦ παραδείσου, ἐὰν νήφωμεν καὶ βιάζωμεν ἑαυτοὺς μικρόν, ὡς λέγει καὶ ὁ ἅγιος Κλήμης·
Κἂν μὴ στεφανῶταί τις, ἀλλὰ σπουδάσῃ μὴ μακρὰν εὑρεθῆναι τῶν στεφανουμένων. Ὥσπερ γὰρ ἐν τῷ παλατίῳ εἰσὶ μεγάλαι καὶ λαμπραὶ στρατιαί, ὑπόθου τὴν σύγκλητον, τοὺς πατρικίους, τοὺς στρατηλάτας, τοὺς ὑπάρχους, τοὺς σελεντιαρίους· εἰσὶ γὰρ αὗται πολύτιμαι στρατιαί. Εἰσὶ δὲ καὶ ἄλλοι τινὲς ἐν τῷ αὐτῷ παλατίῳ στρατευόμενοι ὀλίγων νομισμάτων, καὶ ὁμῶς λέγονται καὶ αὐτοὶ στρατεύεσθαι τῷ βασιλεῖ, καί εἰσιν ἔσω ἐν τῷ παλατίῳ, κἂν τὴν δόξαν τῶν μεγάλων ἐκείνων οὐκ ἔχωσιν· ἀλλὰ τέως ἔσω εἰσί. Συμβαίνει δὲ ὅτι καὶ κατὰ μικρὸν προκόπτοντες, τυγχάνουσι καὶ αὐτοὶ μεγάλων στρατιῶν καὶ λαμπρῶν ἀξιωμάτων. Οὕτως καὶ ἡμεῖς σπουδάσωμεν ἐκφυγεῖν τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν, ἵνα τέως ἐξειλήσωμεν τοῦ ᾅδου· καὶ οὕτως δυνάμεθα διὰ τῆς τοῦ Χριστοῦ φιλανθρωπίας καὶ αὐτῆς τῆς εἰσόδου τοῦ παραδείσου τυχεῖν εὐχαῖς πάντων τῶν ἁγίων αὐτοῦ. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.