Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία Γ': Η συνείδηση
Η συνείδηση ως έμφυτος νόμος και η αναγκαιότητα τήρησής της απέναντι στον Θεό, τον πλησίον και τα υλικά αγαθά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία Γ': Η συνείδηση
Η συνείδηση ως έμφυτος νόμος και η αναγκαιότητα τήρησής της απέναντι στον Θεό, τον πλησίον και τα υλικά αγαθά.
Γʹ. ΠΕΡΙ ΣΥΝΕΙΔΗΣΕΩΣ Ὅτε ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἐνέσπειρεν αὐτῷ τί ποτε θεῖον, ὥσπερ λογισμόν τινα θερμότερον καὶ φωτεινὸν σπινθῆρος λόγον ἐπέχοντα, φωτίζοντα τὸν νοῦν καὶ δεικνύοντα αὐτῷ τὸ καλὸν ἀπὸ τοῦ κακοῦ. Τοῦτο καλεῖται συνείδησις, ὅς ἐστιν ὁ φυσικὸς νόμος. Οὗτός ἐστι τὰ φρέατα ἃ ὤρυττεν ὁ Ἰακώβ, ὥσπερ εἶπον οἱ Πατέρες, καὶ κατεχώννυον αὐτὰ οἱ Φιλιστιείμ. Τούτῳ τῷ νόμῳ, τοῦτ’ ἔστι τῇ συνειδήσει εἴξαντες οἱ πατριάρχαι καὶ πάντες οἱ ἅγιοι πρὸ τοῦ γραπτοῦ νόμου εὐηρέστησαν τῷ Θεῷ. Ταύτης καταχωσθείσης καὶ καταπατηθείσης ὑπὸ τῶν ἀνθρώπων διὰ τῆς κατὰ πρόσβασιν ἁμαρτίας, ἐδεήθημεν τοῦ γραπτοῦ νόμου, ἐδεήθημεν τῶν ἁγίων προφητῶν, ἐδεήθημεν αὐτῆς τῆς ἐπιδημίας τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸ ἀνακαλύψαι καὶ ἀνεγεῖραι αὐτήν, εἰς τὸ ἀναζωοποιῆσαι ἐκεῖνον τὸν καταχωσθέντα σπινθῆρα διὰ τῆς φυλακῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Ἐν ἡμῖν οὖν ἐστιν ἄρτι ἢ τὸ καταχῶσαι αὐτὸν πάλιν ἢ τὸ ἐᾶσαι αὐτὸν ἐλλάμπειν καὶ φωτίζειν ἡμᾶς, ἐὰν πειθώμεθα αὐτῷ.
Ὅταν γὰρ ἡ συνείδησις ἡμῶν λέγει ἡμῖν ποιῆσαι τόδε τι, καὶ καταφρονῶμεν, καὶ πάλιν λέγει, καὶ οὐ ποιῶμεν, ἀλλὰ μένωμεν καταπατοῦντες αὐτήν, λοιπὸν καταχωννύομεν αὐτήν, καὶ οὐκ ἔτι δύναται τρανῶς λαλεῖν ἡμῖν ἐκ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτῇ· ἀλλ’ ὥσπερ λύχνος φαίνων διὰ σφέκλων, οὕτως ἄρχεται δεικνύειν ἡμῖν ἀμαυρότερον, οἱονεὶ σκοτεινότερον, τὰ πράγματα, καὶ οὕτως κατὰ πρόσβασιν ὥσπερ ἐπὶ ὕδατος τεθολωμένου ἀπὸ πολλῶν χωμάτων οὐδεὶς δύναται κατανοῆσαι τὸ πρόσωπον ἑαυτοῦ, οὕτως εὑρισκόμεθα μὴ αἰσθανόμενοι ὧν λέγει ἡμῖν ἡ συνείδησις ἡμῶν, ὡς νομίζειν ἡμᾶς σχεδὸν μηδὲ ἔχειν αὐτήν. Οὐδεὶς δέ ἐστιν ὁ μὴ ἔχων αὐτήν· τί ποτε γὰρ θεῖόν ἐστιν ὥσπερ εἴπομεν ἤδη, καὶ οὐδέποτε ἀπόλλυται, ἀλλὰ πάντοτε ὑπομιμνήσκει ἡμᾶς τὸ ὀφειλόμενον· ἀλλ’ ἡμεῖς οὐκ αἰσθανόμεθα ἐκ τοῦ ἡμᾶς, ὡς εἶπον, καταφρονεῖν καὶ καταπατεῖν αὐτήν.
Διὰ τοῦτο ὁ προφήτης πενθεῖ τὸν Ἐφραὶμ καὶ λέγει· Κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ καὶ κατεπάτησε κρῖμα. Ἀντίδικον λέγει τὴν συνείδησιν. Ὅθεν καὶ εἰς τὸ Εὐαγγέλιον λέγει· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ, μή ποτέ σε παραδῷ τῷ κριτῇ, καὶ ὁ κριτὴς τοῖς ὑπηρέταις, καὶ βάλωσί σε εἰς φυλακήν.
Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην. Διὰ τί δὲ καλεῖ τὴν συνείδησιν ἀντίδικον; Ἀντίδικος λέγεται, ἐπειδὴ αὕτη ἀντίκειται πάντοτε τῷ θελήματι ἡμῶν τῷ κακῷ καὶ ἐλέγχει ἡμᾶς εἰς ὃ ὀφείλοντες ποιῆσαι, οὐ ποιοῦμεν· καὶ πάλιν, εἰς ὃ μὴ ὀφείλοντες ποιῆσαι, ποιοῦμεν, καὶ αὕτη κατηγορεῖ ἡμῶν. Διὰ τοῦτο καλεῖ αὐτὴν ἀντίδικον, καὶ παραγγέλλει λέγων· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ.
Ἡ ὁδός ἐστιν, ὡς λέγει ὁ ἅγιος Βασίλειος, ὁ κόσμος οὗτος. Σπουδάσωμεν οὖν, ἀδελφοί, φυλάττειν τὴν συνείδησιν ἡμῶν, ἐν ὅσῳ ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, μὴ ἀφιέντες αὐτὴν ἐλέγξαι ἡμᾶς ἔν τινι πράγματι, μὴ καταπατοῦντες αὐτὴν εἴς τί ποτε ὅλως κἂν ἐλάχιστον ᾖ· ἵνα γὰρ οἴδατε ὅτι ἐκ τῶν μικρῶν τούτων καὶ φησὶν εὐτελῶν, ἐρχόμεθα εἰς τὸ καταφρονεῖν καὶ τῶν μεγάλων. Ὅταν γὰρ ἄρξηταί τις λέγειν· Τί γάρ ἐστιν, ἐὰν λαλήσω τοῦτον τὸν λόγον; Τί γάρ ἐστιν, ἐὰν φάγω τοῦτο τὸ μικρόν; Τί γάρ ἐστιν, ἐὰν πρόσχω εἰς τόδε τὸ πρᾶγμα; ἐκ τοῦ Τί ἐστι τοῦτο καὶ τί ἐστιν ἐκεῖνο, λαμβάνει τις κακὴν καὶ πικρὰν νομήν, καὶ ἄρχεται καὶ εἰς τὰ μεγάλα καὶ βαρύτερα καταφρονεῖν καὶ καταπατεῖν τὴν ἰδίαν συνείδησιν· καὶ οὕτως λοιπὸν κατὰ μέρος προκόπτων κινδυνεύει καὶ εἰς τελείαν ἀναισθησίαν ἐμπεσεῖν.
Διὰ τοῦτο βλέπετε, ἀδελφοί, μὴ ἀμελήσωμεν τῶν μικρῶν, βλέπετε μὴ καταφρονήσωμεν αὐτῶν ὡς μηδαμινῶν· οὐκ εἰσὶ μικρά, νομή ἐστι, κακὴ συνήθειά ἐστι. Νήψωμεν, φροντίσωμεν τῶν ἐλαφρῶν ἐν ὅσῳ εἰσὶν ἐλαφρά, ἵνα μὴ γένωνται βαρέα. Καὶ τὸ κατορθῶσαι καὶ τὸ ἁμαρτῆσαι ἀπὸ μικρῶν ἄρχεται καὶ εἰς μεγάλα φέρει ἢ ἀγαθὰ ἢ κακά. Διὰ τοῦτο παραγγέλλει ἡμῖν ὁ Κύριος τηρεῖν τὴν συνείδησιν, ὡς τί ποτε ἰδικῶς διαμαρτυρόμενός τινα καὶ λέγων αὐτῷ·
Βλέπε τί ποιεῖς, ἄθλιε· νῆψον, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ. Καὶ ἐπιφέρει καὶ τὸν φόβον καὶ τὸν κίνδυνον τοῦ πράγματος λέγων· Μή ποτέ σε παραδῷ τῷ κριτῇ, καὶ ὁ κριτὴς τοῖς ὑπηρέταις, καὶ βάλωσί σε εἰς φυλακήν. Καὶ τί; Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην;
Αὕτη γὰρ ἐλέγχει ἡμᾶς, ὡς εἶπον, εἰς τὸ καλὸν καὶ εἰς τὸ κακόν, καὶ δεικνύει ἡμῖν τί ποιῆσαι καὶ τί μὴ ποιῆσαι. Καὶ αὕτη πάλιν κατηγορεῖ ἡμῶν καὶ ἐν τῷ μέλλοντι αἰῶνι· διὰ τοῦτο λέγει· Μή ποτέ σε παραδῷ τῷ κριτῇ, καὶ τὰ ἑξῆς.
Τὸ δὲ φυλάξαι αὐτὴν πολλὴν ἔχει διαφοράν. Θέλει γάρ τις φυλάξαι συνείδησιν πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πλησίον καὶ πρὸς τὰς ὕλας. Πρὸς μὲν τὸν Θεόν, ἵνα μὴ καταφρονῇ τῶν ἐντολῶν αὐτοῦ, ἀλλ’ ἵνα καὶ εἰς ἃ οὐ βλέπει αὐτὸν ἄνθρωπος καὶ εἰς ἃ οὐκ ἀπαιτεῖται παρά τινος.
Αὐτὸς φυλάττει τῷ Θεῷ συνείδησιν ἐν τῷ κρυπτῷ· οἷόν τι λέγω· Ἠμέλησεν εὐχῆς, ἀνέβη λογισμὸς ἐμπαθὴς εἰς τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ ἔνηψε καὶ ἔσφιγξεν ἑαυτόν, ἀλλὰ συγκατέθετο· εἶδε τὸν πλησίον λέγοντά τι ἢ ποιοῦντα, ὡς εἰκὸς καὶ ὑπενόησε καὶ κατέκρινεν αὐτόν· καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐστὶν ἐν τῷ κρυπτῷ γινόμενα, ἃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ Θεὸς καὶ ἡ συνείδησις ἡμῶν, χρῄζομεν φυλάττειν.
Καὶ αὕτη ἐστὶν ἡ πρὸς τὸν Θεὸν συνείδησις. Ἡ δὲ πρὸς τὸν πλησίον ἐστὶν ἵνα μὴ ποιῇ τίς τί ποτε παντελῶς εἰς ὃ οἶδεν ὅτι θλίβει ἢ πλήσσει τὸν πλησίον, εἴτε ἐν ἔργῳ, εἴτε ἐν λόγῳ, εἴτε ἐν σχήματι, εἴτε ἐν βλέμματι.
Ἔστι γὰρ καὶ σχῆμα, ὡς πολλάκις ἀεὶ λέγω, πλῆσσον τὸν πλησίον· ἔστι καὶ βλέμμα δυνάμενον πλῆξαι· καὶ ἁπλῶς εἰπεῖν, ὅσα οἶδεν ὁ ἄνθρωπος ὅτι ἐπιτηδείως ποιεῖ διὰ τὸ δοῦναι λογισμὸν τῷ πλησίον, καὶ αὐτὴ ἡ συνείδησις αὐτοῦ μολύνεται, εἰδυῖα ὅτι διὰ τὸ βλάψαι ἢ θλίψαι ἐπιτηδεύει· ἵνα φυλάξῃ τοῦ μὴ ποιῆσαι, καὶ τοῦτό ἐστι τὸ φυλάξαι συνείδησιν πρὸς τὸν πλησίον.
Τὸ δὲ πρὸς τὰς ὕλας φυλάξαι ἐστὶν ἵνα μὴ κακῶς κέχρηταί τις πράγματι, ἵνα μὴ ἀφῇ πρᾶγμα ἀχρειωθῆναι ἢ ῥιφῆναι, ἀλλὰ κἂν ἴδῃ τί ποτε ἐρριμμένον, μὴ παρίδῃ, κἂν εὐτελὲς ᾖ, ἀλλὰ συστείλῃ καὶ θήσῃ εἰς τὸν ἴδιον τόπον· ἵνα μὴ παρακέχρηται τοῖς ἰδίοις ἱματίοις. Ἔστι γάρ, ὑπόθου, ὅτε δύναταί τις φορέσαι τὸ ἱμάτιον αὐτοῦ ἄλλην μίαν ἢ δύο ἑβδομάδας καὶ ἀπέρχεται, ἀφαρῆ πλύνει αὐτὸ πρὸ καιροῦ καὶ κατακόπτει αὐτό, καὶ ἀντὶ τοῦ χρησιμεῦσαι αὐτὸ ἄλλους πέντε μῆνας ἢ καὶ πλέον, πλύνων πλύνων παλαιοῖ αὐτὸ καὶ ποιεῖ αὐτὸ ἀχρήσιμον· καὶ ἔστι παρὰ συνείδησιν.
Ὁμοίως καὶ ἐν στρώματι· πολλάκις δύναταί τις ποιῆσαι τὴν χρείαν αὐτοῦ εἰς ἓν κερβηκάριον καὶ ζητεῖ μέγα στρῶμα· ἔχει τρίχινον ἔσθ’ ὅτε, καὶ θέλει ἀλλάξαι αὐτὸ καὶ λαβεῖν ἄλλο ἢ νέον ἢ εὔμορφον ἀπὸ περπερείας ἢ ἀπὸ ἀκηδίας. Δύναται ἀρκεσθῆναι ἑνὶ κεντωνίῳ καὶ ζητεῖ λανάτον, εἰκὸς καὶ φιλονεικεῖ, ἐὰν μὴ λάβῃ. Εἰ δὲ καὶ ἄρξηται προσέχειν τῷ ἀδελφῷ αὐτοῦ καὶ λέγειν· Διὰ τί οὗτος τόδε ἔχει, κἀγὼ οὐκ ἔχω; ὁ τοιοῦτος μακάριός ἐστι· μεγάλη προκοπή. Πάλιν ἁπλοῖ τις τὸ ἱμάτιον αὐτοῦ ἢ τὸ σκέπασμα εἰς τὸν ἥλιον καὶ ἀμελεῖ τοῦ ἐπᾶραι αὐτὸ καὶ ἀφῇ αὐτὸ καῆναι· καὶ τοῦτο παρὰ συνείδησίν ἐστιν.
Ὁμοίως καὶ ἐν βρώμασι· δύναταί τις ποιῆσαι τὴν χρείαν αὐτοῦ εἰς μικρὸν λάχανον ἢ ὄσπριον ἢ ὀλίγας ἐλαίας καὶ οὐκ ἀνέχεται ποιῆσαι, ἀλλὰ ζητεῖ ἄλλο βρῶμα ἡδύτερον ἢ πολυτελέστερον· ταῦτα πάντα παρὰ συνείδησίν ἐστιν.
Οἱ δὲ Πατέρες λέγουσιν ὅτι οὐκ ὀφείλει ὁ μοναχὸς ἐᾶσαι ποτὲ τὴν συνείδησιν αὐτοῦ καταπονῆσαι αὐτὸν ἐν οἱῳδήποτε πράγματι. Χρεία οὖν ἐστιν, ἀδελφοί, νήφειν ἡμᾶς πάντοτε καὶ φυλάττειν ἑαυτοὺς ἀπὸ πάντων τούτων, ἵνα μὴ ἐμπέσωμεν εἰς τὸν κίνδυνον. Καὶ αὐτὸς ὁ Κύριος προεμαρτύρατο ἡμᾶς, καθὼς ἀνωτέρω εἴπομεν. Ὁ Θεὸς δῴη ἡμῖν ἀκούειν καὶ φυλάττειν ταῦτα, ἵνα μὴ εἰς κρῖμα γένωνται ἡμῖν οἱ λόγοι τῶν Πατέρων ἡμῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.