Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία Ι': Η πνευματική νήψη και η οδός του Θεού
Η ανάγκη διαρκούς εγρήγορσης, η θέση των αρετών ως βασιλικής οδού και η αξιολόγηση των σταδίων της πνευματικής προόδου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία Ι': Η πνευματική νήψη και η οδός του Θεού
Η ανάγκη διαρκούς εγρήγορσης, η θέση των αρετών ως βασιλικής οδού και η αξιολόγηση των σταδίων της πνευματικής προόδου.
Ιʹ. ΠΕΡΙ ΤΟΥ ΜΕΤΑ ΣΚΟΠΟΥ ΚΑΙ ΝΗΨΕΩΣ ΟΔΕΥΕΙΝ ΤΗΝ ΟΔΟΝ ΤΟΥ ΘΕΟΥ Φροντίσωμεν ἑαυτῶν, ἀδελφοί, νήψωμεν. Τίς δώσει ἡμῖν τὸν καιρὸν τοῦτον, ἐὰν ἀπολέσωμεν αὐτόν; Ὄντως ἔχομεν ζητῆσαι τὰς ἡμέρας ταύτας καὶ μὴ εὑρεῖν αὐτάς.
Ὁ ἀββᾶς Ἀρσένιος ἔλεγεν ἑαυτῷ πάντοτε· Ἀρσένιε, διὸ ἐξῆλθες; Ἡμεῖς δὲ ἐν τοσαύτῃ ἐσμὲν ἀμελείᾳ ὅτι οὔτε οἴδαμεν διὰ τί ἐξήλθομεν, οὐκ οἴδαμεν οὐδὲ τί ἐστιν ὃ ἠθελήσαμεν· διὰ τοῦτο οὐ μόνον οὐ προκόπτομεν, ἀλλὰ καὶ θλιβόμεθα πάντοτε. Τοῦτο δὲ γίνεται ἡμῖν ἐκ τοῦ μὴ ἔχειν προσοχὴν ἐν τῇ καρδίᾳ ἡμῶν· καὶ ὄντως εἰ ἠθέλομεν μικρὸν ἀγωνίσασθαι, οὐκ εἴχομεν ἐπὶ πολὺ θλιβῆναι οὐδὲ κοπιᾷν· κἂν γὰρ παρὰ τὰς ἀρχὰς βιάζηταί τις ἑαυτόν, ἀλλὰ ἀγωνιζόμενος κατὰ μικρὸν μικρὸν προκόπτει, καὶ λοιπὸν μετὰ ἀναπαύσεως ποιεῖ, τοῦ Θεοῦ βλέποντος ὅτι βιάζεται ἑαυτὸν καὶ παρέχοντος αὐτῷ βοήθειαν.
Καὶ ἡμεῖς οὖν βιασώμεθα ἑαυτούς, βάλωμεν ἀρχήν, θελήσωμεν τέως τὸ καλόν. Κἂν γὰρ οὔπω ἐν τελειότητί ἐσμεν, ἀλλ’ αὐτὸ τὸ θέλειν ἀρχὴ σωτηρίας ἡμῖν ἐστιν· ἐκ τοῦ γὰρ θέλειν ἐρχόμεθα σὺν Θεῷ καὶ εἰς τὸ ἀγωνίζεσθαι, καὶ ἐκ τοῦ ἀγωνίζεσθαι βοηθεῖταί τις εἰς τὸ κτήσασθαι τὰς ἀρετάς· διὰ τοῦτό τις τῶν Πατέρων λέγει· Δὸς αἷμα καὶ λάβε πνεῦμα· τοῦτ’ ἔστιν ἀγώνισαι καὶ γένῃ ἐν ἕξει τῆς ἀρετῆς.
Ὅτε ἀνεγίνωσκον εἰς τὴν ἔξω παιδείαν, ἐκοπίων ἐξ ἀρχῆς πάνυ, καὶ ὅτε ἠρχόμην λαβεῖν τὸ βιβλίον, οὕτως ἤμην ὥς τί ποτε ὑπάγων ἅψασθαι θηρίου. Ὡς οὖν ἔμεινα βιαζόμενος ἑαυτόν, ἐβοήθησεν ὁ Θεός, καὶ οὕτως ἐγενόμην ἐν ἕξει τοῦ πράγματος, ὥστε μήτε εἰδέναι με τί ἔτρωγον ἢ τί ἔπινον ἢ πῶς ἐκοιμώμην ἐκ τῆς καύσεως τῶν ἀναγνωσμάτων· καὶ οὐδέποτε ἑλκύσθην εἰς ἄριστον μετὰ ἑνὸς τῶν φίλων μου· ἀλλ’ οὐδὲ εἰς συντυχίαν ἠρχόμην μετ’ αὐτῶν ἐν τῷ καιρῷ τοῦ ἀναγνώσματος, καίτοι φιλοσυνήθης ὢν καὶ ἀγαπῶν τοὺς ἑταίρους μου. Ὡς οὖν ἀπέλυεν ἡμᾶς ὁ σοφιστὴς καὶ ἐλουόμην (ἔχρῃζον γὰρ καθ’ ἡμέραν ἐνυγραίνεσθαι, ἐπειδὴ ἀνεξηραινόμην ἐκ τῆς ὑπερβολῆς τῶν ἀναγνωσμάτων), ἀνεχώρουν ὅπου ἔμενον, μήτε εἰδὼς τί ἔχω φαγεῖν· οὐκ ἠδυνάμην γὰρ ἀπασχοληθῆναι οὐδὲ εἰς τὸ ἐπιτάξαι αὐτὸ τὸ φαγεῖν μου. Πλὴν εἶχόν τινα πιστόν, καὶ αὐτὸς ἡτοίμαζέ μοι εἴ τι ἤθελεν. Ἐλάμβανον οὖν εἴ τι ηὕρισκον αὐτὸν ποιήσαντα, ἔχων καὶ τὸ βιβλίον ἐκ πλαγίου μου εἰς τὸν κραβάτην, καὶ κατὰ μικρὸν ἐνέκυπτον εἰς αὐτό· καὶ ἐν τῷ κοιμηθῆναι ὁμοίως πλησίον μου εἶχον αὐτὸ εἰς τὸ θρονίον μου, καὶ ὡς ἥρπαζον μικρόν, εὐθέως ἀνεπήδων εἰς τὴν ἀνάγνωσιν· πάλιν ἑσπέρας, ὡς ἀνεχώρουν μετὰ τὸ λυχνικόν, ἧπτον τὸν λύχνον καὶ ἐποίουν ἕως τοῦ μεσονυκτίου ἀναγινώσκων, καὶ οὕτως ἤμην ὅτι οὐκ ᾐσθανόμην οἵας δήποτε ἡδύτητος ἐκ τῶν ἀναγνωσμάτων.
Ὅτε οὖν ἦλθον εἰς τὸ μοναστήριον, ἔλεγον ἐμαυτῷ· Εἰ ἐπὶ τοῦ ἔξω λόγου ἐγένετο τοιοῦτος πόθος καὶ τοιαύτη θέρμη ἐκ τοῦ σχολάσαι τινὰ τῇ ἀναγνώσει καὶ γενέσθαι ἐν ἕξει αὐτῆς, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀρετῆς; καὶ ἐλάμβανον πολλὴν δύναμιν ἐκ τούτου τοῦ πράγματος.
Οὕτως ἐὰν θέλῃ τις κτήσασθαι ἀρετήν, οὐκ ὀφείλει ἀδιαφορεῖν οὐδὲ μετεωρίζεσθαι· ὥσπερ γάρ τις θέλων μαθεῖν τεκτονικήν, οὐ προσέχει ἄλλῃ τέχνῃ· οὕτως ἐστὶ καὶ ἐπὶ τῶν θελόντων κτήσασθαι ἐργασίαν πνευματικήν. Οὐκ ὀφείλουσι προσέχειν ἄλλῳ τινὶ πράγματι, ἀλλὰ νυκτὸς καὶ ἡμέρας μελετᾷν ἐν αὐτῇ, πῶς δυνηθῶσι κτήσασθαι αὐτήν.
Οἱ δὲ μὴ οὕτως προσερχόμενοι τῷ πράγματι, οὐ μόνον οὐ προκόπτουσιν, ἀλλὰ καὶ συντρίβονται, οὕτως ἀσκόπως περιφερόμενοι. Ἐὰν γὰρ μὴ νήφῃ τις καὶ ἀγωνίζηται, εὐχερῶς ἐκπίπτει εἰς τὰς παρεκβάσεις τῶν ἀρετῶν.
Αἱ γὰρ ἀρεταὶ μέσαι εἰσίν, ἡ βασιλικὴ ὁδός ἐστι, περὶ ἧς εἶπεν ὁ ἅγιος γέρων ἐκεῖνος· Ὁδῷ βασιλικῇ πορεύεσθε καὶ τὰ μίλια μετρεῖτε. Μέσαι οὖν εἰσιν, ὡς εἶπον, αἱ ἀρεταὶ ὑπερβολῶν καὶ ἐλλείψεων. Διὰ τοῦτο γέγραπται·
Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μηδὲ εἰς τὰ ἀριστερά, ἀλλὰ ὁδῷ βασιλικῇ πορεύου. Καὶ ὁ ἅγιος Βασίλειος λέγει· Εὐθύς ἐστι τῇ καρδίᾳ ὁ τὸν λογισμὸν μὴ ἔχων ῥέποντα πρὸς ὑπερβολὴν μήτε ἔλλειψιν, ἀλλὰ ἀπευθυνόμενος πρὸς τὸ μέσον τῆς ἀρετῆς.
Οἷόν τι λέγω· Ἡ κακία καθ’ ἑαυτὴν οὐδέν ἐστιν· οὔτε γὰρ οὐσία τίς ἐστιν, οὔτε ὑπόστασίν τινα ἔχει· μὴ γένοιτο. Ἀλλὰ κλίνουσα ἡ ψυχὴ ἀπὸ τῆς ἀρετῆς γίνεται ἐμπαθὴς καὶ ἀποτελεῖ τὴν κακίαν· ὅθεν καὶ κολάζεται ὑπ’ αὐτῆς, μὴ εὑρίσκουσα φυσικήν τινα ἀνάπαυσιν ἐν αὐτῇ. Ὥσπερ, ὑπόθου, τὸ ξύλον· μὴ γὰρ σκώληκα ἔχει ἔσωθεν αὐτοῦ, ἀλλὰ ποιεῖ μικρὰν σῆψιν, καὶ ἐκ τῆς σήψεως ἐκείνης γίνεται ὁ σκώληξ, καὶ οὕτως αὐτὸς ὁ σκώληξ βιβρώσκει τὸ ξύλον.
Ὁμοίως καὶ ὁ χαλκὸς αὐτὸς ποιεῖ τὸν ἰὸν καὶ αὐτὸς πάλιν ἀναλίσκεται ὑπὸ τοῦ ἰοῦ. Καὶ τὸ ἱμάτιον αὐτὸ ποιεῖ τὸν σῆτα, καὶ αὐτὸς ὁ ἐξ αὐτοῦ γινόμενος σῆς φθείρει αὐτό. Οὕτως οὖν καὶ ἡ ψυχὴ αὑτῇ ποιεῖ τὴν κακίαν, μηδὲν πρὸ τούτου οὖσαν, μηδὲ ἔχουσαν, ὡς εἶπον, ὑπόστασιν, καὶ αὐτὴ κολάζεται ὑπὸ τῆς κακίας. Καὶ καλῶς εἶπεν ὁ ἅγιος Γρηγόριος·
Πῦρ γὰρ ὕλης γέννημα καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία. Ὥσπερ καὶ ἐπὶ τῶν ἀρρωστούντων σωμάτων ἔστιν εὑρεῖν· ὅταν ἀτακτήσῃ τις καὶ μὴ διοικήσῃ ἑαυτὸν ἐν τῇ ὑγείᾳ, γίνεται ἢ πλεονασμὸς ἢ ἔλλειψις, καὶ λοιπὸν ἐκ τούτου ἀνωμαλεῖ. Ὥστε πρὸ τούτου οὐδαμοῦ ἦν ἡ ἀρρωστία, οὐδέ τί ποτε ἦν· καὶ πάλιν μεθ’ οὗ ὑγιαίνει τὸ σῶμα, οὐδαμοῦ εὑρίσκεται ἡ ἀρρωστία. Ὁμοίως καὶ ἡ κακία ἀρρωστία ἐστὶ τῆς ψυχῆς στερουμένης τῆς ἰδίας αὐτῆς καὶ κατὰ φύσιν ὑγείας, ἥτις ἐστὶν ἡ ἀρετή. Διὰ τοῦτο εἴπομεν ὅτι μέσαι εἰσὶν αἱ ἀρεταί· οἷον ἡ ἀνδρεία μέση ἐστὶ τῆς δειλίας καὶ τῆς θρασύτητος· ἡ ταπεινοφροσύνη μέση ἐστὶ τῆς ὑπερηφανίας καὶ τῆς ἀνθρωπαρεσκίας· ὁμοίως ἡ εὐλάβεια μέση ἐστὶ τῆς αἰσχύνης καὶ τῆς ἀναιδείας· οὕτως κατὰ ἀναλογίαν καὶ αἱ λοιπαὶ ἀρεταί. Ἐὰν οὖν εὑρεθῇ ἄνθρωπος ἀξιούμενος τούτων τῶν ἀρετῶν, οἷος εὑρίσκεται τίμιος παρὰ τῷ Θεῷ, καὶ ἀεὶ φαίνεται μὲν τρώγων καὶ πίνων καὶ κοιμώμενος ὥσπερ καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων· ἔστι δὲ ὁ τοιοῦτος τίμιος διὰ τὰς ἀρετὰς ἃς ἔχει. Εἰ δὲ μὴ νήφῃ τις καὶ φυλάττῃ ἑαυτόν, ἐκκλίνει εὐχερῶς ἀπὸ τῆς ὁδοῦ ἢ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, τοῦτ’ ἔστιν ἐπὶ ὑπερβολὴν ἢ ἔλλειψιν, καὶ ἀποτελεῖ τὴν ἀρρωστίαν ἥτις ἐστὶν ἡ κακία.
Ἰδοὺ αὕτη ἐστὶν ἡ ὁδὸς ἡ βασιλικὴ ἣν ὥδευσαν πάντες οἱ ἅγιοι· τὰ δὲ μίλιά εἰσιν αἱ διάφοροι καταστάσεις ἃς ὀφείλῃ τις μετρεῖν πάντοτε καὶ βλέπειν ποῦ ἐστιν, εἰς ποῖον μίλιον ἔφθασεν, εἰς ποίαν κατάστασίν ἐστιν· οἷόν τι λέγω· οὕτως ἐσμὲν ἡμεῖς πάντες ὥσπερ τινὲς ἔχοντες σκοπὸν ὁδεῦσαι ἐπὶ τὴν ἁγίαν πόλιν· καὶ ἐξελθόντες ἀπὸ μιᾶς πόλεως, οἱ μὲν ὥδευσαν πέντε μίλια καὶ ἀπέμειναν· οἱ δὲ ὥδευσαν δέκα· οἱ δὲ καὶ ἕως τοῦ ἡμίσεως τῆς ὁδοῦ· οἱ δὲ οὐδὲ ὅλως ὥδευσαν, ἀλλ’ ἐξῆλθον μὲν τῆς πόλεως, ἔμειναν δὲ ἔξω τῶν πυλῶν εἰς τὴν δυσωδίαν αὐτῆς· οἱ δὲ ἐν τῇ ὁδῷ ὄντες, ἔστιν ὅτε ὁδεύουσι δύο μίλια καὶ πλανῶνται καὶ ὑποστρέφουσιν αὐτά, ἢ δύο ποιοῦσι καὶ ὑποστρέφουσι πέντε· οἱ δὲ ὥδευσαν ἕως αὐτῆς τῆς πόλεως, ἔμειναν δὲ ἔξω καὶ οὐκ εἰσῆλθον ἔσω εἰς τὴν πόλιν.
Ἰδοὺ οὕτως ἐσμὲν καὶ ἡμεῖς. Εἰσὶ γάρ τινες ἐξ ἡμῶν ὅτι ἀφῆκαν τὸν κόσμον καὶ ἐξῆλθον εἰς τὸ μοναστήριον σκοπὸν ἔχοντες εἰς τὸ κτήσασθαι τὰς ἀρετάς· καὶ οἱ μὲν κατώρθωσαν ὀλίγον καὶ ἐναπέμειναν· ἄλλοι ἔτι μικρόν, ἄλλοι καὶ ἕως τοῦ ἡμίσεως τοῦ πράγματος καὶ ἐστάθησαν· ἄλλοι οὐδὲν ὅλως κατώρθωσαν, ἀλλὰ ἔδοξαν μὲν ἐξελθεῖν ἐκ τοῦ κόσμου, ἔμειναν δὲ εἰς τὰ τοῦ κόσμου καὶ εἰς τὰ πάθη καὶ εἰς τὴν δυσωδίαν αὐτῶν· ἄλλοι κατορθοῦσι μικρὸν καλὸν καὶ πάλιν ἀναλύουσιν αὐτό, εἰσὶ δέ τινες καὶ πλεῖον οὗ κατώρθωσαν ἀναλύουσιν· ἄλλοι κατώρθωσαν μὲν τὰς ἀρετάς, ἔσχον δὲ ὑπερηφανίαν καὶ ἐξουδένωσιν εἰς τὸν πλησίον, καὶ ἔμειναν ἔξω τῆς πόλεως καὶ οὐκ εἰσῆλθον ἔσω, καὶ ὅμως οὐδὲ αὐτοὶ ἔτυχον τοῦ σκοποῦ αὐτῶν· κἂν γὰρ ἔφθασαν τὴν πύλην τῆς πόλεως, ἀλλὰ ἔξωθεν ἔμειναν, ὥστε καὶ αὐτοὶ ἐξέπεσον τοῦ ἰδίου σκοποῦ. Ἕκαστος οὖν ἡμῶν μάθῃ ποῦ ἐστιν· εἰ ἐξέβη ἐκ τῆς ἰδίας πόλεως, ἔμεινε δὲ ἔξω τῆς πόρτης εἰς τὴν δυσωδίαν τῆς πόλεως· εἰ προέβη μικρὸν ἢ πολύ· εἰ ἔφθασε τὸ ἥμισυ τῆς ὁδοῦ· εἰ δύο μίλια ποιεῖ καὶ ἀναλύει τὰ δύο· εἰ δύο ποιεῖ καὶ ἀναλύει πέντε· εἰ ὥδευσεν ἕως τῆς πόλεως καὶ εἰσῆλθε εἰς Ἱερουσαλήμ· εἰ τὴν πόλιν μὲν ἔφθασεν, ἔσω δὲ οὐκ ἠδυνήθη εἰσελθεῖν. Ἕκαστος μάθῃ τὴν κατάστασιν αὐτοῦ, ποῦ ἐστι.
Τρεῖς γὰρ καταστάσεις εἰσὶν ἐν τῷ ἀνθρώπῳ· ἔστιν ὁ ἐνεργῶν τὸ πάθος καὶ ἔστιν ὁ ἱστῶν αὐτὸ καὶ ἔστιν ὁ ἐκριζῶν αὐτό· ὁ ἐνεργῶν τὸ πάθος ἐστὶν ὁ πράττων αὐτό, ὁ ἐπεκδικῶν αὐτό· ὁ δὲ ἱστῶν τὸ πάθος ἐστὶν ὁ μήτε ἐνεργῶν μήτε ἐκκόπτων αὐτό, ἀλλὰ φιλοσοφῶν μὲν καὶ παρερχόμενος, ἔχων δὲ τὸ πάθος ἐν ἑαυτῷ· ὁ δὲ ἐκριζῶν τὸ πάθος ἐστὶν ὁ ἀγωνιζόμενος καὶ ποιῶν τὰ ἐναντία τοῦ πάθους.
Ἔχουσι δὲ αἱ τρεῖς αὗται καταστάσεις πολὺ πλάτος· οἷόν τι λέγω· ὃ εἴπατε οἷον θέλετε πάθος καὶ γυμνάσωμεν αὐτό; θέλετε εἴπωμεν περὶ ὑπερηφανίας; θέλετε περὶ πορνείας; ἢ θέλετε μᾶλλον λέγωμεν περὶ κενοδοξίας, ἐπειδὴ πάνυ ἡττώμεθα εἰς αὐτήν; Ἀπὸ κενοδοξίας οὐ δύναταί τις ἀκοῦσαι ῥῆμα ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔστιν οὖν τις ὅτε ἀκούει ἓν ῥῆμα καὶ ταράσσεται, καὶ λέγει πέντε ῥήματα ἢ καὶ δέκα ἀντὶ τοῦ ἑνὸς ῥήματος, καὶ μάχεται καὶ ταράσσει, καὶ μετὰ τὸ παύσασθαι ἐκ τῆς μάχης μένει λογιζόμενος κακὰ κατὰ τοῦ εἰπόντος αὐτῷ τὸ ῥῆμα ἐκεῖνο καὶ μνησικακῶν αὐτῷ καὶ λυπούμενος ὅτι οὐκ εἶπε πλέον ὧν εἶπε, καὶ ἑτοιμάζει ἑαυτῷ ῥήματα ἔτι δεινότερα εἰς τὸ εἰπεῖν αὐτῷ, καὶ ἀεὶ λέγει· Διὰ τί οὐκ εἶπον αὐτῷ τόδε; καὶ ἔχω εἰπεῖν αὐτῷ τόδε· καὶ ἀεὶ μαίνεται. Ἰδοὺ μία κατάστασις· αὕτη ἐστὶν ἡ ἐν ἕξει ἔχουσα τὸ κακόν. Ὁ Θεὸς ῥύσεται ἡμᾶς ἀπὸ τῆς τοιαύτης καταστάσεως· ἡ τοιαύτη κατάστασις ὑπόκειται πάντως τῇ κολάσει· πᾶσα γὰρ ἡ κατ’ ἐνέργειαν ἁμαρτία ὑπὸ τὸν ᾅδην ἐστίν· ἀλλὰ κἂν θελήσῃ ὁ τοιοῦτος μετανοῆσαι, οὐκ ἰσχύει μόνος περιγενέσθαι τοῦ πάθους, εἰ μὴ καὶ βοήθειαν σχῇ παρά τινων ἁγίων, καθὼς καὶ οἱ Πατέρες εἶπον· διὰ τοῦτο ἀεὶ λέγω ὑμῖν, σπουδάσατε κόψαι τὰ πάθη πρὶν γενέσθαι ἐν ἕξει αὐτῶν.
Ἔστιν ἄλλος ὅτε ἀκούει ῥῆμα καὶ ταράσσεται μὲν καὶ λέγει καὶ αὐτὸς πέντε ῥήματα ἢ καὶ δέκα ἀντὶ ἑνός, καὶ θλίβεται ὅτι οὐκ εἶπεν ἄλλα τρισχείρω, καὶ λυπεῖται καὶ μνησικακεῖ· ποιεῖ δὲ ὀλίγας ἡμέρας καὶ μεταβάλλεται· ἄλλος ποιεῖ ἑβδομάδα ἐν τούτοις καὶ μεταβάλλεται· ἄλλος ποιεῖ μίαν ἡμέραν καὶ μεταβάλλεται· ἄλλος ὑβρίζει, μάχεται, ταράσσεται, ταράσσει καὶ εὐθέως μεταβάλλεται. Ἰδοὺ πόσαι διαφοραὶ καταστάσεων, καὶ ὅμως ὑπὸ τὸν ᾅδην εἰσὶν οὗτοι πάντες ἐφ’ ὅσον ἐνεργοῦσιν.
Εἴπωμεν καὶ περὶ τῶν ἱστώντων τὸ πάθος. Ἔστι τις ὅτε ἀκούει ῥῆμα καὶ θλίβεται μὲν καθ’ ἑαυτόν· πλὴν λυπεῖται οὐχ ὅτι ὑβρίσθη, ἀλλ’ ὅτι οὐχ ὑπήνεγκεν· οὗτος τῆς καταστάσεως τῶν ἀγωνιζομένων ἐστί, τῶν ἱστώντων τὸ πάθος ἐστίν. Ἄλλος ἀγωνίζεται καὶ κοπιᾷ, ὕστερον δὲ νικᾶται ἐκ τοῦ βαρεῖσθαι αὐτὸν ὑπὸ τοῦ πάθους· ἄλλος οὐ θέλει μὲν ἀποκριθῆναι κακῶς, ἀπὸ συνηθείας δὲ συναρπάζεται· ἄλλος ἀγωνίζεται μὲν μὴ λαλῆσαι ὅλως τί ποτε κακόν, λυπεῖται δὲ ὅτι ὑβρίσθη· πλὴν ἀλλὰ καταγινώσκει ἑαυτοῦ ὅτι λυπεῖται καὶ μετανοεῖ περὶ τούτου· ἄλλος οὐ λυπεῖται μὲν ὅτι ὑβρίσθη, ἀλλ’ οὐδὲ χαίρει. Ἰδοὺ οὗτοι πάντες οἱ ἱστῶντες τὸ πάθος εἰσίν· ἔχουσι δὲ ἐν ἑαυτοῖς διαφορὰν οἱ δύο πρὸς τοὺς λοιπούς, ὁ ἡττώμενος ἐν τῷ ἀγωνίζεσθαι καὶ ὁ συναρπαζόμενος ἀπὸ συνηθείας· οὗτοι γὰρ ἐν φόβῳ εἰσὶ τοῦ κινδύνου τῶν ἐνεργούντων· εἶπον δὲ αὐτοὺς τῶν ἱστώντων τὸ πάθος εἶναι· τῇ γὰρ διαθέσει ἔστησαν τὸ πάθος καὶ οὐ θέλουσιν ἐνεργῆσαι, ἀλλὰ καὶ λυποῦνται καὶ ἀγωνίζονται. Εἶπον δὲ οἱ Πατέρες ὅτι πᾶν πρᾶγμα ὃ μὴ θέλει ἡ ψυχή, ὀλιγοχρόνιόν ἐστιν. Ὀφείλουσι δὲ ψηλαφᾷν ἑαυτοὺς μή πως κἂν μὴ αὐτὸ τὸ πάθος, ἀλλά τί ποτε τῶν αἰτίων τοῦ πάθους ἐπεκδικοῦσι, καὶ διὰ τοῦτο ἡττῶνται ἢ συναρπάζονται.
Εἰσὶ δέ τινες φησὶν ἀγωνιζόμενοι στῆσαι τὸ πάθος, ἀλλὰ κατὰ πάθος. Ὁ μὲν γὰρ σιωπᾷ διὰ κενοδοξίαν· ὁ δὲ δι’ ἀνθρωπαρέσκειαν ἢ δι’ ἄλλο οἷον δήποτε πάθος. Οὗτοι κακῷ τὸ κακὸν ἰῶνται. Εἶπε δὲ ὁ ἀββᾶς Ποιμὴν ὅτι πονηρία οὐδαμῶς πονηρίαν ἀναιρεῖ. Οὗτοι μετὰ τῶν ἐνεργούντων εἰσί, κἂν χλευάζωνται.
Θέλομεν λοιπὸν εἰπεῖν καὶ περὶ τῶν ἐκριζούντων τὸ πάθος. Ἔστι τις ὅτε χαίρει μὲν ἐὰν ὑβρισθῇ, ἀλλὰ διὰ τὸ ἔχειν μισθόν. Οὗτος τῶν ἐκριζούντων τὸ πάθος ἐστίν, ἀλλ’ οὐ μετὰ γνώσεως. Ἄλλος δὲ χαίρει ὑβριζόμενος καὶ ἔχει ὅτι χρεωστεῖ ὑβρισθῆναι, ὡς ὅτι αὐτὸς ἔδωκε τὴν αἰτίαν. Οὗτος μετὰ γνώσεως ἐκριζοῖ τὸ πάθος· τὸ γὰρ ὑβρισθῆναί τινα καὶ φέρειν καθ’ ἑαυτοῦ τὴν αἰτίαν καὶ δέχεσθαι ὡς ἴδια τὰ ἐπερχόμενα αὐτῷ, γνώσεώς ἐστιν.
Ἕκαστος γὰρ εὐχόμενος τῷ Θεῷ· Κύριε, δός μοι ταπείνωσιν, ὀφείλει εἰδέναι ὅτι τοῦτό ἐστιν ὃ αἰτεῖ, ἵνα πέμψῃ αὐτῷ τινα ὑβρίσαι αὐτόν· ὅταν οὖν ὑβρίζεται ὑπό τινος, ὀφείλει καὶ αὐτὸς ἑαυτὸν ὑβρίζειν καὶ ἐξουδενεῖν ἐν τῷ ἰδίῳ λογισμῷ, ἵνα ἐκεῖνος μὲν ταπεινοῖ αὐτὸν ἔξωθεν καὶ αὐτὸς ἑαυτὸν ἔσωθεν. Ἔστιν ἄλλος ὅτε οὐ μόνον χαίρει ὑβριζόμενος καὶ ἑαυτὸν αἰτιᾶται, ἀλλὰ καὶ λυπεῖται διὰ τὴν ταραχὴν τοῦ ὑβρίσαντος αὐτόν· ὁ Θεὸς ἐνέγκοι ἡμᾶς εἰς τοιαύτην κατάστασιν.
Βλέπετε πόσον ἐστὶ πλάτος εἰς τὰς τρεῖς καταστάσεις. Ἕκαστος οὖν ἡμῶν, ὡς εἶπον, μάθῃ ποίας ἐστὶ καταστάσεως· ἐὰν θέλων ἀκμὴν ἐνεργεῖ τὸ πάθος καὶ ἐπεκδικεῖ, ἢ θέλων μὲν οὐ ποιεῖ, νικώμενος δὲ ἢ ἀπὸ συνηθείας συναρπαζόμενος ἐνεργεῖ αὐτό, καὶ μετὰ τὸ ἐνεργῆσαι, θλίβεται καὶ μετανοεῖ ὅτι ἐνήργησεν, ἢ ἀγωνίζεται στῆσαι τὸ πάθος ἐν γνώσει ἢ κατὰ ἄλλο πάθος ἀγωνίζεται, ὥσπερ εἴπομεν ὅτι· Ἔστιν ὅτε σιωπᾷ τις ἢ κατὰ κενοδοξίαν ἢ κατὰ ἀνθρωπαρέσκειαν ἢ ἁπλῶς εἰπεῖν κατά τινα λογισμὸν ἀνθρώπινον. Καὶ εἰ ἤρξατο ἐκριζοῦν τὸ πάθος, καὶ εἰ μετὰ γνώσεως ἐκριζοῖ αὐτὸ καὶ ποιεῖ τὰ ἐναντία τοῦ πάθους· ἕκαστος μάθῃ ποῦ ἐστιν, εἰς ποῖον μίλιόν ἐστιν.
Οὐ μόνον γὰρ ὀφείλομεν καθ’ ἡμέραν ἐρευνᾷν ἑαυτούς, ἀλλὰ καὶ κατὰ καιρὸν καὶ κατὰ μῆνα καὶ καθ’ ἑβδομάδα, καὶ λέγειν· Τὴν πρώτην ἑβδομάδα τοιῶσδε ἐβαρούμην εἰς τόδε τὸ πάθος· ἄρα ἄρτι πῶς εἰμι; Ὁμοίως καὶ κατὰ καιρὸν λέγειν ὅτι· Πέρυσι τοιῶσδε ἐνικώμην ὑπὸ τοῦδε τοῦ πάθους· ἄρτι πῶς ἔχω; Καὶ οὕτως καθ’ ἑκάστην γυμνάζειν ἑαυτούς, εἰ προεκόψαμεν μικρὸν ἢ ἐν τοῖς αὐτοῖς ἐσμεν ἢ εἰς τὸ χεῖρον ἐγενόμεθα.
Ὁ Θεὸς δώσει ἡμῖν δύναμιν, ἵνα τέως κἂν μὴ ἐκριζῶμεν τὸ πάθος, ἀλλ’ οὖν μὴ ἐνεργῶμεν, ἀλλ’ ἱστῶμεν αὐτό. Ὄντως γὰρ βαρὺ πρᾶγμα τὸ ἐνεργεῖν καὶ μὴ ἱστᾷν τὸ πάθος. Καὶ λέγω ὑμῖν ὑπόδειγμα τίνι ὅμοιός ἐστιν ὁ ἐνεργῶν τὸ πάθος καὶ ἐπεκδικῶν αὐτό· ὅμοιός ἐστιν ἀνθρώπῳ κατατοξευομένῳ ὑπὸ τοῦ ἐχθροῦ αὐτοῦ καὶ δεχομένῳ ταῖς χερσὶν αὐτοῦ τὰ βέλη καὶ πηγνύοντι αὐτὰ εἰς τὴν καρδίαν ἑαυτοῦ. Ὁ δὲ ἱστῶν τὸ πάθος ὅμοιός ἐστι τῷ κατατοξευομένῳ ὑπὸ τοῦ ἐχθροῦ αὐτοῦ, περιβεβλημένῳ δὲ θώρακα καὶ οὐκ εἰσδεχομένῳ τὸ βέλος· ὁ δὲ ἐκριζῶν τὸ πάθος ὅμοιός ἐστι κατατοξευομένῳ καὶ δεχομένῳ τὰ βέλη καὶ συντρίβοντι αὐτὰ ἢ ἀποστρέφοντι αὐτὰ εἰς τὴν καρδίαν τοῦ ἐχθροῦ, ὡς λέγει ἐν τῷ ψαλμῷ· Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη. Σπουδάσωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, κἂν οὐ δυνάμεθα τέως ἀποστρέψαι τὴν ῥομφαίαν αὐτῶν εἰς τὰς καρδίας αὐτῶν, ἀλλ’ οὖν μήτε δεξώμεθα τὰ βέλη καὶ πήξωμεν αὐτὰ εἰς τὰς καρδίας ἡμῶν, ἀλλὰ κἂν περιθωρακίσωμεν ἑαυτούς, ἵνα μὴ πληγῶμεν ὑπ’ αὐτῶν. Ὁ Θεὸς ὁ ἀγαθὸς σκεπάσῃ ἡμᾶς ἀπ’ αὐτῶν καὶ δώσῃ ἡμῖν νῆψιν καὶ ὁδηγήσῃ ἡμᾶς εἰς τὴν ὁδὸν αὐτοῦ. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.