Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία Β': Η ταπεινοφροσύνη

Ανάλυση της ταπεινοφροσύνης ως θεμελιώδους αρετής, της υπερηφάνειας και των ειδών της, καθώς και της προστασίας της ψυχής από τις παγίδες του διαβόλου μέσω της ταπείνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 2 από 17

Βʹ. ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ Εἶπέ τις τῶν γερόντων· Πρὸ παντὸς χρῄζομεν τῆς ταπεινοφροσύνης, ἕτοιμοι ὄντες ἐν παντὶ λόγῳ ᾧ ἀκούομεν λέγειν· Συγχώρησον. Διὰ γὰρ τῆς ταπεινοφροσύνης πάντα τὰ τοῦ ἐχθροῦ καὶ ἀντικειμένου διαφθείρεται. Ζητήσωμεν τί ἐστιν ἡ δύναμις τοῦ λόγου τοῦ γέροντος. Διὰ τί λέγει·

Πρὸ παντὸς χρῄζομεν τῆς ταπεινοφροσύνης, καὶ μὴ μᾶλλον· Πρὸ παντὸς χρῄζομεν ἐγκρατείας; Λέγει γὰρ ὁ Ἀπόστολος· Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἢ διὰ τί μὴ λέγει· Πρὸ παντὸς χρῄζομεν τοῦ φόβου τοῦ Θεοῦ; Λέγει γὰρ ἡ Γραφή· Ἀρχὴ σοφίας φόβος Κυρίου. Καὶ πάλιν· Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Διὰ τί δὲ οὐ λέγει·

Πρὸ παντὸς χρῄζομεν τῆς ἐλεημοσύνης ἢ τῆς πίστεως; Λέγει γάρ· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· καὶ ὁ Ἀπόστολος λέγει· Χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι τῷ Θεῷ. Εἰ οὖν ἀδύνατον εὐαρεστῆσαι χωρὶς πίστεως, καὶ ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, καὶ τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καὶ ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, πῶς λέγει ὅτι· Πρὸ παντὸς χρῄζομεν τῆς ταπεινοφροσύνης, καὶ ἀφῆκε ταῦτα πάντα οὕτως ἀναγκαῖα ὄντα; Θέλει δεῖξαι ἡμῖν ὁ γέρων ὅτι οὔτε αὐτὸς ὁ φόβος τοῦ Θεοῦ οὔτε ἡ ἐλεημοσύνη οὔτε ἡ πίστις οὔτε ἡ ἐγκράτεια οὔτε ἄλλη μία τῶν ἀρετῶν δύναται κατορθωθῆναι χωρὶς τῆς ταπεινοφροσύνης. Διὰ τοῦτο λέγει· Πρὸ παντὸς χρῄζομεν τῆς ταπεινοφροσύνης, ἕτοιμοι ὄντες ἐν παντὶ λόγῳ ᾧ ἀκούομεν λέγειν· Συγχώρησον. Διὰ γὰρ τῆς ταπεινοφροσύνης πάντα τὰ τοῦ ἐχθροῦ καὶ ἀντικειμένου διαφθείρεται.

Ἰδοὺ βλέπετε, ἀδελφοί, πόση ἐστὶν ἡ δύναμις τῆς ταπεινοφροσύνης. Βλέπετε ποίαν ἐνέργειαν ἔχει τὸ λέγειν· Συγχώρησον. Διὰ τί δὲ καλεῖται ὁ διάβολος οὐ μόνον ἐχθρός, ἀλλὰ καὶ ἀντικείμενος; Ἐχθρὸς λέγεται, καθότι μισάνθρωπός ἐστι, μισόκαλος, ἐπίβουλος· ἀντικείμενος δὲ λέγεται, ἐπειδὴ εἰς πᾶν πρᾶγμα καλὸν ἐπιχειρεῖ ἐμποδίσαι. Θέλει τις εὔξασθαι; ἐκεῖνος ἀντίκειται ἐμποδίζων διὰ κακῶν ἐνθυμήσεων, δι’ αἰχμαλωσίας, διὰ ἀκηδίας. Θέλει τις ἐλεῆσαι; ἐκεῖνος ἐμποδίζει διὰ φιλαργυρίας, διὰ κνιπίας.

Θέλει τις ἀγρυπνῆσαι; ἐκεῖνος ἐμποδίζει δι’ ὀκνηρίας, διὰ ῥᾳθυμίας· καὶ εἰς ἕκαστον πρᾶγμα οὕτως ἐναντιοῦται ἡμῖν, εἰς ὃ ἐπιβαλλόμεθα καλόν· διὰ τοῦτο λέγεται οὐ μόνον ἐχθρός, ἀλλὰ καὶ ἀντικείμενος· διὰ οὖν τῆς ταπεινοφροσύνης πάντα τὰ τοῦ ἐχθροῦ καὶ ἀντικειμένου διαφθείρεται.

Μεγάλη γάρ ἐστιν ὄντως ἡ ταπεινοφροσύνη, καὶ ἕκαστος δὲ τῶν ἁγίων δι’ αὐτῆς τῆς ταπεινοφροσύνης ὥδευσεν καὶ διὰ τοῦ κόπου συνέτεμεν τὴν ὁδοιπορίαν, καθὼς λέγει· Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Δύναται μὲν γὰρ καὶ ἡ ταπείνωσις μόνη εἰσενεγκεῖν, ὡς ἔλεγεν ὁ γέρων ὁ ἀββᾶς Ἰωάννης, βραδυτέρως δέ. Ταπεινωθῶμεν οὖν καὶ ἡμεῖς μικρόν, καὶ σωζόμεθα· κἂν οὐ δυνάμεθα κοπιάσαι ὡς ἀσθενεῖς, σπουδάσωμεν ταπεινωθῆναι. Καὶ πιστεύω εἰς τὸ ἔλεος τοῦ Θεοῦ ὅτι δι’ αὐτὸ τὸ μικρὸν τὸ μετὰ ταπεινώσεως γενόμενον εὑρισκόμεθα καὶ ἡμεῖς εἰς τὸν τόπον τῶν ἁγίων ἐκείνων τῶν πολλὰ πάνυ κοπιασάντων καὶ δουλευσάντων τῷ Θεῷ. Ναὶ ἀσθενοῦμεν καὶ οὐ δυνάμεθα κοπιάσαι, μὴ ταπεινωθῆναι οὐ δυνάμεθα;

Μακάριός ἐστιν, ἀδελφοί, ὁ ἔχων ταπείνωσιν. Μεγάλη ἐστὶν ἡ ταπείνωσις· καλῶς δὲ ἐσήμανεν ὁ ἅγιος ἐκεῖνος τὸν ἔχοντα ἀληθινὴν ταπείνωσιν διὰ τὸ εἰπεῖν ὅτι· Ἡ ταπείνωσις οὐκ ὀργίζεται οὐδὲ παροργίζει τινά. Καὶ δοκεῖ ὡς ξένον εἶναι τὸ πρᾶγμα· ἡ ταπείνωσις γὰρ τῇ κενοδοξίᾳ μόνῃ ἐναντιοῦται καὶ ἀπ’ αὐτῆς δῆθεν φυλάττει τὸν ἄνθρωπον.

Ὀργίζεται δέ τις καὶ διὰ χρήματα καὶ διὰ βρώματα· πῶς οὖν λέγει ὅτι· Ἡ ταπείνωσις οὐκ ὀργίζεται οὐδὲ παροργίζει τινά; Ἡ ταπείνωσις μεγάλη ἐστίν, ὡς εἴπομεν, καὶ δυνατή ἐστιν ὥστε ἐπισπάσασθαι τὴν χάριν τοῦ Θεοῦ εἰς τὴν ψυχήν.

Λοιπὸν αὐτὴ ἡ χάρις τοῦ Θεοῦ ἐλθοῦσα σκεπάζει τὴν ψυχὴν ἐκ τῶν ἄλλων δύο παθῶν τούτων τῶν βαρέων· τί γάρ ἐστι βαρύτερον τοῦ ὀργίζεσθαι καὶ τοῦ παροργίζειν τὸν πλησίον, ὡς εἶπεν ὁ Εὐάγριος ὅτι· Ξένον παντάπασι μοναχῷ τὸ ὀργίζεσθαι· ὄντως εἰ μὴ ταχέως σκεπασθῇ ὁ τοιοῦτος διὰ ταπεινώσεως, κατὰ μικρὸν μικρὸν ἔρχεται εἰς κατάστασιν δαίμονος, ταράσσων καὶ ταρασσόμενος. Διὰ τοῦτο οὖν λέγει ὅτι· Ἡ ταπείνωσις οὐκ ὀργίζεται οὐδὲ παροργίζει τινά.

Τί δὲ λέγω ὅτι ἀπὸ τῶν δύο παθῶν σκεπάζει; Ἀλλὰ καὶ ἀπὸ παντὸς πάθους, ἀπὸ παντὸς πειρασμοῦ σκεπάζει ἡ ταπείνωσις τὴν ψυχήν. Ὅτε ἐθεώρησεν ὁ ἅγιος Ἀντώνιος πάσας τὰς παγίδας τοῦ διαβόλου ἡπλωμένας καὶ στενάξας ἠρώτησε τὸν Θεὸν ὅτι· Τίς ἄρα παρέρχεται αὐτάς, τί ἀπεκρίθη αὐτῷ ὁ Θεός; ὅτι· Ἡ ταπείνωσις παρέρχεται αὐτάς. Καὶ ποῖον ἄλλο θαυμαστὸν προσέθηκε; τό· Καὶ οὔτε ἅπτονται αὐτῆς. Βλέπεις δύναμιν, κῦρι, βλέπεις χάριν ἀρετῆς; Τῷ ὄντι οὐδὲν ἰσχυρότερον τῆς ταπεινοφροσύνης, οὐδὲν περιγίνεται αὐτῆς. Εἴ τι δ’ ἂν συμβῇ λυπηρὸν τῷ ταπεινῷ, εὐθέως χωρεῖ καθ’ ἑαυτοῦ, εὐθέως κατακρίνει ἑαυτὸν ὅτι ἐστὶν ἄξιος· οὐκ ἀνέχεται μέμψασθαί τινα, οὐκ ἀνέχεται βαλεῖν ἐπάνω ἄλλου τὴν αἰτίαν καὶ λοιπὸν παρέρχεται ἀταράχως, ἀθλίπτως, μετὰ πάσης ἀναπαύσεως.

Διὰ τοῦτο οὔτε ὀργίζεται οὔτε παροργίζει τινά. Διὰ τοῦτο καλῶς εἶπεν ὁ ἅγιος ὅτι· Πρὸ πάντος χρῄζομεν τῆς ταπεινοφροσύνης. Δύο δέ εἰσι ταπεινώσεις, ὥσπερ καὶ δύο ὑπερηφανίαι. Ἡ πρώτη ὑπερηφανία ἐστὶν ὅταν ἐξουδενεῖ τις τὸν ἀδελφόν, ὅταν εὐτελίζει αὐτὸν ὡς μηδὲν ὄντα καὶ ἑαυτὸν ἔχει ὑπερέχοντα αὐτοῦ. Ὁ τοιοῦτος ἐὰν μὴ ταχέως νήψῃ καὶ σπουδάσῃ, κατὰ μικρὸν μικρὸν ἔρχεται καὶ εἰς τὴν δευτέραν ὑπερηφανίαν, ἵνα καὶ κατ’ αὐτοῦ τοῦ Θεοῦ ὑπερηφανεύηται καὶ ἑαυτῷ ἐπιγράφῃ τὰ κατορθώματα αὐτοῦ, καὶ οὐ τῷ Θεῷ.

Ὄντως, ἀδελφοί μου, οἶδά ποτε ἐλθόντα τινὰ εἰς ταύτην τὴν ἐλεεινὴν κατάστασιν· καὶ παρὰ μὲν τὴν ἀρχὴν εἴ τι ἐλάλησεν αὐτῷ τις τῶν ἀδελφῶν, κατέπτυεν ἑκάστου καὶ ἔλεγε· Τίς ἐστιν ἐκεῖνος; Οὐκ ἔστιν εἰ μὴ Ζωσιμᾶς καὶ οἱ κατ’ αὐτόν. Εἶτα ἤρξατο καὶ τούτους εὐτελίζειν καὶ λέγειν· Οὐδείς ἐστιν εἰ μὴ Μακάριος. Καὶ μετ’ ὀλίγον ἤρξατο λέγειν· Τίς ἐστι Μακάριος; Οὐδείς, εἰ μὴ Βασίλειος καὶ Γρηγόριος. Εἶτα μετὰ μικρὸν ἤρξατο καὶ τούτους εὐτελίζειν λέγων· Τίς ἐστι Βασίλειος καὶ τίς ἐστι Γρηγόριος;

Οὐδείς, εἰ μὴ Πέτρος καὶ Παῦλος. Λέγω αὐτῷ· Ὄντως, ἄδελφε, καὶ τούτους ἔχεις ἐξουδενῶσαι. Πιστεύσατέ μοι ὅτι μετ’ ὀλίγον καιρὸν ἤρξατο λέγειν· Τίς ἐστι Πέτρος καὶ τίς ἐστι Παῦλος; Οὐδείς, εἰ μὴ ἡ ἁγία Τριάς. Ὕστερον κατ’ αὐτοῦ τοῦ Θεοῦ ὑπερηφανεύθη, καὶ οὕτως ἐξέστη. Διὰ τοῦτο ὀφείλομεν ἀγωνίζεσθαι, ἀδελφοί μου, πρὸς τὴν πρώτην ὑπερηφανίαν, ἵνα μὴ κατὰ μικρὸν ἐμπέσωμεν καὶ εἰς τὴν τελείαν ὑπερηφανίαν.

Ἔστι δὲ καὶ κοσμικὴ ὑπερηφανία καὶ μοναχικὴ ὑπερηφανία. Ἡ κοσμικὴ ὑπερηφανία ἐστὶν ὅτε τις ὑπερηφανεύεται κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ ὡς πλουσιώτερος ἢ ὡς εὐμορφότερος αὐτοῦ ἢ ὡς καλῶς φορῶν πλέον αὐτοῦ ἢ ὡς γενναιότερος αὐτοῦ. Ὅταν οὖν βλέπωμεν ἑαυτοὺς κενοδοξοῦντας ἐν τούτοις ἢ ὅτι τὸ μοναστήριον ἡμῶν μεῖζον ἢ εὐπορώτερον ἢ ὅτι ἔχομεν πολλοὺς ἀδελφούς, ὀφείλομεν εἰδέναι ὅτι ἀκμήν ἐσμεν ἐν τῇ κοσμικῇ ὑπερηφανίᾳ. Ἔστι δὲ ὅτε καὶ εἰς φυσικά τινα κενοδοξεῖ τις. Οἷόν τι λέγω·

Κενοδοξεῖ τις ὅτι καλλίφωνός ἐστι καὶ καλῶς ψάλλει, ἢ ὅτι ἐστὶν ἐπιεικὴς καὶ καθαρίως ἐργάζεται, καθαρίως ὑπηρετεῖ. Ταῦτα σεμνότερα μέν εἰσι τῶν πρώτων· ὅμως καὶ αὐτὰ τῆς κοσμικῆς ὑπερηφανίας. Ἡ δὲ μοναχικὴ ὑπερηφανία ἐστὶν ὅτε κενοδοξεῖ τις ὡς ἀγρυπνῶν, ὡς νηστεύων, ὡς εὐλαβής, ὡς ποιῶν πολιτείας, ὡς σπουδαῖος.

Ἔστι δὲ ὅτε καὶ ταπεινοῦταί τις διὰ δόξαν. Ταῦτα τῆς μοναχικῆς ὑπερηφανίας ἐστίν. Διέχει δὲ εἰ ὅλως ὑπερηφανευόμεθα, ἵνα κἂν εἰς τὰ μοναχικὰ ὑπερηφανευόμεθα καὶ μὴ εἰς τὰ κοσμικά. Ἰδοὺ εἴπομεν τίς ἐστιν ἡ πρώτη ὑπερηφανία καὶ τίς ἐστιν ἡ δευτέρα· ὁμοίως εἴπομεν τίς ἐστιν ἡ κοσμικὴ καὶ τίς ἐστι μοναχικὴ ὑπερηφανία. Μάθωμεν λοιπὸν ποῖαί εἰσι καὶ αἱ δύο ταπεινώσεις.

Ἡ πρώτη ταπείνωσίς ἐστι τὸ ἔχειν τινὰ τὸν ἀδελφὸν αὐτοῦ συνετώτερον ἑαυτοῦ καὶ εἰς πάντα ὑπερέχοντα αὐτοῦ, καὶ ἁπλῶς, ὡς εἶπεν ἐκεῖνος ὁ ἅγιος, τὸ εἶναι ὑποκάτω πάντων. Ἡ δὲ δευτέρα ταπείνωσίς ἐστι τὸ ἐπιγράφειν τῷ Θεῷ τὰ κατορθώματα. Αὕτη ἐστὶν ἡ τελεία ταπείνωσις τῶν ἁγίων. Αὕτη φυσικῶς ἐγγίνεται τῇ ψυχῇ ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν. Ὥσπερ γὰρ τὰ δένδρα ὅταν βαστάζει καρπὸν πολύν, αὐτὸς ὁ καρπὸς κάμπτει κάτω τοὺς κλάδους καὶ κατασπᾷ αὐτούς, ὁ δὲ κλάδος ὁ μὴ βαστάζων καρπόν, ὑψοῦται ἄνω καὶ ἀνέρχεται ὀρθός· εἰσὶ δέ τινα τῶν δένδρων, καὶ ἐφ’ ὅσον μὲν ἀνέρχεται ὁ κλάδος αὐτῶν ἄνω, οὐ βαστάζει καρπόν· ἐὰν δὲ λάβῃ τις λίθον καὶ κρεμάσῃ αὐτὸν εἰς τὸν κλάδον καὶ κατασπάσῃ αὐτὸν κάτω, τότε ποιεῖ καρπόν· οὕτως ἐστὶ καὶ ἡ ψυχή· ὅταν ταπεινοῦται, τότε καρποφορεῖ, καὶ ὅσον ποιεῖ καρπόν, τοσοῦτον ταπεινοῦται. Ὅσον γὰρ ἐγγίζουσιν οἱ ἅγιοι τῷ Θεῷ, τοσοῦτον βλέπουσιν ἑαυτοὺς ἁμαρτωλούς.

Μέμνημαι ὅτι ἐλαλοῦμέν ποτε περὶ ταπεινώσεως, καί τις τῶν λαμπρῶν Γάζης ἀκούων ἡμῶν λεγόντων τοῦτο ὅτι ὅσον ἐγγίζει τις τῷ Θεῷ, τοσοῦτον βλέπει ἑαυτὸν ἁμαρτωλόν, ἐξενίζετο καὶ ἔλεγε· Πῶς ἐνδέχεται τοῦτο; καὶ ἠγνόει θέλων μαθεῖν τὸν λόγον. Λέγω αὐτῷ· Κῦρι ὁ πρωτεύων, εἰπέ μοι, τί ἔχεις σεαυτὸν εἰς τὴν πόλιν σου;

Λέγει μοι ἐκεῖνος· Ἔχω ἐμαυτὸν μέγαν καὶ πρῶτον τῆς πόλεως. Λέγω αὐτῷ· Ἐὰν δὲ ἀπέλθῃς εἰς Καισάρειαν, τί ἔχεις ἑαυτὸν ἐκεῖ; Λέγει· Ἔχω ἐμαυτὸν εὐτελέστερον τῶν μεγάλων τῶν ἐκεῖ. Λέγω αὐτῷ· Ἐὰν δὲ ἀπέλθῃς εἰς Ἀντιόχειαν, τί ἔχεις σεαυτόν; Λέγει μοι· Ἔχω ἐμαυτὸν ὡς ἕνα παγανόν. Λέγω αὐτῷ· Ἐὰν δὲ εἰς Κωνσταντίνου πόλιν ἀπέλθῃς ἐγγὺς τοῦ βασιλέως, ἐκεῖ τί ἔχεις σεαυτόν;

Λέγει μοι ἐκεῖνος· Ἔχω ἐμαυτὸν ἕνα πένητα. Τότε λέγω αὐτῷ· Ἰδοὺ οὕτως εἰσὶν οἱ ἅγιοι· ὅσον ἐγγίζουσι τῷ Θεῷ, τοσοῦτον ἁμαρτωλοὺς βλέπουσιν ἑαυτούς. Ἀβραὰμ γὰρ ὅτε εἶδε τὸν Κύριον, γῆν καὶ σποδὸν ἑαυτὸν ἐκάλεσεν.

Ἡσαΐας δὲ ἔλεγεν· Ὢ τάλας καὶ ἀκάθαρτός εἰμι ἐγώ. Ὁμοίως καὶ ὁ Δανιὴλ ὅτε ἦν εἰς τὸν λάκκον μετὰ τῶν λεόντων, καὶ ἀπῆλθεν Ἀββακοὺκ ἔχων τὸ ἄριστον, λέγων αὐτῷ· Δέξαι τὸ ἄριστον ὃ ἀπέστειλέ σοι ὁ Θεός, τί φησὶν ὁ Δανιήλ; Ἐμνήσθη γάρ μου ὁ Θεός; Ὁρᾷς οἵαν ταπείνωσιν εἶχεν ἡ καρδία αὐτοῦ, ὅτε ἦν εἰς τὸν λάκκον μεταξὺ τῶν λεόντων, καὶ οὐκ ἔβλαπτον αὐτόν, καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δεύτερον· καὶ μετὰ ταῦτα ἐθαύμασε λέγων· Ἐμνήσθη γάρ μου ὁ Θεός;

Βλέπετε τὴν ταπείνωσιν τῶν ἁγίων, πῶς διάκεινται αἱ καρδίαι αὐτῶν; Ἀλλ’ οὐδὲ πεμπόμενοι παρὰ τοῦ Θεοῦ πρὸς βοήθειαν τῶν ἀνθρώπων, κατεδέχοντο ἀπὸ ταπεινώσεως φεύγοντες τὸ δοξασθῆναι. Ὥσπερ γάρ τις ἐνδεδυμένος ὁλοσήρικον, ἐὰν ῥιφῇ κατ’ αὐτοῦ ῥάκος ἀκάθαρτον, φεύγει ἵνα μὴ μιανθῇ τὸ ἔνδυμα αὐτοῦ τὸ τίμιον· οὕτως εἰσὶ καὶ οἱ ἅγιοι ἐνδεδυμένοι τὰς ἀρετὰς φεύγουσι τὴν ἀνθρωπίνην δόξαν· ἵνα μὴ μιανθῶσιν ἀπ’ αὐτῆς. Οἱ δὲ θέλοντες τὴν δόξαν ὅμοιοί εἰσί τινι γυμνῷ ὅστις ἀεὶ θέλει εὑρεῖν μικρὸν ῥάκος ἢ εἴ τι δήποτε, ἵνα σκεπάσῃ τὴν ἀσχημοσύνην αὐτοῦ· οὕτως καὶ ὁ γυμνὸς ἀπὸ ἀρετῶν ζητεῖ τὴν δόξαν τῶν ἀνθρώπων.

Πεμπόμενοι οὖν οἱ ἅγιοι παρὰ τοῦ Θεοῦ πρὸς βοήθειαν ἄλλων, ἀπὸ ταπεινώσεως οὐ κατεδέχοντο. Ἀλλ’ ὁ μὲν Μωϋσῆς ἔλεγε· Δέομαί σου προχειρίσαι ἄλλον δυνάμενον· ἐγὼ γάρ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος. Ἱερεμίας δὲ ἔλεγε· Νεώτερός εἰμι ἐγώ. Καὶ ἕκαστος ἁπλῶς τῶν ἁγίων ταύτην τὴν ταπείνωσιν ἐκτήσατο ἐκ τοῦ ἐνεργῆσαι, ὡς εἴπομεν, τὰς ἐντολάς. Ταύτην τὴν ταπείνωσιν οὐδεὶς δύναται λόγῳ φράσαι πῶς ἐστιν ἢ πῶς ἐγγίνεται τῇ ψυχῇ, ἐὰν μὴ ἀπὸ πείρας μάθῃ αὐτὴν ἄνθρωπος· λόγῳ δὲ οὐδεὶς δύναται μαθεῖν αὐτήν.

Ποτὲ ὁ ἀββᾶς Ζωσιμᾶς ἐλάλει περὶ ταπεινώσεως, καί τίς ποτε σοφιστὴς εὑρεθεὶς ἐκεῖ, ἀκούων ἃ ἐλάλει, θέλων μαθεῖν τὴν ἀκρίβειαν, ἔλεγεν αὐτῷ· Εἰπέ μοι, πῶς ἔχεις ἑαυτὸν ἁμαρτωλόν; οὐκ οἶδας ὅτι ἅγιος εἶ, οὐκ οἶδας ὅτι ἔχεις ἀρετάς; ἰδοὺ βλέπεις πῶς ἐνεργεῖς τὰς ἐντολάς; πῶς τοιαῦτα ποιῶν ἔχεις ὅτι ἁμαρτωλὸς εἶ; Ὁ δὲ γέρων οὐχ ηὕρισκε πῶς φράσαι αὐτῷ τὴν ἀπόκρισιν, ἀλλὰ ἔλεγεν αὐτῷ· Οὐκ οἶδα πῶς εἴπω σοι, ἀλλ’ οὕτως ἔχω. Ὁ σοφιστὴς οὖν ἠναντιοῦτο αὐτῷ θέλων μαθεῖν πῶς ἐστιν. Ὁ δὲ γέρων μὴ εὑρίσκων πῶς παραστῆσαι αὐτῷ τὸ πρᾶγμα, ἤρξατο λέγειν μετὰ τῆς ἁγίας ἁπλότητος αὐτοῦ· Μὴ διαστρέψῃς με, ἐγὼ τέως οὕτως ἔχω.

Ὡς οὖν εἶδον ἐγὼ τὸν γέροντα ἀποροῦντα πῶς ἀποκριθῇ, λέγω αὐτῷ· Ἆρα μὴ τοῦτό ἐστιν ὥσπερ ἡ σοφιστικὴ καὶ ἰατρική; ὅταν καλῶς μανθάνει αὐτήν τις καὶ πράττει αὐτήν, κατὰ μικρὸν ἐκ τοῦ ἐνεργεῖν αὐτὴν γίνεταί τις ἕξις τῷ ἰατρῷ ἢ τῷ σοφιστῇ· καὶ οὐ δύναται εἰπεῖν οὐδὲ οἶδε φράσαι πῶς ἐγένετο ἐν ἕξει τοῦ πράγματος· κατὰ μικρόν, ὡς εἶπον, ἀνεπαισθήτως προσελάβετο αὐτὴν ἡ ψυχὴ ἐκ τοῦ ἐνεργεῖν τὴν τέχνην. Οὕτως ἔστιν εὑρεῖν καὶ ἐπὶ τῆς ταπεινώσεως ὅτι ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν γίνεταί τις ἕξις ταπεινή, καὶ οὐ δύναται λόγῳ ῥηθῆναι. Ὡς οὖν ἤκουσεν ὁ ἀββᾶς Ζωσιμᾶς τοῦτο, ἐχάρη καὶ εὐθέως περιέλαβέ με καὶ λέγει μοι· Εὗρες τὸ πρᾶγμα, οὕτως ἐστὶν ὡς εἶπες.

Ἐθεραπεύθη δὲ καὶ ὁ σοφιστὴς ἀκούσας, καὶ ἀπεδέξατο καὶ αὐτὸς τὸν λόγον. Εἶπον μὲν γὰρ καὶ οἱ γέροντές τινα ποιοῦντα ἡμᾶς νοῆσαι ταύτην τὴν ταπείνωσιν· αὐτὴν δὲ τὴν ἐγγινομένην διάθεσιν, ὡς ἔστιν, οὐδεὶς εὗρεν εἰπεῖν. Ἐπεὶ ὁ ἀββᾶς Ἀγάθων, ὅτε ἔμελλε τελευτᾷν, καὶ εἶπον αὐτῷ οἱ ἀδελφοί· Καὶ σὺ φοβῇ, Πάτερ; εἶπε· Τέως ἐποίησα τὴν δύναμίν μου φυλάξαι τὰς ἐντολάς, ἀλλ’ ἄνθρωπός εἰμι. Πόθεν οἶδα εἰ τὸ ἔργον μου ἤρεσε τῷ Θεῷ; ἄλλο γάρ ἐστι τὸ κρῖμα τοῦ Θεοῦ καὶ ἄλλο τὸ τῶν ἀνθρώπων. Ἰδοὺ ὠμμάτωσεν ἡμᾶς εἰς τὸ νοῆσαι αὐτὴν καὶ ἔδωκεν ἡμῖν ὁδὸν εἰς τὸ καταλαβεῖν αὐτήν.

Πῶς δέ ἐστιν ἢ πῶς ἐγγίνεται τῇ ψυχῇ, καθὼς πολλάκις εἶπον, οὐδεὶς εὗρεν εἰπεῖν, οὐδὲ ἠδυνήθη λόγῳ καταλαβεῖν, εἰ μή τι ἡ ψυχὴ ᾖ ἀξιωθεῖσα ἀπὸ ἔργων μαθεῖν αὐτήν. Τί δέ ἐστι τὸ φέρον αὐτήν, εἶπον οἱ Πατέρες. Λέγει γὰρ εἰς τὸ Γεροντικὸν ὅτι ἠρώτησεν ἀδελφὸς γέροντα λέγων· Τί ἐστιν ἡ ταπείνωσις; καὶ εἶπεν ὁ γέρων· Ἡ ταπείνωσις μέγα ἔργον ἐστὶ καὶ θεϊκόν· ἡ δὲ ὁδὸς τῆς ταπεινώσεώς ἐστιν οἱ κόποι οἱ σωματικοὶ ἐν γνώσει καὶ τὸ εἶναί σε ὑποκάτω πάντων καὶ τὸ δέεσθαι τοῦ θεοῦ διὰ παντός. Αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ταπεινώσεως· αὐτὴ δὲ ἡ ταπείνωσις θεϊκή ἐστι καὶ ἀκατάληπτος.

Διὰ τί δὲ λέγει ὅτι οἱ κόποι οἱ σωματικοὶ τὴν ψυχὴν φέρουσιν εἰς ταπείνωσιν; Ποίῳ λόγῳ οἱ σωματικοὶ κόποι τῆς ψυχῆς εἰσιν ἀρετή; Τὸ μὲν γὰρ εἶναι ὑποκάτω πάντων, καὶ ἀνωτέρω εἴπομεν ὅτι ἀντίκειται τῇ πρώτῃ ὑπερηφανίᾳ. Πῶς γὰρ δύναται ἔχειν ἑαυτὸν μείζονα τοῦ ἀδελφοῦ αὐτοῦ ἢ ἐπαρθῆναι ἔν τινι ἢ μέμψασθαι ἢ ἐξουδενῶσαί τινα, ὁ ἔχων ἑαυτὸν ὑποκάτω πάντων; Ὁμοίως καὶ τὸ εὔχεσθαι διὰ παντὸς φανερόν ἐστι διὰ τὸ ἀντικεῖσθαι τῇ δευτέρᾳ ὑπερηφανίᾳ.

Πρόδηλον γὰρ ὅτι ὁ ταπεινός, ὁ εὐλαβής, ὡς γινώσκων ὅτι οὐδὲν ἐγχωρεῖ κατορθωθῆναι ἀγαθὸν τῇ ψυχῇ ἄνευ τῆς βοηθείας καὶ σκέπης τοῦ Θεοῦ, οὐ παύεται ἀδιαλείπτως δεόμενος τοῦ Θεοῦ, ἵνα ποιήσῃ μετ’ αὐτοῦ ἔλεος. Καὶ ὁ διὰ παντὸς δεόμενος τοῦ Θεοῦ, εἴ τι δ’ ἂν ἀξιωθῇ κατορθῶσαι, οἶδε πόθεν κατώρθωσε, καὶ οὐ δύναται ἐπαρθῆναι οὐδὲ ἐπιγράψαι τῇ ἰδίᾳ δυνάμει, ἀλλὰ τῷ Θεῷ ἐπιγράφει πᾶν κατόρθωμα καὶ αὐτῷ ἀεὶ εὐχαριστεῖ καὶ αὐτὸν ἀεὶ παρακαλεῖ, τρέμων μὴ ἐκπέσῃ τῆς τοιαύτης βοηθείας, καὶ φανερωθῇ ἡ ἀσθένεια καὶ ἡ ἀδυναμία αὐτοῦ. Καὶ οὕτως διὰ τῆς ταπεινώσεως εὔχεται καὶ διὰ τῆς εὐχῆς ταπεινοῦται, καὶ ὅσον ἀεὶ κατορθοῖ, ἀεὶ ταπεινοῦται, καὶ ὅσον ταπεινοῦται, βοηθεῖται καὶ προκόπτει διὰ τῆς ταπεινοφροσύνης.

Διὰ τί οὖν λέγει ὅτι καὶ οἱ σωματικοὶ κόποι φέρουσι τὴν ταπεινοφροσύνην; Τί ἔχει ὁ σωματικὸς κόπος εἰς διάθεσιν ψυχῆς; Ἐγὼ λέγω ὑμῖν· Ἐπειδὴ ἐκπεσοῦσα ἡ ψυχὴ ἀπὸ τῆς ἐντολῆς εἰς τὴν παράβασιν, παρεδόθη ἡ ἀθλία, ὡς λέγει ὁ ἅγιος Γρηγόριος, τῇ φιληδονίᾳ καὶ τῇ αὐτονομίᾳ τῆς πλάνης, καὶ ἠγάπησε τὰ σωματικά, καὶ τρόπον τινὰ ὡς ἕν τι εὑρέθη μετὰ τοῦ σώματος καὶ ἐγένετο ὅλη σάρξ, καθὼς λέγει· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καὶ οἷον συμπάσχει καὶ συνδιατίθεται ἡ ἀθλία ψυχὴ αὕτη τοῖς γινομένοις ὑπὸ τοῦ σώματος· διὰ τοῦτο εἶπεν ὁ γέρων ὅτι καὶ ὁ σωματικὸς κόπος ὁδηγεῖ εἰς ταπείνωσιν· ἄλλως γὰρ διατίθεται ἡ ψυχὴ τοῦ ὑγιαίνοντος καὶ ἄλλως τοῦ ἀρρωστοῦντος, ἄλλως τοῦ πεινῶντος καὶ ἄλλως τοῦ κεκορεσμένου· ὁμοίως πάλιν ἄλλως διατίθεται ἡ ψυχὴ τοῦ ἐπικαθημένου ἵππῳ καὶ ἄλλως τοῦ ἐπικαθημένου ὄνῳ, ἄλλως τοῦ καθημένου εἰς θρόνον καὶ ἄλλως τοῦ καθημένου χαμαί, ἄλλως τοῦ φοροῦντος καλὰ ἱμάτια καὶ ἄλλως τοῦ φοροῦντος σαπρά. Ὁ κόπος οὖν ταπεινοῖ τὸ σῶμα· τοῦ δὲ σώματος ταπεινουμένου, συνταπεινοῦται αὐτῷ καὶ ἡ ψυχή, ὥστε καλῶς εἶπεν ὅτι καὶ ὁ σωματικὸς κόπος ὁδηγεῖ εἰς ταπείνωσιν.

Διὰ τοῦτο ὅτε ἐπολεμήθη Εὐάγριος ὑπὸ τῆς βλασφημίας, ὡς ἔχων γνῶσιν καὶ εἰδὼς ὅτι ἡ βλασφημία ἀπὸ ὑπερηφανίας ἔρχεται, ταπεινουμένου δὲ τοῦ σώματος συνταπεινοῦται καὶ ἡ ψυχή, ἐποίησε τεσσαράκοντα ἡμέρας μὴ εἰσελθὼν ὑπὸ στέγην, ὥστε τὸ σῶμα αὐτοῦ, καθὼς λέγει ὁ συγγραφεύς, ἐκβαλεῖν κρότωνας ὡς τὰ ἄγρια ζῶα· ὥστε ὁ κόπος οὐ διὰ τὴν βλασφημίαν ἐγένετο, ἀλλὰ διὰ τὴν ταπείνωσιν.

Καλῶς οὖν εἶπεν ὁ γέρων ὅτι καὶ οἱ σωματικοὶ κόποι ὁδηγοῦσιν εἰς τὴν ταπείνωσιν. Ὁ Θεὸς ὁ ἀγαθὸς χαρίσεται ἡμῖν τὴν ταπείνωσιν, ὅτι καὶ ἀπὸ μεγάλων κακῶν ῥύεται τὸν ἄνθρωπον καὶ σκεπάζει αὐτὸν ἀπὸ μεγάλων πειρασμῶν.